Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Καὶ νῦν δἒ νομίζω ἱερὸν ἐκ λίθων ζώντων οἰκοδομηθὲν εἶναι τὴν ἐκκλησίαν, καὶ εἶναι ἐν αὐτῇ τινας οὐχ ὡς ἐν ἐκκλησίᾶ ζῶντος ἀλλ᾿ ὡς »κατὰ σάρκα« στρατευομένους, οἳτινες καὶ ποιοῦσι τὸν τῆς προσευχῆς ἐκ ζώντων λίθων <οἰκοδομηθέντα> οἶκον λῃστῶν διὰ τὴν αὐτῶν κακίαν σπήλαιον. τις γαρ κατανοησας τα ἐν τισιν εκκλησίαις ἁμαρτανόμενα ὑπὸ τῶν <τοιούτων Χριστιανῶν τῶν> νομιζομένων » πορισμὸν εἶναι τὴν« ἑτέρων »εὐσέβειαν«, κοὶ δέον ἐκ τοῦ εὐαγγελίου« μόνον διαζῆν, τοῦτο μέν μὴ ποιούντων, πλοῦτον δὲ καὶ πολλὴν κτῆσιν συναγόντων, οὐκ ἐρεῖ σπήλαιον λῃστῶν γεγονέναι τὸ τηλικοῦτον τῆς ἐκκλησίας μυστήριον; ὣστ᾿ ἂν εἰπεῖν τὸν Ἰησοῦν [*](8. 13 Vgl. I. Petr. 2, 5 - 11 Vgl. II. Kor. 10, 3 — 21 Vgl. I. Tim. 6, 5 — 22 Vgl. I. Kor. 9, 14) [*](7 ἱερὸν + dei lat. 10. 18 τινος . . . τισιν] multi . . . multis lat. 10 ὡς ἐν ἐκκλησίᾳ] sicut decet spiritaliter lat. 13 λίθον H I <οἰκοδομηθέντα> Koe, vgl. lat. 20 <τοιούτων—τῶν> Kl, vgl. lat. 27 κτίσιν H 30 ἂν + recte lat.) [*](12 <es> Kl, vgl. gr. 16 ecclesia ρ ecclesiae x 28 dicet ρ dices X)

v.10.p.547
ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν ᾧ ᾠκοδόμησεν ἱερῷ ζῶντι τό τε ἀπὸ τῶν Ψαλμῶν οὕτως ἔχον· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« καὶ τὸ ἀπὸ τοῦ (ὡς οἶμαι) Ὠσηέ, ἔνθα ἡ τοῦ Ἰησοῦ φυχὴ λέγει δυσαρεστουμένη τῷ βίῳ τῶν ἁμαρτανόντων καὶ ἐν τῷ ἱερῷ εἶναι δοκούντων τὸ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φογεῖν τὰ πρωτόγονα. οἴμοι φυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. καὶ ἐὰν προσκόπτῃς γε τῷ ταῦτο λέγειν τὸν Ἰησοῦν καὶ πενθοῦντα ἡμῶν τὰ πταίσματα φάσκειν τὸ »οἴμοι φυχή«, συνεξέτασον τούτοις τὸ ἀπὸ τοῦ εὐαγγελίου, ἔνθα γέγραπται ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ »ἔκλαυσεν ἐπ᾿ αὐιῇ, καὶ εἶπε«. καὶ μᾶλλόν γε, εἴπερ εὐλόγως ἔκλαυσεν ἐπὶ Ἱερουσαλήμ, εὐλογώτερον κλαύσεται ἐπὶ τὴν ἐκκλησίαν, οἰκοδομηθεῖσαν μὲν ἵνα οἶκος προσευχῆς ᾖ, γενομένην δὲ διὰ τὴν αἰσχροκέρδειαν δειαν καὶ τρυφήν τινων (ἀλλ᾿ εἴθε μὴ καὶ τῶν ἡγουμένων τοῦ λαοῦ) σπήλαιον λῃστῶν.

[*](4 Ps. 29, 10 — 6ff Vgl. Micha 7,lf - 11. 20 Micha 7, 1 - 23 Vgl. Luc. 19, 41)[*](3 ἔχων Ha 5 κοταβαίνειν μαι H 6 Ὡσηὲ] so schon im Archetypus. vgl. lat. 7 ἡ φυχὴ αὐτοῦ Μ 13 στάχυος] lat. las βότρυος (vgl. LXX) 21 τὸ] et illud lat.)[*](6 osee y* micheam L 12 sicut x* + qui μ 14 botris R Gc.r. botrio Ga B L 18/19 intellexeris] lat. las προσέχῃς ? Koe 20 *** Diehl Kl, vgl. gr. 29 luxum (G)B luxus L)
v.10.p.548

Ἀλλὰ τότε μὲν εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ καὶ ἐκάθαρεν αὐτὸ ἐκβα\λὼν Πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταστρέψας μετὰ τῶν καθεδρῶν ἐν αἷς ἐκαθέζοντο οἱ πωλοῦντες τὰς περιστερός. νῦν δέ, ὅσον μέν οὐκ ἐπισκοποῦνται, οἱ <ἐν> τῷ Ἰησοῦ Χριστοῦ γινόμενοι ἐπὶ τὸ αὐτὸ« ἐν συναγωγαῖς εἰσιν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ καὶ τὰ λοιπὰ <πάντα> καὶ οὐδαμοῦ Ἰησοῦς αὐτοῖς ἐπιφαίνεται, ἳνα ἐκβαλὼν <αὐτοὺς> σώσῃ τοὺς λοιποὺς ἢ κἀκείνους ἐκβληθέντας ποιήσῃ συναισθηθῆναι τῆς ἁμαρτίας καὶ εἰσελθεῖν εἰς τὸ ἱερόν, οὐκέτι μετὰ τοῦ πωλεῖν κοὶ ἀγοράζειν ἢ τὰ λοιπὰ ποιεῖν· ἐπὰν δὲ ἐπισκέψηται ἐπὶ τὰς ἁμαρτίας τίας ἡμῶν ὡς ἀγαπῶν ἡμᾶς ἐπιδημήσῃ, ἳνα παιδεύσῃ καὶ μαστιγώσῃ ὡς υἱοὺς ὅπως ἡμᾶς παραδέξηται, τότε εἰσελεύσεται ἡ δύναμις Ἰησοῦ συναγομένων ἡμῶν καὶ τοῦ πνεύματος τοῦ ἁγίου, καὶ εἰσελθοῦσα ἐκβαλεῖ πάντας τοὺς πωλοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ· πωλοῦντας μέν καὶ ὡσπερεὶ ἀπεμπολοῦντας εἰ καί τι χρηστὸν εἶχον, ἀγοράζοντας δέ ἀντ᾿ ἐκείνων τὰ φαῦλα, [*](11 Vgl. I. Kor. 11, 20 — 24f Vgl. Prov. 3, 12 — 26f Vgl. I. Kor. 5, 4) [*](10 <ἐν> Koe, vgl. S. 551, 15 14 <πάντα> Diehl Kl vgl. lat. 16 > Koe, vgl. lat. 22 ἐπὶ] super lat. 31/32 ἀμπεπωλοῦντας Μ 32 καὶ < Μ) [*](2 evim GL a illud B Lc 3 > Diehl, vgl. gr. 8 id y* <L 9 sunt] sint G <B | conventibus μ convenientibus x 23 diligens] lugens L 24 ut Kl, vgl. gr. et x)

v.10.p.549
καὶ ταῦτα ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, πράττοντας. ἀλλ᾿ εἲθε εἰσελθὼν εἰς τὸ ἱερὸν τοῦ πατρός, τὴν ἐκκλησίαν, τὸν οἶκον τῆς προσευχης, καταβάλοι ὁ Ἰησοῦς τὰς τῶν κολλυβιστῶν καὶ <αἰσχροκερδῶν καὶ> φιλαργύρων τραπέζας καὶ εἰς πολλὰ εὐτελῆ καὶ οὐδενὸς λόγου ἂξια κατακερματιζόντων τὰ δόκιμα ἀργύρια, ἶνα βλάψωσι μὲν ἐκείνους οἷς κολλυβίζουσιν, αὐτοὶ δὲ μὴ εἰς δέον χρήσωνται τῷ ἀργυρίῳ. εἰσὶ δὲ καὶ ἂλλοι ἐν τῷ ἱερῷ πωλοῦντες καὶ ἀγοράζοντες τὰς Χριστοῦ περιστερὰς καὶ παραδιδόντες τοὺς ἀκεραίους ὡς περιστερά, τοὺς εὐξαμένους καὶ εἰπόντας· »τίς τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι καὶ καταπαύσω;« καὶ ἐπακουσθέντας ἂρχουσιν οἷς οὐ δεῖ.

Καὶ νομίζω ἁρμόζειν τὸν περὶ τῶν πωλούντων τὰς περιστερὰς στερὰς λόγον τοῖς παραδιδοῦσι τὰς ἐκκλησίας αἰσχροκερδέσι καὶ τυραννικοῖς καὶ ἀνεπιστήμοσι καὶ ἀνευλαβέσιν ἐπισκόποις ἢ πρεσβυτέροις ἢ [*](8 Vgl. Orig. tom. X, 30 in Joh. (IV, 203, 10 f): ἀργύριον ἒχοντες ἀδόκιμον καὶ διδόντες . . . κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόντα νομίσματα — 151 Vgl. Matth. 10, 16 - 18 Ps. 54, 7 - 22 ff Zu dieser »erschütternden, gewaltigen« Darlegung der MiBstande in der Kirehe vgl. Harnack TU. 4, 136 — 22ff Vgl. Hier. in Matth. 164 D: ceterum secundum mysticos intellectus cotidie lesiis ingreditur templum patris et eicit omnes tam episcopos et preshyteros et diaconos quam laicos. . . et unitis criminis habet vendentes pariter et ementes) [*](6 καταβάλλοι Η 7 <αἰσχροκερδῶνκαὶ> Kl, vgl. lat. u. Ζ. 25 12, 13 χρήσονται Μ 20/21 έπακουσθέντας] lat.las παραδοθέντας? παραδιδόντες ?) 22 τὸν ? Μ τῶν H) [*](8 ff über diese Liicke vgl. äge 13 <id> Diehl 15 <et ementes> Kl, vgl. gr. 17 f et etorantes et B et orantes G L 18 pennas B L 27 <aut diaconis> Kl, vgl. gr.)

v.10.p.550
διακόνοις. διόπερ μόνων τῶν πωλούντων τὰς περιστερὰς καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος, ἃς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. ὡς εἲθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ γραφῇ οἱ ἐπὶ τῆς καθδρας Μωσέως« αὐχοῦντεσ καθέζεσθαι καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ’ ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ κυρίου λεγόμενον· » οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμέ οὐκ ᾒδεισαν· υἱοὶ ἂφρονές εἰσι καὶ οὐ συνετοί, σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν« καὶ τὸ ἐν τῷ Μιχαίᾳ (οἶμαι) οὕτω λελεγμένον · »οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν«. εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστεράς, ἀλλὰ κατέστησαν ἂρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις ὡς πωλοῦσι καὶ ἀγοράζουσι καὶ τοῖς κολλυβισταπις καὶ τοῖς πωλοῦσι τὰς περιστεράς, δυσωπῶν αὐτοῦς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· ὁ οἶκός μου [*](7 Vgl. Matth. 23, 2 — 13 Jer. 4, 22 — 18 Micha 2, 9) [*](7 μωυσέος Μ H 11 ὧν + recte lat. 26/27 καταθοινίσονται M 28 λέγοι H) [*](2 *** Kl, vgl. gr. 3 a] ab B 13 f filii + enim G L 19 autem] 1. enim ? Kl, vgL gr.)
v.10.p.551
οἶκος προσευχῆς κληθήσεται. οὐδέν γὰρ ἂλλο δεῖ εἶναι ἐν ἐκκλησίᾳ θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως καὶ προκαλουμένης τὴν τοῦ θεοῦ ἐπισκοπήν, εἰς εὐχὴν παρὰ θεῷ λογιζομένης, μένης, καὶ τὸ »ἀδιαλείπτως προσετύχεσθε« δυνατόν ἐστιν. ὑμεῖς δέ, ὧ οὗτοι, ταῖς ὑμετέροις κακίαις τὸν τῆς προσευχῆς οἷκον οἶκον σπήλαιον λῃστῶν πεποιήκατε. καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως | εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης ἐκκλησίς πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἂθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὣστ᾿ ἂν λέγεσθαι αὐτοῖς· »δι᾿ ἡμᾶς διὰ παντὸς τὸ ὂνομά μου βλασφημεῖται ἐν τοῖς ἒθνεσιν«.

Εἰ δέ δεῖ τὰ εἲδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἐν τῷ κόσμῳ σχολάζοντες ἢ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τἀς διατριβὰς ἔχοντες καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες καὶ οἶς ἀπαιτεῖ ἔργοις ὁ θεῖος λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ θεοῦ. [*](2ff Vgl. Harnack TU. 42, 4, 123 — 6 I. Thess. 5, 17 — 17 Jes. 52, 5) [*](2 ὐδὲ H 23 μήποτε] possutnus dicere lat. 24 λαῷ + Christiano lat. | ἐν2 Κl, vgl. lat. ἢ ΜΗ > ἐν Koe 24 κόσμῳ + isto lat. 25 ἢ Kl, vgl. lat. καὶ MH 30 ἔργοις + aliis und rectis lat.) [*](19 istas X* ipsas ρ 29 autem + ad Gc ? 30 vel + in Gc)

v.10.p.552
οἱ δέ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς ἐκκλησίας χρήματα, ἀλλ᾿ ἀεὶ μὲν ταῦτα ψηλαφῶντες, οὐ καλῶς δὲ αὐτὰ οἰκονομοῦντες ἀλλὰ σωρεύοντες τὸν νομιζόμενον πλοῦτον καὶ χρήματα, ἳνα πλουτῶσιν ἀπὸ τῶν εἲς λόγον πτωχῶν διδομένων, οὗτοί εἰσιν οἱ κολλυβισταὶ τραπέζας χρημάτων ἒχοντες, ἃς κατέστρεψεν ὁ Ἰησοῦς. οἱ δέ τὰς πρωτοκαθεδρίς πεπιστευμένοι τοῦ λαοῦ ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ ὡσπερεὶ ὰποδιδόμενοι ὅλας ἐκκλησίς οἷς οὐ χρὴ καὶ καθιστάντες οὓς οὐ δεῖ ἂρχοντας, οὗτοί εἰσινοἱπωλοῦτες τὰς περιστερός, [*](20 Act. 6, 1 — 23 Act. 6, 2-4) [*](3 διοικοῦντες διάκονοι Koe 29 προτοκαθεδρίας H) [*](11 ut d. fiant Kl et d. fiunt x 21 dispicerentur G 24 freies Zitat 28 instantes y* intenti L 20 <primae> Diehl, vgl. gr. 31 <quasi> tradunt <totas> ? Kl, vgl. gr.)
v.10.p.553
ὧν τὰς καθέδρας κατέστρεψενὁ Ἰησοῦς. ἒκαστος οὖν τῶν ἐπὶ καθέδρας καθεζομένων ἐκκλησιαστικῆς καὶ ἀγαπώντων »τὰς πρωτοκαθεδίας ἐν ταῖς συναγωγαῖς« προσεχέτω, μήποτε οὕτω καθέζεται ἐπὶ τῆς ἑαυτοῦ καθέδρας ὣστε ἑλθόντα τὸν ἱησοῦν καταστρέψαι αὐτὴν ὡς ἀξίαν καταστροφῆς. ἀλλὰ καὶ ἕκαστος τῶν ἀπὸ διακονίας συναγόντων <ἑαυτοῖς πλοῦτον> καὶ ἀποστερούντων πτωχῶν> χρήματα, νοήσας τὴν προκειμένην γραφὴν μηκέτι σωρευέτω εἰς τὰς τραπέζας ἀργύριον, ἵνα μὴ καταστρέψῃ αὐτὰς ὁ Ἰησοῦς. ἀλλὰ καὶ οἱ ὑπὸ μεριμνῶν τε καὶ φροντίδων βιωτικῶν <ἀεὶ> ἀγόμενοι εἰς κοὶ πράσεις φροντιζέτωσαν, μήποτε ἐλθὼν ὁ Ἰησοῦς ἐκβάλῃ αὐτοὺς ἐκ τοῦ ἱεροῦ >, ὅτε ὁ ἐκβεβλημένος οὐδέ ἐλπίδα τοῦ εἰσελθεῖν ἔχει ὃθεν ἐξεβλήθη. καὶ υποφαιεται μοι ἐρευνῶντί την ἐκκειμένην γραφήν, μήποτε ταῦτα ὁ Ἰησοῦς ποιήση καὶ] κατὰ τὴν δευτέραν ἐπιδημίαν ἢ κατὰ τὴν προσδοκωμένην θείαν κρίσιν. εἰσελθὼν [*](4 Vgl. Luc. 11, 43 17 Vgl. Luc. 21, 34 - 21f Vgl. Orig. fragm. 48 in Jer. (III, 222, 14 ff): ἲστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἒξω τῆς ἐκκλησίς ἃ δεῖ, οὐκ ἐπάνεισιν κτλ.; vgl. Harnack TU. 42, 4, 129 A. 1) [*](1 κατέστρεφεν Hu κατέστρεφεν Μ H 9 ἓκαστως H 10 > Kl, vgl. lat. 14 μὴ + veniens lat. 17 <ἀεὶ> KJ, vgl. 20 > Kl, vgl. vgl. lat. 21 ὅτι Hu 25 καὶ] Koe, vgl. lat. 26 ἢ] et lat. 26 27 προσδοκομένην Η) [*](8 > Kl, vgl. gr. 12 ff lat. frei 17 curent Kl, vgl. gr. currentes x 21 autem y* <L 23 faciet y 24 <διωινο> Diehl, vgl. gr.)
v.10.p.554
γὰρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ ὅλον, τὴν πᾶσαν ἐκκλησίαν, τὴν (ἐξ οὖ συνέστη ἐκκλησία) ἐν ὀνόματι Χριστοῦ συνεστηκυῖαν μέχρι τῆς συντελείας τοῦ αἰῶνος, οὓς ἄν εὕρῃ τῷ πωλεῖν καὶ ἀγοράζειν σχολάσαντας τῶν νομιζομένων εἶναι ἐν τῷ ἱωερῷ <ὡς ἀναξίους τοῦ ἱεροῦ> τοῦ θεοῦ ἐκβαλεῖ. καὶ οὓς ἂν εὕρῃ τραπέζας πήξαντας καὶ γινομένους κολλυβιστὰς ἐλέγξει καταστρέψας αὐτῶν τὰς τραπέζας καὶ τῷ λόγῳ δείξας οἶα περὶ τὸ ἀργύριον ἡμαρτήκασι. τότε δὲ καὶο τὰς (ὡς διηγησάμεθα) καθέδρας τῶν πωλούντων τὰς περιστερὰς καταστρέψει. εἰ δέ τις οὑδὲν τῶν τριῶν τούτων εἰδῶν ἔχει καὶ ἐν τῷ ναῷ εὑρίσκεται τοῦ θεοῦ, θαρρείτω. οὔτε γὰρ ἐκβληθήσεται ὑπὸ τοῦ Ἰησοῦ οὔτετι τῶν αὐτοῦ καταστραφήσεται οὔθ’ὡς ποιήσας τὸν οἶκον προσευχῆς σπήλαιον λῃστῶν ὁνειδισθήσεται ὡς λῃστής, ὅτε κολασθήσονται οἱ ποιήσαντες τῇ ἑαυτῶν λῃστείᾳ καὶ ἀδικίᾳ τὸν οἶκον τῆς προσευχῆς σπήλαιον λῃστῶν.

[*](3f Vgl. Matth. 28, 20 1 γὰρ] tunc enim lat. 8 <ὡς—ἰεροῦ> Kl nach Koe, vgl. lat. 9 ἐκβαλεῖ Hu ἐκβάλη Μ Η 18 ἔχει] habens lat. 22 I. oἶκον <τῆς>? Kl)[*](6 entspricht gr. Z. 14f 17ff lat. las εἰ δέ τις <εὑρίσκεται>. . . ἔχων καὶ ἐν τῷ ναῷ <ὤν>Koe 20 <dei>Κοe, vgl. gr. 23 qui x*<μ)
v.10.p.555

Εἰρημένης τοίνυν εἰς τὸ ῥητὸν τῆς ὑποπεσούσης ἡμῖν καὶ εἰς τὴν ἐκκλησίαν διχῶς ἀποδεδομένης διηγήσεως, φέρε μετὰ ταῦτα ἲδωμεν εἰ δύναται καὶ οὓτω τὰ κατὰ τὸν τόπον νοηθῆναι. οὐκ ἒλαττον τῆς ἐκκλησίας φύσει ἱερόν ἐστι θεοῦ πᾶσα λογικὴ φύσις, κατεσκευασμένη ἶνα χωρήσῃ δόξαν θεοῦ, περὶ ἡς γέγραπται (ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων καὶ τῇ τρίτῃ τῶν Βασιλειῶν) ὀφθείσης μετὰ τὴν οἰκοδομὴν τοῦ νεὼ ἐν αὐτῷ. τοῦτο δὴ τὸ φύσει ἱερὸν τοῦ θεοῦ, τὴν ψυχήν, πεπληρώκαμεν οἱ ἁμαρτάνοτες πο,λούντων κα]κι ἀγοραζόντων λογισμῶν | καὶ ἂλλων περὶ ἀργυρίου πάντα σκοπούντων διαλογισμῶν· πεπληρώκαμεν δὲ ἁμαρτάνοντες καὶ ἂλλων πωλούντων καὶ ἀπεμπολούντων εἲ τι ἃγιον κατάλειμμα ἐν τῇ ψυχῇ ἡμῶν γεγένηται, ὅπερ ἦν περιστερά. λέγει οὖν τοῖς ἁμαρτάνουσιν ὁ Ἰησοῦς καὶ πεπληρωμένοις λῃστῶν λο- [*](9ff Vgl. Hier. in Matth. 165 B: quod de ecclesiis dixwhus, iinusquisque el de se intellegat — 13 II. Paral. 5, 14; III. Regn. 8, 11) [*](3 εἰρημένης Hu εἰρημένου Μ H 9 φήσει H 15 ὀφθείσης Ηc ὀφθήσης Ηa ὁφθήση Μ 20 f πωλούντων — λογισμῶν] gr. kürzt ? vgl. lat. 27 ἂγιον] ἂλλο Μ 28 ἦν] est lat. 30 ληστ <ικ> Koe 27 aliquid L 29 <Iesus> Koe, vgL gr.)

v.10.p.556
γισμῶν τὸ γέγραπται· ὁ οἰκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. ὁ μὲν οὖν Ἰησοῦς τοὺς ποιήσαντας σπήλαιον λῃστῶν τὸν οἶκον τῆσπροσευχῆς λῃστὰς ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ. οἱ δέ τὰ αὐτὰ τοῖς λῃσταῖς φρονοῦντες περὶ μὲν Ἰησοῦ εἰρήκασι· »σταύρου σταύρου αὐτόν«, περὶ δέ τοῦ λῃστοῦ Βαραββᾶ · »άπόλυσον ἡμῖν τὸν Βαραββαᾶν«. διόπερ μέχρι σήμερον Ἰουδαῖοι Ἰησοῦν μὲν οὐκ ἔχουσιν οὐ γὰρ πεπιστεύκασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ), ἔχουσι δέ μεθ’ ἑαυτῶν τὸν ἀπὸ τῶν πνευματικῶν »τῆς πονηρίας« Βαραββᾶν τὸν λῃστὴν ἤδη κεκρατημένον κοὶ εἰς φυλακὴν« κατακεκλεισμένον, ὃν καθ’ ἑαυτῶν ἠξίωσαν ἀπολυθπηναι. διὰ τοῦτο ἄρχει τῶν ἀπίστων Ἰουδαίων Βαραββᾶς ὁ λῃστής.

Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτοὺς καὶ τὰ ἑξῆς ἕως τοῦ ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. (Matth. 21 14-16).

Τὰ μὲν τῆς λέξεως δῆλα. [*](10 Luc. 23, 21 - 11 Luc. 23, 18 - 17 VgL Eph. 6, 12 - Vgl. Joh. 18, 40– 18 Vgl. Luc. 23, 25) [*](5 f τὸν οἰκον τῆς προσευχῆς σπήλαιον ληστῶν M 21 βαραβᾶς H 23 ff vorher: ἐρὶ (!) τῶν ἐν τῷ ἱερῷ θεραπευθέντων τυφλῶν κοὶ χωλῶν H 23 καὶ] αὶ (!) H 26 ὅτι < Ηa (i. m. Hc?)) [*](1 scriptum est y* <L 3 eam] illam B 5 fecerunt B 6 eiecit x* eiicit μ 12 odie usque G (B^) 14 secum y* <L)

v.10.p.557
ἀκολούθως δὲ ταῖς προαποδεδομέναις ἀναγωγαῖς λεκτέον ὅτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ, τῷ οἴκῳ τῆς προσευχῆς, τῇ ἐκκλησίᾳ, οὐ πάντες εἰσὶ βλέποντες οὐδὲ (ἵν᾿ οὕτως ὀνομάσω) εἰσὶ γάρ τινες καὶ τυφλοὶ καὶ ἂλλοι χωλοὶ τῶν ἀθροιζομένων, οἳτινες ἐκ τοῦ συναισθέσθαι τῆς ἑαυιτῶν τυφλότητος καὶ χωλότητος καὶ τοῦ γινώσκειν ὅτι οὐδενὸς ἢ τοῦ θεοῦ ἔργον ἐστὶ καὶ τοῦ λόγου τοῦ θεοῦ τὸ θεραπεῦσαι αὐτοὺς προσελθόντες αὐτῷ θεραΠεύονται.

μετὰ τοῦτο γέγραπται ὅτι οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καίτοιγε ἰδόντες τὰ θαυμάσια ἃ ἐποίησεν ὁ Ἰησοῦς, καὶ τῶν παίδων ἀκούοντες δοξαζόντων τὸν υἱὸν τοῦ θεοῦ ἐν τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἡγανάκτησαν καταφρονοῦντες τῶν ὑμνούντων τὸν Ἰησοῦν παιδίων, καὶ ἀγανακτήσαντές φασι τῷ σωτῆρι· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ δυσωπῶν αὐτοὺς ἀπεδρίνατο ὅτι τοσούτῳ τοσούτῳ ἐν ταῖς θείαις ἀναστρεφόμενοι γραφαῖς μέχρι τοῦ δεῦρο ἀνέγνωτε, ἳνα μὴ καταφρονήσητε τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ παιδίων ὑμνούντων ἐμέ καὶ τὸν ἐν τοῖς οὐρανοῖς πατέρα μου, ὅτι ἐκ στόματος νηπίων κοὶ θηλαζόντων κατηρτίσω αἶνον;

[*](8 Vgl. Gal. 2, 14?)[*](2 ἀναγογαῖς H 10 συνέσθεσθαι H 12 θεοῦ] 1. Ἰησοῦ Kl, vgl. lat. 26 οὐκ ἀκούεις M 33 τοῖς <Ηa)[*](9 *** Diehl, vgl. gr. 11 <et clauditatem) Kl, vgl. gr. 24/25 lactantium G)
v.10.p.558

Μήποτε οὖν, ὡς κατὰ τὴν ἱστορίαν ψεκτοί εἰσιν οὗτοι οἱ ἀρχιερεῖς καὶ γραμματεῖς, οὓτως καὶ κατὰ τὴν ἀναγωγή εἰσί τινες ψεκτοὶ ἀρχιερεῖς, τὸ ὄνομα τῆς ἐπισκοπῆς οὐ κοσμοῦντες τῷ ἑαυτῶν βίῳοὐδὲ ἐνδεδυμένοι τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὗτοι οὖν, καίτοιγε βλέποντες τὰ τοῦ θεοῦ θαυμάσια, οὐδὲν ἧττον καταφρονοῦσι τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν μὲν καὶ νηπίων ὑμνούτων δὲ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ ἀγανακτοῦσιν ἐπὶ τῇ τούτων προκοπῇ καὶ κατηγοροῦσιν αὐτῶν παρ' <ἀτῷ> τῷ Ἰησοῦ ὡς τῶν μὴ ἁμαρτανότων, καὶ ὡς <μὴ> ἀκουόντι <μηδὲ> τάξιν τηροῦντι λέγουσιν αὐτῷ ἀκούεις τί οὗτοι λέγουσι; καὶ τοῦτο δὲ ἔτι μᾶλλον συνήσομεν ἐπιστήσαντες, τίνα τρόπον πολλάκις τοῖς ζέουσι τῷ πνεύματι καὶ μέχρι φυλακῶν πρὸς τοὺς ἀπίστους παραβαλλομένοις καὶ <παντὸς> κινδύνου καταφρονοῦσι μετὰ πόσης εὐτονίας ἀσκοῦσιν ἁγνείαν καὶ παρθενίαν ἰδιώταις λέξει, ἐπιπλήσσουσιν ὡς ἀτάκτοις οἱ ψεκτοὶ ἀρχιερεῖς καὶ ἐγκαλοῦσιν [*](7f Vgl. Rom. 2, 20 — 19 ff Uber diese KJasse von Heiligen vgl. Harnack TU 42, 4, 135 — 21 Vgl. Rom. 12, 11 ? — 27 Vgl. II. Kor. 11, 6 ?) [*](5 ἀρχιερεῖς + et presbyteri lat. 7 γνῶσιν Kl, vgl. lat. δήλωσιν Μ H 9 τοῦ θεοῦ] ἑαυτῶν Μ 15 παρ’ <ὐτῷ> τῷ Ἰησοῦ Kl, vgl. lat. 17 Hu, vgl. lat. I ἀκούοντι Lo, vgL lat. ἀκουότων Μ H | <μηδὲ> Lo, vgL 18 τηρουντι Lo, vgL lat. τηρούντων Μ H 24 <παντὸς> Kl, vgL lat. 26 <δὲ οὖσι> Koe, vgL lat.) [*](4 ecclesiam (Christi)] lat. las συναγωγὴν st. ἀναγωγῆν Koe 7 scientia B L 8/9 mii-abilia] miracula G L 26 > student μ 27 coarguunt Kl nach ρ, vgl. gr. quos arguunt y* quos L)

v.10.p.559
αὐτοῖς παρὰ τῷ Ἰησοῦ, ὡς αὐτοὶ δικαιότερον πράττοντες τῶν οὕτως <ἁπλῶν καὶ> σπουδαίων καὶ χρηστῶν παιδίων. ἀλλ᾿ ὁ Ἰησοῦς τοῖς παισίοις μὲν μαρτυρεῖ, τοῖς δέ ἀρχιερεῦσιν ἀμαθίαν <γραφῶν> ἐγκαλεῖ διὰ τοῦ λέγειν· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ ἐπὰν ἴδῃς ἐν τῆς ἐκκλησίᾳ τοὺς κατὰ τὸν Πέτρον »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἂδολον γάλα« ἐπιποθοῦντας καὶ θηλάζοντας αὐτό, γάά ποτιζομένους, ἔτι καὶ ὑμνοῦντας τὸν θεὸν τῇ πίστει καὶ τῷ βίῳ, θώρει ὅτι Πληροῦται ἐπ᾿ αὐτῶν τὸ ἐκ στόματος νηπίων καὰ θηλαζόντων κατηρτίσω αἶνον. ἑαυτῷ γὰρ ὁ θεὸς αἶνον ἐν τοῖς τοιούτοις καταρτίζεται, ἐφ’ οἶς εὐχαριστῶν τῷ πατρὶ ὁ υἱὸς λέγει· »ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο« καὶ τὰ ἑξῆς.

Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως [ἓως] [*](12 I. Petr. 2, 2 - 15 Val. I. Kor. 3, 1 - 22 Matth. 11, 25f) [*](2 τῶν οὕτως] τοιούτων Koe, vgl. lat. 3 <ἁπλῶν καὶ> Koe, vgl. lat. 6 <γραφῶν> Kl Koe, vgl. lat. 12 πέτρον Kl πρότερον Μ H 15 γάλακτι Μ 19 κατηρτήσω H 22 υἱὸς Kl, vgl. lat. ις MH 29 vorher: Περὶ τῆς ξηρανθείσης συκῆς Η 30 [ἓως] Koe) [*](7 scripturarum imputat L 10. 17 lactantium G 14 eum] ipsum μ | *** Kl, vgl. gr. | deum + et L 19 perficit] perfecit R G perficiet L 23 <et prudentibus> KI, vgl. gr. 25 quoniam] quia B < G 29 et relictis illis] secundum mathm XVII. In illo terapore L | abiit + lesus L)

v.10.p.560
εἰς Βηθανίαν καὶ τὰ ἑξῆς εως του καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ Προσευχῇ πιστεύοντες λήψεσθε. (Matth. 21, 17—22.)

Τινας καταλιπὼν ὁ Ἰησοῦς ἐξῆλθε τῆς τῶν Ἱεροσολύμων πόλεως, λεως, ἀφ᾿ ἧς ἐξελθὼν ἐν Βηθανίᾳ ἦν ἢ τοὺς ἰδόντας μὲν ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ »τὰ θαυμάσια ἃ ἐποίησε καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἑερῷ καὶ λέγοντος· ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«. οὐδέν δ’ ἧττον ἀγανακτήσαντας ἐπὶ τοῖς αἰνοῦσι τὸν Χριστόν, καὶ δαὶ τοῦτο ἐλεγχθέντας ὡς μὴ νενοηκότας τὸ ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; κοὶ ἐπεὶ κατέλιπεν έκεῖνα τὰ Ἰεροσόλυμα κακὶ ἔξω γέγονε τῆς πόλεως, δαὶ τοῦτο πέπτωκε κοὶ »λίθος ἐπὶ λίθον« ἢρξατο μὴ μένειν ἀλλὰ καὶ καθαιρεῖσθαι ἓως πάντα καταλυθῇ. ἦλθε δ’ εἰς Βηθανίαν, τὸν τῆς [*](16 Matth. 21, 15 — 28 Vgl. Matth. 24, 2 — 32ff Ygl. Hier. in Matth. 166 D: ivit Bethaniam, quod interpretatur domus ohoedientiae , iam tunc vocationem gentium praefigurans ; Wutz Onom. sacra 39) [*](1 ἓως τῆς βηθανίας 13 τῶν <M 17 ν <ν Ἰησοῦς> Koe, vgl. lat. 17/18 κραυγάζοντας M 21 δἐ Μ 32 ἦλθε δ’ Kl, vgl. lat. ἦλθεν (M) H) [*](2 — 8et — continuo] Omelia Origenis de eadem lectione L 15 sciebant] lat. las εἰδότας 22 *** Diehl Kl, vgL gr. 25 lactantium G)

v.10.p.561
ΥΠΑΚΟΗΣ ΟΙΚΟΝ, τὴν ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη καὶ ἀνεπαύσατο, ἐπεὶ μὴ εἶχεν έν Ἱεροσολύμοις » ποῦ τὴν κεφαλὴν κλίνῃ«, ἃτε τοιούτων ἀρχιερέων καὶ γραμματεων ὂντων ἐν αὐτοῖς. ὃτε δέ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ, τῷ τῆς YΠΑΚΟΗΣ ΟΙΚΩΙ μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν ἐκκλησίαν καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν οὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε καὶ ἧς ἒξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ αὐτήν , καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον ἀλλὰ μόνον ζωῆς ἒμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἦν ἐν τῇ συκῇ. εἶτ᾿ ἐπεὶ ἒμψυχος ἦν αὓτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. τὸ δέ λεγόμενον τοιοῦτον ἠν· ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰών, μηκέτι γένοιτο ἔν σοι καρπός. διὰ τοῦτο ἂκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγή, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος«, ἕως [*](1ff Vgl. Hier. in Matth. 166 E: ut in urhe maxima nullum hospitem, nullam invenerit mansionem; Wutz Onom. sacra 39 — 4 Matth. 8, 20 — 31 Vgl. Matth. 28, 20) [*](4 κλίνῃ Kl, vgl. lat. κλίναι ΜΗ 11 χριστὸν + aliquantulum lat. 12 ἣν + paulo ante lat. 16 ff Περὶ τῆς συκῆς Μ a. R.) [*](10 constituendi] lat. las συστῆσαι Koe 11/12 aliquantulum Christus y Christus aliquantulum R ? aliquantulum L 26 nascatur fructus L)
v.10.p.562
»τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ«. ἐξηράνθη δὲ ἡ συκῆ, ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων καὶ ἐν οις ὡς ἀνθρώπου > οῦντος Ἰησοῦ. ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ἐξηράνθαι αὐτήν, ὡς ἐπὶ τῷ παραχρῆμα ἐξηράνθαι, ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον. καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆνκκ ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐμπεδῶν τὸ λεγόμενον τῷ ἀμὴν) ὅτι ἐὰν ἒχητε πίστιν κοὶ μὴ διακριθῆτε , οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἲπητε· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ καὶ μὴ διακρινόμενοι ποιοῦσι καὶ τὸ τῆς συκῆς λέγοντες αὐτῇ »ὑμῖν ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δέ οὐκ ἀξίους κρίνετε ἑαυτούς, [*](1 Vgl. Rom. 11, 25 — 2f Vgl. Bar. 3, 38 — 29 Act. 13, 46 (Zum Text des Zitats vgl. S. 530, 29ff ; 630, 18ff)) [*](4 ἐν οις ὡς ἀνθρώπου οῦντος Kl, vgl. lat. und Bar. 3, 38 ἐνανθρωποῦντος Μ H 10 ξηρανθήσης MaHa 12 τῷ1] τὸ Μ 20 ἐμποδὼν Μ 29 f Zur Dif f erenz im Zitat zwischen gr. und lat. s. oben) [*](lOf <et — sunt> Diehl vgl. gr. 21 et] etiam L)
v.10.p.563
ἰδοὺ στερφόμεθα εἰς τὰ ἒθνη«, καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτήν, ἵν’ ἡ ζωτικ]κη δύναμις αὐτῆς μεταβῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς άπὸ τῶν Μνῶν.

Πρὸς τῷ δέ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς <ἒτι> ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Μοῦ λόγος, ἐὰν ἔχωσι πίστιν καὶ μὴ διακριθῶσιν, ὅτι <καὶ> τῷ <βλεπομένῳ> τε καὶ> δεικνυμένῳ ὑπ᾿ αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐΠαιρομένῃ κατὰ τῶν ἀνθρώπων, λέγουσιν· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γίνεται. αἲρεται γὰρ ἀφ’ ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς καίας ὄρος, ὁ σατανας, αἲροντος αὐτὸν τοῦ νικήσαντος αὐτον, καὶ βάλλεται εἲς τὴν θάλασσαν, τὴν ἂβυσσον, βάλλοντος αὐτὸν εἲς τὸν ἂξιον αὐτοῦ τόπον τῆς κολάσες. καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν ψαλμοῖς λέγεται τὸ »αὓτη ἡ θάλασσα ἡ μέγάλη καὶ εὐρύχωρος · ἐκεῖ πλοῖα Ι διαπορεύεται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἒπλασας ἐμπαίζειν αὐτῷ«. καὶ ἐν ἂλλῳ ψαλμῷ· ἐκεῖ »συνέθλα- [*](28 Ps. 103, 25f — 33 Ps. 73, 13–14 (var. lect.)) [*](2 συστρεφόμεθα H 10 <ἒτι> Diehl, vgl. lat. 13 <καὶ> Diehl Kl Koe, vgl. lat. | <βλεπομένῳ τε καὶ> Kl Koe, vgl. lat. u. S. 564, 9 20 βαρὺ + illa lat. | ὄρος + ille lat. 25 αὐτοῦ Μ) [*](4/5 transierit + ab eis y 11 *** Diehl KI, vgl. gr. 20 altitudo] lat. las βαθὺ st. βαρὺ)

v.10.p.564
σας τὰς κεφαλὰς τῶν δρακόν <των ἐπὶ τοῦ ὓδα>τος«, δῆλον δέ ὅτι ἐν τῇ θαλάσσῃ, κοί· ἐκεῖ »συνέδλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν«. αἲρεται οὖν καθ᾿ ἓκαστον τῶν ὑπὸ τοῦ λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ᾿ ἓκαστον τῶν ἀκουόντων ὂρει· ἂρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν , λέγοντος δέ μετὰ τοῦ ἒχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἶνα καὶ τὸ λεγόμενον γένηται. καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.

Αὓτη δέ ἐστι Βηθανία, ἔνθα ὁ ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει. καὶ πᾶς δέ ὁ ὑπακούων τῷ λόγῳ τοῦ θεοῦ καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον <καὶ ἐναυλιζόμενον> ἔχων ἑαυτῷ, ΟΙΚΟΣ ἐστιν ΥΠΑΚΟΗΣ καὶ Βηθανία, ἐν ᾗ αὐλίζεται ὁ Ἰησοῦς καὶ ἀναπαύεται. ἐπεὶ δὲ πράγματα δεῖ λαμβάνειν ἀπὸ τῶν λεγομένων ἂξια σοφίας θεοῦ ἀφ᾿ ἧς τὰ εὐαγγέλ·ια γέγραπται. πρόσχες εἰ μὴ κατὰ μέν τοὺς ἁπλούστερον νοοῦντας παρέλκει τὸ καταλιπὼν [*](11 τῶν Koe, vgl. lat. τοῦ MH | δρακόν<των ἐπὶ τοῦ ὓδα>τος Kl, vgl. lat. 2 ff δῆλον—δράκοντος < Μ 24 φίλος + Lazarus lat. 25 δὲ < H 27 <καὶ ἐναυλιζόμενον> Diehl, vgl. lat. 31 λαμβάνειν δεῖ Ηa) [*](1/2 draconis B 5 eum + in x 26 *** Diehl Kl, vgl. gr. 30 in eo] lat las ἐν ᾡ ?)

v.10.p.565
αὐτοὺς ἐξῆλθεν ἒξω τῆς πόλεως· πῶς γὰρ ἐδύνατο ἒξω τῆς πόλεως γενέσθαι μὴ καταλιπὸ)ν τοὺς προτέρους παρ᾿ οἷς ἦν; κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγομένων <οὐ> πάντως καταλείπει τοὺς προτέρους ὅτε παρ’ ἑτέροις γίνεται, ἀλλὰ φαύλους μέν καὶ ἁμαρτωλοὺς καταλείπει, δικαίοις δὲ συνὼν καὶ παρ᾿ ἑτέροις γίνεται μετ’ ἐκείνους καὶ σὺν ἐκείνοις. ἀλλὰ καὶ εὶς Βηθανίαν θανίαν αὐλισθεὶς οὐ καταλιπὼν τὴν Βαηθανίαν εἰς τὴν πόλιν ἐπανάγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. ἐπείνα δέ ὁ Ἰησοῦς ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλααβεῖν καρπῶν τοῦ <ἐν αὐτοῖς ἁγίου> πνεύματος, καὶ ἔστιν αὐτοῦ <βρώματα> ἶν’ οὓτως ὀνομάσω) τὰ σῦκα ὧν πεινῶν ἐσθίει ἡ ἀγάπη τοῦ καρποφοροῦντος αὐτήν, πρῶτος οὖσα »καρπὸς τοῦ πνεύματος«, καὶ ἡ χαρὰ καὶ ἡ εἰρήνη καὶ ἡ μακροθυμία καὶ τὰ λιπά. ἃτινα ὅσον μὲν καρποφοροῦμεν οὐ ξηρανθησόμεθα, ἐπὰν δέ ἐπιστάντι αὐτῷ καὶ ζητοῦντι<τοιοῦτον> καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν. λελέξεται πρὸς ἡμᾶς· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα [*](21 ff Vgl. Gal. 5, 22) [*](4 ἦν + prius lat. 6 <οὐ> Hu, fehlt auch in lat. | καταλίπει H 8 — 10 ἀλλὰ—γίνεται <H 18 <ἐν αὐτοῖς ἁγίου> Kl, vgl. lat. 19 <βρώματα> Kl, vgl. lat. 26 ἐπιστάντι Koe, vgl. lat. ἐπιβάντι MH 27 αὐτῷ] domino lat. | <τοιοῦτον> Diehl Kl Koe, vgl. lat.) [*](1 abiit <extra cinitatem> ? Diehl, vgl. gr. odicunt] lat. iibersetzt frei Ι <non> μ 8 autem y* <L 13 et < L 17 sci sps Ba L 28 dicet <ur> Diehl, vgl. gr.)
v.10.p.566
χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως ἔστι καὶ ἐπὶ ἓκαστον ἀνάγειν τόν λόγον, συκῆν ὄντα ἤτοι ξηραινομένην ἢ φέρουσαν καρπὸν καὶ ζῶσαν κοὶ γεωργουμένην, ἳνα πλείονα καρπὸν φερῃ.

Τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου »ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν« καὶ »ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ ἧλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτά«, ἂλλα δὲ εἰς τὰς πέτρας καὶ ἄλλα εἰς »τὰς ἀκάνθας« καὶ ἂλλα εἰς »τὴν καλὴν« καὶ ἀγαθὴν γῆν, οὕτως καὶ συκαῖ εἰσι διάφοροι. καὶ ἐὰν μὲν ᾖ συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει »καρπὸν« καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν. ἐπὰν δέ ᾖ »παρὰ τὴν ὁδόν« ὡς αὕτη περὶ ἧς γέγραπται τὸ καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπόν· οὐδέν γὰρ εὑρίσκει ἐν τῇ »παρὰ τὴν ὁδὸν« συκῇ εἰ μὴ φύλλα μόνον. διὸ λέγει αὐτῇ, ἐπεὶ »παρὰ τὴν ὁδὸν« ἦν καὶ φύλλα μόνον εἶχεν ἒμφασιν τοῦ ζῆν ἀλλ᾿ οὐ μετὰ καρποῦ, το μηκετι ἐκ σου καρπος γενοιτο εἰς τὸν αἰῶνα. ὅσον μὲν οὑν ουκ ερχeται επι τινα [*](9 ff Matth. 13, 3—8 – 22f Vgl. Matth. 13, 8 - 24. 26f Vgl. Matth. 13,4) [*](3 λόγον <ὡς> Koe 18 φέρη Ma 36 τινα Koe, vgl. lat. τὴν M H)

v.10.p.567
συκῆν οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξηραίνεται. ραίνεται. ἐπὰν δὲ ἐπιστάντος τοῦ παινῶντος <καὶ ἐπιζητοῦντος> ἡμῶν τοὺς καρποὺς εὑρεθῶμεν οὐδὲν ἔχοντες εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην *** οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες, καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα καὶ ἐμφήναντας ὅτι ζῶσι, καὶ παντελῶς <δ᾿> εἰσὶ ξηροί· οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ λόγου καὶ ξηρανθέντας. ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μή δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ »τὴν γῆν« καταργῇ. εἶθ᾿ οἱ μαθηταί, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ζηρανθέντα, θαυμάζουσι λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ᾿ ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπον ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρπούς, [*](1f Vgl. Luc. 13, 6ff ? - 13f Vgl. Apoc. 3, 1 - 20f Vgl. Luc. 13, 7) [*](3/4 ξηρανθήσεται M 5 〈καὶ ἐπιζητοῦντος〉 Kl Koe, vgl. lat. 6 οὐδὲν 11 iustitiae lat. 8 *** Koe, vgl. lat. 11 τινὰς + in ecclesia lat. 13 ἐμφήναντας + tantummodo lat. 14 Koe, vgl. gr. | ξηροί Hu, vgl. lat. ξηραί Μ H 21 τὸν ιݲνݲΜ) [*](4 <ficus> Diehl, vgl. gr. 12 videre tales L 19. 25 sicc<at>os u. sicc<at>um Kl Koe, vgl. gr. 25 *** Diehl Kl, vgl. gr. 26 siccata L)
v.10.p.568
φέρ’ εἰπεῖν ἐν διωγμῷ τὴν ὁμολογίαν κοὶ τὸ μαρτύριον, καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι τὴν τοῦ Ἰωσὴφ ἐγκράτειαν καὶ σωφροσυνην, καὶ οὓτως καθ᾿ ἓκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. ὁ δέ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν ἢ τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται, ὁμοίως δέ καὶ ὁ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. κοὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταί, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν τὸν καρπόν, τῷ δέ μὴ εὑρηκέναι εὐθέως »εἶπε« »καὶ ἐγένετο«, καὶ παραχρῆμα ἐξράνθη mox siccantur. ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. [*](8 Vgl. Gen. 39, 7ff - 30 Vgl. Gen. 1, 3) [*](3 μαρτύριον + quaerit fidelium lat. 4 γυναῖκα τι meretrix lat. 18 διδόναι + fructuiyy lat. 21/22 ὁ — ξηραίνεται < Μ | ἀρνησάμενος + in persecutione lat. 22/23 πορνεύσας + siccatur lat. 23 παρὰ τῶν Ηa) [*](8 <et pudicitiae> Diehl, vgl. gr. 18 lat. las παρεσκευασμένος Koe 19 <Christo> Diehl Kl Koe, vgl. gr. 24 ostensionem fidei y* ostensione fidei quam L 25 foliis + τῆς συκῆς gr. 26 eos y* < L)
v.10.p.569
καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν οὐ ξηραίνεται, ἐπιστάντος δέ Ἰησοῦ ἐν καιρῳ πειρασμου καὶ απαιτουντος τὸν καρπόν, οὐ δεδωκὼς αὐτῷπαραχρῆμα ἐξηράνθη καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ἐτῶν καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ σωτῆρος λόγον. »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δέ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ«, ἳνα μὴ ἀργὸν ᾖ ὁ δοκεῖ ἒχειν«. ἓκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχη πίστιν καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.

Κοὶ ἔργον ἐστὶ δεῖξαι, πῶς ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ κοὶ μὴ εὑρὼν λέγει αὐτῇ· μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, ἳνα παραχρῆμα καὶ ἐπ᾿ αὐτῷ ξηρανθῇ ἡ συκῆ. καὶ εἰς εἰς δέ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν καὶ πίνειν κοὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις« τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι. εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγου ἐν αὐτῷ κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα [*](11 Matth. 25, 29; Luc. 8, 18 — 27 f Vgl. Lnc. 13,26) [*](8/9 τοσοῦτον H Id ἔργον <Η 21 λέγη H 24 αὐτῷ υ αὐτοῦ Μ H 26/27 οἰόμενον] pronuntiantem lat. <προσπ>οιούμενον Koe, vgl. S. 570, 29 28 πίνειν + coram ipso lat. vgl. Luc. 30 <ὁ Ἰησοῦ> μαθητὴς Koe, vgl. lat.) [*](19 est operis L 24 utputa κοὶ εἰς ταῦτα δὲ ?)

v.10.p.570
ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν μηδένα καρπὸν εὑρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ. ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. καὶ κρεῖττόνγέ ἐστι, τὴν ἀπατηλὴν συκῆν καὶ νομιζομένην μὲν ζῆν μὴ καρποφοροῦσαν δέ, ἐλεγχθεῖσαν ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τῶν μαθητῶν Ἰησοῦ φανῆναι, ἢ ἀπατᾶν ἔτι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει <τῆς ἐπαγγελίας> »τὰς τῶν ἀκάκων« καὶ εὐεξαπατήτων »καρδίας«. [*](15 ff Act. 8, 20. 21. 23 - 30 f Vgl. Röm. 16, 18) [*](4 κενὸν Μc H (Ma ?) 8 βεβλαμενω H 26 δὲ + quasi viva lat. 27 ξηρὰν] ξηραν〈θεῖσαν〉 Koe, vgl. lat. 27/28 τῶν μαθητῶν Koe, vgl. lat. u. 571, Ζ. 9 τοῦ μαθητοῦ M H 28 ἀπατᾶν ἔτι Hu ἀπατῶντι Μ H 30<τῆς ἐπαγγελίας> Diehl Kl Koe, vgl. lat. 30/31 εὐεξαπατήτων + a talibus lat.) [*](2 <et> Kl, vgl. gr. 8 fructum <adhuc> Diehl, vgl. gr. 24 [ut] ρ)
v.10.p.571
καλὸν οὖν ἐξάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν. ἐν ἑκάστῳ δ’ οἶμαι) ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται κατὰ τὴν ἀναλογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ. καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ λήψονται, ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτήσοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἂλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· »αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν«.

Ὁ δὲ Μᾶρκος ἀναγράψας τὰ κατὰ τὸν τόπον ἀπεμφαῖνόν τι ὡς πρὸς τὸ ῥητὸν) προσέθηκε ποιήσας ὅτι ἰδὼν« ὁ Ἰησοῦς »ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα ἦλθεν« ὡς εὑρήσων τι ἐν αὐτῇ«· »ἐλθὼν« δέ »ἐπ᾿ αὐτὴν« καὶ μηδὲν εὑρὼν »εἰ μὴ φύλλα« μόνον »οὐ γὰρ ἦν ὁ καιρὸς σύκων«) »ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς [*](19 Das Agraphon auch Orig. II, 196, 5; 299, 19; 330, 7. Sel. in Ps Lomm. 11, 432, vgl. zuletzt Harnack TU. 42, 4, 40 — 26 ff Marc. 11, 13f) [*](6 δὲ M 7/8 ἀναλογίαν Kl, vgl. lat. ὁμολογίαν Μ H 14 μαθηταὶ + Christi lat. 16 f καὶ — αἰτοῦντες < Μ 17 ἂλλο υ ἂλλω H 19 αὐτοῦ <H 21 αἰτεῖται H) [*](16 quasi] quia L 18 dixit] dicit GL (ipse dicit) 29 autem > ? Diehl, vgl. gr.)

v.10.p.572
καρπὸν φάγῃ«, εἲποι γὰρ ἂν τις· εἰ μὴ »ὁ καιρὸς σύκων ἧν«, πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι »ἐν αὐτῇ« καὶ πῶς δικαίως εἶπεν αὐτῇ· »μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ»; πρὸς τοῦτο δὲ λελέξεται ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μέν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ. βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ τὸ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις καὶ διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ λόγου οὐδέν ἧττον κοὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. ὃ δέ λέγω τοιοῦτόν ἐστιν· εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη. ταύτης δέ καιρὸς μέν ὅτε οὐ χαλεπὸν ἀποδοοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπωντα καρπος μευ του πνευματος, οὐ μὴν ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων. ἐπὰν δέ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα τοιοῦτον ἀπατῶν καὶ ἐπιβουλεύων καὶ [*](4 Marc. 11, 14 (var. lect.) — 6 ff Vgl. Gal. 5, 22f) [*](8. 17. 19. 23 τοῦ + sancti lat. 11 ἀποδίδοται Μ 20 μὲν] est lat. ἐστιν Koe 24 ἐν καιρῶ Μ 26 f τοιοῦτον ἀπατῶν Kl nach Diehl, vgl. lat. τοιαῦτα πράττων MH 28 *** Kl, vgl. lat.) [*](3 <enim> Koe, vgl. 7 te <in aeternum> Koe, vgl. gr. 16/17. 28 ff lat. übersetzt frei)
v.10.p.573
τοῖς ἤθεσι βεβλαμμένος ὤν, ὣστε δοκεῖν ἂξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δέ δίκαιος μηθὲ τὸν τοιοῦτον μισῇ αλλ᾿ ὡς υἱὸς »τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς«) καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐ καιρῷ σύκων τῆς ἀγάπης διδοὺς τὸν καρπόν, πόν, μακάριός ἐστι. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς. φέρειν μέν γὰρ τὸν καρΠὸν τοῦ πνεύματος τὴν χαρὰν μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὃταν δέ τὰ μέν περιεστηκότα ἐπὶ λύπην καὶ ἀθυμίαν καὶ δυσαρέστησιν προκαλῆται, ἀπὸ δέ τῆς κατὰ τὸν λόγον ὡφελείας τις ἐπὶ τοσοῦτον προκόπτῃ, ὡς <καὶ> ἐν τῆς δοκούσης δυσαρεστήσεως εὐαρεστεῖσθαι καὶ ἐν καιροῖς τοῦ ἀτιμάζεσθαι καὶ τοῦ μαστιγοῦσθαι χαίρειν καὶ ἁπλῶς ἐν παντὶ περιστατικῷ καιρῷ μεμνῆσθαι τοῦ »πάντοτε χαίρετε«, μακάριος ἂν ὁ τοιοῦτος εἲη καρπὸν φέρο)ν τὴν χαρὰν καὶ ἐν οὐ καιρῷ ἳν᾿ οὕτως ὀνομάσω) σύκων.

Τὸ παραπλήσιον δέ οὐ χαλεπὸν καὶ ἐπὶ τῶν ἂλλων καρπῶν ποιῆσαι τοῦ πνεύματος. βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὸν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς [*](4 Matth. 5, 45 — 23 I. Thess. 5, 16 — 29 ff Vgl. Orig. hom. XV, 6 in Jer. (III, 130, 18f): ἐγὼ δι᾿ αὐτὸν οὐκέτι εἰμὶ ἂνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις καλ.) [*](3 δίκαιος + ille lat. 7 σύκου H 7/8 τοὺς κορποὺς Μ 15 προκαλεῖται Ma 17 <καὶ> Koe, vgl. 24 εἴη + Christianus lat. 30 τῆς] omni lat. 31 θεὸς] Christus lat.) [*](1 morigeratvis B 2 avitem y* <L 10 gaudii <sps sci> ? Diehl, vgl. gr. 11 *** KI, vgl. gr. 14 <et > Diehl, vgl. gr. 15 provocatus L 19 et + ἀπλῶς gr. 20 dictum est L)

v.10.p.574
καὶ ἀπαιτεῖ αὐτὸν παράδοξα καὶ (ἳν᾿ οὕτως ὀνομάσω) θεοῦ μᾶλλον ἢ ἀνθρώπου ἒργα. διὸ κοὶ πᾶσι λέγει οὓς καλεῖ ἐπὶ τὴν μακαριότητα· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«, μεμφόμενος δὲ τοῖς μὴ βουλομένοις ἀποθεωθῆναι καὶ υἱοῖς ὑψίστου γενέσθαι λέγει· »ὑμεῖς δὲ ὡς ἂνθρωποι ἀποθνῄσκετε«· κατὰ γὰρ ἑκάστην ἁμαρτίαν, ὅτε ἐσμὲν »σάρκινοι καὶ κατὰ ἂνθρωπον« περιπατοῦντες, οὐδὲν ἂλλο ἐνεργοῦμεν ἢ τὸ ἀποθνῄσκειν, καὶ φανερὸν ὅτι »εἰ κατὰ σάρκα« ζῶμεν, μέλλομεν »ἀποθνῄσκειν«, ὡς ἐδίδαξεν ὁ ἀπόστολος. ταῦτα καὶ διὰ τὸ »οὐ γὰρ ἦν ὁ καιρὸς τῶν σύκων«. ὁ δὲ κατὰ τὸν Μᾶρκον Πέτρος ἰδὼν τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν« εἶπε τῷ σωτῆρι· ἰδοὺ ἡ συκῆ ἣν κατηράσω ἐξηράνθη«· κατάρας γὰρ τῆς ἀπὸ τοῦ λόγου ἀξία ἡ μὴ φέρουσα τῷ λόγῳ καρπὸν ζητοῦντι. ἐπὶ τέλει δέ τι ἔχει ὁ λόγος προτρεπτικὸν τοῦ πιστεύοντος λήψεσθαι· οὐχὶ ἄλλως γὰρ ληψόμεθα, εἰ μὴ αἰτήσομεν. ἔστω οὖν καὶ ἡ διάθεσις ἀξία τοῦ τυχεῖν ὧν αἰτοῦμεν καὶ ἡ εὐχὴ μετ᾿ ἐΠιστήμης ἀναπεμπομένη ἀξία τοῦ ἐπιτευχθῆναι, καὶ τὰ αἰτήματα ἒστω ἐπουράνια καὶ μεγάλαλ καὶ ἂξια τοῦ δίδοσθαι ὑπὸ τοῦ θεοῦ.

[*](4 Ps. 81, 6 - 8 Ps. 81, 7 - 10 I. Kor. 3, 3 - 13 Rom. 8, 13 - 17 Marc. 11, 13 - ISff Vgl. Marc. 11, 20f — 27f Vgl. Orig. περὶ εὐχῇς 6, 4 (II, 313, 18ff) — 31 Vgl. zu dem Agraphon S. 571, 19)[*](3 οὑς] quoscumque lat. 13 κοὶ φανερὸν Mc a. R. H < Ma)[*](3 <et> omnibus Kl, vgl. gr. hominibus x 7 <dicit> Diehl Koe, vgl. gr. 12 aliud y* <L)
v.10.p.575

Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποία ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς εως του οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. 21, 23-27).

Τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἂξιον ἰδεῖν ὅ τί ποτε νοοῦντες οἱ ἀρχειρεῖς κοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο [*](2 Ὠριγένους] εὐαγγέλιον 4 vorher: Περὶ τῶν ἐπερωτησάντων τὸν κύριον ἀρχιερέων καὶ πρεσβυτέρων εἰπόντων· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς; H περὶ τῶν ἐπερωτησάντων Ἰουδαίων τῶ Ἰησοῦ· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς Μ a. R. von spater Hand) [*](4 et] XVIII. secundum mathm. In illo tempore L | venisset] venissent B+IesusL 9 — 26 respndens — facio] Omelia Origenis de eadem lectione L 13 baptismus B 17 ei non credidistis G 25 vobis dico G)

v.10.p.576
τοῦ σωτῆρος, οὐχ ἔν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἓτερον δέ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τι βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μόνου αντηρώτησεν ὑπέρ τοῦ μὴ πρὸς τό πύσμα ἀποκρίνασθαι· ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἲονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἒσται ἐκ τῆς ἐπιστάεως. φερ᾿ οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς <ἐξουσίας> ἐπιστάμενοι, ἀμείνωφ μέν τὴν τοῦ θεοῦ χειρίστην δέ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ᾿ ὁ Ἰησοῦς ὑΠὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἃμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πῦθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ [*](8 πύσμα + eorum lat . 21/22 > Kl, vgl. lat. und S. 579, 9 vgl. gr. 21 γὰρ > Koe, vgl. lat.; vgl. gr. doch s. gr. Ζ. 18ff 29 ἀντιλογῆσαι una x Kl, vgl. lat. αὐτολογῆσαι M H) [*](2 ei <L 21 1. dicent ? Kl, vgl. gr. 22 > Diehl, vgl. gr. 27 illa Kl, vgl. gr. τὰ una x 31 interrogantes L)
v.10.p.577
τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἒλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἳνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι.

ἀλλ᾿ εἲποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίντο ὅτι ἐν τῇ τοῦ διοβόλου ἐξουσίᾳ καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἀπεκρίνατο, ἀλλ᾿ οὐδέ »ὁ ἂνθρωπος τἣς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα« εἲποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν μιν καὶ »σημεῖα ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς«. εἰ δὲ οὐδὲ ἐκεῖνος εἲποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέραρατα τοῦ »ψεύδους«, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐπιτελούμενα, πάσῳ πλέον ὁ σωτὴρ οὐκ (εἰ καὶ μὴ ἀντηρώτησεν) ἂλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δέ τὴν οὕτως προφανῆ ἀπόδρισιν καὶ ἐκείνους πυν- [*](15 II. Thess. 2, 3f — 21ff Vgl. Marc. 13, 22 - 25 ff Vgl. II. Thess. 2, 9f) [*](22 καταπλήξεται Diehl καταπλήσσεται MH 23. 31 δὲ] ergo lat. 28 ἐπιτελούμενα <lat. | ὁ + dominus et lat. 29 οὐκ ἂν] nequaquam lat. 30 ἀλλ᾿ ὅτι M | τῇ + potestate lat.) [*](5 abigeret B 18 responderet <interrogattoribus> ? Kl, vgl. gr. 21 <terreat et> Diehl, vgl. gr.)

v.10.p.578
θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὒηθες εἶναί μοι φαίνεται.

Μήποτ᾿ οὖν τὰ κατὰ τὸν τόπον τοιαυτ εστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ »θησαυροὶ« ὁποίους δεῖ εἶναι τοὺς »τῆς σοφίας« θησαυροὺς καὶ »τῆς γνώσεως« καί εἰσιν οὗτοι «ἀπόκρυφοι«· καὶ εἳ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ »ἂρρητα ῥήματα. ἃ οὐκ ἒξετιν ἀνθρώπῳ λαλῆσαι«, εἰδείη ἂν τὴν »ἐν μυστηρίῳ σοφίαν«, »τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν« τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας [*](28 ff. 37 Vgl. Kol. 2, 3 — 32 II. Kor. 12, 4 — 34 I. Kor. 2, 7) [*](2 <πανυ> εὔηθες Koe, vgl. lat. 26 περιεχούσι H) [*](1 vile x* utile ρ 16 quid + est B 20 >si Koe)

v.10.p.579
καὶ τῆς γνώσεως« ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ΄ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεύρητοι. οἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι κοὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ »εἰκὼν τοῦ τοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως«, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων«. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεροι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ [*](19 Kol. 1, 15-17) [*](7 ἰδικῶς H) [*](7/8 inconsiderabiles y* incom- parabiles L 22 creata y* Pasch secreta L)
v.10.p.580
τὰς κυριότητας· καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν δια\φορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. κοὶ »πολὺς« ἂν »ὁ λόγος καὶ δυσερμήνευτος« εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ᾿ αὐτῶν πραγμότων.

ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι »πρὸς αἷμα καὶ σάρκα« παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις »ἡ πάλη« »πρὸς τὰς« ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας »ἐξουσίας«. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες »τοῦ σκότους τούτου« καὶ »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις«, τάχα δέ καὶ ἀρχαί, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. [*](6f Vgl. Hebr. 5, 11 - 14 Vgl. II. Thess. 2, 3 var. lect. - 15 Vgl. Matth. 25, 41 - 16 ff Vgl. Eph. 6, 12 - 24ff Vgl. Eph. 6, 12) [*](2 τοῦ <M 15/16 im gr. ist vermutlich das ganze Zitat lat. Z. 14—21 ausgefallen Koe 30 ἐστι + καὶ H) [*](12 et X Pasch < ρ 34/ 35 ministra <ba>t Kl)

v.10.p.581
διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα <καὶ τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε παραδόσεων [εἴτε καὶ] εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος <καὶ τὴν ἰδιότητα> ἀπὸ τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς ςἶναι ἐπιστήμης ἐν αὐτῷ.

Καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος Ἁαρὼν ἢ ὁ Ἐλεάζαρ ἢ ὁ Φινεὲς [*](17 <καὶ —μυστηρίων> Kl nach Koe, vgl. lat. 19 παραδόσεων] traditione maiorum lat. παραδόσεω<ς Koe • | εἴτε καὶ] Κl 21 καὶ ἀλόγως Κl nach Hu, vgl. lat. ἀναλόγως M H 22 Ἰησοῦν Kl, vgl. lat. θ#x772;ν#x772; Μ H Tct] multa lat. 25 <καὶ τὴν Diehl Kl Koe, vgl. lat. 26 τοῦ < H 28 αὐτῆς Μ) [*](22 <nescio> Kl, vgl. gr. 31 <et beati> Diehl, vgl. gr.)

v.10.p.582
ἢ ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας δοετέέσαν) οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰκος οτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομαθοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μαθημάτων παρέστησεν ἂν ἀρξάμενος ὁ σωτὴρ λόγον, ὃν οὐδὲ ὁ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐληλυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ' αὐταῖς, εἴτε ψυχῶν εἴτε κοὶ ὁποιωνποτοῦν λογικῶν, διεξώδευσε δ’ ἂν καὶ τόν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, κοὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ὄν. εἰκὸς δ’ ὅτι ἐδίδαξεν ἂν ἀνάλογον τῷ »ὁ νόμος« »διαταγεὶς δι' ἀγγέλων« καὶ τῷ »εἰ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος« (ἀνάλογόν φημι λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ τὰς γραφἂς ἐξουσίας), οἶον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ἢ ποίοις <ἐναντίαις ἐξουσίαις> τῶν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἡ ἐξουσία διακονουμένη τῇ μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μωσέως, τίς δὲ ταύτῃ ἐναντία διακονου- [*](4f Vgl. Num. 11, 16 - 10 f Vgl. Joh. 21, 25 - 22 Gal. 3, 19 - 23 Hebr. 2, 2 — 30ff Vgl. Ex. 7, 10f) [*](16 εἴτε1 + κοὶ H 17/18 διεξώδευσεν H 23 τῶ Kl τὸ M H 21 ὁ < Μ 27 νόμῳ] λόγω M 30 ἐναντίαις > Kl) [*](13 mysteria] lat. las μυστηρίων st. μακαρίων Koe)
v.10.p.583
μένη τῇ μεταμορφώσει τῶν Αἰγυπτιακῶν ῥάβδων εἰς δράκοντας· καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας ἀφ' ἧς κατέπιεν ἡ τοῦ Ααρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναντίων τίων ἦν ἐξουσία συμπνέουσα καθ' ἑκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’ αὐτῶν ἀποστολὴν λὴν δι' ἀγγέλων πονηρῶν. εἶπε δ’ ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυπτίων, τίς τε ἐξουσία ὑπηρετήσατο τῇ διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ' ἂν καὶ τὴν ἐξουσίαν ἢ διηκονήσατο τῷ ἀπὸ πέτρας ὑδατι. καὶ ἤτοι τὴν αὐτὴν ἢ ἄλλην παρέστησεν <ἄν> τῷ τῷ τοῦ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία ἡ τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ σαββάτου ἡμέρᾳ φυλάττουσα.

Καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μωσέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν ἂν ὁ σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ [*](2ff Vgl. Ex. 7, 12 - 5 Vgl. Ex. 4, 6 — 7ff Vgl. Ex. 7, llf. 22 usw. — 16f Vgl. Ex. 14 — 19f Vgl. Ex. 15, 23ff - 22 Vgl. Ex. 16, 35 — 23 f Vgl. Ex. 16, 13 usw. - 26 ff Vgl. Ex. 16, 20) [*](7 μωυσέος Μ H 17 καὶ <τῇ> Koe 23 <ἄν> Diehl 31 f M 32 παρεστάνειν Μ)

v.10.p.584
ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως ; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίς τε ἡ ἐξουσία τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύσασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου δέ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζητηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕ- τως ἐπελθὼν ὄν ὁ σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυστήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξουσίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἃ ἔβλεπεν ὁ λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ κειτουργοῦ θεοῦ οὐδέ διό τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πατρός.

Ἐπεὶ δέ οἱ ἐνταῦθα ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρημάτων, μάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀποκρίνεται ἀλλ' ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλόγως τοὺς πυομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο λέγων· οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. [*](6f Vgl. Jos. 10, 12 — 7f Vgl. Jos. 3, 14ff — 9f Vgl. Jos. 5, 11 — 11ff Vgl. Jud. 6 usw.; 13 usw. — 14ff Vgl. I. Regn. 3 usw.; III. Regn. 18 usw.; IV. Regn. 2 usw.; 20) [*](28 τοιούτων + audire lat. 31 τὰ] interrogationem sihi propositam lat.) [*](26 illic Kl, vgl. gr. illi x 30 interrogat R G interrogavit B L)

v.10.p.585
ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ<ἀεὶ> πεποίηκεν, ἢ τινὲς μὲν κατ᾿ ἀρχὰς ἐν τῇδε προκόψαντες δὲ ἔν τινι μείζονι. πλὴν ὁ σωτὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ᾗ ἔλαβεν ἀπὸ τοῦ πατρός· τὸ γὰρ οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐνποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ διδάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ <μιᾷ> μὲν πεποίηκεν· ἐν ποίᾳ δὲ οὐ παρέστησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξουσίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ᾿ τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἐστὶν ὁ Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παραπλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυνθάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέναι περὶ ὧν βούλονται μαθεῖν. ζητήσει δέ τις, πότερον βουλόμενος αὐτοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθόμενος ἦν, ἢ ἀναγκαίως [*](3 〈ἀεὶ〉 Diehl Koe, vgl. lat. 5 ἔν τινι] in alia potestate lat. 6 ἔοικε μιᾶ H | ταῦτα] universa lat. 10 <μιᾷ> Diehl Kl Koe, vgl. lat. 11 δὲ + potestate lat. 13 καὶ] οὐδ᾿ Koe, vgl. lat. 20 πεποιήκεισαν + virtutes lat. 24/25 πυνθάνετα Μ 29 ἀποτίσασθαι M a w. e. sch.) [*](4 <quidam> Diehl, vgl. gr. 6 maiori x 9 respondit y* respondet L 19 supra G 20/21 fecerant Kl, vgl. gr. fecerunt x 23 eo Koe, vgl. gr. ea x)
v.10.p.586
περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀποκρινηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἐπεὶ Ἰωάννης »φωνὴ βοῶντος« ἦν »ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου«, καὶ οὗτος ἦν περὶ οὗ ὁ προφήτης ἔλεγεν »ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, διὰ τοῦτο (oἶμαι) πυνθάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν ’ οὐκ οἴδαμεν, δαμεν. διὰ τὰ ἀναγεγραμμένα, καθ’ ὑπόθεσιν δέ εἰπὼν ἂν πρὸς τὸ ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰωάννου ἀποκρίσει ἐξουσίαν.

Τί δέ ὑμῖν δοκεῖ; ἄν [*](8 Matth. 3, 3 Parr. — 13 Marc. 1, 2) [*](13 ἀποστέλλω H 19 διὰ] secundum lat. 30 vorher: Περὶ τῶν δύο υἱῶν παραβολὴ τῶν εἰς τὸν ἀμπελῶνα ἀποστελλομένων παρὰ τοῦ πατρός H περὶ τῶν δύο τέκνων τῶν <μ> τὸν ἀμπελῶνα ἐργάζεσθαι Μ a. R. von spater Hand | ἄνθρωπος + quidam lat.) [*](9 viam Koe, vgl. gr. vias x 30 quid — videtur y* XVIIII secun- dum mathm. In Ulo tempore dixit lesus discipvihs suis parabolam hanc L)

v.10.p.587
θρωπος εἶχε τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί <μου> κοὶ τὰ ἑξῆς εως του ὑμεῖς δέ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. (Matth. 21, 28—32).

Μόνος ὁ Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δοκεῖ κεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπειθήσαντος Ἰσραὴλ Ἰσραὴλ τῷ λόγον καὶ τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν • οὗτοι γὰρ τὰ δύο τέκνα, ἃ εἶχεν ὁ ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ« θεός. καὶ οὗτος προσελθὼν τῷ πρώτῳ, ὃν »ἐκτήσατο« »ἀπ' ἀρχῆς«, ὃν προέγνω καὶ [*](22—589,4 Vgl. Cc Nr. 54 Or. II 241, 3—8 - 27 f Vgl. Deut. 1, 31 — 29/30 Vgl. Deut. 32, 6; Ps. 73, 2 — 30f Vgl. Rom. 8, 29) [*](4 <μου> υ, vgl. lat. u. S. 588, 3 18/19 μετεμελλήθητε Μ 25 πιστεύσοντος Koe, vgl. lat. πιστεύσαντος MH 29/30 ἐκτήσατο] προεκτίσθαι Cc Nr. 54 Π) [*](3 operare Koe operari x 5 ille — ei y(*) et reliqua. Omelia Origenis cle eadem lectione L 14 autem] 1 enim ? Ml, 23 1. continentem <verbum > Israel non credente ? Kl, vgl. gr.)

v.10.p.588
προώρισεν«, εἰπεν αὐτῷ· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερέθετο φεύγων τὸ χωρίον τοῦτο διὰ τὸν ἐν αὐτῷ »καύσωνα« καὶ τοὺς καμάτους καὶ εἶπεν· οὐ θέλω· ἀλλ' ὕστερόν ποτε ἐπὶ συντελείᾳ μεταμεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί· οὐ θέλω ἦλθεν εἰς τὸν ἀμπελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι ὁ πρῶτος εἶπεν· οὐ θέλω, προσῆλθεν ὁ πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύτως. εἶτα ἀποκριθεὶς ὁ δεύτερος εἶπε μέν· ἐγὼ κύριε, οὐκ ἐλήλυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι ὁ εἰπ(ὸν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμπελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς <οὐ τῷ λόγῳ, ἀλλὰ> ἔργῳ· ὁ γὰρ τῷ λόγῳ ἐπαγγειλάμενος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνήσατο ποιεῖν τὸ θέλημα τοῦ πατρός. πρόσχες δέ εἰ δύνασαι χρῆσθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μέν ἢ μηδὲν ἐπαγγελλομένους, μήτε παρθενίαν μήτε ἄλλην κατὰ τὸ εὐαγγέλιον <πνευματικὴν> πρᾶξιν, τοῖς δέ ἔργοις παριστάντας τὰ ἐναντία, ἃ μηδέ τὴν ἀρχὴν <ν> το κατὰ φ(ονὰς λόγων [*](5 Vgl. Matth. 20, 12) [*](17 τὸν] τῶν H a 22 <οὐ λόγῳ, > Koe, vgl. lat. 23 γὰρ] autem lat. 28 ἐπαγγελομένους Μ 30 <πνικὴν> Kl. vgl. lat. 32 Koe ὧ M H 33 ἐπηγγειλα<ν> vgl. lat. I λόγων <περὶ> Κoe) [*](11 <ita> Kl, vgl. gr. 14 + est B L 17 vinea G L 28 adque ad verbis G ad verbum L)
v.10.p.589
ἀγαθῶν πράξεων, ἔτι δέ πρὸς τοὺς μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δέ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. ὁ μὲν γάρ τις οἱονεὶ λέγει ’ μεῖζον ἢ κατ' ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί· τῆς ἐμῆς ἀξίας βέλτιον τὸ ἀποταζάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ· ὁ δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργο)ν· ἐγὼ κύριε. καὶ ἔστιν ἐδεῖν οἱονεὶ ἐκ μεταμελείας τινὰς ἐπιδιδόντος εἰς τὸ βέλτιον καὶ ἐπιμελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλλους δὲ προπετέστερον μέν πολλὰ ἐπαγγειλαμένους τοῖς δέ ἔργοις ἀντιπράζαντας ταῖς ἐπαγγελίαις.

Μετὰ δέ τὴν παραβολὴν ἐπιφέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι κοὶ αἱ πόρνοι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δἐ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιο- σύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πόλιν πρὸς μὲν τὸν πρότερον· οἱ δέ τελῶναι καὶ αἱ πόρνοι ἐπίστευσαν αὐτῷ, πρὸς δἐ τὸν εἰπόντα· ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα κοὶ τὸ ὑμεῖς εὲ [*](3 δὲ + huiusmodi lat. 12 τινὰς <ὕστερον> Koe, vgl. lat. 28 Μ | ἐν ὁδῷ δικαιοσύνης < H 30 — 34 καὶ πάλιν —ἀπελθόντα 34 ἀπελθόντα + ἦλθε γὰρ Ἰωάννης πρὸς ἡμᾶς καὶ οὐκ ἐπιστεύσατε οὐτῶ (vgl. Ζ. 27) Μ) [*](1 <ad> Kl, vgl. gr. 4 L 16 audaciter y 23 praecedunt L 31 eo] vado L | domiae γ 33 <postea> Kl, gr. u. S. 587, 19 lat.)

v.10.p.590
ἰδόντες οὐ μετεμελήθητε ὕστερον του πιστευσαι εν αυτῳ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθηροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας κοὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό- γον ἀληθῆ, ὅτι οἱ μέν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὁ δέ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐδέ μέχρι δεῦρο μεταμε- λεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν εἰς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί <ποτε> εἰς τὴν τοῦ θεοῦ· οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, τότε »πᾶς Ἰσραὴλ σωθησεται«. νοείσθω δὲ ὁ Ἰσραὴλ οὐχ ὁ »κατὰ σάρκα«, | ἀλλ᾿ ὁ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μέν τὸ εὐφυές πρὸς σύνεσιν καὶ τὸ διορατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας ἀνατραφεὶς ἐν πίστει κοὶ βίῳ ἀγαθῷ.

[*](18—27 Vgl. Π 241. 12 — 15 — 25 f Rom. 11, 25 f - 28 f Vgl. Röm. 2, 28)[*](20—22 οὐκ — θεοῦ Hc i. m. 21 <ποτε> Kl Koe, vgl. > Koe, vgl. lat. ἐμφαίνεται] hoc indicet sermo lat.)[*](19 praecedunt L 23 sequitur] lat. 23 προ- lat. las ἑπόμενον Diehl 24 *** Κl nach Diehl <quo praecessit> vgl. gr.)
v.10.p.591

Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. (Matth. 21, 33—43). Τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μηδὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. ὁ πρὸ ἡμῶν λαὸς καὶ »μερὶς« ὢν τοῦ θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐτὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπονδῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλη »ἡμέρας« καὶ »στύλῳ <πυρὸς«> νυκτός, ἕως αὐτοὺς καταφυτεύσῃ εἰσαγαγὼν »εἰς ὄρος ἅγιον« αὐτοῦ »καὶ εἰς εἰς τὰ σκηνώματα αὐτοῦ«, οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. ὁ δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν ὁ χρόνος ἦν τῶν προφητῶν ἀπι- [*](14 Vgl. Deut. 32, 9 — 14—609, 17 Vgl. C1 Nr. 234 Or. Π 242, 3—245, 3 — 23f Vgl. Ex. 13, 21 — 25f Vgl. Ps. 42, 3) [*](1 vorher: Περὶ τοῦ φυτευθέντος ἀμπελῶνος καὶ ἐκδοθέντος γεωργοῖς H περὶ τῆς παραβολῆς τοῦ ἀμπελῶνος Μ a. R. von später Hand 10 ἐπὶ πλέον Μ 24 <πυρὸς> Kl mit C1 Nr. 234 II 24/25 καταφυτεύσῃ Kl καταφυτεύσει M H 27 οὐκέτι <ὕστερον> Koe, vgl. lat.) [*](1 aliam—audite y* XX secundum mathm. In illo tempore dixit iesus discipulis suis parabolam hanc L 7 et cetera B (G eras.) et reliqua. Omelia Origenis de eadem lectione L 13 vide<bi>tur Kl, vgl. gr. videtur x* 16 a deo < G 27 nequaquam x* nequando ρ 29 fructus y* < L)

v.10.p.592
τούντων τόν καρπὸν ἀπὸ τῶν γεωργῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’ αὐτόν. δοῦλοι δέ οἱ πρὸς τοὺς γεωργοὺς πεμφθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχοντες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισον τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. ἄλλοι δέ μετὰ τούτους δοῦλοι πλείονες τῶν πρώτων ὁ καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνόματα ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται καὶ ἐν τῷ Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ· εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προφητας γεγονεναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ τοὺς προτέρους προφήτας ὡσαύτως ἐχρήσαντο, τύπτοντες κοὶ ἀναιροῦντες καὶ λιθοβολοῦντες. τελευταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλλει ὁ οἰκοδεσπότης, τὸν γύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ᾿ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες. οὐ πάντη ἀναίσθητοι τῆς ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρο- [*](18 Vgl. Dan. 1, 6 usw.) [*](2 1. <αὐτοῦ> τοῦ ἀμπελῶνος? Kl, vgl. lat. 3 δείξωσι<ν οἱ> Koe 4 τὸ Hu, vgl. lat. tw MH 25 ἐαυτοῦ Η) [*](10 autem x* < μ 12 tem pus x* tempore μ 16 autem] 1. enim? Kl, vgl. gr.)
v.10.p.593
νόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολμῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένωνται, κοὶ ἐκβαλόντες αὐτὸν καὶ ἐξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγμάτων ἀπέκτειναν. καὶ εὐθέως ὁ τοῦ ἀμπελῶνος κύριος ὃν ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μέν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυτοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσοντος, τουτέστι τὸν ἀμπελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ ἐν ποίᾳ ἐξουοίᾳ ταῦτα ποιεῖς;« τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέσει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφητείας ὅτι ὑπ᾿ ἐκείνων μὲν <τῶν οἰκοδόμων> ἀπεδοκιμάσθη, δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κεφαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ᾿ αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀφθαλμοῖς τῶν εἰδότων βλέπειν αὐτήν. εἶτα, προφητεύων Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκάλοις Ἰουδαίων· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ [*](19 Matth. 21, 23 — 22ff ff Vgl. Ps. 117, 22. 23) [*](9 κακῶς κακοὺς Μa 12 λαοῦ + <λοιποὺς> Kl Koe, vgl. 20 τοῦ < M 23/24 <τῶν οἰκοδόμων> KI Koe, vgl. lat. 30 περὶ περὶ < Μ) [*](4 <et> Kl, vgl. gr. 7 Diehl Koe, vgl. gr. 11 <suis> vgl. gr. 16 I. ita ? Kl, vgl. gr. 24 est2 < L 34 eius R B suos G L)
v.10.p.594
καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

Ἀλλ᾿, ὡς προείπομεν , ὁλοσχερεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν ἡ τοιαύτη διήγησις· πρὸς ἣν πολλά τις ἂν »πνευματικὸς« ὢν καὶ ἀνακρίνειν δυνάμενος »πάντα« ἐπαπορήσαι, κρούων τὴν ἀσάφεια<ν αὐτῆς, τουτέστι τὴν> κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημάτων, καὶ ὀρθῶς ζητήσας εὕροι καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος ὁ θεός ἐστι, περὶ οὗ γέγραπται· »ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώπους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκοδεσπότης καλεῖται διὰ τὸν ἀμπελῶνα καὶ τὸν περικείμενον τῷ [*](6f Vgl. I. Kor. 2, 15 — 8ff Vgl. Matth. 7, 7 - 19 Deut. 1, 31) [*](7 ὢν < H 8 ἀσάφεια<ν αὐτῆς — τὴν> Kl Koe, vgl. lat. 21 οὕτως Kl, vgl. lat. οὗτος Μ H) [*](5 *** Kl Koe, vgl. gr. 22f lat. kürzt 26/27 infantilia Koe infantia G L infantiam B)

v.10.p.595
ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δούλους καὶ οὓς πέμπει πρὸς τοὺς γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δἐ ἐξέδοτο γεωργοῖς τὸν ἀμπε - λῶνα. ἀφ᾿ ὧν ἀφελὼν αὐτὸν δίδωσιν ἑτέροις. ἔτι δὲ πόλιν ἐν τοῖς ἀνωτέρω ἄνθρωπος οἰκοδεσπότης εἴρηται διὰ τούτων· ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ«· καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος ᾦ λέγει ’ »κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων«. ἐν δέ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γόμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ βασιλεὺς εἴρηται· μείζων γὰρ ἢ οἰκοδεσπότης ἐστὶ πέμπων πέμπων στράτευμα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας »τοὺς τοὺς δούλους αὐτοῦ« καὶ ὑβρίσαντος καὶ ἀποκτείναντας αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, »εἶπε τοῖς διακόνοις« δῆσαι πόδας καὶ χεῖρας« τοῦ εἰσελθόντος εἰς τοὺς [*](11 Matth. 20, 1 - 19 Matth. 20, 8 - 21 ff Vgl. Matth. 22, 2 — 26ff Vgl. Matth. 22, 7. 6 — 30ff Vgl. Matth. 22, 11—13) [*](5 καὶ > Koe 22 1. τοῦ <μεγάλου> Kl, vgl. Luc. 14, 16 24 ff ἀλλὰ — οἰκοδεσπότης <H)
v.10.p.596
γάμους μὴ ἔχοντος »ἔνδυμα γάμου« καὶ ἐκβαλεῖν »αὐτὸν εἰς τὸ ἐξώτερον σκότος«. ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέγεται· ἄνθρωπος εἶχε τέκνα δύο«, οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ ἁπλῶς ἄνθρπος.

Εἰσὶν οὖν. ὡσπερ πολλαὶ ἐπίνοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτόν ὀνομάξεσθαι, ἤτοι ἁπλῶς ἢ οἰκοδεσπότην ἢ βασιλέα. καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον· κατὰ δέ τὸν Λουκᾶν ἡ ὁμοία τῇ ἐκκειμένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ· »ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς«. ἀλλὰ καὶ Μᾶρκός φησιν· »ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν«. πάλιν τε αὖ ὁ Λουκᾶς τὴν τῆς κλήσεως ἐκτιθέμενος παραβολὴν »ἄνθρωπός τις«, φησίν, ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς«. κοὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνό\μασται ἄνθρωπος ὁ θεὸς καὶ »πνευματικὰ πνευματικοῖς« ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρθῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος ἀμπελῶνα, ὅντινα ἐπιμελέστερον ζητητέον, μὴ ἀβασανίστως παρερχόμενον τὴν τοσαύτην παραβολήν.

[*](4 Matth. 21, 28 - 15 Luc. 20, 9 - 18 Marc. 12, 1 — 21/22 Luc. 14, 16 — 25 f Vgl. I. Kor. 2, 13)[*](20 τὴν < Ηα 31 ὁ] 1. ὡς ? Koe)
v.10.p.597

Τις οὖν ὁ ἀμπελὼν ἕτερος ὂν παρὰ τοὺς γεωργοὺς τοὺς πρώτους καὶ τοὺς δευτέρους, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος; ὁ δέ ἀμπελὼν οὗτος πρότερον μέν ἐκοδιδόμενός ἐστι γεωργοῖς ὑβρισταῖς, δεύτερον δέ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τους καρπους αυτου εν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντο· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει τοὐτὸν εἰπεῖν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρομένην ἀπὸ τῶν προτέρων <γεωρ γῶν> > διδομένην δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μέν εἶναι τὸν ἀμπελῶνα ἄλλο δέ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δέ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι Πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας· »ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἀγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴν« [*](28 Jes. 5, If) [*](11 αὐτοῦ] αὐτᾶν Μ 12 δὴ Koe, vgl. lat . δὲ Μ H 14 ἡμῶν Ma w. e. sch. Η 18 τῷ<Ηa 19/20 <γεωργῶν> Κοe, vgl. lat. u. S. 600, 25 28 φησὶ H) [*](16 tolHtur Diehl, vgl. gr. colitur X 24 ergo] lat. las δὴ st. δὲ 27 > Diehl, vgl. gr. 30 dilecti Kl, vgl. gr. dilectae x 33 charicavi μ cariciavi Χ)

v.10.p.598
καὶ τὰ ἐξῆς εως του ἐποίησε δὲ ἀνομίαν κοὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν«.

Ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι <ταύτῃ> τῇ παραβολῇ, κατὰ τοῦ αὐτοῦ κεῖται ὁ ἀμπελὼν σημαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῆ. καὶ ὅρα, τίνα μὲν ὄμοια ἔχουσιν αἱ ἐκτεθεῖσαι λέξεις τίνα δέ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν | τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ Προλήνιον ὥρυξα ἐν αύτῷ«. παράθες γὰρ τῷ ἐφύτευσεν ἀμπελῶνα τὸ ἐφύτευσα ἄμπελον σωρήκ«, καὶ τῷ φραγμὸν αὐτῷ περιέθηκε τὸ »φραγμὸν περιέθηκα«, καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ »καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ«, καὶ τῷ ᾠκοδόμησε πύργον τὸ [*](4. 8 Jes. 5, 7 - 24 Jes. 5, 1 —2 — 31 ff Jes. 5, 2) [*](12 <ταύτῃ> Diehl Kl Koe, vgl. lat. 14 ἐν < Μ 15 f lat. las ὅρα <ὅτι> τινὰ μὲν . . . τινὰ δὲ) [*](2 eam Ga B 11 < μ 16 dissimilia R G simiUa B L | *** Diehl, vgl. gr. 18 <sic> discas Diehl, vgl. gr.)

v.10.p.599
»καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αυτου«.

Κατ’ ἀμφοτέρους δέ τοὺς τό- Πους <ἀνόμοιον> περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμἀμπελῶνος, παρὰ μέν τῷ Ἡσαΐᾳ ὅτι »ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας«, ἐν δέ τῇ τοῦ εὐαγγελίου παραβολῇ σαφῶς οὐχ ὁ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ᾿ οἱ γεωργοί, οἳ κοὶ λαβόντες τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δέ ἀπέκτειναν, ὃν δέ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, πόλιν οἱ γεωργοὶ κατηγοροῦνται ποιήσαντες αὐτοῖς ὡσαύτως. καὶ τρίτον δέ οἱ γεωργοὶ κατηγοροῦνται εἰπόντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ τοῦ ἀμπελῶνος καὶ ἀποκτείναντες αὐτόν. καὶ ἐν μέν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ ὁ λόγος λέγων · »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ [*](10 Jes. 5, 2 - 34 Jes. 5, 5f) [*](3 δὲ υ δὴ MH 4 <ἀνόμοιον> Kl, vgl. lat. 16 οἳ καὶ Kl, vgl. lat. οὗτοι M H 26 <ὡς> εἰπόντες Koe) [*](32 ipsa Ga ipse (Gc) 33 <ver bum> Koe, vgl. gr.)

v.10.p.600
ἔσται εἰς διαρπαγήν, <καὶ> τὸν τοῖχον αὐτοῦ ἔσται εἰς καταπάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς ὡς χέρσον ἄκανθα«. ἀλλὰ καὶ ὅτε »ταῖς νεφέλαις« ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται ται »τοῦ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν«, τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα ὁ προφήτης εἶπεν εἶναι τὸν »τοῦ Ἰσραὴλ« οἶκον καὶ τὸν »ἄνθρωπον τοῦ Ἰούδα«, μὴ ποιήσαντα τὸν καρπόν, τὴν »κρίσιν« καὶ τὴν δικαιοσύνην, ποιήσοντα δέ ἀκάνθας, τὴν »ἀνομίαν« καὶ τὴν »κραυγήν«. ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμπελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ᾿ (εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκείους καρποὺς τῷ οἰκοδεσπότῃ· προνοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; κοὶ λέγουσιν , εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολου- [*](8ff Jes. 5, 6 — 12 ff Vgl. Jes. 5, 7) [*](1 <καὶ> Koe, vgl. lat. u. LXX 8 ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται > Kl, vgl. lat. 21/22 οἰκείους] ἰδίους Μ 33 ἀκολουθίας + parabolae lat.) [*](8 <cum> Diehl, vgl. gr. 26 est < L 30 enim cum L 29 29ff lat. exzerpiert hier)
v.10.p.601
θίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκοντες (ἵν᾿ οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ »ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον« εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν· »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«, καὶ ἀνάλογον τῷ »ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας« καὶ τῷ »ἔμεινα <τοῦ> ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν« τὸ »πῶς ἐστράφη<ς> εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;«

Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προφητικαῖς λέξεσι τὸν λαὸν λέγόμενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ· [*](14 Jes. 5, 7 - 19 Jer. 2, 21 - 21 Jes. 5, 4 - 23 Jes. 5, 7 - 26 Jer. 2, 21) [*](3 αὑτῶν υ αὐτῶν Μ H 7 τοῦ ἀμπελῶνος < Η 8 ἐκδόσεται Μ 22 σταφηλὴν H 23 <τοῦ> Kl, vgl. LXX 26 ἐστράφη<ς> Lo 31f αὐτὸν ἀπειλοῦντα αὐτὸν καὶ λέγοντο· Μ) [*](7 provisionem faciens L 18 <peccantem> Diehl, vgl. gr. 27 vineae alienae G L)

v.10.p.602
»ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν« καὶ τὰ λοιπά, ἐν δὲ τοῖς εὐαγγελικαῖς οὐδεμίαν μέν μέμψιν προσαγομένην τῷ ἀμπελῶνι πᾶσαν δέ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελικῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν ὁ λαὸς ἦν. ἀλλὰ μήποτε ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν μετ’ ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς | καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπελῶνος παραβολῇ σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμπελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφήτας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπελῶνος γεωργοῖς ’ προτέροις μέν τῷ λαῷ ἐκείνῳ καὶ γὰρ πρῶτοι [*](1 Jes. 5, 5) [*](11 δύναιτο <ὁ> Koe, vgl. lat.) [*](11 et Kl, v-gl. gr. sed x 32 quam (d. h. vineam) Kl, vgl. gr. quas x)
v.10.p.603
»ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ«), δευτέροις δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ᾿ ἔργον ἐξομαλισαι ουτω νοουμενου του κατα τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδέν πάσχοντα ὁποῖον <ὁ> ἐν Ἡσαΐᾳ φραγμός, φραγμός, οὗ γέγραπται· »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν«, κοὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ ληνὸν καὶ τὸν οἰκοδομηθέντα πύργον.

Κοὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δέ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τούτους ψυχῆς πᾶν ἐπιπόλαιον ἀποβαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν. [*](1 Rom. 3, 2 - 10 Jes. 5, 5 - 14 - 611, 28 Vgl. II 244, 9 - 245, 7) [*](3 αὐτῆς Kl αὐτοῦ Μ H 9 <ὁ> . . . φραγμός Kl ... φραγμὸν Μ H 14 εἰ] ne fcrte lat. 17 ἀληθεῖ] eandem lat. 27 *** Koe, vgl. lat. 28/29 ἀποβαλλούσης II 244, 13, doch s. Hss) [*](7 sepes μ sepis x 14 ff naturali — eloquia dei] lat. las τὴν μὲν κατὰ τὴν φυσιολογίαν θείαν γραφὴν ? 15 possimus L 16 omnia y* < L 18/19 inreprehensibilem Χ* reprehensibilem ρ 21/22 scientias et <omnes> Diehl, vgl. gr. scripturas et x 26/27 profunditatem Kl profunditas x)

v.10.p.604
ὁ δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος ὑπέρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, ὁ περὶ θεοῦ οἶμοι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ Μου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος το τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει«, εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, »ἴνα μὴ« »ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν« τῷ μὴ τελειώσαντι; διὰ γὰρ παραβολῆς κἀκεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἴνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀπο- [*](1f Vgl. Rom. 3, 2; Hebr. 5, 12 17 Luc. 14, 28f) [*](8 τὸν] ipsam lat. 10 θεοῦ + et de dispensationihus Christi lat. 19 δύναται + prius lat. 32 ἐννοίας + scandalizatus lat.) [*](1 quem (als neutr.) Diehl quod Koe quam x 6 <vin> vgl. gr. 16 aliquo x* eo ρ 22 *** Koe, vgl. gr. 28 turrem + verbi B + verbo L 29 30 superaedificaverit y* aedificaverit L)
v.10.p.605
θανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀποδεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, ὁθεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ περιωπήν , δοὺς ἀφορμὰς τοῖς γεωργοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκοδόμησε, τοῦ φέρειν τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἤγγισαν μὲν οὖν καθ᾿ ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ᾿ ὅτι καὶ <γενικῶς> ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως μείζονός ἐστιν ἢ καθ᾿ ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικ<ωτέρ>ας παρ᾿ ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν καθένα.

Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων <τῶν> ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει τὰ δειχθέντα, <καὶ ἄλλος ὅτε ὀμ- [*](8f gr. kürzt ? 13 <γενικῶς> Kl, vgl. lat. 18 διορατικ <ωτέρ>ας Kl Koe, διορατικῆς Μ H 19 κατὰ + τὴν Μ 24 ἐν < M 25 λόγος + quasi lat. 26 καὶ Koe ἢ Μ H 27 <τῶν> Diehl 33/34 <καὶ—ὀμφακίζει> Kl, vgl. lat.) [*](5/6 prospectionem x* perfectionem L profectionem μ 19 <multo> Diehl, vgl. gr. | *** Kl, vgl. gr. 30/31 pullula(n)t—quando (R) G (B) < L 32 <adhuc parvum> Diehl Kl, vgl. gr. 33 demonstrant L)

v.10.p.606
φακίζει> καὶ ἄλλος ὅτε καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν οἴνου ποιότητα — οὕτως ὁ μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχουσαν τὸ ζωτικόν· εἶτ᾿ ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον κοὶ ὁ γεωργούμενος ἀμπελὼν δείγματα φέρει φέρει μελλόντων βοτρύων, κυπριζόντων μέν κοὶ ἀσμὴν εὐωδίας μελλούσης ἀρετῆς) φερόντων κατ᾿ ἀρχάς, ὕστερον δέ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεότητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δέ ἀλλ᾿ ἡ ἀναγκαίως ὑγισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἀεὶ (εἰ δεῖ οὕτως ἐπ᾿ ἀρετὴν ὁδεύουσα. ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ᾿ ἀρετὴν διοδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ᾿ ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, [*](6 τῶ ἀνω H 11 ἀνθίσεως Μ 12 ψυχὴ + pueri lat. 18 μελλόντων Kl, vgl. lat. μἀλλον τῶν M H 19 μὲν + adhuc lat. 22 ὅτι H | <νεότητι ἔν>εστιν Kl, vgl. lat. 24 + propter ’lat. 30 παρακειμένη Μ 31 ἀλλ᾿ las lat. Diehl) [*](5 fructvis < L 10 <vi>talem μ, vgl. gr. 12 germinationis x* generationis μ 18 futurarum Uiehl, vgl. S. 607, 12 ff. 17ff futurorum x —33 lat. liat mifiverstanden u. umgestellt, vgl. S. 607, 4—6 Diehl)
v.10.p.607
δν φαγων τις κατα τον προφητην αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μέν οὐδέπω δέ τετελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις > μετὰ τὴν προκοπὴν κατάστασις σπουδαία, ὅτε ἡ γεωργηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυος ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, ἃ παρὰ τῷ ἀποστόλῳ κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ το »μακαριοι οι πτωχοι τῳ πνευματι« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πενθοῦντες« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πραεῖς« καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ εἰρηνοποιοὶ» καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ«. καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βότρυας; ταῦτα δέ ἐπὶ Πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σαφηνίσαι θέλων.

Τοῦ οἰκοδεσπότου δέ ἐστι <μόνου> καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ [*](1 Vgl. Jer. 38, 29 — 12ff Vgl. Gal. 5, 22 - 17 Matth. 5, 3 - 18 Matth. 5, 4 - 20 Matth. 5, 5 — 21 Matth. 5, 9 - 22 Matth. 5, 8) [*](7 δὲ + et lat. 9 <καὶ> Diehl vgl. lat. 11 καρπὸν + maturum lat. 12 βότρυας] et studiosas botriones, diuersas lat. 24 μακαρισμῶν + quasi diuersas lat. 26 ἅτε Kl Koe, vgl. lat. dia MH 31 <μόνου> Diehl Kl Koe, vgl. lat.) [*](5 aham R G aliquam B L 9 profectum y* perfectum L 12 studiosas R studiosos x 12/13 diversas y* diversos L 13 perfectas y* perfectos L 16 <aliae> Diehl, gr. 27 <intellegere et> Diehl, vgl. gr.)

v.10.p.608
εἰδέναι τόν ἑκάστου τῶν ἀνθρώπων καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν ὁ καιρὸς τῶν τῶν καρπῶν. πῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρόνον ἀφ᾿ οὗ ἐκλήθημεν τῷ παντὶ χρόνῳ τῆς πίστεως ἡμῶν, δυνησόμεθα ὁρᾶν πῶς τινες ὥσπερ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πόλιν χρείαν« ἔχουσι διδάσκεσθαι »τίνα τὰ στοιχεῖα <τῆς οὕτως> τῶν λογίων τοῦ οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, ἢ πάντως οὐκ <ἔχουσιν ἢ ὀφείλοντες > ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμφακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δέ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρπῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας »τὰ λόγια τοῦ θεοῦ« ὑπέρ τοῦ λαβεῖν [*](9 Hebr. 5, 12 — 29 Rom. 3, 2) [*](1 εἰδέναι + vere lat. 2 πότε ἄγγισε καὶ < H | καὶ πότε] vel quando lat. ἢ > ποτε Koe 6 ἀφ᾿] ἐξ H 8 ὁρᾶν < Μ 11 /12 > Kl Koe, vgl. lat. 15 τῷ Koe τῶν MH 17 ἔχουσιν — > Kl Koe, vgl. lat. 20 δὴ] autem lat. 21 ἕκαστον <ἄνον> Kl, vgl. lat. 25 μεωυσέος ΜH) [*](2/3 fructuum < L)
v.10.p.609
τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρποὺς οἱ προφῆται, ἀλλ᾿ ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς.

Ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσαγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος <λαοῦ>. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος, ὃν μὲν ἔδειραν, ὡς »τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα« »Σεδεκίας υἱὸς Χαναάν«, ὅτε καὶ εἶπεν αὐτῷ προφητεύσαντι ὁ ψευδοπροφήτης· »ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;« ὃν δέ ἀπέκτειναν, ὡς Ζαχαρίαν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὃν δέ ἐλιθοβόλησαν , ὡς τὸν Ἀζαρίαν [*](16f Vgl. Gal. 5, 22 — 24 — 610,3 Vgl. Cc Nr. 55 Or. II 243, 9—11 An. — 24 III. Regn. 22, 24 — 30 f Vgl. Matth. 23, 35; Par.) [*](18 <λαοῦ> Kl, vgl. lat. 19 ἐν + illo lat.) [*](3 vitis] lat. las ἀμπέλου? 7 dicet Kl, vgl. gr. dicit x 25 percutiens + aliquis y 26 canaan G L 32 azariam] zac(h)ariam B(L))

v.10.p.610
υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καθάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ἡνίκα γὰρ »πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει κύριος ’ τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; ρίου ; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς«, ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι᾿ ἐντολῆς Ἰωὰς τοῦ βασιλέο)ς ἐν οὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰωδαὲ ὁ Πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν· ἴδοι κύριος καὶ κρινάτω«.

Ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δούλους Πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. πλήρης δέ ἡ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπέρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δέ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ὁ ἀποστέλλων τὸν υἱὸν λέγει μέν· ἐντραπήσονται τόν υἱόν μου, ὡς οὐ προκατα- [*](3ff II. Paral. 24, 20—22) [*](7 παραπορεύεσθαι Ha 8 εὐοδωθήσεσθαι H 9 ἐγκατελείπετε Μ ἐγκατέλιπε Μ 24 ἡ] omnis lat. 32 ὁ] deus lat.) [*](4 azariam] zachariam B 5 et < L 21 <alios servos> Diehl vgl. gr. 25 ad] lat. versteht ὑπὲρ falsch ?)

v.10.p.611
λαβὼν δἐ τὸ μέλλον αὐτῷ συμβαίνειν τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πόλιν τε αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν· οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπήσονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. ὁ δέ τις ἐρεῖ ὅτι οὐκ εἶπεν ὁ πατὴρ πέμπων τὸν υἱόν· λήψεται ὁ υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ᾿ ὅτι ἐντραπήσονται· ἐνετράπησαν μέν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος ὁ υἱὸς ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.

[*](3 ῥητὸν + praesentem Iudaei lat. 4f lat. weicht ab | γε] δὲ Koe 24 ἐν αὐτοῖς M 25 ὅτι < H 28 κοὶ κατῶν H)[*](15 ff mit Jvoe ist anzunehmen, daß lat. hier das Stück gr. Ζ. 15—29 ausließ, während in gr. das Entsprechende zu lat. Ζ. 15—612, 6 ausfiel)
v.10.p.612

Ἅμα δέ κοὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες· τες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκοδεσπότου. καὶ πρὸς τοῦτο δέ φήσει τις ὅτι, ἡνίκα διελάουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός ἐστιν ὁ Χριστός, πρὸς οὓς ἀπεκρί- ναντο ἄλλοι· »ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν«. εἶτ’ ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν τεραστίων καὶ θείων δυνάμεων πληττόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολόγουν δέ, καὶ ἀληθὲς μέν τὸ ἐντραπήσονται τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη υἱὸς) λελέχθαι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. διὰ τοῦτό φησιν ὁ σωτήρ ’ »κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«, ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα [*](17 Joh. 7, 27 - 31 Joh. 7, 28 — 34f Vgl. Matth. 2, 2) [*](25 μὲν Kl nach Diehl ἦν MH 33 τις + et lat. 27 ἀνεγνωκότων Koe) [*](8 sunt B 12 et y* e L 13 dicet Koe, vgL gr. dicit x Ι quoniam y* < L 18 est R G L sit B 20 *** Diehl, vgl. gr.)

v.10.p.613
ἔμαθεν ἀπὸ τῶν μόγων τετέχθαι τὸν βασιλέα »τῶν Ἰουδαίων«, ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων ὅτι »ἐν Βηθλεὲμ« »γεννᾶται ὁ Χριστὸς« κοὶ συγκαταθέμενος ὅτι Χριστὸς εἴη ὁ γεννώμενος, ἀποστέλλει μέν αὐτοὺς λέγων· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ«, οὐδέν δ’ ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν ὅτι ὁ Χριστὸς ἦν. οὐκ ἂν γὰρ πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε »τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων«· ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνωκεναι μεν οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτῶν, [*](7 Vgl. Matth. 2, 5. 4 - 10 Matth, 2, 8 - 18 Matth. 2, 16) [*](1 τετάχθαι H w. e. sch. 4 υἱὸς + dei lat. 7/8 γενᾶται Μ 15 τῷ παιδίῳ] περὶ τοῦ παιδίω ω ex corr.) Μ 27 28 ἐγνωκέναι KI, vgl. lat. εἰρηκέναι MH 31 καὶ Koe, vgl. lat. δὲ H < Μ 32 αὐτῶν Koe, vgl. lat. αὐτοῦ Μ H) [*](10 praemittit Kl, vgl. gr. promittit x 28 secunclum + ea B)
v.10.p.614
ἐν ἑαυτοῖς γὰρ εἰπον· ουτός ἐστιν ὁ κληρονόμος). οὐδὲν <δ᾿> ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν («εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τόν κύριον τῆς δόξης ἐσταύρωσαν«) αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δέ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τοιοῦτον εἶναί μοι φαίνεται· τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος γα τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. κοὶ ἐπὶ τούτοις ὁ σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; οἱ δέ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλλοντες ἔχειν »τὰ λόγια τοῦ θεοῦ«, τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελὼνα ἐκδώσεται ἄλλοις γεωργοῖς , οἵτινες τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. [*](6 I. Kor. 2, 8 - 25 Vgl. Luc. 19, 22 - 29 Vgl. Rom. 3, 2) [*](2 > Kl 9 αὐτοῦ Μ 13 υἱὸν + αὐτοῦ H | ὸ δὲ(!) H am Anfang d. Zeile 14 ἐξέβαλον + euyn, lat.) [*](31 colonis] agricolis L)
v.10.p.615
και οιονει προφητευουσιν ομοιως τῳ Καιάφᾳ τῷ ἀρχιερεῖ »τοῦ ἐνιαυτοῦ ἐκείνου«, καὶ »ἀφ᾿ ἑαυτοῦ« μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ᾿ ἐπεὶ »ἀρχιερεὺς« ἧν <προφητεύσαντι>· δέ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.