Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποία ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τὰ ἑξῆς εως του οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ (Matth. 21, 23-27).

Τριῶν εὐαγγελιστῶν ὡς ἀναγκαῖον ἀναγραψάντων τὸν προκείμενον λόγον, ἂξιον ἰδεῖν ὅ τί ποτε νοοῦντες οἱ ἀρχειρεῖς κοὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο [*](2 Ὠριγένους] εὐαγγέλιον 4 vorher: Περὶ τῶν ἐπερωτησάντων τὸν κύριον ἀρχιερέων καὶ πρεσβυτέρων εἰπόντων· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς; H περὶ τῶν ἐπερωτησάντων Ἰουδαίων τῶ Ἰησοῦ· ἐν ποία ἐξουσία ταῦτα ποιεῖς Μ a. R. von spater Hand) [*](4 et] XVIII. secundum mathm. In illo tempore L | venisset] venissent B+IesusL 9 — 26 respndens — facio] Omelia Origenis de eadem lectione L 13 baptismus B 17 ei non credidistis G 25 vobis dico G)

v.10.p.576
τοῦ σωτῆρος, οὐχ ἔν πύσμα, ἀλλὰ δύο προσάγοντες αὐτῷ, ἓν μὲν τὸ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ἓτερον δέ τὸ καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; καὶ τι βουλόμενος ὁ σωτὴρ ἐπὶ τούτου μόνου αντηρώτησεν ὑπέρ τοῦ μὴ πρὸς τό πύσμα ἀποκρίνασθαι· ἑώρα γὰρ οὐκ ἀξίους ἐκείνους τῆς πρὸς τὸ πύσμα ἀποκρίσεως καὶ τῆς τοῦ προβλήματος διηγήσεως. ὅτι δὲ οὐχ, ὡς οἲονταί τινες, ἁπλᾶ ἐστι τὰ κατὰ τὸν τόπον καὶ εὐπερινόητα, ἀλλὰ μυστικὰ καὶ βαθείας δεόμενα καρδίας, δῆλον ἒσται ἐκ τῆς ἐπιστάεως. φερ᾿ οὖν συναγορεύωμεν τῇ πιθανότητι τῶν ἁπλούστερον ἐκδεχομένων τὰ κατὰ τὸν τόπον· φήσουσι γὰρ ὅτι δύο γενικὰς <ἐξουσίας> ἐπιστάμενοι, ἀμείνωφ μέν τὴν τοῦ θεοῦ χειρίστην δέ τὴν τοῦ διαβόλου, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐπυνθάνοντο τοῦ σωτῆρος, ἐν ποίᾳ ἐξουσίᾳ τούτων τῶν δύο ποιεῖ τὰ τεράστια καὶ ἀπὸ τίνος αὐτὴν λαβών. εἶθ᾿ ὁ Ἰησοῦς ὑΠὲρ τοῦ μὴ ἀντιλογῆσαι ἀντηρώτησεν, ἃμα καὶ ἐλέγξαι βουλόμενος τοὺς πῦθομένους αὐτοῦ, ὡς παρὰ τὸν ὀρθὸν λόγον ποιήσαντας ἐν τῷ ἠπιστηκέναι Ἰωάννῃ [*](8 πύσμα + eorum lat . 21/22 > Kl, vgl. lat. und S. 579, 9 vgl. gr. 21 γὰρ > Koe, vgl. lat.; vgl. gr. doch s. gr. Ζ. 18ff 29 ἀντιλογῆσαι una x Kl, vgl. lat. αὐτολογῆσαι M H) [*](2 ei <L 21 1. dicent ? Kl, vgl. gr. 22 > Diehl, vgl. gr. 27 illa Kl, vgl. gr. τὰ una x 31 interrogantes L)
v.10.p.577
τῷ βαπτιστῇ. καὶ ἦν αὐτοῦ τὸ ἀντερώτημα δύο οἰκονομούμενον, τόν τε ἐπὶ τῇ εἰς τὸν Ἰωάννην ἀπιστίᾳ ἒλεγχον καὶ τὸ περισπάσαι τοὺς πυθομένους, ἳνα δόξῃ αὐτοῖς εὐλόγως μὴ ἀποκρίνεσθαι.

ἀλλ᾿ εἲποι τις ἂν πρὸς ταῦτα ὅτι γελοῖον ἦν τὸ πυνθάνεσθαι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἐποίει ὁ Ἰησοῦς· οὐκ ἂν γὰρ ἀπεκρίντο ὅτι ἐν τῇ τοῦ διοβόλου ἐξουσίᾳ καὶ οὔ φημι ὅτι ὁ σωτὴρ τοῦτο οὐκ ἀπεκρίνατο, ἀλλ᾿ οὐδέ »ὁ ἂνθρωπος τἣς ἁμαρτίας, ὁ ἀντικείμενος καὶ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα« εἲποι ἂν τοῖς πυνθανομένοις τὸ ἀληθὲς ὅτι ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖ πᾶσαν δύναμιν μιν καὶ »σημεῖα ἐν οἷς καταπλήξεται καὶ ἀποπλανήσει εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς«. εἰ δὲ οὐδὲ ἐκεῖνος εἲποι ἂν ἐν τῇ τοῦ διαβόλου ἐξουσίᾳ ποιεῖν τὰ σημεῖα καὶ τὰ τέραρατα τοῦ »ψεύδους«, τὰ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις« ἐπιτελούμενα, πάσῳ πλέον ὁ σωτὴρ οὐκ (εἰ καὶ μὴ ἀντηρώτησεν) ἂλλο τι ἀπεκρίνατο ἢ ὅτι ἐν τῇ τοῦ θεοῦ; πρὸς δέ τὴν οὕτως προφανῆ ἀπόδρισιν καὶ ἐκείνους πυν- [*](15 II. Thess. 2, 3f — 21ff Vgl. Marc. 13, 22 - 25 ff Vgl. II. Thess. 2, 9f) [*](22 καταπλήξεται Diehl καταπλήσσεται MH 23. 31 δὲ] ergo lat. 28 ἐπιτελούμενα <lat. | ὁ + dominus et lat. 29 οὐκ ἂν] nequaquam lat. 30 ἀλλ᾿ ὅτι M | τῇ + potestate lat.) [*](5 abigeret B 18 responderet <interrogattoribus> ? Kl, vgl. gr. 21 <terreat et> Diehl, vgl. gr.)

v.10.p.578
θάνεσθαι καὶ τὸν σωτῆρα μὴ ἀποκρίνεσθαι, εὒηθες εἶναί μοι φαίνεται.

Μήποτ᾿ οὖν τὰ κατὰ τὸν τόπον τοιαυτ εστιν. ἐν τῇ σοφίᾳ τοῦ θεοῦ, περιεχούσῃ ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῶν τούτων αἰτιῶν, εἰσὶ »θησαυροὶ« ὁποίους δεῖ εἶναι τοὺς »τῆς σοφίας« θησαυροὺς καὶ »τῆς γνώσεως« καί εἰσιν οὗτοι «ἀπόκρυφοι«· καὶ εἳ τίς ἐστιν ἀξιωθεὶς εἰδέναι τὰ »ἂρρητα ῥήματα. ἃ οὐκ ἒξετιν ἀνθρώπῳ λαλῆσαι«, εἰδείη ἂν τὴν »ἐν μυστηρίῳ σοφίαν«, »τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δοξαν« τῶν δικαίων. εἰσὶν οὖν ἐν τοῖς τῆς σοφίας [*](28 ff. 37 Vgl. Kol. 2, 3 — 32 II. Kor. 12, 4 — 34 I. Kor. 2, 7) [*](2 <πανυ> εὔηθες Koe, vgl. lat. 26 περιεχούσι H) [*](1 vile x* utile ρ 16 quid + est B 20 >si Koe)

v.10.p.579
καὶ τῆς γνώσεως« ἀποκρύφοις θησαυροῖς λόγοι βαθεῖς καὶ ἀπόρρητοι περὶ διαφόρων ἐξουσιῶν, γενικῶς μὲν δύο, εἰδικῶς δὲ καθ΄ ἑκατέραν τῶν δύο πλείονες καὶ δυσθεύρητοι. οἱ δὲ γενικαὶ δύο ἐξουσίαι τοιαῦταί εἰσιν· αἱ μέν εἰσι τοῦ κρείττονος τάγματος, καὶ ὥσπερ εἰσὶν ἄνθρωποι θεοῦ οὐχ οἱ τυχόντες καὶ ἄγγελοι θεοῦ μακάριοι κοὶ προφῆται τοῦ θεοῦ θεοφορούμενοι, οὕτως εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, περὶ ὧν ὁ ἀπόστολος Χριστὸν δοξολογῶν λέγει ἐν τῇ πρὸς Κολοσσαεῖς ὅτι· ἐστὶν ὁ σωτὴρ »εἰκὼν τοῦ τοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως«, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων«. ἓν οὖν εἶδος τῶν ὑπὸ τὸν θεὸν αἱ ἐν Χριστῷ κτισθεῖσαι ἐξουσίαι, ἕτεροι παρὰ τὰς ἀρχὰς καὶ τοὺς θρόνους καὶ [*](19 Kol. 1, 15-17) [*](7 ἰδικῶς H) [*](7/8 inconsiderabiles y* incom- parabiles L 22 creata y* Pasch secreta L)
v.10.p.580
τὰς κυριότητας· καὶ ἑκάστη ἐξουσιάζει τινῶν, τεταγμένη ὑπὸ τοῦ θεοῦ κατά τινα ἀπόρρητον ἀξίαν ἐπὶ τῶν ἀξίων ἐξουσιάζεσθαι κατὰ τὴν δια\φορὰν αὐτῶν ὑπὸ ἑκάστην τῶν ἐξουσιῶν. κοὶ »πολὺς« ἂν »ὁ λόγος καὶ δυσερμήνευτος« εἴη περὶ τῶν κατὰ τὰς ἐξουσίας ταύτας καὶ τῶν ἐξουσιαζομένων ὑπ᾿ αὐτῶν πραγμότων.

ὡς δέ εἰσί τινες ἐξουσίαι τοῦ θεοῦ, οὕτως εἰσὶ καὶ ἐναντίαι ἀνάλογον τοῖς τῆς ἁμαρτίας ἀνθρώποις καὶ τοῖς ἀγγέλοις τοῦ διαβόλου. καὶ ἔστι γε τοῖς μηκέτι »πρὸς αἷμα καὶ σάρκα« παλαίουσιν ἀλλὰ διὰ τὸ ἐπαναβεβηκέναι τῇ δυνάμει πρὸς τὰ ὑπὲρ ταῦτα ἀγωνιζομένοις »ἡ πάλη« »πρὸς τὰς« ἀνταγωνιζομένας τοῖς ἀθληταῖς τῆς θεοσεβείας »ἐξουσίας«. ὡς δὲ πλείονα τάγματα ἦν ὑπὸ τὸν θεόν, οὕτως καὶ ἐν τῇ ἐναντίᾳ χώρᾳ οὐ μόνον ἐξουσίαι εἰσὶν ἀλλὰ καὶ κοσμοκράτορες »τοῦ σκότους τούτου« καὶ »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις«, τάχα δέ καὶ ἀρχαί, ἐγὼ δ᾿ οἶμαι ὅτι καὶ πάντα ὁμώνυμα τοῖς τοῦ θεοῦ ἐστι κατὰ τὴν ἐναντιότητα. [*](6f Vgl. Hebr. 5, 11 - 14 Vgl. II. Thess. 2, 3 var. lect. - 15 Vgl. Matth. 25, 41 - 16 ff Vgl. Eph. 6, 12 - 24ff Vgl. Eph. 6, 12) [*](2 τοῦ <M 15/16 im gr. ist vermutlich das ganze Zitat lat. Z. 14—21 ausgefallen Koe 30 ἐστι + καὶ H) [*](12 et X Pasch < ρ 34/ 35 ministra <ba>t Kl)

v.10.p.581
διειληφότες οὖν οἱ τὰ διαφέροντα ὀνόματα κεκληρωμένοι ἐν τῷ Ἰσραήλ, τουτέστιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, περὶ ἐξουσιῶν πλείονα <καὶ τῶν ἐν οὐρανῷ μυστηρίων> εἴτε παραδόσεων [εἴτε καὶ] εἴτε καὶ ἐξ ἀποκρύφων (οὐκ οἶδα εὐλόγως ἢ καὶ ἀλόγως) κινούμενοι, ἑώρων τὸν Ἰησοῦν τὰ τεράστια ἐπιτελοῦντα οὐ χωρίς τινος συνούσης αὐτῷ ἐξουσίας. ταύτης οὖν τὸ εἶδος <καὶ τὴν ἰδιότητα> ἀπὸ τοῦ Ἰησοῦ μαθεῖν ἐβούλοντο ἢ τῆς δοκούσης αὐτοῖς ςἶναι ἐπιστήμης ἐν αὐτῷ.

Καὶ εἰ μὲν ἦσαν ἀρχιερεῖς τινες ἅγιοι καὶ μακάριοι (ὁποῖος Ἁαρὼν ἢ ὁ Ἐλεάζαρ ἢ ὁ Φινεὲς [*](17 <καὶ —μυστηρίων> Kl nach Koe, vgl. lat. 19 παραδόσεων] traditione maiorum lat. παραδόσεω<ς Koe • | εἴτε καὶ] Κl 21 καὶ ἀλόγως Κl nach Hu, vgl. lat. ἀναλόγως M H 22 Ἰησοῦν Kl, vgl. lat. θ#x772;ν#x772; Μ H Tct] multa lat. 25 <καὶ τὴν Diehl Kl Koe, vgl. lat. 26 τοῦ < H 28 αὐτῆς Μ) [*](22 <nescio> Kl, vgl. gr. 31 <et beati> Diehl, vgl. gr.)

v.10.p.582
ἢ ὅσοι ἐπαινετῶς τὰ τῆς λειτουργίας δοετέέσαν) οἱ πυθόμενοι τοῦ σωτῆρος τότε καὶ πρεσβύτεροι παραπλήσιοι οἷς κατ’ ἐντολὴν θεοῦ Μωσῆς ἐξελέξατο, εἰκος οτι ὡς οὐ πειράζουσιν ἀλλὰ φιλομαθοῦσι καὶ ἀξίοις τῶν τηλικούτων μαθημάτων παρέστησεν ἂν ἀρξάμενος ὁ σωτὴρ λόγον, ὃν οὐδὲ ὁ κόσμος ὅλος χωρεῖν ἠδύνατο. καὶ ἀρξάμενος ἂν παρεδίδου τὴν ἐπιστήμην περὶ τῶν μακαρίων ἐξουσιῶν καὶ τῆς διαφορᾶς αὐτῶν καὶ τῆς αἰτίας τοῦ ἐληλυθέναι αὐτὰς ἐπὶ τὸ εἶναι ἐξουσίας καὶ τῶν ὑπ' αὐταῖς, εἴτε ψυχῶν εἴτε κοὶ ὁποιωνποτοῦν λογικῶν, διεξώδευσε δ’ ἂν καὶ τόν περὶ τῶν ἐναντίων ἐξουσιῶν λόγον, κοὶ τὰς διαφορὰς αὐτῶν παρέστησεν ὄν. εἰκὸς δ’ ὅτι ἐδίδαξεν ἂν ἀνάλογον τῷ »ὁ νόμος« »διαταγεὶς δι' ἀγγέλων« καὶ τῷ »εἰ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος« (ἀνάλογόν φημι λόγῳ τῷ περὶ τῶν διακονησαμένων τῷ νόμῳ ἀγγέλων καὶ τῆς κατὰ τὰς γραφἂς ἐξουσίας), οἶον ἐν ποίᾳ ἐξουσίᾳ διακονουμένῃ τῷ θεῷ ἢ ποίοις <ἐναντίαις ἐξουσίαις> τῶν Αἰγύπτῳ τεραστίων γεγένηται, καὶ τίς μὲν ἡ ἐξουσία διακονουμένη τῇ μεταβαλούσῃ εἰς ὄφιν ῥάβδῳ Μωσέως, τίς δὲ ταύτῃ ἐναντία διακονου- [*](4f Vgl. Num. 11, 16 - 10 f Vgl. Joh. 21, 25 - 22 Gal. 3, 19 - 23 Hebr. 2, 2 — 30ff Vgl. Ex. 7, 10f) [*](16 εἴτε1 + κοὶ H 17/18 διεξώδευσεν H 23 τῶ Kl τὸ M H 21 ὁ < Μ 27 νόμῳ] λόγω M 30 ἐναντίαις > Kl) [*](13 mysteria] lat. las μυστηρίων st. μακαρίων Koe)
v.10.p.583
μένη τῇ μεταμορφώσει τῶν Αἰγυπτιακῶν ῥάβδων εἰς δράκοντας· καὶ εἶπεν ἂν τὴν δύναμιν τῆς ἐξουσίας ἀφ' ἧς κατέπιεν ἡ τοῦ Ααρὼν ῥάβδος τὰς τῶν Αἰγυπτίων. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία τῆς εἰς χιόνα μεταβολῆς χειρὸς Μωσέως, καὶ ἐκ τῶν ἐναντίων τίων ἦν ἐξουσία συμπνέουσα καθ' ἑκαστον τοῖς ἐπαοιδοῖς τῶν Αἰγυπτίων, ὅτε ἐδόκουν μιμεῖσθαι τὰ σημεῖα τοῦ θεοῦ. καὶ οὕτως ἂν διεξώδευσε τὰς δέκα τῶν Αἰγυπτίων πληγὰς καὶ τὴν κατ’ αὐτῶν ἀποστολὴν λὴν δι' ἀγγέλων πονηρῶν. εἶπε δ’ ἂν καὶ τίς ἐξουσία ὑπηρετήσατο τῇ διὰ τῆς ἐρυθρᾶς θαλάσσης διόδῳ τοῦ λαοῦ καὶ καταποντώσει τῶν Αἰγυπτίων, τίς τε ἐξουσία ὑπηρετήσατο τῇ διὰ ξύλου μεταβολῇ ὕδατος πικροῦ εἰς γλυκύτητα. εἶπε δ' ἂν καὶ τὴν ἐξουσίαν ἢ διηκονήσατο τῷ ἀπὸ πέτρας ὑδατι. καὶ ἤτοι τὴν αὐτὴν ἢ ἄλλην παρέστησεν <ἄν> τῷ τῷ τοῦ ὑετῷ τοῦ μάννα καὶ τῇ τῶν ὀρτυγομητρῶν ἐφόδῳ. εἶπε δ’ ἂν καὶ τίς ἡ ἐξουσία ἡ τὸ αὐτὸ μάννα τῶν μὲν ἓξ ἡμερῶν τρέπουσα εἰς σκώληκας καὶ δυσωδίαν, τῇ δὲ τοῦ σαββάτου ἡμέρᾳ φυλάττουσα.

Καὶ τί με δεῖ ἀναλεγόμενον τὰ ἐν τῇ ἐρήμῳ τεράστια μέχρι τῆς Μωσέως τελευτῆς παριστάνειν, ὅτι εἶπεν ἂν ὁ σωτὴρ τὰ περὶ τῆς ἐξουσίας, εἰ [*](2ff Vgl. Ex. 7, 12 - 5 Vgl. Ex. 4, 6 — 7ff Vgl. Ex. 7, llf. 22 usw. — 16f Vgl. Ex. 14 — 19f Vgl. Ex. 15, 23ff - 22 Vgl. Ex. 16, 35 — 23 f Vgl. Ex. 16, 13 usw. - 26 ff Vgl. Ex. 16, 20) [*](7 μωυσέος Μ H 17 καὶ <τῇ> Koe 23 <ἄν> Diehl 31 f M 32 παρεστάνειν Μ)

v.10.p.584
ἦσαν ἄξιοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ τῆς πρὸς τὸ πύσμα αὐτῶν ἀποκρίσεως ; καὶ σοὶ πάρεστι τὸ ἀνάλογον ἐπερχομένῳ τὴν ὅλην γραφὴν ὁρᾶν, τίς τε ἡ ἐξουσία τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαὼν καὶ σελήνην κατὰ φάραγγα Ἐλώμ, καὶ πολὺ πρότερον τοῦ διοδευθῆναι τὸν Ἰορδάνην ποταμὸν καὶ τοῦ παύσασθαι τὸ μάννα. καὶ ἐπὶ τῆς βίβλου δέ τῶν Κριτῶν πολλὰ ἂν τοιαῦτα ζητηθείη καὶ εὑρεθείη, οἷον περὶ τὸν Γεδεὼν καὶ τὸν Σαμψών, παράδοξα, ἀλλὰ καὶ ἐκ τῶν Βασιλειῶν τὰ περὶ τὸν Σαμουὴλ καὶ τὸν Ἠλίαν καὶ τὸν Ἐλισσαῖον καὶ τὸν Ἐζεκίαν. καὶ οὕ- τως ἐπελθὼν ὄν ὁ σωτὴρ καὶ τὸ κατὰ τὰς διαφόρους ἐξουσίας διελθὼν μυστήριον ἐδίδαξεν ἂν ἐν ποίᾳ ἐξουσίᾳ καὶ πῶς ὑπερεχούσῃ ἐποίει ἃ ἔβλεπεν ὁ λαὸς τεράστια, δοθείσῃ αὐτῷ οὐκ ἀπό τινος ἀγγέλου καὶ κειτουργοῦ θεοῦ οὐδέ διό τινος τῶν ὑποδεεστέρων τοῦ θεοῦ, ἀλλ' ἀπ' αὐτοῦ τοῦ πατρός.

Ἐπεὶ δέ οἱ ἐνταῦθα ἀρχιερεῖς καὶ πρεσβύτεροι τοῦ λαοῦ οὐδαμῶς ἄξιοι ἦσαν τοιούτων θεωρημάτων, μάτων, διὰ τοῦτο αὐτοῖς οὐκ ἀποκρίνεται ἀλλ' ἀντερωτᾷ, ἵνα διὰ τοῦ μὴ ἀποκρίνεσθαι ἐκείνους εἰς τὰ περὶ τοῦ Ἰωάννου καὶ αὐτὸς πείσῃ εὐλόγως τοὺς πυομένους, ὅτι μὴ μάτην αὐτοῖς ἀπεκρίνατο λέγων· οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. [*](6f Vgl. Jos. 10, 12 — 7f Vgl. Jos. 3, 14ff — 9f Vgl. Jos. 5, 11 — 11ff Vgl. Jud. 6 usw.; 13 usw. — 14ff Vgl. I. Regn. 3 usw.; III. Regn. 18 usw.; IV. Regn. 2 usw.; 20) [*](28 τοιούτων + audire lat. 31 τὰ] interrogationem sihi propositam lat.) [*](26 illic Kl, vgl. gr. illi x 30 interrogat R G interrogavit B L)

v.10.p.585
ζητῶ δὲ κατὰ τὸν τόπον, εἰ ἕκαστος τῶν πεποιηκότων ἔν τινι ἐξουσίᾳ παράδοξα ἐν μιᾷ<ἀεὶ> πεποίηκεν, ἢ τινὲς μὲν κατ᾿ ἀρχὰς ἐν τῇδε προκόψαντες δὲ ἔν τινι μείζονι. πλὴν ὁ σωτὴρ ἔοικεν ἐν μιᾷ ἐξουσίᾳ ταῦτα πεποιηκέναι, ᾗ ἔλαβεν ἀπὸ τοῦ πατρός· τὸ γὰρ οὐδὲ ἐγὼ ὑμῖν λέγω ἐνποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ διδάσκοντος ἦν, ὅτι ἐν ἐξουσίᾳ <μιᾷ> μὲν πεποίηκεν· ἐν ποίᾳ δὲ οὐ παρέστησεν ἐκείνοις, οὐδὲ τὴν ἰδιότητα αὐτῆς ἀνέπτυξε καὶ ὅσα ἂν ὡρίσατο περὶ αὐτῆς παριστὰς αὐτῆς τὸ ἐξαίρετον παρὰ τὰς λοιπὰς ἐξουσίας, ἐν αἷς οἱ πρὸ αὐτοῦ προφῆται πεποιήκεισαν. καὶ νῦν δ᾿ τῷ ἱερῷ, τῇ ἐκκλησίᾳ, ἐστὶν ὁ Χριστὸς καὶ διδάσκει ἐν αὐτῷ καί τινες παραπλήσιοι ἐκείνοις τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρεσβυτέροις τοῦ λαοῦ πυνθάνονται μὲν αὐτοῦ, οὐ τυγχάνουσι δὲ τῆς ἀποκρίσεως, ἀνάξιοι τοῦ εἰδέναι περὶ ὧν βούλονται μαθεῖν. ζητήσει δέ τις, πότερον βουλόμενος αὐτοὺς ἀποσείσασθαι ἀποκληρωτικῶς ἐπύθετο περὶ τοῦ Ἰωάννου ὡς εἰ καὶ περὶ ἄλλου τινὸς τοιούτου πυθόμενος ἦν, ἢ ἀναγκαίως [*](3 〈ἀεὶ〉 Diehl Koe, vgl. lat. 5 ἔν τινι] in alia potestate lat. 6 ἔοικε μιᾶ H | ταῦτα] universa lat. 10 <μιᾷ> Diehl Kl Koe, vgl. lat. 11 δὲ + potestate lat. 13 καὶ] οὐδ᾿ Koe, vgl. lat. 20 πεποιήκεισαν + virtutes lat. 24/25 πυνθάνετα Μ 29 ἀποτίσασθαι M a w. e. sch.) [*](4 <quidam> Diehl, vgl. gr. 6 maiori x 9 respondit y* respondet L 19 supra G 20/21 fecerant Kl, vgl. gr. fecerunt x 23 eo Koe, vgl. gr. ea x)
v.10.p.586
περὶ τοῦ Ἰωάννου ἐπύθετο, ἵνα πρὸς τὴν περὶ αὐτοῦ ἀπόκρισιν τὰ ἀκόλουθα περὶ τῆς ἐξουσίας ἀποκρινηται. ἐμοὶ δὴ φαίνεται μὴ ἀποκληρωτικῶς εἶναι τὸ κατὰ τὸν τόπον, ἐπεὶ Ἰωάννης »φωνὴ βοῶντος« ἦν »ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου«, καὶ οὗτος ἦν περὶ οὗ ὁ προφήτης ἔλεγεν »ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου«, διὰ τοῦτο (oἶμαι) πυνθάνεται περὶ αὐτοῦ, οὐκ ἀγνοῶν μὲν ὅτι ἐπισκοπήσαντες ἐροῦσιν ’ οὐκ οἴδαμεν, δαμεν. διὰ τὰ ἀναγεγραμμένα, καθ’ ὑπόθεσιν δέ εἰπὼν ἂν πρὸς τὸ ἐξ οὐρανοῦ τὴν ἀκόλουθον τῇ ἐξ οὐρανοῦ εἶναι τὸ βάπτισμα Ἰωάννου ἀποκρίσει ἐξουσίαν.

Τί δέ ὑμῖν δοκεῖ; ἄν [*](8 Matth. 3, 3 Parr. — 13 Marc. 1, 2) [*](13 ἀποστέλλω H 19 διὰ] secundum lat. 30 vorher: Περὶ τῶν δύο υἱῶν παραβολὴ τῶν εἰς τὸν ἀμπελῶνα ἀποστελλομένων παρὰ τοῦ πατρός H περὶ τῶν δύο τέκνων τῶν <μ> τὸν ἀμπελῶνα ἐργάζεσθαι Μ a. R. von spater Hand | ἄνθρωπος + quidam lat.) [*](9 viam Koe, vgl. gr. vias x 30 quid — videtur y* XVIIII secun- dum mathm. In Ulo tempore dixit lesus discipvihs suis parabolam hanc L)

v.10.p.587
θρωπος εἶχε τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί <μου> κοὶ τὰ ἑξῆς εως του ὑμεῖς δέ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι ἐν αὐτῷ. (Matth. 21, 28—32).

Μόνος ὁ Ματθαῖος ἀνέγραψε τὴν παραβολὴν ταύτην, ὡς ἐμοὶ δοκεῖ κεῖ περιέχουσαν τὸν περὶ τοῦ ἀπειθήσαντος Ἰσραὴλ Ἰσραὴλ τῷ λόγον καὶ τὸν περὶ τοῦ πιστεύσοντος λαοῦ ἀπὸ τῶν ἐθνῶν • οὗτοι γὰρ τὰ δύο τέκνα, ἃ εἶχεν ὁ ὡς ἄνθρωπος τροποφορῶν τὸν υἱὸν αὐτοῦ« θεός. καὶ οὗτος προσελθὼν τῷ πρώτῳ, ὃν »ἐκτήσατο« »ἀπ' ἀρχῆς«, ὃν προέγνω καὶ [*](22—589,4 Vgl. Cc Nr. 54 Or. II 241, 3—8 - 27 f Vgl. Deut. 1, 31 — 29/30 Vgl. Deut. 32, 6; Ps. 73, 2 — 30f Vgl. Rom. 8, 29) [*](4 <μου> υ, vgl. lat. u. S. 588, 3 18/19 μετεμελλήθητε Μ 25 πιστεύσοντος Koe, vgl. lat. πιστεύσαντος MH 29/30 ἐκτήσατο] προεκτίσθαι Cc Nr. 54 Π) [*](3 operare Koe operari x 5 ille — ei y(*) et reliqua. Omelia Origenis cle eadem lectione L 14 autem] 1 enim ? Ml, 23 1. continentem <verbum > Israel non credente ? Kl, vgl. gr.)

v.10.p.588
προώρισεν«, εἰπεν αὐτῷ· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. καὶ ὑπερέθετο φεύγων τὸ χωρίον τοῦτο διὰ τὸν ἐν αὐτῷ »καύσωνα« καὶ τοὺς καμάτους καὶ εἶπεν· οὐ θέλω· ἀλλ' ὕστερόν ποτε ἐπὶ συντελείᾳ μεταμεληθεὶς ἐπὶ τῷ εἰρηκέναι τῷ πατρί· οὐ θέλω ἦλθεν εἰς τὸν ἀμπελῶνα καὶ εἰργάσατο τὸ θέλημα τοῦ πατρός. ἡνίκα μέντοι ὁ πρῶτος εἶπεν· οὐ θέλω, προσῆλθεν ὁ πατὴρ τῷ ἑτέρῳ καὶ εἶπεν ὡσαύτως. εἶτα ἀποκριθεὶς ὁ δεύτερος εἶπε μέν· ἐγὼ κύριε, οὐκ ἐλήλυθε δὲ ἐπὶ τὸν ἀμπελῶνα τοῦ λόγου καὶ ἐπὶ τὸν ἀγρὸν τοῦ πατρός. καὶ φανερὸν ὅτι ὁ εἰπ(ὸν οὐ θέλω καὶ ὕστερον μεταμεληθεὶς καὶ ἀπελθὼν καὶ ἐργασάμενος εἰς τὸν ἀμπελῶνα ἐποίησε τὸ θέλημα τοῦ πατρὸς <οὐ τῷ λόγῳ, ἀλλὰ> ἔργῳ· ὁ γὰρ τῷ λόγῳ ἐπαγγειλάμενος καὶ μὴ ποιήσας τοῖς ἔργοις ἠρνήσατο ποιεῖν τὸ θέλημα τοῦ πατρός. πρόσχες δέ εἰ δύνασαι χρῆσθαι τῇ παραβολῇ καὶ πρὸς τοὺς ἐλάττονα μέν ἢ μηδὲν ἐπαγγελλομένους, μήτε παρθενίαν μήτε ἄλλην κατὰ τὸ εὐαγγέλιον <πνευματικὴν> πρᾶξιν, τοῖς δέ ἔργοις παριστάντας τὰ ἐναντία, ἃ μηδέ τὴν ἀρχὴν <ν> το κατὰ φ(ονὰς λόγων [*](5 Vgl. Matth. 20, 12) [*](17 τὸν] τῶν H a 22 <οὐ λόγῳ, > Koe, vgl. lat. 23 γὰρ] autem lat. 28 ἐπαγγελομένους Μ 30 <πνικὴν> Kl. vgl. lat. 32 Koe ὧ M H 33 ἐπηγγειλα<ν> vgl. lat. I λόγων <περὶ> Κoe) [*](11 <ita> Kl, vgl. gr. 14 + est B L 17 vinea G L 28 adque ad verbis G ad verbum L)
v.10.p.589
ἀγαθῶν πράξεων, ἔτι δέ πρὸς τοὺς μεγάλα μὲν ἐπαγγελλομένους μηδὲν δέ κατὰ τὴν ἐπαγγελίαν πράττοντας. ὁ μὲν γάρ τις οἱονεὶ λέγει ’ μεῖζον ἢ κατ' ἐμέ, παρθενίαν ταύτην οὐ θέλω, καί· τῆς ἐμῆς ἀξίας βέλτιον τὸ ἀποταζάμενον τῷ βίῳ σχολάζειν τῷ λόγῳ· ὁ δέ φησιν ἕκαστον ἀκούων τῶν ἐν τῇ γραφῇ μεγάλων ἔργο)ν· ἐγὼ κύριε. καὶ ἔστιν ἐδεῖν οἱονεὶ ἐκ μεταμελείας τινὰς ἐπιδιδόντος εἰς τὸ βέλτιον καὶ ἐπιμελουμένους ἑαυτῶν ἐπὶ τὸ κρεῖττον παρὰ τὴν ἀρχῆθεν προσδοκίαν, ἄλλους δὲ προπετέστερον μέν πολλὰ ἐπαγγειλαμένους τοῖς δέ ἔργοις ἀντιπράζαντας ταῖς ἐπαγγελίαις.

Μετὰ δέ τὴν παραβολὴν ἐπιφέρεται πρὸς μὲν τὸν εἰπόντα οὐ θέλω καὶ ὕστερον μεταμεληθέντα καὶ ἀπελθόντα τὸ ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι κοὶ αἱ πόρνοι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, πρὸς δἐ τὸν εἰπόντα ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα τὸ ἦλθε γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιο- σύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. καὶ πόλιν πρὸς μὲν τὸν πρότερον· οἱ δέ τελῶναι καὶ αἱ πόρνοι ἐπίστευσαν αὐτῷ, πρὸς δἐ τὸν εἰπόντα· ἐγὼ κύριε καὶ μὴ ἀπελθόντα κοὶ τὸ ὑμεῖς εὲ [*](3 δὲ + huiusmodi lat. 12 τινὰς <ὕστερον> Koe, vgl. lat. 28 Μ | ἐν ὁδῷ δικαιοσύνης < H 30 — 34 καὶ πάλιν —ἀπελθόντα 34 ἀπελθόντα + ἦλθε γὰρ Ἰωάννης πρὸς ἡμᾶς καὶ οὐκ ἐπιστεύσατε οὐτῶ (vgl. Ζ. 27) Μ) [*](1 <ad> Kl, vgl. gr. 4 L 16 audaciter y 23 praecedunt L 31 eo] vado L | domiae γ 33 <postea> Kl, gr. u. S. 587, 19 lat.)

v.10.p.590
ἰδόντες οὐ μετεμελήθητε ὕστερον του πιστευσαι εν αυτῳ. ἐπιστήσας δέ τις τοῖς ἀπὸ μοχθηροτάτου βίου προσερχομένοις τῷ λόγῳ καὶ πιστεύουσι τῷ χριστῷ καὶ τοῖς αὐχοῦσι τὸν νόμον καὶ τοὺς προφήτας κοὶ ἀπιστοῦσι τῷ υἱῷ τοῦ θεοῦ καὶ ἀκολάστως βιοῦσι καὶ ὠμοτέροις πρὸς τοὺς ὁμοφύλους τυγχάνουσιν, ὄψεται τὸν Ἰησοῦ λό- γον ἀληθῆ, ὅτι οἱ μέν τελῶναι καὶ αἱ πόρναι προάγουσι τὸν Ἰσραὴλ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ὁ δέ ἰδὼν τὸν Ἰησοῦν ἐκεῖνος Ἰσραὴλ οὐδέ μέχρι δεῦρο μεταμε- λεῖται, ἵνα κἂν ὕστερον πιστεύσῃ τῇ ἀληθείᾳ. πρόσχες δὲ καὶ τῷ προάγουσιν εἰς εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οὐκ ἀποκλείοντι τὸν Ἰσραὴλ εἰσέρχεσθαί <ποτε> εἰς τὴν τοῦ θεοῦ· οὐδεὶς γὰρ προάγει τὸν οὐδαμῶς ἐσόμενον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ προῆξεν. ὅρα οὖν μήποτε ἐμφαίνεται ὅτι, ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, τότε »πᾶς Ἰσραὴλ σωθησεται«. νοείσθω δὲ ὁ Ἰσραὴλ οὐχ ὁ »κατὰ σάρκα«, | ἀλλ᾿ ὁ ἐν τῇ εὐγενείᾳ τῆς ψυχῆς χαρακτηριζόμενος καὶ ἔχων μέν τὸ εὐφυές πρὸς σύνεσιν καὶ τὸ διορατικόν, οὐ μὴν ἀξίως τῆς εὐφυΐας ἀνατραφεὶς ἐν πίστει κοὶ βίῳ ἀγαθῷ.

[*](18—27 Vgl. Π 241. 12 — 15 — 25 f Rom. 11, 25 f - 28 f Vgl. Röm. 2, 28)[*](20—22 οὐκ — θεοῦ Hc i. m. 21 <ποτε> Kl Koe, vgl. > Koe, vgl. lat. ἐμφαίνεται] hoc indicet sermo lat.)[*](19 praecedunt L 23 sequitur] lat. 23 προ- lat. las ἑπόμενον Diehl 24 *** Κl nach Diehl <quo praecessit> vgl. gr.)
v.10.p.591

Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ τὰ ἑξῆς ἕως τοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. (Matth. 21, 33—43). Τῷ μὴ ἐπὶ πλεῖον βασανίζοντι τὰ τῆς παραβολῆς μηδὲ ἑκάστην λέξιν ἐξετάζοντι πάνυ σαφὴς εἶναι δόξει οὕτως ἂν διηγήσεως τυχοῦσα. ὁ πρὸ ἡμῶν λαὸς καὶ »μερὶς« ὢν τοῦ θεοῦ ὁ φυτευθεὶς ἦν ἀμπελὼν ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότου, καὶ ἡ τοῦ θεοῦ φρουρὰ περὶ αὐτὸν ὁ φραγμὸς ἦν καὶ πύργος μὲν ὁ ναὸς ληνὸς δὲ ὁ τόπος τῶν σπονδῶν, καὶ γεωργοὶ οἱ πρεσβύτεροι καὶ σοφοὶ τοῦ λαοῦ, ἀποδημία δὲ τοῦ δεσπότου ὅτε κύριος ὁ συνὼν αὐτοῖς ἐν νεφέλη »ἡμέρας« καὶ »στύλῳ <πυρὸς«> νυκτός, ἕως αὐτοὺς καταφυτεύσῃ εἰσαγαγὼν »εἰς ὄρος ἅγιον« αὐτοῦ »καὶ εἰς εἰς τὰ σκηνώματα αὐτοῦ«, οὐκέτι οὕτως αὐτοῖς ἐπεφαίνετο. ὁ δὲ ἐγγίσας καιρὸς τῶν καρπῶν ὁ χρόνος ἦν τῶν προφητῶν ἀπι- [*](14 Vgl. Deut. 32, 9 — 14—609, 17 Vgl. C1 Nr. 234 Or. Π 242, 3—245, 3 — 23f Vgl. Ex. 13, 21 — 25f Vgl. Ps. 42, 3) [*](1 vorher: Περὶ τοῦ φυτευθέντος ἀμπελῶνος καὶ ἐκδοθέντος γεωργοῖς H περὶ τῆς παραβολῆς τοῦ ἀμπελῶνος Μ a. R. von später Hand 10 ἐπὶ πλέον Μ 24 <πυρὸς> Kl mit C1 Nr. 234 II 24/25 καταφυτεύσῃ Kl καταφυτεύσει M H 27 οὐκέτι <ὕστερον> Koe, vgl. lat.) [*](1 aliam—audite y* XX secundum mathm. In illo tempore dixit iesus discipulis suis parabolam hanc L 7 et cetera B (G eras.) et reliqua. Omelia Origenis de eadem lectione L 13 vide<bi>tur Kl, vgl. gr. videtur x* 16 a deo < G 27 nequaquam x* nequando ρ 29 fructus y* < L)

v.10.p.592
τούντων τόν καρπὸν ἀπὸ τῶν γεωργῶν καὶ τοῦ ἀμπελῶνος, ἵνα ἤδη δείξωσι παρειληφότες τὸν νόμον τὸ βεβιωκέναι κατ’ αὐτόν. δοῦλοι δέ οἱ πρὸς τοὺς γεωργοὺς πεμφθέντες λαβεῖν τοὺς καρποὺς οἱ πρῶτοι προφῆται, οὓς οἱ ἄρχοντες καὶ σοφοὶ τοῦ λαοῦ ὕβρισον τύπτοντες, τινὰς δὲ καὶ ἀνεῖλον καὶ ἄλλους λιθολεύστους πεποιήκασιν. ἄλλοι δέ μετὰ τούτους δοῦλοι πλείονες τῶν πρώτων ὁ καιρὸς τῶν πολλῶν προφητῶν, ὧν τὰ ὀνόματα ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων γέγραπται καὶ ἐν τῷ Ἱερεμίᾳ καὶ τοῖς Δώδεκα καὶ τῷ Δανιήλ· εἴποι γὰρ ἄν τις καὶ τὸν Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ προφητας γεγονεναι. καὶ τούτοις οὖν τοῖς πλείοσι παρὰ τοὺς προτέρους προφήτας ὡσαύτως ἐχρήσαντο, τύπτοντες κοὶ ἀναιροῦντες καὶ λιθοβολοῦντες. τελευταῖον δὲ τὸν υἱὸν αὐτοῦ ἀποστέλλει ὁ οἰκοδεσπότης, τὸν γύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐντρέψαι δυνάμενον τὸν ἀμπελῶνα καὶ τοὺς γεωργούς. ἀλλ᾿ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ σοφοὶ τοῦ λαοῦ τὸν υἱὸν ἰδόντες. οὐ πάντη ἀναίσθητοι τῆς ἑαυτῶν γενόμενοι ὑπεροχῆς, κληρο- [*](18 Vgl. Dan. 1, 6 usw.) [*](2 1. <αὐτοῦ> τοῦ ἀμπελῶνος? Kl, vgl. lat. 3 δείξωσι<ν οἱ> Koe 4 τὸ Hu, vgl. lat. tw MH 25 ἐαυτοῦ Η) [*](10 autem x* < μ 12 tem pus x* tempore μ 16 autem] 1. enim? Kl, vgl. gr.)
v.10.p.593
νόμον εἶναι αὐτὸν ὑπειλήφασι. τολμῶσι δὲ καὶ ἀποκτεῖναι αὐτόν, ἵνα αὐτοὶ κύριοι τοῦ ἀμπελῶνος γένωνται, κοὶ ἐκβαλόντες αὐτὸν καὶ ἐξω κρίναντες τῶν τοῦ Ἰσραὴλ πραγμάτων ἀπέκτειναν. καὶ εὐθέως ὁ τοῦ ἀμπελῶνος κύριος ὃν ἀπέκτειναν ἐπιδημεῖ ἀναστὰς ἐκ νεκρῶν, καὶ κακοὺς κακῶς τοὺς μέν γεωργοὺς ἀπόλλυσιν, ἄλλοις δὲ γεωργοῖς τοῖς ἀποστόλοις ἑαυτοῦ παραδίδωσι τοὺς ἀπὸ τοῦ λαοῦ πιστεύσοντος, τουτέστι τὸν ἀμπελῶνα, οἳ ἀποδιδόασιν ἐν τοῖς ἰδίοις καιροῖς τοὺς καρποὺς τῷ οἰκοδεσπότῃ. εἶτα εἰπόντων μετὰ τὴν παραβολὴν τῶν ἐν τοῖς ἀνωτέρω πυθομένων τὸ ἐν ποίᾳ ἐξουοίᾳ ταῦτα ποιεῖς;« τὰ ἀπὸ τοῦ κακοὺς κακῶς ἀπολέσει αὐτοὺς ὁ σωτὴρ ἀποκρίνεται, διδάσκων αὐτοὺς ἀπὸ τῆς προφητείας ὅτι ὑπ᾿ ἐκείνων μὲν <τῶν οἰκοδόμων> ἀπεδοκιμάσθη, δὲ τῷ θεῷ ἐστιν ἔντιμος καὶ κεφαλὴ τῆς ὅλης οἰκοδομῆς καὶ τῆς κατ᾿ αὐτὴν συνοχῆς, καὶ κεφαλή γε θαυμαστὴ ἐν ὀφθαλμοῖς τῶν εἰδότων βλέπειν αὐτήν. εἶτα, προφητεύων Περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως, φησὶ τοῖς μὴ πιστεύουσιν εἰς αὐτὸν διδασκάλοις Ἰουδαίων· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ [*](19 Matth. 21, 23 — 22ff ff Vgl. Ps. 117, 22. 23) [*](9 κακῶς κακοὺς Μa 12 λαοῦ + <λοιποὺς> Kl Koe, vgl. 20 τοῦ < M 23/24 <τῶν οἰκοδόμων> KI Koe, vgl. lat. 30 περὶ περὶ < Μ) [*](4 <et> Kl, vgl. gr. 7 Diehl Koe, vgl. gr. 11 <suis> vgl. gr. 16 I. ita ? Kl, vgl. gr. 24 est2 < L 34 eius R B suos G L)
v.10.p.594
καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

Ἀλλ᾿, ὡς προείπομεν , ὁλοσχερεστέρα τις καὶ οὐ κατὰ λέξιν ἐστὶν ἡ τοιαύτη διήγησις· πρὸς ἣν πολλά τις ἂν »πνευματικὸς« ὢν καὶ ἀνακρίνειν δυνάμενος »πάντα« ἐπαπορήσαι, κρούων τὴν ἀσάφεια<ν αὐτῆς, τουτέστι τὴν> κεκλεισμένην θύραν τῶν ἐνταῦθα κεκρυμμένων νοημάτων, καὶ ὀρθῶς ζητήσας εὕροι καὶ αἰτήσας ἀπὸ τοῦ θεοῦ λάβοι. καὶ ἡμεῖς δὲ κατὰ τὸ μέτριον ἡμῶν τοιαῦτα εἰς τὸν τόπον φανταζόμεθα ὅτι ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος ὁ θεός ἐστι, περὶ οὗ γέγραπται· »ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«. οὕτως γάρ, διὰ τὸ τροποφορεῖν καὶ φέρειν ἐν τῷ ἀνθρώπους ὠφελεῖν τρόπον ἀνθρώπινον τὸν ὠφελοῦντα ἀνθρώπους, ἔν τισι παραβολαῖς λέγεται εἶναι ἄνθρωπος. καὶ ἐνταῦθα μὲν ἄνθρωπος οἰκοδεσπότης καλεῖται διὰ τὸν ἀμπελῶνα καὶ τὸν περικείμενον τῷ [*](6f Vgl. I. Kor. 2, 15 — 8ff Vgl. Matth. 7, 7 - 19 Deut. 1, 31) [*](7 ὢν < H 8 ἀσάφεια<ν αὐτῆς — τὴν> Kl Koe, vgl. lat. 21 οὕτως Kl, vgl. lat. οὗτος Μ H) [*](5 *** Kl Koe, vgl. gr. 22f lat. kürzt 26/27 infantilia Koe infantia G L infantiam B)

v.10.p.595
ἀμπελῶνι φραγμὸν καὶ τὴν ληνὸν ἣν ὤρυξε καὶ τὸν πύργον ὃν ᾠκοδόμησε καὶ οὓς κέκτηται δούλους καὶ οὓς πέμπει πρὸς τοὺς γεωργοὺς καὶ δεύτερον ἀποστέλλει πλείονας. ὡς οἰκοδεσπότης δἐ ἐξέδοτο γεωργοῖς τὸν ἀμπε - λῶνα. ἀφ᾿ ὧν ἀφελὼν αὐτὸν δίδωσιν ἑτέροις. ἔτι δὲ πόλιν ἐν τοῖς ἀνωτέρω ἄνθρωπος οἰκοδεσπότης εἴρηται διὰ τούτων· ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τόν ἀμπελῶνα αὐτοῦ«· καὶ ὡς οἰκοδεσπότης γε ἀμπελῶνα ἔχει καὶ μισθοῦται γεωργούς, ἔστι δὲ αὐτῷ καὶ ἐπίτροπος ᾦ λέγει ’ »κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων«. ἐν δέ τῇ περὶ τοῦ δείπνου παραβολῇ καὶ τῶν γόμων τοῦ υἱοῦ αὐτοῦ καὶ τῆς κλήσεως οὐκ οἰκοδεσπότης ἀλλὰ βασιλεὺς εἴρηται· μείζων γὰρ ἢ οἰκοδεσπότης ἐστὶ πέμπων πέμπων στράτευμα ὡς βασιλεὺς καὶ ἀναιρῶν τοὺς κρατήσαντας »τοὺς τοὺς δούλους αὐτοῦ« καὶ ὑβρίσαντος καὶ ἀποκτείναντας αὐτούς, καὶ ἐν βασιλικῇ ἐξουσίᾳ, οὐχ ὡς οἰκοδεσπότης μόνον, »εἶπε τοῖς διακόνοις« δῆσαι πόδας καὶ χεῖρας« τοῦ εἰσελθόντος εἰς τοὺς [*](11 Matth. 20, 1 - 19 Matth. 20, 8 - 21 ff Vgl. Matth. 22, 2 — 26ff Vgl. Matth. 22, 7. 6 — 30ff Vgl. Matth. 22, 11—13) [*](5 καὶ > Koe 22 1. τοῦ <μεγάλου> Kl, vgl. Luc. 14, 16 24 ff ἀλλὰ — οἰκοδεσπότης <H)
v.10.p.596
γάμους μὴ ἔχοντος »ἔνδυμα γάμου« καὶ ἐκβαλεῖν »αὐτὸν εἰς τὸ ἐξώτερον σκότος«. ὅτε δὲ ἐν τοῖς ἀνωτέρω λέγεται· ἄνθρωπος εἶχε τέκνα δύο«, οὔτε οἰκοδεσπότης οὔτε βασιλεὺς ὠνόμασται ἀλλ’ ἁπλῶς ἄνθρπος.

Εἰσὶν οὖν. ὡσπερ πολλαὶ ἐπίνοιαι τοῦ θεοῦ κατὰ τὰς θείας γραφάς, οὕτω καὶ διαφοραὶ τοῦ ἄνθρωπον αὐτόν ὀνομάξεσθαι, ἤτοι ἁπλῶς ἢ οἰκοδεσπότην ἢ βασιλέα. καὶ ταῦτα μὲν κατὰ τὸν Ματθαῖον· κατὰ δέ τὸν Λουκᾶν ἡ ὁμοία τῇ ἐκκειμένῃ παραβολῇ ἄνθρωπον αὐτὸν ὠνόμασεν ἐν τῷ· »ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς«. ἀλλὰ καὶ Μᾶρκός φησιν· »ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ περιέθηκεν αὐτῷ φραγμόν«. πάλιν τε αὖ ὁ Λουκᾶς τὴν τῆς κλήσεως ἐκτιθέμενος παραβολὴν »ἄνθρωπός τις«, φησίν, ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς«. κοὶ σὺ δὲ συναγαγὼν εἴ που ὠνό\μασται ἄνθρωπος ὁ θεὸς καὶ »πνευματικὰ πνευματικοῖς« ἐν τῷ περὶ τούτου συγκρίνων λόγῳ καὶ ζητήσας ὀρθῶς τὰ κατὰ τοὺς τόπους, εὕροις ἂν ἀνάλογον τῇ ζητήσει σου πλείονα εἰς τὸ ἄνθρωπον λέγεσθαι τὸν θεόν. οὗτος δὴ ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος ἀμπελῶνα, ὅντινα ἐπιμελέστερον ζητητέον, μὴ ἀβασανίστως παρερχόμενον τὴν τοσαύτην παραβολήν.

[*](4 Matth. 21, 28 - 15 Luc. 20, 9 - 18 Marc. 12, 1 — 21/22 Luc. 14, 16 — 25 f Vgl. I. Kor. 2, 13)[*](20 τὴν < Ηα 31 ὁ] 1. ὡς ? Koe)
v.10.p.597

Τις οὖν ὁ ἀμπελὼν ἕτερος ὂν παρὰ τοὺς γεωργοὺς τοὺς πρώτους καὶ τοὺς δευτέρους, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος; ὁ δέ ἀμπελὼν οὗτος πρότερον μέν ἐκοδιδόμενός ἐστι γεωργοῖς ὑβρισταῖς, δεύτερον δέ κατὰ τοὺς ἀποκριναμένους περὶ τοῦ ἀμπελῶνος ἐκδιδόμενος ἄλλοις γεωργοῖς, οἵτινες δώσουσι τους καρπους αυτου εν τοῖς καιροῖς αὐτῶν, κατὰ δὴ τὸν σωτῆρα λέγοντο· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἆρα γὰρ δεήσει τοὐτὸν εἰπεῖν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ τῷ ἀμπελῶνι, αἰρομένην ἀπὸ τῶν προτέρων <γεωρ γῶν> > διδομένην δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἢ ἄλλο μέν εἶναι τὸν ἀμπελῶνα ἄλλο δέ τὴν βασιλείαν τοῦ θεοῦ; ἴδωμεν δέ πρῶτον, παραστήσαντες ἀπὸ τῆς γραφῆς ὅτι ἀμπελὼν καλεῖται ὁ λαός, εἰ δύναται ἐφαρμόσαι Πάντα τὰ κατὰ τὸν τόπον τῇ τοιαύτῃ διηγήσει. φησὶν οὖν Ἡσαΐας· »ᾄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. ἀμπελὼν ἀγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρὴν« [*](28 Jes. 5, If) [*](11 αὐτοῦ] αὐτᾶν Μ 12 δὴ Koe, vgl. lat . δὲ Μ H 14 ἡμῶν Ma w. e. sch. Η 18 τῷ<Ηa 19/20 <γεωργῶν> Κοe, vgl. lat. u. S. 600, 25 28 φησὶ H) [*](16 tolHtur Diehl, vgl. gr. colitur X 24 ergo] lat. las δὴ st. δὲ 27 > Diehl, vgl. gr. 30 dilecti Kl, vgl. gr. dilectae x 33 charicavi μ cariciavi Χ)

v.10.p.598
καὶ τὰ ἐξῆς εως του ἐποίησε δὲ ἀνομίαν κοὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν«.

Ἐξεθέμην δὴ τὸ ἀπὸ τοῦ Ἡσαΐου ᾆσμα βουλόμενος αὐτὸ συνεξετάσαι <ταύτῃ> τῇ παραβολῇ, κατὰ τοῦ αὐτοῦ κεῖται ὁ ἀμπελὼν σημαινομένου ἐν ἑκατέρᾳ τῇ γραφῆ. καὶ ὅρα, τίνα μὲν ὄμοια ἔχουσιν αἱ ἐκτεθεῖσαι λέξεις τίνα δέ οὐχ ὅμοια, ἵνα βλέπων τὰς διαφορὰς τῶν ὁμοίων πρὸς τὰ ἀνόμοια οὕτως ἐπιστήσῃς τῷ νῷ τῆς γραφῆς. ὅμοιον οὖν | τὸ ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον τῷ »ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ Προλήνιον ὥρυξα ἐν αύτῷ«. παράθες γὰρ τῷ ἐφύτευσεν ἀμπελῶνα τὸ ἐφύτευσα ἄμπελον σωρήκ«, καὶ τῷ φραγμὸν αὐτῷ περιέθηκε τὸ »φραγμὸν περιέθηκα«, καὶ τῷ ὤρυξεν ἐν αὐτῷ ληνὸν τὸ »καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ«, καὶ τῷ ᾠκοδόμησε πύργον τὸ [*](4. 8 Jes. 5, 7 - 24 Jes. 5, 1 —2 — 31 ff Jes. 5, 2) [*](12 <ταύτῃ> Diehl Kl Koe, vgl. lat. 14 ἐν < Μ 15 f lat. las ὅρα <ὅτι> τινὰ μὲν . . . τινὰ δὲ) [*](2 eam Ga B 11 < μ 16 dissimilia R G simiUa B L | *** Diehl, vgl. gr. 18 <sic> discas Diehl, vgl. gr.)

v.10.p.599
»καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αυτου«.

Κατ’ ἀμφοτέρους δέ τοὺς τό- Πους <ἀνόμοιον> περὶ τῶν καρπῶν λέγεται τοῦ ἀμἀμπελῶνος, παρὰ μέν τῷ Ἡσαΐᾳ ὅτι »ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας«, ἐν δέ τῇ τοῦ εὐαγγελίου παραβολῇ σαφῶς οὐχ ὁ ἀμπελὼν κατηγορεῖται ὡς μὴ δεδωκὼς τοὺς καρποὺς ἐγγίσαντος τοῦ καιροῦ αὐτῶν, ἀλλ᾿ οἱ γεωργοί, οἳ κοὶ λαβόντες τοὺς τοῦ οἰκοδεσπότου δούλους ὃν μὲν ἔδειραν, ὃν δέ ἀπέκτειναν, ὃν δέ ἐλιθοβόλησαν. καὶ ἡνίκα ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, πόλιν οἱ γεωργοὶ κατηγοροῦνται ποιήσαντες αὐτοῖς ὡσαύτως. καὶ τρίτον δέ οἱ γεωργοὶ κατηγοροῦνται εἰπόντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ τοῦ ἀμπελῶνος καὶ ἀποκτείναντες αὐτόν. καὶ ἐν μέν τῷ Ἡσαΐᾳ αὐτῷ τῷ ἀμπελῶνι ἀπειλεῖ ὁ λόγος λέγων · »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ [*](10 Jes. 5, 2 - 34 Jes. 5, 5f) [*](3 δὲ υ δὴ MH 4 <ἀνόμοιον> Kl, vgl. lat. 16 οἳ καὶ Kl, vgl. lat. οὗτοι M H 26 <ὡς> εἰπόντες Koe) [*](32 ipsa Ga ipse (Gc) 33 <ver bum> Koe, vgl. gr.)

v.10.p.600
ἔσται εἰς διαρπαγήν, <καὶ> τὸν τοῖχον αὐτοῦ ἔσται εἰς καταπάτημα. καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς ὡς χέρσον ἄκανθα«. ἀλλὰ καὶ ὅτε »ταῖς νεφέλαις« ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται ται »τοῦ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν«, τῷ ἀμπελῶνι ἀπειλεῖ, ὅντινα ὁ προφήτης εἶπεν εἶναι τὸν »τοῦ Ἰσραὴλ« οἶκον καὶ τὸν »ἄνθρωπον τοῦ Ἰούδα«, μὴ ποιήσαντα τὸν καρπόν, τὴν »κρίσιν« καὶ τὴν δικαιοσύνην, ποιήσοντα δέ ἀκάνθας, τὴν »ἀνομίαν« καὶ τὴν »κραυγήν«. ἐν δὲ τῷ εὐαγγελίῳ τὸν μὲν ἀμπελῶνα οὐδὲν εὑρίσκομεν πάσχοντα, ἀλλ᾿ (εἰ δεῖ οὕτως εἰπεῖν) μᾶλλον προνοούμενον τοῦ φέρειν τοὺς οἰκείους καρποὺς τῷ οἰκοδεσπότῃ· προνοῶν γὰρ οὗτος τοῦ ἀμπελῶνος αἴρει αὐτὸν τῶν προτέρων γεωργῶν, οἵτινες ἀποκρίνονται τῷ σωτῆρι πυθομένῳ καὶ εἰπόντι ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; κοὶ λέγουσιν , εἴτε ὑπὸ τοῦ λόγου καὶ τῆς ἀκολου- [*](8ff Jes. 5, 6 — 12 ff Vgl. Jes. 5, 7) [*](1 <καὶ> Koe, vgl. lat. u. LXX 8 ἐντελεῖ<σθαι ἐπαγγέλλε>ται > Kl, vgl. lat. 21/22 οἰκείους] ἰδίους Μ 33 ἀκολουθίας + parabolae lat.) [*](8 <cum> Diehl, vgl. gr. 26 est < L 30 enim cum L 29 29ff lat. exzerpiert hier)
v.10.p.601
θίας ἀναγκαζόμενοι εἴτε καὶ ἄκοντες (ἵν᾿ οὕτως εἴπω) τὰ περὶ αὑτῶν προφητεύοντες, ὡς ἄρα κακοὺς κακῶς ἀπολέσει ὁ κύριος τοῦ ἀμπελῶνος ἐλθὼν τοὺς γεωργούς, καὶ προνοούμενος τοῦ ἀμπελῶνος ἐκδώσεται αὐτὸν ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ ἀκολούθως τῷ »ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον« εἴρηται πρὸς τὸν ἁμαρτάνοντα λαόν· »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«, καὶ ἀνάλογον τῷ »ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας« καὶ τῷ »ἔμεινα <τοῦ> ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν« τὸ »πῶς ἐστράφη<ς> εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;«

Οὐκοῦν ὁρᾷς ἐν μὲν ταῖς προφητικαῖς λέξεσι τὸν λαὸν λέγόμενον εἶναι ἀμπελῶνα καὶ τὸν φυτεύσαντα αὐτὸν ἀπειλοῦντα καὶ λέγοντα αὐτῷ· [*](14 Jes. 5, 7 - 19 Jer. 2, 21 - 21 Jes. 5, 4 - 23 Jes. 5, 7 - 26 Jer. 2, 21) [*](3 αὑτῶν υ αὐτῶν Μ H 7 τοῦ ἀμπελῶνος < Η 8 ἐκδόσεται Μ 22 σταφηλὴν H 23 <τοῦ> Kl, vgl. LXX 26 ἐστράφη<ς> Lo 31f αὐτὸν ἀπειλοῦντα αὐτὸν καὶ λέγοντο· Μ) [*](7 provisionem faciens L 18 <peccantem> Diehl, vgl. gr. 27 vineae alienae G L)

v.10.p.602
»ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν« καὶ τὰ λοιπά, ἐν δὲ τοῖς εὐαγγελικαῖς οὐδεμίαν μέν μέμψιν προσαγομένην τῷ ἀμπελῶνι πᾶσαν δέ τοῖς γεωργοῖς, καὶ πρὸς τῷ μηδεμίαν εἶναι ἀπειλὴν τῷ ἀμπελῶνι καὶ πρόνοιαν αὐτοῦ γινομένην, ἵνα διδῷ τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. καὶ οὐκ ἂν δύναιο, τὴν ἀκρίβειαν βουλόμενος σῶσαι τῆς εὐαγγελικῆς γραφῆς, τρανῶς παραστῆσαι ὅτι ἀμπελὼν ὁ λαὸς ἦν. ἀλλὰ μήποτε ὁ κατὰ τὸ εὐαγγέλιον ἀμπελὼν ἡ βασιλεία ἐστὶ τοῦ θεοῦ, ἡ αὐτὴ (οἶμαι) τυγχάνουσα τῇ τῶν μετ’ ἐπισκοπῆς θεοῦ διδασκαλίᾳ. τὸ γὰρ ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς | καρποὺς αὐτῆς ἐπιφερόμενον τῇ περὶ τοῦ ἀμπελῶνος παραβολῇ σαφῶς (οἶμαι) δηλοῖ τὰ μυστήρια τῆς τοῦ θεοῦ βασιλείας λέγεσθαι εἶναι τὸν ἀμπελῶνα, ὃν ἐφύτευσεν ὁ οἰκοδεσπότης ἄνθρωπος. τοῦτον δὴ τὸν ἀμπελῶνα, ὄντα (ὡς οἶμαι) νόμον καὶ προφήτας καὶ πᾶσαν τὴν θείαν γραφήν, ἐξέδοτο ὁ κύριος τοῦ ἀμπελῶνος γεωργοῖς ’ προτέροις μέν τῷ λαῷ ἐκείνῳ καὶ γὰρ πρῶτοι [*](1 Jes. 5, 5) [*](11 δύναιτο <ὁ> Koe, vgl. lat.) [*](11 et Kl, v-gl. gr. sed x 32 quam (d. h. vineam) Kl, vgl. gr. quas x)
v.10.p.603
»ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ«), δευτέροις δέ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ. ἀλλ᾿ ἔργον ἐξομαλισαι ουτω νοουμενου του κατα τὸ εὐαγγέλιον ἀμπελῶνος τὸν περιτεθέντα αὐτῷ φραγμόν, οὐδέν πάσχοντα ὁποῖον <ὁ> ἐν Ἡσαΐᾳ φραγμός, φραγμός, οὗ γέγραπται· »ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν«, κοὶ τὴν ὀρυχθεῖσαν ἐν αὐτῷ ληνὸν καὶ τὸν οἰκοδομηθέντα πύργον.

Κοὶ ὅρα εἰ δυνάμεθα τὴν μὲν κατὰ τὴν θείαν γραφὴν φυσιολογίαν τὸν ἀμπελῶνα εἰπεῖν, τὸν δέ ἀκόλουθον τῇ ἀληθεῖ φυσιολογίᾳ βίον ἐν ἀρετῇ καὶ καλλίστοις ἤθεσι καρποφοροῦντα λέγειν εἶναι τὸν τοῦ ἀμπελῶνος καρπόν, τὸν δὲ λογικὸν τόπον καὶ πᾶν τὸ γράμμα τῆς γραφῆς τὸν φραγμὸν εἶναι τοῦ ἀμπελῶνος περικείμενον ἔξωθεν ὡς μὴ κατοπτεύεσθαι τοῖς ἔξωθεν τὸν ἀμπελῶνα καὶ τὸν ἐν κρυπτῷ μάλιστα καρπὸν αὐτοῦ, τὸ δὲ βάθος *** τῆς δεχομένης τοὺς καρποὺς τούτους ψυχῆς πᾶν ἐπιπόλαιον ἀποβαλούσης τὴν ὀρυχθεῖσαν εἶναι ἐν τῷ ἀμπελῶνι ληνόν. [*](1 Rom. 3, 2 - 10 Jes. 5, 5 - 14 - 611, 28 Vgl. II 244, 9 - 245, 7) [*](3 αὐτῆς Kl αὐτοῦ Μ H 9 <ὁ> . . . φραγμός Kl ... φραγμὸν Μ H 14 εἰ] ne fcrte lat. 17 ἀληθεῖ] eandem lat. 27 *** Koe, vgl. lat. 28/29 ἀποβαλλούσης II 244, 13, doch s. Hss) [*](7 sepes μ sepis x 14 ff naturali — eloquia dei] lat. las τὴν μὲν κατὰ τὴν φυσιολογίαν θείαν γραφὴν ? 15 possimus L 16 omnia y* < L 18/19 inreprehensibilem Χ* reprehensibilem ρ 21/22 scientias et <omnes> Diehl, vgl. gr. scripturas et x 26/27 profunditatem Kl profunditas x)

v.10.p.604
ὁ δὲ οἰκοδομηθεὶς ἐν τῷ ἀμπελῶνι πύργος, ἀνάστημα ἔχων καὶ δίαρμα καὶ ὕφος ὑπέρ τὸν ἀμπελῶνα καὶ τὸν φραγμὸν καὶ τὴν ληνόν, ὁ περὶ θεοῦ οἶμοι) λόγος ἐστί, ναὸς ὢν τοῦ ἐν αὐτῷ Μου νοῦ. καὶ περὶ τοιούτου νομίζω λελέχθαι πύργου ὑπὸ τοῦ σωτῆρος το τίς ἐξ ὑμῶν βουλόμενος πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον ψηφίζει«, εἰ δύναται θεῖναι τὸν θεμέλιον καὶ ἐκτελέσαι, »ἴνα μὴ« »ἄρξωνται οἱ θεωροῦντες ἐμπαίζειν« τῷ μὴ τελειώσαντι; διὰ γὰρ παραβολῆς κἀκεῖ δοκεῖ μοι λέγεσθαι ὅτι μέλλων θεολογεῖν σκόπησον, εἰ δύνασαι ἀρξάμενος πάντα ἃ ἀπαιτεῖ σε ὁ λόγος εἰς θεολογίαν τελειῶσαι, ἴνα μὴ ἀρξάμενος τῶν τῆς εὐσεβείας δογμάτων ἀτελῆ καταλίπῃς τὸν περὶ θεοῦ πύργον καὶ στεφάνην αὐτῷ μὴ ἐποικοδομήσῃς· εἰ γὰρ στεφάνην οὐκ ἐποικοδομήσεις, πεσεῖταί τις ἀπὸ τῆς περὶ θεοῦ ἐννοίας καὶ ἀπο- [*](1f Vgl. Rom. 3, 2; Hebr. 5, 12 17 Luc. 14, 28f) [*](8 τὸν] ipsam lat. 10 θεοῦ + et de dispensationihus Christi lat. 19 δύναται + prius lat. 32 ἐννοίας + scandalizatus lat.) [*](1 quem (als neutr.) Diehl quod Koe quam x 6 <vin> vgl. gr. 16 aliquo x* eo ρ 22 *** Koe, vgl. gr. 28 turrem + verbi B + verbo L 29 30 superaedificaverit y* aedificaverit L)
v.10.p.605
θανεῖται. τοῦτον δὴ τὸν (ὡς ἀποδεδώκαμεν) ἀμπελῶνα ἐξέδοτο γεωργοῖς, τῷ πρὸ ἡμῶν λαῷ, ὁθεός, καὶ ἀπεδήμησεν εἰς τὴν ἑαυτοῦ περιωπήν , δοὺς ἀφορμὰς τοῖς γεωργοῖς, ἐξ ὧν αὐτὸς ἐφύτευσε καὶ περιέθηκε καὶ ὤρυξε καὶ ᾠκοδόμησε, τοῦ φέρειν τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. ἤγγισαν μὲν οὖν καθ᾿ ἕκαστον οἱ καιροὶ τῶν καρπῶν, οἶμαι δ᾿ ὅτι καὶ <γενικῶς> ὅλῳ τῷ λαῷ. τὸ δὲ ἐγγίσαι τοὺς καιροὺς τῶν καρπῶν ἀκριβῶς μὲν διηγήσασθαι ἕξεως μείζονός ἐστιν ἢ καθ᾿ ἡμᾶς καὶ καρδίας πολλῷ καθαρωτέρας καὶ διορατικ<ωτέρ>ας παρ᾿ ἡμᾶς. ὅμως δὲ κατὰ δύναμιν ἐπιβαλοῦμεν οὕτως τῷ τόπῳ, ἀρξάμενοι ἀπὸ τῶν καθένα.

Καὶ νοείσθω ἐν ἑκάστῃ ψυχῇ ὁ λόγος ἄμπελος πεφυτευμένη ὑπὸ τοῦ οἰκοδεσπότου, καὶ ἀμπελὼν αἱ ἀφορμαὶ πάντων <τῶν> ἀναγκαίων εἰς σωτηρίαν προβλημάτων. ὥσπερ οὖν ἐπὶ τῶν ἀμπέλων ἐστί τις καιρὸς ὅτε ἐκφύει φύλλα, καὶ ἄλλος ὅτε τὰς ἀρχὰς τῶν καρπῶν δείκνυσιν ἔτι βραχείας, καὶ ἄλλος ὅτε κυπρίζει τὰ δειχθέντα, <καὶ ἄλλος ὅτε ὀμ- [*](8f gr. kürzt ? 13 <γενικῶς> Kl, vgl. lat. 18 διορατικ <ωτέρ>ας Kl Koe, διορατικῆς Μ H 19 κατὰ + τὴν Μ 24 ἐν < M 25 λόγος + quasi lat. 26 καὶ Koe ἢ Μ H 27 <τῶν> Diehl 33/34 <καὶ—ὀμφακίζει> Kl, vgl. lat.) [*](5/6 prospectionem x* perfectionem L profectionem μ 19 <multo> Diehl, vgl. gr. | *** Kl, vgl. gr. 30/31 pullula(n)t—quando (R) G (B) < L 32 <adhuc parvum> Diehl Kl, vgl. gr. 33 demonstrant L)

v.10.p.606
φακίζει> καὶ ἄλλος ὅτε καὶ ἄλλος ὅτε καιρός ἐστι τοῦ τρυγᾶν τετελειωμένους τοὺς καρποὺς καὶ ἑτοίμους πρὸς τὸ φέρειν οἴνου ποιότητα — οὕτως ὁ μὲν πρῶτος τῶν ἀνθρώπων τῆς ζωῆς καιρὸς κατὰ τὴν νηπιότητα ἐχέτω τὴν ἄμπελον οὐδὲν περικειμένην ἀλλὰ μόνον ἔχουσαν τὸ ζωτικόν· εἶτ᾿ ἐπὰν ὁ λόγος συμπληροῦσθαι ἄρχηται, ὁ καιρὸς ἔστω τῆς πρώτης ἀνθήσεως, ὅσον δὲ προκόπτει γεωργουμένη ἡ ψυχὴ τοσοῦτον κοὶ ὁ γεωργούμενος ἀμπελὼν δείγματα φέρει φέρει μελλόντων βοτρύων, κυπριζόντων μέν κοὶ ἀσμὴν εὐωδίας μελλούσης ἀρετῆς) φερόντων κατ᾿ ἀρχάς, ὕστερον δέ ἤδη καὶ ὀμφακιζόντων, ὅτε κακία μὲν <νεότητι ἔν>εστιν οὐχ ἡ παραμένουσα δέ ἀλλ᾿ ἡ ἀναγκαίως ὑγισταμένη καὶ οὐδέποτε νευομένη ἐπὶ τὸ χεῖρον, ἀλλ᾿ ἀεὶ (εἰ δεῖ οὕτως ἐπ᾿ ἀρετὴν ὁδεύουσα. ἐὰν δὲ παραμένῃ ἡ κακία, καὶ μὴ χρησώμεθα ἄλλῃ ὡς ἐπ᾿ ἀρετὴν διοδῳ ἀεὶ αὐτὴν ἐπὶ τὴν ἐπ᾿ ἀρετῇ προκοπὴν ἄγοντες, γίνεται ὄμφαξ, [*](6 τῶ ἀνω H 11 ἀνθίσεως Μ 12 ψυχὴ + pueri lat. 18 μελλόντων Kl, vgl. lat. μἀλλον τῶν M H 19 μὲν + adhuc lat. 22 ὅτι H | <νεότητι ἔν>εστιν Kl, vgl. lat. 24 + propter ’lat. 30 παρακειμένη Μ 31 ἀλλ᾿ las lat. Diehl) [*](5 fructvis < L 10 <vi>talem μ, vgl. gr. 12 germinationis x* generationis μ 18 futurarum Uiehl, vgl. S. 607, 12 ff. 17ff futurorum x —33 lat. liat mifiverstanden u. umgestellt, vgl. S. 607, 4—6 Diehl)
v.10.p.607
δν φαγων τις κατα τον προφητην αἱμωδιᾷ. ἐπὶ πλεῖον δέ τις προκόπτων οἱονεὶ περκάζουσαν μέν οὐδέπω δέ τετελειωμένην ἔχει τὴν σταφυλήν. ἔστι δέ τις > μετὰ τὴν προκοπὴν κατάστασις σπουδαία, ὅτε ἡ γεωργηθεῖσα ἄμπελος φέρει τὸν καρπόν, βότρυος ἀγάπης τελείους καὶ χαρᾶς καὶ εἰρήνης καὶ μακροθυμίας καὶ τῶν λοιπῶν, ἃ παρὰ τῷ ἀποστόλῳ κατείλεκται καὶ ἐν μυρίαις ἄλλαις γραφαῖς. ἔστι γάρ τις βότρυς κατὰ το »μακαριοι οι πτωχοι τῳ πνευματι« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πενθοῦντες« καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ πραεῖς« καὶ ἄλλος κατὰ τὸ μακάριοι οἱ εἰρηνοποιοὶ» καὶ ἄλλος κατὰ τὸ »μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ«. καὶ τί με δεῖ καταλέγειν τοὺς αἰτίους τῶν μακαρισμῶν βότρυας; ταῦτα δέ ἐπὶ Πλεῖον ἐξήτασα ἅτε τὸ ὅτε ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, νοῆσαι καὶ σαφηνίσαι θέλων.

Τοῦ οἰκοδεσπότου δέ ἐστι <μόνου> καὶ τῆς θείας ἐπιστήμης αὐτοῦ [*](1 Vgl. Jer. 38, 29 — 12ff Vgl. Gal. 5, 22 - 17 Matth. 5, 3 - 18 Matth. 5, 4 - 20 Matth. 5, 5 — 21 Matth. 5, 9 - 22 Matth. 5, 8) [*](7 δὲ + et lat. 9 <καὶ> Diehl vgl. lat. 11 καρπὸν + maturum lat. 12 βότρυας] et studiosas botriones, diuersas lat. 24 μακαρισμῶν + quasi diuersas lat. 26 ἅτε Kl Koe, vgl. lat. dia MH 31 <μόνου> Diehl Kl Koe, vgl. lat.) [*](5 aham R G aliquam B L 9 profectum y* perfectum L 12 studiosas R studiosos x 12/13 diversas y* diversos L 13 perfectas y* perfectos L 16 <aliae> Diehl, gr. 27 <intellegere et> Diehl, vgl. gr.)

v.10.p.608
εἰδέναι τόν ἑκάστου τῶν ἀνθρώπων καιρόν, πότε ἤγγισε καὶ πότε ἔτι πόρρω ἐστὶν ὁ καιρὸς τῶν τῶν καρπῶν. πῶν. καὶ ἡμεῖς δέ, ἐὰν ἐπὶ πλεῖον ἐπιστήσωμεν συγκρίνοντες τὸν χρόνον ἀφ᾿ οὗ ἐκλήθημεν τῷ παντὶ χρόνῳ τῆς πίστεως ἡμῶν, δυνησόμεθα ὁρᾶν πῶς τινες ὥσπερ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πόλιν χρείαν« ἔχουσι διδάσκεσθαι »τίνα τὰ στοιχεῖα <τῆς οὕτως> τῶν λογίων τοῦ οὕτως ὀφείλοντές τινες, ὅσον ἐπὶ τῷ χρόνῳ τῆς τοῦ θεοῦ οἰκονομίας καὶ τῷ κατὰ τὴν κλῆσιν ἁπάντων, ἤδη φέρειν τοὺς καρπούς, ἢ πάντως οὐκ <ἔχουσιν ἢ ὀφείλοντες > ἔχουσι μὲν ἀκαίρως δὲ κυπρίζοντας καὶ οὐκ ἐν καιρῷ ὀμφακίζοντας. εἰ νενόηταί σοι δὴ καθ’ ἕκαστον, πῶς δεῖ ἐκλαμβάνειν τὸ ὅτε δέ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, μετάβα εἰ δύνασαι) τῷ λόγῳ ἐπὶ τοὺς παραλαβόντας διὰ Μωσέως τὸν νόμον, ὅτι κἀκείνων ἤγγισέ ποτε ὁ καιρὸς τῶν καρπῶν καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους πρὸς τοὺς γεωργοὺς τοὺς πρώτους πιστευθέντας »τὰ λόγια τοῦ θεοῦ« ὑπέρ τοῦ λαβεῖν [*](9 Hebr. 5, 12 — 29 Rom. 3, 2) [*](1 εἰδέναι + vere lat. 2 πότε ἄγγισε καὶ < H | καὶ πότε] vel quando lat. ἢ > ποτε Koe 6 ἀφ᾿] ἐξ H 8 ὁρᾶν < Μ 11 /12 > Kl Koe, vgl. lat. 15 τῷ Koe τῶν MH 17 ἔχουσιν — > Kl Koe, vgl. lat. 20 δὴ] autem lat. 21 ἕκαστον <ἄνον> Kl, vgl. lat. 25 μεωυσέος ΜH) [*](2/3 fructuum < L)
v.10.p.609
τοὺς καρποὺς τοῦ ἐν ἑκάστῳ ἀμπελῶνος. εὐχερὲς μὲν οὖν εἰπεῖν ὅτι δούλους λέγει τοὺς προφήτας. ἀλλὰ ζητητέον πῶς ἀποστέλλονται πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς τοῦ ἀμπελῶνος καρπούς. εἴποι γὰρ ἄν τις ὅτι οὐκ ἐπὶ τῷ λαβεῖν ἀποστέλλονται τοὺς καρποὺς οἱ προφῆται, ἀλλ᾿ ἐπὶ τῷ γεωργῆσαι μᾶλλον καὶ συνεργῆσαι τοῖς καρποῖς.

Ὅρα οὖν εἰ δυνάμεθα λέγειν τὰ πνευματικὰ καρπώματα καὶ τὰς θείας προσφορὰς δίδοσθαι ἀπὸ τῶν γεωργησάντων τὸν ἀμπελῶνα τοῖς ἀποστελλομένοις δούλοις, ἵνα προσαγάγωσιν ὡς ἱερεῖς τῷ θεῷ τοὺς καρποὺς τοῦ προσφέροντος <λαοῦ>. ἀλλὰ λαβόντες οἱ γεωργοὶ ἐν τῷ λαῷ τοὺς ἀποσταλέντας δούλους λαβεῖν τοὺς καρποὺς τοῦ ἀμπελῶνος, ὃν μὲν ἔδειραν, ὡς »τὸν Μιχαίαν ἐπάταξεν εἰς τὴν σιαγόνα« »Σεδεκίας υἱὸς Χαναάν«, ὅτε καὶ εἶπεν αὐτῷ προφητεύσαντι ὁ ψευδοπροφήτης· »ὁποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;« ὃν δέ ἀπέκτειναν, ὡς Ζαχαρίαν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὃν δέ ἐλιθοβόλησαν , ὡς τὸν Ἀζαρίαν [*](16f Vgl. Gal. 5, 22 — 24 — 610,3 Vgl. Cc Nr. 55 Or. II 243, 9—11 An. — 24 III. Regn. 22, 24 — 30 f Vgl. Matth. 23, 35; Par.) [*](18 <λαοῦ> Kl, vgl. lat. 19 ἐν + illo lat.) [*](3 vitis] lat. las ἀμπέλου? 7 dicet Kl, vgl. gr. dicit x 25 percutiens + aliquis y 26 canaan G L 32 azariam] zac(h)ariam B(L))

v.10.p.610
υἱὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καθάπερ γέγραπται ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ἡνίκα γὰρ »πνεῦμα θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπε· τάδε λέγει κύριος ’ τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; ρίου ; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς«, ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι᾿ ἐντολῆς Ἰωὰς τοῦ βασιλέο)ς ἐν οὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησε μετ’ αὐτοῦ Ἰωδαὲ ὁ Πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνῃσκεν, εἶπεν· ἴδοι κύριος καὶ κρινάτω«.

Ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δούλους Πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. πλήρης δέ ἡ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπέρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δέ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ὁ ἀποστέλλων τὸν υἱὸν λέγει μέν· ἐντραπήσονται τόν υἱόν μου, ὡς οὐ προκατα- [*](3ff II. Paral. 24, 20—22) [*](7 παραπορεύεσθαι Ha 8 εὐοδωθήσεσθαι H 9 ἐγκατελείπετε Μ ἐγκατέλιπε Μ 24 ἡ] omnis lat. 32 ὁ] deus lat.) [*](4 azariam] zachariam B 5 et < L 21 <alios servos> Diehl vgl. gr. 25 ad] lat. versteht ὑπὲρ falsch ?)

v.10.p.611
λαβὼν δἐ τὸ μέλλον αὐτῷ συμβαίνειν τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πόλιν τε αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν· οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπήσονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. ὁ δέ τις ἐρεῖ ὅτι οὐκ εἶπεν ὁ πατὴρ πέμπων τὸν υἱόν· λήψεται ὁ υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ᾿ ὅτι ἐντραπήσονται· ἐνετράπησαν μέν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος ὁ υἱὸς ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.

[*](3 ῥητὸν + praesentem Iudaei lat. 4f lat. weicht ab | γε] δὲ Koe 24 ἐν αὐτοῖς M 25 ὅτι < H 28 κοὶ κατῶν H)[*](15 ff mit Jvoe ist anzunehmen, daß lat. hier das Stück gr. Ζ. 15—29 ausließ, während in gr. das Entsprechende zu lat. Ζ. 15—612, 6 ausfiel)
v.10.p.612

Ἅμα δέ κοὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες· τες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς υἱὸν τοῦ οἰκοδεσπότου. καὶ πρὸς τοῦτο δέ φήσει τις ὅτι, ἡνίκα διελάουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον ὅτι οὗτός ἐστιν ὁ Χριστός, πρὸς οὓς ἀπεκρί- ναντο ἄλλοι· »ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν«. εἶτ’ ἐπεὶ ἀπὸ τῶν σημείων καὶ τῶν τεραστίων καὶ θείων δυνάμεων πληττόμενοι ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ θεοῦ, οὐχ ὡμολόγουν δέ, καὶ ἀληθὲς μέν τὸ ἐντραπήσονται τὸν υἱόν μου, ἀληθὲς δὲ καὶ τὸ (ἀπεγνωκότων αὐτῶν ὅτι εἴη υἱὸς) λελέχθαι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν. διὰ τοῦτό φησιν ὁ σωτήρ ’ »κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«, ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα [*](17 Joh. 7, 27 - 31 Joh. 7, 28 — 34f Vgl. Matth. 2, 2) [*](25 μὲν Kl nach Diehl ἦν MH 33 τις + et lat. 27 ἀνεγνωκότων Koe) [*](8 sunt B 12 et y* e L 13 dicet Koe, vgL gr. dicit x Ι quoniam y* < L 18 est R G L sit B 20 *** Diehl, vgl. gr.)

v.10.p.613
ἔμαθεν ἀπὸ τῶν μόγων τετέχθαι τὸν βασιλέα »τῶν Ἰουδαίων«, ὄψεται ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν σωτῆρα, ἐγνωκότες ὅτι υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ. καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων ὅτι »ἐν Βηθλεὲμ« »γεννᾶται ὁ Χριστὸς« κοὶ συγκαταθέμενος ὅτι Χριστὸς εἴη ὁ γεννώμενος, ἀποστέλλει μέν αὐτοὺς λέγων· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ«, οὐδέν δ’ ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν ὅτι ὁ Χριστὸς ἦν. οὐκ ἂν γὰρ πάντη ἀπιστῶν πάντα τὰ παιδία ἀνεῖλε »τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων«· ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν χριστὸν τὸν προφητευόμενον καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι καὶ τὸ ὅσον γε ἐφ’ ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ σωτῆρι ἐγνωκεναι μεν οὐχ ὥστε καὶ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτῶν, [*](7 Vgl. Matth. 2, 5. 4 - 10 Matth, 2, 8 - 18 Matth. 2, 16) [*](1 τετάχθαι H w. e. sch. 4 υἱὸς + dei lat. 7/8 γενᾶται Μ 15 τῷ παιδίῳ] περὶ τοῦ παιδίω ω ex corr.) Μ 27 28 ἐγνωκέναι KI, vgl. lat. εἰρηκέναι MH 31 καὶ Koe, vgl. lat. δὲ H < Μ 32 αὐτῶν Koe, vgl. lat. αὐτοῦ Μ H) [*](10 praemittit Kl, vgl. gr. promittit x 28 secunclum + ea B)
v.10.p.614
ἐν ἑαυτοῖς γὰρ εἰπον· ουτός ἐστιν ὁ κληρονόμος). οὐδὲν <δ᾿> ἧττον αὐτὸν ἀνῃρηκέναι. ᾠήθησαν γὰρ ἀποκτείναντες τὸν Χριστὸν καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν («εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τόν κύριον τῆς δόξης ἐσταύρωσαν«) αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τὸν υἱὸν καὶ ἀπέκτειναν αὐτόν. τὸ δέ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος τοιοῦτον εἶναί μοι φαίνεται· τὸ ὅσον ἐφ’ ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος γα τῶν γεωργῶν, ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. κοὶ ἐπὶ τούτοις ὁ σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν λέγων αὐτοῖς ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; οἱ δέ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὑτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι ὡς κακοὶ κακῶς ἀπολούμενοι καὶ μηκέτι μέλλοντες ἔχειν »τὰ λόγια τοῦ θεοῦ«, τὸ κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελὼνα ἐκδώσεται ἄλλοις γεωργοῖς , οἵτινες τινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. [*](6 I. Kor. 2, 8 - 25 Vgl. Luc. 19, 22 - 29 Vgl. Rom. 3, 2) [*](2 > Kl 9 αὐτοῦ Μ 13 υἱὸν + αὐτοῦ H | ὸ δὲ(!) H am Anfang d. Zeile 14 ἐξέβαλον + euyn, lat.) [*](31 colonis] agricolis L)
v.10.p.615
και οιονει προφητευουσιν ομοιως τῳ Καιάφᾳ τῷ ἀρχιερεῖ »τοῦ ἐνιαυτοῦ ἐκείνου«, καὶ »ἀφ᾿ ἑαυτοῦ« μὴ εἰρηκότι τὸ ἀληθές, ἀλλ᾿ ἐπεὶ »ἀρχιερεὺς« ἧν <προφητεύσαντι>· δέ περὶ τῶν ἐθνῶν ὅτι δώσουσι τῷ οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

Εἶτα ὁ σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαου, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ᾿ αὐτῶν ὁ πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκοδομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐδέποτε ἀνέγνωτε ἐν τοῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· [*](2ff Vgl. Joh. 11,51 - 7 Vgl. Rora. 3, 2 - 11ff Vgl. Hier. in Matth. 173 A: quos enim supra operarios et vinitores et agricolas appellarat, nunc aedificatores id est caementarios vocat) [*](5 <προφητεύσαντι> Koe, vgl. 26 <εἰς> κεφαλήν Koe, vgl. lat. Ζ. 33 28/29 οἰκοδομήν Koe, vgl. lat.) [*](1 aut enira] I. etenim ? KI 7 ab eis y Pasch < L 15 factus est hic] factura est hoc L 25 26 conlocabit locabit Kl, vgl. gr. conlocavit x)

v.10.p.616
παρὰ κυριου εγενετο αυτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; κεῖται δέ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ γυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ«. καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. εἰ εἰ μὴ περὶ λίθου ὁ προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν εἴη ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶν ἐγένετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κεφαλὴν γο)νίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλη οἰκοδομῇ δεδο. μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ τοῦτο, τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον θον, ἤρθη μέν ἀπὸ τῶν γεωργῶν ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων [*](7 Ps. 117, 22—24) [*](2. 10 ἔστη H 16 ἀγνωμόνως Elt Kl εὐγνωμόνως MH)
v.10.p.617
»τὰ λόγια τοῦ θεοῦ«, ἐν οἷς ἦν ἡ βασιλεία τοῦ θεοῦ ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ <ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ> δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας δίδοται ἡ τοῦ θεοῦ βασιλεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ θεοῦ βασιλεία. Ἀλλ᾿ ἐρεῖ τις πῶς, εἰ μηδενὶ δίδοται ἡ τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἐκείνοις ἡ τοῦ θεοῦ βασιλεία ἀφ᾿ ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον. [*](1 Vgl. Röm. 3, 2) [*](4 <ἀρθήσεται—καὶ> Kl nach Koe, vgl. lat. 19 μὴ < Μ 20/21 ἡ τοῦ θεοῦ βασιλεία ἐκείνοις H 25 δυσχερία Η | ὄντες Koe οὕτως Μ H) [*](7 aliis etc.] lat. setzt fälschlich an die Stelle des Schlusses von Matth. 21, 43 den Schluß von Matth. 21, 41 Koe 20 et < Pasch)
v.10.p.618
οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς . περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδοτο αὐτὸν γεωργοῖς γεγραμμένον > ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου • ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων ’ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέρων ὅτι ἔδωκεν αὐτὸν γε γεωρηοῖς. καὶ ταῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν καὶ τὸ φανέν ἡμῖν εἰρήκαμεν· ὁ δέ βέλτιον δυνάμενος καὶ [*](4 πρότερον οὐ γέγραπται ὅτι καὶ ἔδωκεν αὐτὸν γεωργοῖς, ἀλλὰ> 12 <ἦν> Koe 15 — 18 καὶ — αὐτῆς <Η) [*](4f. 10ff [aut —tradidit] Kl, Er. des Ubersetzers 8. 12 ff aliis colonis] vgl. zu S. 617, 7 9 enim] 1. autem Koe, vgl. gr. 12 locabit Kl, vgl. gr. locavit x (aut tradidit hier an die bereits Verfälschte Lesart locavit angefiigt) 12f colonis aliis y 21 <quod> μ < X Pasch 22 ff [et ditur] u. [tradidit aut] Kl 25 et] aut B vel Pasch)
v.10.p.619
νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μἀλλον ἀκουέσθω.

Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες κρατῆσαι αὐτὸν ἐφοβήθησαν τοὺς τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. (Matth. 21, 45 —46.)

Ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ , ὧν τῆς μέν ἑτέρας ἀρχὴ ἦν · »ἄνθρωπὸς τις εἶχε τέκνα δύο«, τῆς δέ λοιπῆς· »ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα«, ἔγνωσαν ὅτι Περὶ αὐτῶν λέγει κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν ὁ δεύτερος υἱός · »ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε«, κατὰ δέ τὴν λοιΠὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, <ὁ Ἰησοῦς εἶπε> ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. καὶ γνόντες ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆσαι αὐτῷ ὅτι ποτ’ ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἶοί τε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν [*](14 Matth. 21, 28 — 15 Matth. 21, 33 — 19 Matth. 21, 30 — 23 Matth. 21, 43) [*](4 τὸς] bis scr. H 7 κρατῆσαι αὐτὸν] eum tenere lat. vgl. Ζ. 28 u. S. 622, 17 23 <ὁ Ἰησοῦς εἶπε> nach Hu Lo 24 ἡμῶν H) [*](6 diceret B 8 sicut] lat. las ὡς Koe, vgl. S. 622, 21 (lat.))

v.10.p.620
ἐχόντων τὸν Ἰησοῦν εἰς Προφήτην. κοὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν λόγον, ἵν᾿ ὡς κεγρατημένον παρ᾿ αὐτοῖς καθέλωσιν αὐτόν, οὗτοι οὐκ ἄv ποτε κροτήσαιεν <οὔτε θανατώσαιεν> αὐτόν, τῶν ὑπέρ οὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολομβονόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν κοὶ ἐπιβουλεῦσαι αὐτῷ.

Μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι εζήτουν κρατῆσαι αὐτόν , ἄλλως ἡ ἐν τῷ Ἄισματι τῶν ᾷσμάτων νύμφη, <ἣ> ζητήσασα αὐτὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, »ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις« μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν πορῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας »ἐν τῇ πόλει« καὶ εὑροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει· »ἐκράτησα αὐτὸν καὶ οὐκ ἀρήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«. ἀλλὰ [*](20ff Vgl. Cant. Cant. 3, 2—4 — 28 Cant. Cant. 3, 4) [*](1 εἰς] ὡς Μ 4 λόγον + veritatis lat. 7 <οὔτε θανατώσαιεν> αὐτόν Kl nach Diehl Koe, vgl. lat. αὐτοῦ Μ H 7 τῶν] <πολ>λῶν Koe, vgl. lat. 20 ἄλλως + autem lat. 21 <ἣ> Kl, vgl. lat. 26/27 αὐτὸν ἐν τῆ πόλει καὶ εὑροῦσα ἐκράτησεν Μ H ~ Hu, vgl. lat.) [*](10 praeconium y 13 avellunt eum R G avellent eum B avellent L 21 f surgens B Pasch subiens L ardens R G 22f <circum> u. <in> Diehl vgl. gr. 24 postquam + autem L 25 custod<ient>es Diehl, vgl. gr. 31 enim] l. autem ? Kl, vgl. gr.)

v.10.p.621
καὶ αὐτὴ <αὕτη> ἡ νύμφη κατ’ μὲν Ἄσματος τῶν ᾀσμάτων »ἐκράτησά« φησιν »αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«, πρὸς δέ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν κοὶ βέλτιον πραὰ τὸ πρότερον, φησίν· »εἶπα· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ«. ἵνα δέ νοήσῃς τοὺς ζητοῦτνα αὐτὸν κρατῆσαι ἀρχιερεὶς καὶ Φαρισαίους καὶ μὴ κρατοῦντος αὐτόν κατανόησον ὅτι ἐπὶ μέν τῶν ἄλλων πορὰ τὸν Χριστοῦ λόγον λόγων οἶόν τέ ἐστι καρτῆσαι καὶ περιδράξασθαι <καὶ τοῦ νοῦ (τῶν δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ ὡς ἡ γραφὴ ὠνόμασε) συμβιβάσαι. *** ουτω γαρ ο κατα τὸ ευαγγελιον σοφός, φός, ὡς »πνευματικὸς« ἀνακρίνων »πάντα, αὐτὸς δέ ὑπ’ οὐδενὸς« ἀνακρινόμενος, ἀνακρίνει μέν καὶ βασανίζει καὶ διελέγχει τοὺς ἄλ- [*](2 Cant. Cant. 3, 4 — 8 Cant. Cant. 7, 8 — 22 Vgl. I. Kor. 2, 16 — 29 Vgl. I. Kor. 2, 15) [*](1 > Kl Koe, vgl. lat. 16 <καὶ χωρίσαι> Diehl, vgl. lat. 23 *** Kl, vgl. lat. ; das dem μὲν Ζ. 14 entsprechende δὲ fehlt im gr. Koe) [*](3 domum B 20 habuerunt B | <(G) B 30 diiudicatur] iudicatur L 32/33 sapientium Kl, vgl. gr. sapientiam x)
v.10.p.622
λους λόγους εἴτε τῶν τοῦ κόσμου σοφῶν εἴτε τῶν ἐν τοῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνεται δὲ οὐδέ καταλαμβάνεται ὁ ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐδέ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν·» τίς γὰρ ἔγνω νοῦν κυρίου, ὄς συμβιβάσει αὐτόν;« καὶ σαφὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νουν, προτερον αυτον γνωσεται καὶ μετὰ τοῦτο συμβιβάσει· νοῦν« δέ κυρίου τίς« γνώσεται »ὄς συμβιβάσει αὐτόν«; ἁλώσεται γὰρ ὑπ’ αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

Πλὴν κἄν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν <καὶ> τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μέν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ προφήτην ἐκ τῶν ἀδελφλῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ« ὁ προφήτης ἐκεῖνος. ὄς δ’ ἄν »μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται«. [*](7ff I. Kor. 2, 16 — 26ff Act. 3, 22f, vgl. Deut. 18, 15. 19 5 τοῦ yv νοῦς H | κρατεῖται] lat. las μιαίνεται ? Diehl 12 γνώσεται; + <τίς ὀὖν ἔσται]> ? Kl, vgl. lat. 19 ἐπεὶ + καὶ H 23 <καὶ> Kl, vgl. lat. 31 τοῦ—ἐκείνου <Μ) [*](7 instruet Koe instruat x 10. 121. cognoscet ? Kl, vgl. gr. 28 Wortstellung wie im NT, gegen gr. Koe 31 audietis Diehl, vgl. gr.)

v.10.p.623
πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν ἀλλ’ ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον »πάσης κτίσεως« καὶ εἰκόνα »τοῦ θεοῦ τοῦ ἐν ᾧ »ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ κοὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«, καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν· »ὁ θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, προ του τι ποιησαι, καὶ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὰ ἑξῆς. κοὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντος περὶ αὐτοῦ καὶ ἑτοίμως ἔχοντος ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντος, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ ἐπιβουλεθυσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται· ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· παρὰ τοῦτο δ’ ἄν ποιήσοις ὅτι οἱ ὄχλοι, κἄν μὲν τῇ λέξει ὠς προφήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ ἄν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον εχουσιν αυτον ου εστιν, [*](4ff Vgl. Kol. 1, 15f - 12. 15 Prov. 8, 22 f (mit ἐκτήσατο: Philo de ebr. § 31=1, 362 Μ und Α΄ Σ΄ Φ΄ nach Euseb de eccl. theol. III, 2, 15 = IV, 142ff)) [*](12 ἐκτήσατο] so Orig. w. e. sch. nur hier (doch vgl. App. I u. S. 587, 29), dagegen creavit lat., = LXX ἔκτισε 29 μὲν Koe μὴ Μ H | ὡς] auch lat. εἰς Η) [*](10 eius + <magis> ? Kl, vgl. 11 dicens ρ dicente L dicente inquit y 12 deus] dominus L 18 paratas μ paratos x 30 *** Diehl, vgl. gr.)
v.10.p.624
οὐ φθάνοντες οὐδέ ἐπὶ τὴν ἐκ μέρους« γνωσιν τῶν ἐκ μέρους« αὐτὸν γινωσκόντων κοὶ οὐδὲν <ἄξιον> τρανοῦντες αυτου. Τοῦτο δέ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων. οὐ νομιστέον γὰρ εἰναι »ὑπὲρ« αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοι εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἔνα διδόντες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ ὀνόμασι <μόνοισ> διαιροῦντες τὸ ἔν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν »ἀδικίαν εἰς τὸ ὔψος« λαλοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν »ὑπὲρ« αὐτοῦ· οὐ γάρ εἰσι »μετ’« αὐτοῦ κοὶ διὰ τοῦτό εἰσι »κατ’« αὐτοῦ, »ὁ γὰρ μὴ ὢν φησὶ) μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν«. οὕτω δέ κἄν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ Περὶ τοῦ υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον ἢ συνάγουσι. φησὶ γὰρ ὁ σωτήρ · »καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει«· καὶ πρόσχες [*](3 Vgl. I. Kor. 13, 9 - 9. 21 Vgl. Marc. 12, 40 — 12f Vgl. Orig. fragm. in Eph. (Cramer Cat. VI, 169): οἱ συγχέοντες πατέρα καὶ υἱόν, vgl. dazu Harnack TU. 42, 4, 79f — 19 Vgl. Ps. 72, 8 — 21ff. 29 Matth. 12, 30) [*](4 αὐτῶν Η a 5 <ἄξιον> Kl vgl. lat. 9 γὰρ] δὲ Koe, vgl. lat. 10 rd ψεύδη] mendaciter lat., vgl. ἀληθῶς Ζ. 7 Koe 13/14 διδόντες] λέγοντες Koe, vgl. lat. 15 <μόνοισ> Kl Koe, vgl. lat. 25 δὲ] δὴ Koe 26 μὴ < Ηa) [*](1 pharisaei] scribae GL 9 <de > Diehl Koe, vgL gr. 13 <significantiam > Diehl, vgl. gr. | substantiam] lat. las ὑπόστασιν Koe 17 aestimant] lat. las τὸ ἐν <νομιζόμρνον> Koe 19 excelso y)
v.10.p.625
ὅτι μὴ εἴρηται ἁπλῶς· »ὁ μὴ συνάγων σκορπίζει«, ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς »μετ’ ἐμοῦ«, δεῖ γὰρ τὸν συνάγοντα μετ’ αὐτοῦ συνάγγειν. νοήσεις δέ τὸν μετ’ αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός« · τὸ γὰρ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« δηλοῖ τὸν συνάγοντα μετ’ αὐτοῦ. καὶ οὐκ ἄν λέγοις τὸ »συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν ἤτοι συναγομένοις ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ ἢ τοῦ Χριστου αυτου.

Ταῦτα καὶ διὰ τό τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπέρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν εσχηκεναι. συνεξετάσας δέ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρανότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα· ὄστις φησί · »καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δέ ἀρχιερεῖς καὶ οἱ γραμ- [*](6. 11. 15 I. Kor. 5, 4f — 33 Luc. 19, 47f) [*](22 τοῦ1 < Η 24—25 ὄχλους <ἀλθως> Koe 26 [καὶ] Diehl καἰ- <τοι> Koe) [*](19 — 23 Koe sieht in gr. und lat. hier nicht Reste des gleichen Satzstückes, vgl. Nachträge)

v.10.p.626
ματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λοοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὔρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἄπας ἐξεκρέματο αὐτοῦ ἀκούων«. κοὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν ἸουδαΪκῶν προϊστάμενοι παρανόμως ὄχλων ὀνομαζόμενοι ἀρχιερεῖς) κοὶ γραμματεῖς ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ ζητοῦσι μὲν τόν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἄτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ καὶ τὴν delav γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον οἱ] πρεσβύτεροι τοῦ λαοῦ, <καὶ> ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἶνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν.

[*](3. 13. 31 ποιήσωσιν ? Kl 7 ὄχλων Hu, vgl. lat. λόγ(ον MH 26 οἱ] Kl, vgl. Ζ. 23. 25 | > Kl nach Koe, vgl. lat. 33 ἀποστήσωσιν] lat. las ἀποσπάσωσιν Diehl)[*](5 turbis B L verbis R G, s. zu Ζ. 7 gr. S. 627, 17 gr. 14 dilectionem G L 16 <et verbum > Diehl, vgl. gr. 21 et y* essent L)
v.10.p.627

Τάχα δέ κ(Λ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες Περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι μέν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δέ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δήποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεις ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὄ ποιήσουσι. καὶ πάντες δέ οἱ πρεσβύτεροι, <οἱ ἀλλότριοι> τῆς Ἰησοῦ διδασκαλίας λόγιοι Ἑλλήνων καὶ βαρβάρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’ οὐ δύνανται νικώμενοι ἀπὸ παντὸς τοῦ λοοῦ Ἰησοῦ, ἐκκρεμαμένου τοῦ διδασκάλου ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. κοὶ ὁ Μᾶρκος δέ τὰ παραπλήσια ὑποβάλλει λέγων · »καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ«. πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται »ἐπὶ τῇ διδαχῇ αὐτοῦ«, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων κοὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλὺσαι [*](25. 31 Marc. 11, 18) [*](6 ὄχλος + fidelis lat. 8 γράμμασιν M 15/16 <oἱ ἀλλότριοι> ΚΙ, vgl. lat. 17 λόγιοι Koe, vgl. lat. λόγοι M H) [*](4 Christi est] est ex christi GL 9 et y* < L 15 alieni presbyteri L)

v.10.p.628
τὴν ἔχπληξιν παντὸς τοῦ λαοῦ αυτου.

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς λέγο)ν· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ποιῶν γόμους τῷ υἱῷ αὐτοῦ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καὶ τὰ ἑξῆς ἕως τοῦ· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί (Matth. 22, —14).

Καὶ αὕτη ἡ Παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ἔ ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς ὁ θεὸς καὶ πατὴρ Χριστοῦ Ἰησοῦ εἶναι λέγεται, οἱ δὲ γόμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης ἐκκλησίας χριστοῦ Πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς. οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένουσ εἰς τοὺς γόμους οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς ἐκκλησίας πρὸς Χριστόν. οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ οἱ μὴ ἀκούον- [*](15ff Vgl. Hier. in Matth. 174 C: rex iste, qui fecit nuptias filio suo, deus omnipotens est ; facit autem nuptias domino nostro lesu Christo et ecclesiae — 20 f Vgl. Act. 3, 21 — 22ff Vgl. C c Nr. 59 (Anf.) Or. C 1 Nr. 242 Or.) [*](3 vorher : Περὶ τῶν καλουμένων εἰς τοὺς γόμους H 14 δόξη Ηa 30 ἐλθεῖν < Η 31 ἀκούειν <θέλον>τες Koe, vgl. lat.) [*](3f et — dicens y* secundum mathm. In illo tempore dixit lesus discipulis suisL 10 et cetera + Omelia Origenis de eadem lectione L 1 7 domini nostri < y 20 > Diehl, vgl. gr. 28 > Diehl, vgl. gr.)

v.10.p.629
τες τῶν λόγων τῶν Προφητῶν ἦσαν, οἱ δέ ἀποστελλόμενοι ἄλλοι δοῦλοι ἄλλο ἄθροισμα προφητῶν, προφητῶν, τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ θεοῦ τροφαί· οὕτω δέ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι <ἕτοιμοι>, οὕς ἔλθη̣ τὸ τέλειον«) οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται καὶ πίονται. ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μέν μόνον ἠμέλουν τῶν λεγομένων καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο <κατὰ τῶν ἄλλοι δὲ καὶ ἐπονηρεύοντο> κατ' αὐτῶν. διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστπησαι βουδόμενος εἶπεν· οἱ δὲ ἀμελήσαντες ἀπῆθον, ὅς μὲν ἐπὶ τὸν ἴδιον ἀγρόν, ὅς δὲ ἐΠὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δέ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους ὕβρισον καὶ ἀπέκτειναν.

Εἶτα ἀκολούθως <ταύτῃ> ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασλέως νοεῖται, ἥν κοὶ ὁ ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων [*](4 f Anders Orig. fragra. 68 in Luc. (IX, 267, 25 ff.) : ἄριστον μὲν γὰρ οἱ εἰσαγωγικοῖ λόγοι ἤ ἠθικοὶ ἢ τὰ παλαιὰ λόγια, δεῖΠνον δὲ οἱ ἐν προκοπῇ λόγοι μυστκοὶ ἢ οἱ τῆς νέος διαθήκης. — 6 f Vgl. Hebr. 5, 14 — 10 I. Kor. 13, 10 —) [*](10 ὄντων (auch II 247, 10) > όντων Diehl όντων Koe, vgl. lat. | <ἕτοιμι> Kl nach Diehl Koe, vgl. lat. 12 φάγωνται καὶ πίωνται Η 17 f <κατὰ — ἐππνηρεύοντο> Kl, vgl. lat. 27 Diehl, vgl. lat.) [*](2 <servi> Diehl, vgl. 5 <erant> Diehl, vgl. gr. 8 apparata L 21 quidem] 1. autem ? Kl, vgl. gr.)

v.10.p.630
λέγει • ἐφθασε δὲ ἡ ὀργὴ ἐπ αὐτοὺς εἰς τέλος«. εἶτα προφητεύεται ὁ κατὰ Ἰουδαίων πόλεμος καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ καὶ ἡ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν ἐν τῷ καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε.

τὸ δὲ τότε λέγει τοῖς δούλοις ἀυτοῦ· ὁ μὲν γόμος ἕτοιμος, οἱ δέ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἄν εὕρητε καλέσατε εἰς τοὺς γάμους ἀναφέροιτο ἄν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντος Ἰουδαίοις· »ὑμῖν ἦν ἀναγκαῖον τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτούς, ἱδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη«. αἱ διέξοδοι οὖντῶν ὁδῶν τὰ > ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματο, παρ’ αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὕς ἐὰν εὕρωσιν. [*](1 I. Thess. 2, 16 — 2ff Vgl. Hier. in Matth. 175 C — — 631, Vgl. C c Nr. 60 (Mitte) Or. — 18 Act. 13, 46 — 21 ff Vgl. Hier. in Matth. 175 D: quaeritur autem, qiiomodo in his qui foris erant. inter malos et boni aliqui sint reperti. hunc locum plenius tractat apostolus ad Romanos [ dicens] , quod gentes naturaliter facientes ea, quae legis sunt, condemnent ludaeos etc. — 21 ff Vgl. C l Nr. 243 Or.) [*](6 ἐπιδημίαν] ascensionem lat. 20 ἑαυτούς + aeterna vita lat., vgl. S. 531, 3; 563, 1 22 f <ἐκτὸς—ἐθνῶν> Kl Koe, vgl. lat. 23 πράγματα] δόγματα C c Nr. 60 C Nr. 243) [*](4 ascensionem] so ? S. 648, 24 adventum 11 paratae + svint L 16 primum] so lat. S. 531, 1; 562, 27 — überall gegen gr. 20 gentium] lat. las ἐθνῶν st. ὁδῶν)

v.10.p.631
εὕρισκον δὲ τοὺς ἀκούοντας καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς καλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα I ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἶς ἐφαρμόζοις ἄν τὸ τοιοῦτο ἀποστολικόν· ὅταν δὲ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τά τοῦ νόμου ποιῶσιν. οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος · οἵτινες ἐνδείκνυνται τό ἔργον τοῦ νόμου γραπτὸν ἐν τοῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως«. καὶ ἐπλήσθη γε ὁ Χριστοῦ <καὶ> τῆς ἐκκλησίας γάμος καὶ ἀποκαταστάντων <τῷ θεῷ> , τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων, ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις.

Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγαθοῦς καλεῖσθαι <μὲν ἔ> δει, οὐ μὴν ωστε τους πονηρους μενειν πονηρούς, ἀλλὰ μεταμφιασαμένους καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γόμου ἐνδύματα ἐνδύσασθαι τὰ τοῦ γά- [*](10 Röm. 2, 14 f – 19 Vgl. Act. 3, 21 - 24 ff Vgl. C c Nr. 61 (Anfang) Or. Π 249, 6f) [*](1 εὕρισκον] vocabant lat. | ἀκούοντας κοὶ οὐκ] oboedientes tantum, non autem et lat. 8 μετριωτέρους + et rectiores lat. 18 <καὶ> Kl, vgl. lat. 19 ἀποκαταστάντων <τῷ θεῷ> Kl nach Diehl Koe, vgl. lat. ἀποκατάστασις Μ H 25 <μὲν ἔ > δει Κl Koe, vgl. lat. 29 – 632, 4 ἐνδύσασθαι — ἐνδύματα <Μa, ergänzt a. R. M c) [*](6 vocabant] et vocabant G L 29 indumenta] vestimenta L)

v.10.p.632
μου, »σπλάγχνα οἰκτιρμοῦ, χρηστοτητα, ταπεινοφροσυνην, πραοτητα, μακροθυμίαν« ταῦτα ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα), διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους , πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους καὶ τὰ τεθυμένα σιτιστὰ καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μέν τοὺς ἔχοντος ἔνδυμα γάμου καὶ εὐφράνῃ καταδικάσῃ δὲ τοὺς ἐναντίους. εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος μηδὲ ἐνδυσάμενον ἔνδυμα γόμου καὶ λέγει αὐτῷ· πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γόμου; εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν καὶ μὴ ἀνακαινωδεὶς μηδὲ ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν Χριστὸν ὡς μὴ ἔχων τόπον ἀπολογίας« φιμοῦται, διὰ τοῦτο γέγραπται τὸ ὁ δέ ἐφιμώθη. καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τετογμένων, δεθέντα τὴν πορείαν ᾗ [*](1 Kol. 3, 12 – 21 f Vgl. Kol. 3, 10 — 23f Vgl. Act. 25, 16 — 23 Π 249 10f — 28 ff Vgl. C c Nr. 62 Or. II 250, 5 f) [*](4 ἐστι <H 17 αὐτοῦ Μ 26 τὸ <Μ 30 πορείαν Kl, vgl. lat. u. ΙΙ πονηρίαν Μ H) [*](7 prandium praeparatum eis L | praeparatum] paratum G 11 atque delectet y* ad quae delectetur L 21/22 <vi> t Koe, vgl. 25 <obmutescit> Diehl, vgl. 29 incessionem Kl incessione y pedibus id est incessione L)
v.10.p.633
οὐκ εἰς δέον ἐχρήσατο καὶ τὴν δραστήριον δύναμιν ἐν ᾗ πρᾶξιν ἀγαθὴν οὐκ ἐτέλεσεν, ρὐ μόνον ἀπὸ τοῦ γόμου ἐκβληθῆναι, ἀλλ' ὥστε καὶ εἰς τὸν ἀλλότριον φωτὸς > καταδικασθῆναι τόπον, ἔνθα σκότος ἦν τὸ ὡς ἐν σκότεσι βαθύτερον καὶ καλούμενον σκότος ἐξώτερον. κοὶ εἴ τίς γε ἡμῶν ἐπὶ τὴν κλῆσιν ἐλθὼν τοῦ βασιλέως εἰς τοὺς γάμους τοῦ υἱοῦ αὐτοῦ, δοκεῖ μέν ὑπακούειν καὶ ἔρχεσθαι μετὰ τῶν κεκλημένων, οὐ μὴν ἐνδέδυται τὸ προειρημένον ἔνδυμα γάμου, ταῦτα πείσεται κοὶ δεθεὶς ποδῶν καὶ χειρῶν ἐκβληθήσεται εἰς τὸ σκότος τὸ ἐξώτερον , ἔνθα κατὰ τὸ »οὐαί, οἱ γελῶντες νῦν, ὅτι κλαύσετε«, ὁ κλαυθμὸς τοῖς τὰ τοῦ κλαυθμοῦ καὶ θρήνου ἄξια ἁμαρτήσασι· κλαύσονται δὲ θρηνοῦντες τὰς ἰδίας ταλαιπωρίας. εἶθ' ἵνα παραστήσῃ ὁ λόγος τὸν φόβον καὶ τὸν τρόμον καὶ τὰ σκυθρωπὰ πράγματα καὶ τοὺς πόνους ἐν οἷς ἔσονται οἱ μὴ ἐνδεδυμένοι ἔνδυμα γόμου, εἶπε τὸ ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ οὐ μόνον ὁ κλαυθμός, ἀλλὰ καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. [*](19 Lue. 6, 25) [*](5 ἀλλ' ὥστε] 1. ἀλλὰ πρός γε ? Kl 6 <παντὸς> Diehl, vgl. gr. σκότεσι Κl, vgl. lat. und z. B. S. 644, 29 σκότω MH ταῦτα] similia lat. 19 ἔνθα + erit lat. 24 ἁμαρτίσασι H) [*](2 bonum opus L 8 f tenebris <y 10 et x* < ρ 12 ventus R Gvenerit B 17 <et> Koe, vgl. gr. 31 <fletus et> Diehl, vgl. gr.)
v.10.p.634
καὶ ἐπιφέρεται τῇ ὅλη παραβολῇ, διὰ τὸ πολλοὺς δεδηλῶσθαι τοὺς κληθέντας οὐ πάνατας δὲ ἐληλυθέναι ἀλλ' ὀλίγους ἐξ αὐτῶν, τὸ πολλοί εἰσι κλητοί, ὀλίγοι δέ ἐκλεκτοί.

Ταῦτα μέν οὖν ὁλοσχερέστερον εἰς τὴν παραβολὴν λελέχθω, πειρασόμεθα δέ ἐπανελθόντες ἐρευνῆσαι κατὰ τὴν παροῦσαν δύναμιν αὐτήν, ἐὰν ὄρα βοηθηθέντες ὑπὸ τοῦ τῆς σοφίας πνεύματος δυνηθῶμέν τινα καὶ βαθύτερα εἰς τὴν παραβολὴν εὑρόντες οἰκοδομῆσαι καὶ κατὰ τὸ εὔλογον σιωπῆσαι ἢ αἰνίξασθαι ἢ ἐκθέσθαι. ἡ βασιλεία τοίνυν τῶν οὐρανῶν ὡμοιώθη κατὰ μέν τὸν βασιλεύοντα ἀνθρώπῳ βασιλεῖ, κατὰ δὲ τὸν συμβασιλεύοντα τῷ βασιλεῖ τῷ υἱῷ αὐτοῦ, κατὰ δέ τὰ βασιλευόμενα τοῖς δούλοις καὶ τοῖς κεκλημένοις εἰς τοὺς γάμους, ὧν οἱ μὲν οὐκ ἤθελον τοῦ] εἰσελθεῖν, οἱ δέ ἀμελήσαντες τοῦ εἰσελθεῖν ἀπῆλθον, ὅς μέν εἰς τὸν ἴδιον ἀγρόν , ὅς δέ ἐπὶ τὴν ἐμπορίαν αυτου, καὶ ἄλλοι <δὲ> κρατήσαντες δούλους ὕβρισαν καὶ ἀπέκτειναν. ἔτι τῶν βασιλευομένων ἐστὶ καὶ τὸ στράτευμα τοῦ βασιλέως, κοὶ οἱ ἀπὸ τῶν <διεξόδων τῶν> ὁδῶν συναγόμενοι πονηροὶ καὶ ἀγαθοί, ἕως ἐπλήσθῃ ὁ γόμος [*](10 τοῦ <H a 23 τοῦ] υ 27 ἐπὶ] εἰς Μ 29 <δὲ> Koe, vgl. 33 <διεξόδων τῶν> Koe, vgl. lat.) [*](19 regi y* <G c L)

v.10.p.635
ανακειμενων, και ο εν τοῖς ἀνακειμένοις οὐκ ἔχων ἔνδυμα γόμου, καὶ οἱ κελευσθέντες διάκονοι δῆσαι τὸν μὴ ἔχοντ(ι ἔνδυμα γόμου ποδῶν καὶ χειροῖν καὶ ἐκβαλεῖν αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον.

Ἐδύνατο μέντοι γεγράφθαι· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ χωρὶς τῆς ἄνθρωπος προσθήκης. ἀλλ' ἐπεὶ πρόσκειται καὶ τὸ ἀνθρώπῳ, ἀναγκαῖον καὶ τοῦτο διηγήσασθαι, οὕτως ἄν ὡς ἐμοὶ δοκεῖ) σαφηνισθέν. τῶν μὲν πρὸ ἡμῶν ποιήσας τις βιβλία νόμων ἱερῶν ἀλληγορίας, τὰς ὡσπερεὶ ἀνθρωποπαθῆ παριστάσας λέξεις τὸν θεὸν διηγούμενος καὶ τὰς τὸ θεῖον αὐτοῦ ἐμφαινούσας, ἑνὶ μὲν ῥητῇ ἐχρήσατο περὶ τοῦ ὡς ἄνθρωπον λέγεσθαι εἶναι τὸν θεὸν ἀνθρώπους οἰκονομοῦντα, τῷ ἐτροποφόρησέ σε κύριος ὁ θεός σου ὡς εἴ τις τροποφορήσαι ἄνθρωπος τὸν υἱὸν αὐτοῦ«, ἑνὶ δέ περὶ τοῦ μὴ ὡς ἄνθρωπον εἶναι τὸν θεόν, τῷ »οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι«.

ἡμεῖς δέ πολλὴν ἀφθονίαν ἔχομεν ἀπὸ τῶν [*](16 ff Vgl. Philo quod deus sit immutabilis § 53 (I, 280 Ma): δύο τὰ ἀνώτατα πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἔν μὲν ὅτι οὐχ ὡς ἄνθρωπος ὁ θεός« (Num. 23, 19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος κτλ. (Deut. 1, 31); vgl. auch Orig. hom. XVIII, 6 in Jer. (III, 158, 7ff) — 25 Deut. 1, 31 — 29 Num. 23, 19) [*](11 ἄνθρωπος] hominis lat. 12 πρόκειται Hu 19 τοῦ θεοῦ Μ) [*](17 libros <allegoricos> Diehl vgl. gr. 18 sermonem L 24 > Diehl, vgl. gr. 32 noster] ut mentiatur AT)

v.10.p.636
εὐαγγελικῶν περὶ τοῦ θεοῦ παραδειγμάτων, ἐν οἶς ὡμοιώθη κατα τινας παραβολὰς ἀνθρώπῳ. χρησόμεθα οὖν ταῖς ἄνθρωπον ὀνομαξούσαις παραβολαῖς τὸν θεὸν εἰς ἀπολογίαν τῶν ὅσον ἐπὶ ταῖς λέξεσιν ἀνθρωποπαθῆ φασκουσῶν εἶναι τὸν Χριστοῦ πατέρα, καὶ φήσομέν γε πρὸς τοὺς ἑτεροδόξους, διὰ τὸ μὴ νενοηκέναι τὰ οὕτο)ς λεγόμενα ἐν τοῖς παλαιοῖς γράμμασι προσκόπτοντας τῷ θεῷ νόμου καὶ προφητῶν καὶ τῆς τοῦ κόσμου κτίσεως ὅτι. εἴπερ ἀνθρώπῳ ὡμοίωται κατὰ τὰς τοῦ εὐαγγελίου γελίου παραβολὰς) ὁ θεός, διὰ τί ἀκολούθως ταύταις ταῖς παραβολαῖς οὐ παραδέχεσθε παραβολὴν εἶναι τὴν ὀργὴν <καὶ> τὸν καὶ τὴν μεταμέλειαν καὶ τὴν ἀποστροφὴν τοῦ προσώπου καὶ τὴν κάθισιν καὶ τὴν στάσιν καὶ τὸν περίπατον τοῦ θεοῦ ; τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐτοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμολογήσουσιν εἶναι παραβολήν. καὶ ἔτι πρὸς ἐκείνους ἐροῦμεν ὅτι, εἰ μὴ βούλεσθε, ἀκολούθως τῷ ἐν παραβολῇ ἄνθρωπον λέγεσθαι τὸν θεόν, ἐν παραβολῇ ἀκούειν τῶν ἀνθρωποπαθῶς περὶ αὐτοῦ ἀπαγγελλουσῶν γραφῶν, παραστήσατε πῶς ἄνθρωπος ὁ τῶν ὅλων κατὰ τὸ [*](1 εὐαγγελι<κ>ῶν Diehl, vgl. lat. 4 ταῖς + quasi lat. 6 ἀπολογίαν <γραφῶν> Κοe 9 τοὺς] τινας Koe, vgl. lat. 19 <καὶ> Kl, vgl. lat.) [*](2 locis y* <L 3/4 exponemus Kl, vgl. gr. exponimus x 9 dieemiis Kl, vgl. gr. dicamus G dicimus B L 12 peccant] et peccant y 13 et x* <μ | creationis x* creatoris ρ 18 dei v* <L)
v.10.p.637
εὐαγγέλιον λέγεται θεός, οὐδὲν ἀνθρώπινον (ὡς ὑμεῖς ὑπολαμβάνετε) λεγόμενος ἔχειν ἐν ἑαυτῷ.

Ἐκ περιουσίασ δέ ἐλέγξομεν αὐτοὺς μηδέ τὰ τῆς καινῆς διαθήκης γράμματα ἐξητακότας, ἐν οἷς κατὰ τὴν ἐνταῦθα παραβολὴν ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς ἄνθρωπος ὠργίσθη ἐπὶ τοῖς μὴ θελήσασι κατὰ τὴν κλῆσιν αὐτοῦ ἐλθεῖν εἰς τοὺς γάμους καὶ τοῖς ἀμελήσασι μὲν τοῦ δειπνήσαι εἰς τοὺς γάμους, ἀπεληλυθόσι δὲ εἰς τὸν ἴδιον ἀγρὸν ἢ ἐπὶ τὴν ἐμπορίαν, ὠργίσθη δὲ καὶ ἐπὶ τοῖς κρατήσασι τοὺς δούλους αὐτοῦ καὶ ὑβρίσασι καὶ ἀποκτείνασι. λεγέτωσαν γὰρ ἡμῖν πότερον ὁ ὀργισθεὶς οὗτος, ἅτε ποιῶν γάμους τῷ τῷ υἱῷ αὐτοῦ, ὁ πατήρ ἐστι τοῦ Χριοτοῦ ἢ ἄλλος τις παρὰ τὸν (ὅσον ἐπὶ τῇ παραβολῇ) ὀργισθέντα πατήρ ἐστιν αὐτοῦ. ἑκατέρως δέ στενοχωοηθήοονται, εἴτ᾿ ἐκ τοῦ μὴ θέλειν τὸν ὀργισθέντα ποιοῦντα γάμους τῷ υἱῷ πατέρα εἶναι τοῦ Χριστοῦ διὰ τὴν ὀργήν, εἴτ᾿ ἐκ τοῦ ἀνογκάζεσθαι διὰ τοὺς γάμους καὶ τὸν υἱὸν παραδέχεσθαι ὅτι αὐτὸς εἴη ὁ πατὴρ Χριστοῦ καὶ ὅτι ὀργίζεται. [*](2 ὑπολαμβάνεται H a 13 δειπνῆσαι 〈ἐλθοῦσιν〉 Koe 19ff gr. kürzt) [*](4 et ab exitu] 1. ex superfluo Diehl, vgl. gr. 5 veteris] lat. las παλαιᾶς st. καινῆς? 7f lat. frei)

v.10.p.638
ἐὰν δὲ διήγησιν τῷ ἀργίζεσθαι πειραθῶσι φέρειν, φήσομεν πρὸς αὐτοὺς ὅτι· ὦ οὗτοι, τίς ἡ ἀποκλήρωσις, μη φευγειν μευ τον εν τῳ εὐαγγελίῳ ποιοῦντα γάμους τῷ υἱῷ αὐτοῦ διὰ τὴν ὀργὴν καὶ ἄλλον ζητεῖν, ἐν δὲ τῷ νόμῳ καὶ τοῖς προφήταις διὰ τὸ αὐτὸ τῆς ὀργῆς ὄνομα καὶ τὰ παραπλήσια αὐτῇ ζητεῖν ἀναπλάττειν ἕτερον παρὰ τὸν τοῦ] νόμου καὶ προφητῶν θεόν ;

Ὅσον οὖν ἄνθρωποί ἐσμεν, καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον »τῆς χρηστότητος« τοῦ θεοῦ καὶ τὸ πολὺ πλῆθος τῆς χρηστότητος« αὐτοῦ κεκρυμμένης ὑπ’ αὐτοῦ ἵνα μὴ βλαβῶμεν) θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος καὶ ἀνθρώπους οἰκονομήσῃ μὴ χωροῦντας οἰκονομηθῆναι ὑπὸ τοῦ θεοῦ, πάντη μένοντος θεοῦ καὶ ἐν τῷ λέγειν διὰ προφητῶν κοὶ ἐν τῷ οἰκονομεῖν ἀνθρώπους. καὶ τότε παύσεται ὁμοιουμένη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ , ὅταν παυσαμένου ζήλου καὶ ἔριδος καὶ τῶν λοιπῶν παθῶν καὶ ἁμαρτημάτων καὶ τοῦ »κατὰ ἄνθρωπον» περιπατεῖν, ἔξιοι γενώμεθα ἀκοῦσαι ἀπὸ τοῦ θεοῦ· ἐγὼ εἶπα • θεοί ἐστε καὶ υἱοὶ ὑφίστου πάντες«, [*](14 Vgl. Rom. 2, 4 – 15 f Vgl. Ps. 30, 20 – 26 – 639, 7 Vgl. II 246, – 7 – 28 f Vgl. I. Kor. ö. — 31 Vgl. I. Kor. 3, 3 – 33 Ps. 81, 6 — 33 — 642, 3 Vgl. C luc Nr. 48 Or.) [*](6 κοὶ <μὴ> ? Hu 11 τοῦ] 21 ἄνθρωπος + apud homines lat. 23 μένοντος] lat. las μὲν ὄντος Diehl Koe) [*](13/14 divinae bonitates L 20 dispensat G c)

v.10.p.639
ἢ τοῦ ριστοῦ αὐτοῦ, μηκέτι πράττοντες τοιαῦτα ἐφ’ οἶς λέγοιτ’ ἄν <ἡμῖν>· »ὑμεῖς δέ ὡς ἀποθηῄσκετε«. ἐγὼ δ’ οἶμαι ὅτι οὐ μόνον τὸ ἀνθρώπῳ βασιλεῖ ὁμοιοῦσθαι τὴν βασιλείαν τῶν οὐρανῶν παύσεται, ἀλλὰ καὶ ἄλλα μυρία ὧν χρῄζει ἁμαρτωλὸς ἄνθρωπος, οἶον γέγραπιαι ἐν τῷ Ὠσηέ • »ἐγὼ δέ εἰμι ὡς πάνυηρ τῷ Ἐφραΐμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα«, καὶ ἐν ἄλλῳ τόπῳ· »ἀπαντήσομαί« φησιν αὐτοῖς ὡς ἄρκτος ἀπορουμένη. παύσεται οὖν ποτε ὢν ὡς πάνθηρ καὶ ὡς λέων καὶ ὡς ἄρκτος ἀπορουμένη, ὅτε διὰ τὸ τοὺς τόδε πεποιηκότος μηκέτι χρῄζειν τοῦ ὡς πάνθηρος καὶ τοῦ ὡς λέοντος κοὶ τοῦ ὡς ἄρκτου <ἀπορουμένης> αὐτὸς οὐκέτι ἔχων τοὺς <τοιούτους> τοιούτου χρῄζοντας, ἐμφανίσει ἑαυτὸν »καθώς ἐστιν«. ἐγὼ δέ οὕτως ἀκούω καὶ τοῦ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, ἐπείπερ ὅσον μέν <ἐν ἡμῖν> ἐστι τὰ τοῦ καταναλίσκεσθαι ἄξια, ἐπὶ τοσοῦτον ὁ θεὸς ἡμῶν πῦρ ἐστι κατανλίσκον« ἐκεῖνα· ἐπὰν δέ ἀναλωθῇ ὑπὸ τοῦ κατανα- [*](3 Ps. 81, – 10 Hos. 5, 14 — 12 Hos 13. 8 — 22 Vgl. I. Joh. 3, 2 – 23 Deut. 4, 24: oft von Orig. zitiert, Ζ. B. I, 283, 4ff. II, 142, 4ff. III 138, 20 – 27 Vgl. Deut. 4, 24) [*](3 > Diehl Kl Koe vgl. lat. 5 τὸ] τὼ Η a 14 — 16 παύσεται — ἀπορουμένη <Μ 15 ὢν Koe, vgl. lat. τῶν H 19 <ἀπορουμένης θεοῦ> Kl Koe, vgl. lat. 21 <τοιούτους> Κl, vgl. 24 — 27 πῦρ — Η 25 <ἐν ἡμῖν> Kl, vgl. lat.) [*](11 huic Ephrem y* <L 16ff lat. frei 21 <eum> Diehl 23 et <G L 25 — 27 quoniam – est y* <L)
v.10.p.640
λισκοντος πυρος τα πεφυκοτα υπ ἐκείνου ἀναλίσκεσθαι, τότε οὐκέτι μὲν ἔσται »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον«, μόνον δέ ὡς εἶπεν Ἰωάννης φῶς, λέγων · ὁ θεὸς φῶς εστι«. τούτων δέ κινηθέντων πρόσχες εἰ δύνασαι τὸ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς οὕτως ἔχον · »ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, κοὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀφόμεθα αὐτὸν καθώς ἐστι«, τὸν τρόπον τοῦτον ἐκλαβεῖν. νῦν μέν γάρ, κἄν ἀξιωθῶμεν βλέπειν τὸν θεὸν θεὸν νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν »αὐτὸν καθώς ἐστιν« ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῖν γίνεται· ἐπὶ δέ τέλει τῶν πραγμάτων καὶ τῆς »ἀποκαταστάσεως πόντων ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἐξ αἰῶνος προφητῶν αὐτοῦ«, ὀφόμεθα αὐτόν, οὐχ ὡς νῦν, ὁ οὐκ ἔστιν, ἀλλ' ὡς πρέπει τότε, ὅ ἐστιν.

Ἅπαξ δέ ταῦτα εἰπόντες εἰς τὸ ὡμοιώθη ἡ βασιλεία [*](3 Vgl. Deut. 4, 24 — 5 I. Joh. 1, 5 — 7 I. Joh. 4, 8. 16 — 9/10 Zur Zitationsformel vgl. Harnack TU. 42, 4, 6, A. 3 — 10 I. Joh. 3, 2 — 22 Act. 3, 21 1 τὰ πεφυκότα] i. m. τὰ ἔργα δηλο ΑΒΒREV τῆς ἁμ ABBREV H 12/13 οἴδαμεν + autem lat. 26 ὃ] lat. las καθ᾿ ὃ Koe) [*](1 igni G a I consueta] lat. las εἰωθότα st. πεφυκότα Koe 4 <solum> Diehl, vgl. gr. 7 — est y* <L 8 movimus Kl, vgl. gr. novimus x 9 potes] potest esse L 21 dispositionem sitionem nostram L 24 sanctorum rum y* < L 25 <suorum> vgl. gr. 28 decuerit μ docuerit x)

v.10.p.641
τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ δυνάμεθα καὶ τὴν αἰτίαν εὐρεῖν τοῦ συνεχῶς τὸν σωτῆρα υἱὸν τοῦ ἀνθρώπου ἢ υἱὸν ἀνθρώπου ἑαυτὸν ὠνομακέναι, δηλοῦντα ὅτι, ὥσπερ ὁ θεὸς ἀνθρώπους οἰκονομῶν ὡς ἐν παραβολαῖς ἄνθρωπος λέγεται, τάχα δὲ πως καὶ γίνεται, οὕτως καὶ ὁ σωτὴρ προηγουμένως > υἱὸς ὢν τοῦ θεοῦ καὶ ἐστι καὶ υἱὸς τῆς ἀγάπης αὐτοῦ« καὶ »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«· οὐ μένει δὲ ἐν ᾧ ἐστι προηγουμένωνς, ἀλλὰ γίνεται κατ' οἰκονομίαν τοῦ ἐν παραβλαῖς λεγομένου ἀνθρώπου ὄντος δέ θεοῦ) υἱὸς ἀνθρώπου, κατὰ τὸ μιμεῖσθαι, ὅταν ἀνθρώπους οἰκονομῇ, τὸν θεόν, λεγόμενον ἐν παραβολαῖς καὶ γινόμενόν πως ἄνθρωπον. καὶ οὐ χρή τινα ἄνθρωπον ζητεῖν κἀκείνου λέγειν υἱὸν εἶναι τὸν σωτῆρα, ἀλλὰ στάντα ἐπὶ τῆς ἐννοίας τοῦ θεοῦ καὶ τῶν λεγουσῶν παραβολῶν αὐτὸν εἶναι ἄνθρωπον συνετῶς ἀκούειν αὐτοῦ λέγοντος ἑαυτὸν υἱὸν τοῦ ἀνθρώπου. Παρ’ ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν <ἀνθρώπῳ> βασιλεῖ, [*](11 Vgl. Joh. 1, 1 - 12 Kol. 1 13; 15 – 19 lat. Vgl. Phil. 2, 7 ? — 29—642,3 Vgl. ΙΙ 246, 2f) [*](1 τῶν οὐρανῶν] τοῦ θῦ Μ 11 > Kl nach Koe, vgl. lat. 17 ὄντως Η a 21 πως] lat. las ὡς Koe 27 ἑαυτοῦ Μ 31 > Lo, vgl. C luc Nr. 48) [*](3 saepe salvator] et saepe salvator vator B saepe salvator et L 3/4 filium se L 11 <est> Kl, vgl. 16. 19 > u. [hominis] Diehl Kl, vgl. gr. <est—deus> KI, vgl. gr. 21 [sed] dei KI, vgl. gr. sed deum Χ 22 fit] sit L)
v.10.p.642
παρὰ δὲ τοῖς κατὰ τὰς γραφὰς λεγομένοις θεοῖς, ὧν »ἐν συναγωγῇ ἔστη ὁ θεός, ἐν μέσῳ θεοὺς« διακρίνων, ἡ βασιλεία τῶν οὐρανῶν ἐστιν ὁμοία ὁμοία θεῷ βασιλεῖ.