Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παραβολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μέν μετ' εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ' ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἐξῆς αὐτῆς. <καὶ> πρῶτον τοίνυν ἴδωμεν περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰΠεῖν, μεγάλην μὲν ὡς Πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ἀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος ζωήν. ταχα γαρ και τινων τῶν μακαρίων δυνάμεων καὶ [*](4 αἰνίξαιτό <τι> Kl naeh Koe, τὸ (Μ ξε-) H 11 ἀπολϊπόμενοι Μ 13 πραγμάτων] δογμάτων vgl. S. 444, 23f Elt 22 <καὶ> Kl nach Koe, vgl. 25 ὅλον + Jioc lat. 35 τινων Kl, vgl. lat. τισι M Η) [*](10 age] itaque B 22 videamus x * videbimus ρ 25 unum] lat. las ἡμέραν μίαν, vgl. S. 444, 27 Koe)

v.10.p.443
ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὐποκάτω τῆς ἀρχικῆς τριάδος. <τοῦτον γὰρ τὸν> ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὅν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται · »μνήσθητε ἡμέρας αἰῶνος« ἢ μή ζητήσει ὁ δυνάμενος. εἶτα εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐννοεῖν εἰς τὸ »ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδοδέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. κοὶ εἶπα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος;« καὶ τάχα ἵνα τολμηρότερον εἴπω) εἰς μὲν »τοὺς αἰῶνας« οὐκ »ἀπώσεται κύριος« πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται ἡ τοιάδε ἁμαρτία »οὔτε ἐν [*](16 Deut. 32, 7 - 21. 27 Ps. 76, 7 f. — 31 Matth. 12, 32) [*](2 γένους τῶν ὑποκάτω Kl Koe γενητῶν τὰ κατὰ H γεννητῶν τὰ κατὰ Μ 3 <τοῦτον γὰρ τὸν> Koe, 4 ὄλος ὁ ~ Μ 6 παρὰ Μ 19 ἡμέραιῶνος H | εἰσιν, Kl Koe, vgl. lat., ὡς MH 23 ἔσκαλλε H 31 f ἐν τῷ < H) [*](4 hominum R (G) omnium B L 18 et] 1. ita ? Kl; so oft für gr. 20 intellegere + eorum R G)
v.10.p.444
τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«.

Τίς οὖν ἄρα ἱκανὸς τὰς ἔξ ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἐβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρὡτῳ μηνὶ ἑορτὰς καὶ <τὸν ἐν> τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα καὶ ταῖς ἐξῆς τῶν ἀξύμων; οὕτω δέ ἀνάλογον εἰς ἔβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἐορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέροις καὶ ὅλον τὸν ἐβδομαδικὸν ἐνιαυτόν, ἐν ἐν ᾦ πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς <τῆς γῆς>. τις δἐ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν ἀβύσσου δέ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἔνα τις ἀναβῇ καὶ ἵδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα ; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἠμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ »πάντα« ἐρευνῶντος, »καὶ τὰ βάθη τοῦ [*](14 ff Vgl. Lev. 25, 6f — 20ff Vgl. Lev . 25, 10ff - 32 Vgl. I. Kor. 2, 10) [*](4 ἀναπαύσεως Kl, vgl. lat. ἀναστάσεως M H 6 σάββατα <καὶ> 8 〈τὸ ἐν〉 Kl, vgL lat. 10 καὶ <ἐν> Koe, vgL lat. 14 ἑβδομαδικὸν Ru ἑβδοματικὸν MH 19 γεωργουμένης <τῆς γῆς> Kl nach Hu Koe, vgl. lat. γεωργουμένην Μ H) [*](2 nec in futuro saeculo G L 14 septiraanalem annum y* septimanale magnum L 17 sunt y* sint L 23/24 altitudines y 26 in lege] intellege Ga intellegi (R) Gc 32. spiritum Gc B)

v.10.p.445
θεοῦ«. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρηταί τινα δεῖν γίνεσθαι, οὕτως οἱονεὶ) <καὶ> »ἐπὶ« πλειόνων »αἰώνων εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε ὅ τι δήποτε, »εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη« ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πόλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ »ἀνδείξηται ὁ θεὸς έν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ« εἰς οὒς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. κοὶ ταῦτα μέν διὰ τὴν ἐν τῇ <ἐκκειμένῃ> παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος· παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντέχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν«. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν έν - δεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, κοὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

[*](4ff Hebr. 9, 26 — 11 Eph. 2, 7 — 18 I. Joh. 2, 18)[*](3 γενέσθαι Μ 4 <καὶ> Koe, lat. 6 δείποτε Ha 8 <ἑνὸς> Kl vgl.lat. 15 > Diehl Kl Koe, vgl. lat. u. S. 440, 20; 444, 28 17 καὶ < Μ 23 ὥρa + est lat.)[*](13 deus < L 16 <in> vgl. gr. 18 qui] quae y 19 quae Kl Koe, vgl. gr. quem x 25 cognovimus G L)
v.10.p.446

Μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργa τοῦ ἀμπελῶνος· πρώτῳ μέν ὅτε ἐξῆλθεν ἅμα ποωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δέ ὅτε ἐξελθῶν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δἐ καὶ τετάρτῳ ὅτε Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν - νάτην ὥραν ἐποίησεν ὡσαύτως, πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε- κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε εστηκατε ολην την ημεραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μέν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κασμοποιίᾳ· ἐξῆλθε γὰρ ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ ἵν' οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας βείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, [*](23 ff Vgl. Hier. in Matth. 153 A: sunt qui hanc parabolam aliter edissein rant : prima hora volunt missum esse in vineam Adam et reliquos patriarchas usque ad Noe, tertia ipsum Noe usque ad Abraham et circumcisionem ei datam, sexta ab Abraham usque ad Moysen, quando lex data est etc.) [*](1 1. ζητῶμεν ? Kl, vgl. lat. 5 ὅτι Μ προῒ Η 9 ὅτι Μ —27 ἅμα — Ἀδάμ <H) [*](4 tradidit R Gc | l. primo? Kl, vgl. Ζ.9 10 vidit] et vidit RGc 13 <horam> Koe, vgl. gr. 15 quinto Elt, vgl. gr. quando Μ H 18 <quando> Elt vgl. gr.)

v.10.p.447
κοὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾦ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δέ τὸ κατὰ τὸν Μωσέα κοὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν κοὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δέ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας »τὸν λόγον τῆς ἀληθείας« ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τους εργασομενους αυτου τα εργα. εἷς γὰρ Κριστὸς ὁ ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό- μησεν.

Εἐ δέ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐρυ<ατ> ῶν παραλήψεις, ὁ δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ [*](15 ff Vgl. II. Tim. 2,15 — 32-448,17 Vgl. Cluc Xr. 45 Or.) [*](12 εἶς ἄνθρωπος ~ H 14 κοὶ < 19 ἐργασομένους Hu, vgl. lat. ἐργαζομένους Μ H 21 πλεονάκεις H 22/23 ὠκοδόμησεν Μ 28 ἐργ <ατ> ῶν Kl, vgl. lat. 31 λεχθησόμενα + α nobis lat.) [*](3 vero] autem L + <ordinem> ? Kl, vgl. gr. 15 huius mundi] huiusmodi y 20 Si] lat. las εἰ st. εἶς Hu 30 1. <in> dogmata ? Kl. vgl. gr. dicentur Kl, vgl. gr. dicuntur x)

v.10.p.448
τὴν πρώτην κλῆσιν—διὸ »εἶπεν ἡ γυνὴ τῷ ὄφει« <τι> »εἶπεν ὁ θεός οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ’ οὐ μὴ ἄψησθε αὐτοῦ«, ὄσφρησις δέ κατὰ τὴν δευτέραν — ὅθεν ἐπὶ τοῦ Νῶε »καὶ ὡσφράνθη κύριος ὀσμὴν εὐωδίας«, γεῦσις δέ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δέ ἐπὶ Μωσέως —ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δέ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν — ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ἀφθαλμοῖς. λελέχθω δέ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού- λεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις.

Οἶμαι δ’ ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ' ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμa τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν [*](1 Gen. 3, 2 - 2 Gen. 3, 3 - 6 Gen. 8, 21 — 8ff Vgl. Gen. 18, 6ff — 11 Vgl. Ex. 9, 23 u. ö. — 16 Vgl. Matth. 13, 16; Luc. 10, 23 — 27 —449, 32 Vgl. Cluc Nr. 44 or. Ci Nr. 220 Or. ? — 27f Vgl. Gen. 2, 15) [*](2 ὅ〈τι〉 Kl 7 τὸν] τὴν κλῆσιν〉 τοῦ Koe, vgl. lat. 10 σεμιδάλεος Μ 15 ἐπιδημίαν + significatur lat. 19 καὶ δογματικῆς] <λαμβάνειν> ὡς δόγματα vgl. lat.) [*](1/2 mulier dixit L 2 quod Pasch < X 5 in secunda R G Pasch secunda B misericordia μ 11f — subeinericios] Kl, vgl. Pasch 11 vel R Gc Pasch < Ga B L subcinericias G 15 dei vox y 18 oculis beatis R Ga B oculi beati (Gc)L)

v.10.p.449
ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἔω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην. εἶτα οἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή- σεως καὶ καινῆς, ἀκμαίως κοὶ ἀθρόως ἐν βραχεῖτὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσa μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων· ἀνάλογον δέ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἀννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας <διάστημα> . συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἔῳ παραληφθεῖσι — δηνάριον· τοῦτο δ’ οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ [*](5f Vgl. Gen. 9, 9) [*](7 l. ἐπὶ τὸν Ἀβραὰμ] ? Kl, vgl. lat. 9 ὐπερβαλλούσης Kl, vgl. lat. ὑπέβαλλον Μ ὐπέβαλον H 18 βραχὺ Μ 22 τῷ] Τὸ Μ 23 ἀρχῆς + Adam lat. | τρίτην + Noe lat. 27 <δοάστημα> vgl. lat.) [*](1 et vidit Ga B L ut videret R Gc 7 ita] per R Gc 13 <adsumptus sumptus est> Kl nach Diehl, vgl. 18 deerant Diehl deerat x 20 cognovimus] lat. las ἴσμεν st. ἴσα μὲν Diehl 29 cum his < G L 31 novissima B L)
v.10.p.450
ὅνομα οἶμαι) τὸ δηνάριον, δόξης δέ τὸ ὐπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μέν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρίναι τὸν δίκαιον Πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὁ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε <ἴσον> ἔργον τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν κοὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον [*](2ff Vgl. Matth. 25, 28) [*](1 δόξης Kl, vgl. lat. δόξει ό Μ H 2 τὸ1 < Μ 3 ὠνομάσθη Kl, vgl. lat. ὀνομασθῆ Μ Η 4 μᾶν Μ προετρίματο Μ 18 ὥραν + (qui) venerunt lat. 20 <ἴσον> Hu, vgl. 22 ἐργαζομένοις Μ 25 προκαμόντες Kl, vgl. lat. προκαμοῦσιν Μ H 29 ζητήσει Kl, vgl. lat. ζητήσαι MH) [*](4 si[c] KI, vgl. gr. 7 qui y* quid L 10 1. incitavit ? Kl 12/13 [autem] . . . <autem> Kl, gr. 23 brevi<ori> Koe, vgl. 25 quod Koe qui Diehl quae x 26 fuerat G L | operati Kl ope- rata X)
v.10.p.451
ἀργοῖς ὐπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἠμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἐνδεκάτης ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπότης ἐξελθὼν περὶ τὴν ἐνδεκάτην ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δέ ὐπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον κοὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μέν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δέ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες· οὐδεὶς ἠμᾶς ἐμισθώσατο. ἠμεῖς μέν οὖν ἐπολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δέ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἐστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἐνδεκάτην ὥραν κεκλη- μένοι.

Οἱ δέ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἠμέραν καὶ τοὺς ἑστῶτας ὅλην τὴν ἠμέραν ἀργοὺς θέλοντας <μὲν> ἐργάσασθαι, μὴ <δὲ> εἰς τὸν ἀμπελῶνα παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἠμέραν εἰστήκεισαν ἀργοί; ἢ λεγέτωσαν ἠμῖν, τίς ἡ ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ [*](10 ὅτε] lat. las πῶς δὲ (nach Ζ. 20. 33) Diehl Koe 12 μὲν + γὰρ H 29 <μὲν> Kl, vgl. lat. 30 > Koe, vgl. lat.) [*](2 Kl, vgl. gr. ibi Χ 10 esse Kl, vgl. gr. et x 15 fideliter L 23/24 horam undecimam L 34 1. steterant ? Diehl, vgl. gr. 35/36 illa dies L)

v.10.p.452
τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δέ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότυ μεμισθωμένοι ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἐτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ οὕτως μακάριοι, ὑπέρ ἡμᾶς ἐστι κατ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα παστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου <καὶ> οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μήποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος φυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δέ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα οἶμαι) ἐργάζονται οἱ ἐργάται· οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἰερεμίας εὐχόμενος »ὑπὲρ τοῦ λαοῦ«. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα »εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες« ληψόμενοι ὁ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν· [*](23f Vgl. I. Regn. 28 — 24f Vgl. II. Macc. 15, 14 - 27 Vgl. II. Kor. 5, 9) [*](1 τὰς < Ha 12 <καὶ> Koe, lat. 18 τοῦ < Μ 26 lat. las φιλοτιμούμεθα . . . ἐργαζόμεθα) [*](3/4 parabolam + istam L 11f <scripturae —int.> Kl, vgl. gr. 14 exiit L 15 considera] lat. las ἐπισκοποῦ Koe 16 animarum est L 22 <in agrum> Diehl, vgl. gr. 23 sunt L 32 lat. las ἐργασάμενος)
v.10.p.453
οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· διόπερ αὐτοῦς ἐμισθώσατο καὶ (ἵν᾿ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰπωνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται »ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους« εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν »νήπιός ἐστι«. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα [*](21-454, 15 Vgl. C luc Nr. 45 Or. - 28f Vgl. Gal. 4, 2. 1) [*](5 τῷ] τὸ H 9 δὴ Koe δ᾿ ἡ MH 14 — 16 διόπερ — ἐμισθώσοτο <Μ 26 μισθῶν οἴτε H 26 — 28 ἀγ- γέλῳ . . . ἐπιτρόπῳ Kl, vgl. lat. ἀγ- γέλων . . . ἐπιτρόπων MH | μισθῶν <τεταγμένῳ> Koe, vgl. lat. 30 παρὰ τὸν χρόνον <Μ) [*]( 6 maiore vel L aut maiore aut y | minore] lat. las μείονα ? 8 est1 <y 15/16 libenter conduxit eos paterfamilias y 21 haec y* <L 25 angelorum R 27 lat. las τινὶ st. ἑνὶ Koe)
v.10.p.454
ὁ μισθὸς τοῖς ἐσχότοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται »μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- μένου« <τοῦ οἰκοδεσπότου> (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), »ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι«. καὶ ἐλεήθημέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. εἶτ᾿ ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτρβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες <ἡμεῖς> ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα<με>ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα<με>ν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς ἐφ᾿ ἡμᾶς [οὖν] παρουσίας τοῦ <οἰκο<- [*](3 Hebr. 11, 39f - 19f Vgl. I. Regn. 28) [*](1 πρώτοις] in primis lat. 6 <τοῦ οἰκοδεσπότου> Koe, vgl. lat. | ἐν <H 19 διέτριφε Μ 21 <πρὸ> Kl, vgl. lat. 24 f Οἱ πρΌΤεροι-οἱ ἐν- unleserlich in M 24 — 28 οἱ πρότεροι — καύσωνα < Η 25 — 28 <ἡμεῖς> . . . ἐβοστάσα〈με〉ν . . . ἐβοστάσα〈με〉ν Kl, vgl. lat. 30 [οὖν] . . . 〈οἰκο〉- Koe, vgl. lat.) [*](7 fuimus] sumus L 13 fuimus] sumus B 17 Christo B)
v.10.p.455
δεσπότου, ὃς εἶπεν ἡμῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κάγὼ ἀναπαύσω ὐμᾶς«· φορτίον γὰρ ἦν <αὐτὴ> ἡ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν οἱ πρὸ τῆς ἑνδεκάτης <κληθέντες> ἕκαστος κατ᾿ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες <δὲ> τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότους, φθονοῦντες ἠμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ' ὁ οἰκοδεσπότης ἐνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά- [*](1 Matth. 11, 28 — 22ff Vgl. Hier. in Matth. 153 D: legi in cuitisdam libro amicum iitum, qui increpahir a patrefamilias, primae horae operarium, protoplastum intellegi etc.) [*](2f H. i. m. τί κείμενον ? 7 <αὐτὴ> Diehl Koe, vgl. lat. 9 γε] autem lat. 10 <κληθέντες> Diehl Koe, vgl. lat. 11 κατὰ Μ 12 <δὲ> Koe, vgl. lat. 14 οὐ < H 26f καὶ ὕπαγε stellt Koe hinter δηνάριον, vgl.lat. 27 γὰρ < Ηa) [*](8 indicabamur B 16 adversus eum murmurare L 18 accipere <se> ? Diehl 29 enim < R G)
v.10.p.456
ριον)· δέλω γὰρ καὶ τούτῳ > ἐρχάτῳ> φησὶ) δοῦναι ὡς σοί. καὶ οὐκ εἶπε· τούτοις <τοῖς ἀλλ' ἔδειξέ τινα κατ’ ἐξοχὴν ἕνα· ὃν τολμηρότερον μέν εἰΠεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον <καὶ> τάχα ὑπέρ πάντας τοὺς αὐτοῦ. εἰ δέ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ οὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· »ἀρθήσεται ἀφ’ ὑμῶγ ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. Πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες, τὸ δηνάριον λήφονται.

Μετὰ τὸ ὑπαγορεῦσαι ταῦτα εἰς τὴν ἐκκειμένην 〈ταύτην〉 παρα- [*](11 I. Kor. 15, 10 - 19 Matth. 21, 43 — 26ff Vgl. C Nr. 220a Or.) [*](1 τῷ ἐσχάτῳ> Diehl, vgl. 3 τοῖς ἐσχάτοις> Koe, vgl. lat. 9 τάχα Kl, vgl. lat. 19 ἡμῶν Μ 21 αὐιῆς Lo, vgl. tom. 17, 6. 7. 12f. und Hautsch TU. 34, 2a, 74 αὐτοῦ Μ H 24 ἀξίως] 1. <ὡς> ἄξια? lat., wo et in ut zu verbessern ist Koe 26 1. μετὰ <δὲ> ? Kl, vgl. 27 <ταύτην> Diehl, vgl. lat.) [*](1 denarius R G | autem] 1. enim ? Kl, vgl, gr. 2 isti] huic B | sicut] quemadmodum y | et2 < G 3 dixit + et y 4/5 <mium > tum Diehl Kl, vgl. gr. 6f non tamen L 12 illis < L 17 <dicemus> Kl, vgl.gr. 22 et — perficientes] ignate salute perficientes G (!) perficientes digna et salutaria et B)

v.10.p.457
βολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς προ[σ]κόπτουσι <ν ἐν> τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕω̣ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δέ μετὰ τό μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους, τοὺς δέ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕγτην ἐξαποστελλομέ- νους ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δέ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τόν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἠλικίας πράξεων παραληφθέντας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δέ πρὸ( αὐτῇ τῇ ἐξόδῳ γέροντας > δηλοῦσθαι τοὺς <περὶ> ἑ νδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. [*](4—458,5 Vgl. C(??)uc Nr. 45 Or.) [*](2/3 προ[σ]κόπτουσι <ν ἐν> Kl nach Hu Koe, vgl. lat. 6 εἶναι (auch Cluc Nr. 45) + unum lat. 12 μετὰ (auch Cluc Nr. 45)] κατὰ Koe, vgl. lat. 14 ἀπὸ + τῆς Cluc Nr. 45 15 ἄνδρας (auch Cluc Nr. 45) + perfecti lat. 19 πρεσβύτας + iam lat. 20 〈τοὺς περὶ〉 Kl mit Cluc Nr. 45, vgl. lat. 26 ἐξόδῳ + vitae lat. 27 〈ἤδη〉 KI mit C luc Nr. 45 〈ποντελῶς〉 Koe, vgl. lat. | 〈περὶ〉 KI, vgl. lat.) [*](1 subveniunt ρ subvenit Χ 5 vitam hominis R G ~ B vitam L 8 quidem < G L | ante] lat. las Πρὸ τῆς st. Πρώτης 13/14 sun ipsi GL)
v.10.p.458
επει τοινυν προαιρεσις και ου χρονος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα Πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾦ ἀγαακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες κοὶ βιασόμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ <ἀργοῦσιν ἐν ἀπιστίᾳ κατ᾿> ὀλίγον καιρὸν ἐπὶ τὴν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.

Ἀμπελὼν δέ κατὰ ταύτην τὴν διήγησιν εἵη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δέ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ <ἄν> κατὰ διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας [*](1 καὶ < C luc Nr. 45 lat. 15 νεότητος περὶ〉 Kl Koe, vgl. lat. 17 〈ἀργοῦσιν > y Diehl Kl Koe, vgl. lat. 20 — 32 änge am oberen Rand in Μ abgerissen 31 δ’ > Kl Koe δὲ M H) [*](1 adfectus] adferter G 2 respicitur — non < B respicitur < G 3 adspicitur + neque B 6 *** Koe, vgl. gr. 15 <in dei cultvira) Diehl, vgl. gr. 28 accepit L 31 numerabantur G La)

v.10.p.459
τοῦ ἀμπελῶνος, ὅσοι ἀκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δέ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον· κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες 〈πόλιν ἀπ’ > ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξεται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ»ἀρξάμενοι πνεύματι«καὶ ὕστερον »σαρκὶ« ἐπιτελούμενοι πόλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτερπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἢ <ἐμποδίζοντες> τοὺς πεπλανημένους ἢ παλινδρομεῖν ἐπὶ τὸνπατρῷον οἷκοντοὺς ἀσελγεῖς υἱοὺς τοὺς〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μέν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν [*](6 Vgl. II. Thess. 2, 13 - 17 Vgl. Gal. 3, 3 — 24ff Vgl. Luc. 15, 13. 18ff) [*](10 〈πόλιν ἀπ’ ἀρχῆς> Kl Koe, vgl. lat. 17 εἰ] οἱ M 19f πάλιν und ἐξ ὑπαρχῆς] vgl. lat. Ζ. 10 iterum ab initio 23 ἢ 〈ἐμποδίζοντες〉 Kl, vgl. lat. | ἐπιστρέφειν Μ 25/26 ἀσελγεῖς υἱοὺς τοὺς〉 Koe, vgl. lat. 28 μὲν < Μ) [*](4 victi ***Diehl Kl Koe, vgl. gr. 8 etsi] et L 9 peccatis y* + suis L 17 incipiente y 18/19 perficiuntur Kl percipiuntvir G efficiuntur B perficientur L 21 dicimus Diehl, vgl. gr. 22 ceciderint y 24 aut Kl, vgl. gr. ut x 27/28 habeant R G habebunt B habebant L 29 victi . . . vita perversa y* victi . . . viciis perversis L (lat. hat miBverstanden))
v.10.p.460
ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις <παραμυθίαν σωτηρίας>. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλλει οὖν ὁ οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστι<ν αὐτῷ> ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καὶ τινες τῶν πρώτων κληθέντων ἔσχατοι· καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγΟι.

Εἐκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώτερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγφ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς [*](17 Vgl. Matth. 22, 14 - 22f Vgl. I. Kor. 12, 8) [*](3 〈παραμυθίον σωτηρίας〉 Koe, vgl. lat. 4 αὐιῶν Hu, αὐτοῦ MH 11 ἔξεστι〈ν αὐτῷ〉 Κl, vgl. lat. 12 αὐτοῦ H 16/17 κληθέντων] im lat. vor πρῶτοι, »mit Recht« Koe 24 πλουσιώτερον <νοῦ> Koe 26 [καὶ] Kl 30 μεγαλοφυέστερα Kl (od. -εστέρων?) μεγαλοφυέστερον Μ H) [*](5 sint L 12 arguere] lat. las ἐλέγχειν | eum <G 15 vo- cati L)

v.10.p.461
παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ' ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα· τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.

Μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα κατ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς καὶ τὰ ἑξῆς εως του· καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται (20, 17 — 19). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· »ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα, καὶ [*](11 ff Zum Zitat vgl. Hautsch TU. 34, 2a, 67 f — 27 Marc. 10, 32) [*](8 〈Ὠριγένους〉 υ 15 τὰ < Μ) [*](11 ascendens autem] scundum mathm. In illo tempore ascendens L | in < B 12 Hierosolimam B L 16 ierosolimam L hierusalem y 18 ff — resurget] Omelia Origenis de eadem lectione L 20 illudendum B 23 die tercia B)

v.10.p.462
ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας· »παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα«.

Ὁ προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὐτόν, ὡς καὶ αὐτὸς Χριστὸν ἐμιμήσατο, καὶ εἰπών· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμως〉 ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ »τὴν ζώνην«, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄωδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν« ἀπελθόντα εἰς »Ἱεροσόλυμα«. μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. [*](13 Χριστὸν 〈διὰ τούτων〉 Koe, vgl. lat. 14 〈προθύμως〉 Kl vgl. Ζ. 33 u. lat. 23 lat. las παροπλήσιόν τι Koe 25 δείσας Μ 27 ἐστιν <H) [*](14 <obvianda> vgl. gr. und S.463,16(31) 15 <in — prae>Diehl, vgL gr. 27 haec < L 28 alligabunt + eum y 30 manibus y 31 imi- tatus L)

v.10.p.463
παθὸ)ν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων »αὐτὸν ἀναβαίνειν εἰς ‘Ιεροσόλυμα« εἶπε· »τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς ‘Ιεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπέρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ«. ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμενους επιπονους πειρασμους, ομοσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ> κατὰ τὸ χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μέν τὸν σωτῆρα, μετὰ δέ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ »ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα »ὅτι Ἰωάννης παρεδόθη« εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ Χρεία εἰς τὸ δοκιμάζειν, [*](3 Act. 21, —4 Act. 21, 13 — 20 Matth. 10, 23 — 26f Vgl. Matth. 4, 12 - 28 ff Vgl. Orig. tom. XI, 54 in Joh. (IV, 417, 26ff)) [*](2/3 κλεόντων H 12 ἐπικειμένους <ἡμῖν> Koe, vgl. lat. 14 <ἡμεῖς Diehl, vgl. lat. 18 μὴ] et ne lat. | νομήσης H 19 ἐπ’ αὐτοῖς] superius lat. 21 ἠμᾶς Μ 22 ἑτέραν] ἄλλην H 30 ὀμόσοι Μ) [*](4 iherosohmam B L 11 [scire — quoniam] Kl, vgl. gr. 20 eius y* paulo L 22 diximus + et frequenter G L (aus Ζ. 12 ?) 26 audiens dominus L 32 1. alicuius <opus> ? ? Kl, vgl. gr.)
v.10.p.464
ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δέ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ <ποτε> θανάτου κινδύνων καταφρονεῖν.

Ἐξῆς δέ παρατηρητέον ὅτι μέλλων ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέλαβε τοὺς δώδεκα κατ' ἰδίαν, εἷς δὲ τῶν δώδεκα ἔτι ὁ Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ᾿ ἰδίαν· ἔτι γὰρ γὰρ εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κοτ’ ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων ἃ πείσεται ὁ διδάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· »μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«) · οὔπω γὰρ οἶμοι) βεβλήκει ὁ διάβολος »εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἶνα παραδῷ« τὸν Ἰησοῦν. [*](28 Prov. 27, 1 — 31 Joh. 13, 2) [*](8 > Koe, vgl. lat. | καὶ θανάτου Kl, vgl. lat. ~ M H 12 ἤπερ H 14 δὲ < H I ἔτι + et lat. 15 καὶ] ergo et lat. 25 ἀπογινώσκων] falsch reprobo lat. 26 ὡς + nec lat. 30 γὰρ] δὲ Μ) [*](6 quidem < y 11 in < B | iherosoHmam B L 12 <Iesus, si> Kl, vgl. gr. 27 sicut y* sed L 81 superventura + dies B L 32 ludae <Simonis Scariotae> Diehl, vgl. 33 diabohis] sathanas L)

v.10.p.465
καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ > Ἰούδας Σίμωνος Ἰσκαριώτου, ὃς καὶ παρέδωκεν αὐτόν«. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων« τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ- μένοις · ἐπείπερ ἐκεῖ μέν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἴλεώς σοι, κυριε· ου μη εσται σοι τουτο«, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομένων σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ [*](9 Matth. 10, 4 var. lect. — 13ff Vgl. S. 116f — 15 Matth. 10, 5 — 24 Matth. 16, 22) [*](4 ἐπιστῆσαι Koe ἐπιστήσας MH 6 ἰοὐδεπω ἰούδας H 9 <καί> vgl. lat. 10 παρέδοκεν H 16 αὐτοῖς + et lat. 18 δὴ Kl Koe, vgl. lat. δὲ MH 25 ἵλεός H) [*](7 simon <is> ρ 8 (B) L 9 1. qvioniam <antea> ? vgl. gr. 10 f diximus ubi tractavimus Kl, vgl. gr. tractavrmus ubi diximus x 25 <eum> Kl, vgl. 26 esto tibi L 29 tristia Ga L tristitia Gc tristitiam B (und : futuram) 1. tristi sti<or> a a? Kl, vgl.)
v.10.p.466
οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε »προσλαβόμενος« τὸν Ἰησοῦν »ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν λέγων· ἵλεώς σοι, κύρις· οὐ μὴ ἔσται σοι τοῦτο«, »στραφεὶς« ὁ Ἰησοῦς »εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.

Οὐδὲν λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκκειμένοις λέξιν οὕτως ἔχουσαν· »τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ »καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος« καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται »ἀποκτανθῆναι« μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ <καὶ> τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. [*](3 Matth. 16, 22-8 Matth. 16, 23 - 18 Matth. 16, 20.21 — 27 Matth. 16, 21 — 28 Matth. 16, 22 — 31 Vgl. Matth. 16, 21) [*](6 ἴλεός H 14 τοὐτὰ Κl ταῦτα Μ H τοιοῦτα Koe, vgl. lat. 32 <καὶ> Kl, vgl. lat.) [*](9 satanas G (B) 24 ïheroso- limam B L)

v.10.p.467
ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐδέ κατεκρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τό καλούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δέ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ- Χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι <οἱ> τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἀμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« ὅτε καὶ »ἤγγισεν ἡ ἐφήμωσις αὐτῆς«, ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«· ὁ γὰρ »βάλλων λίθον εἰς ὕφος ἐπὶ [*](1 Vgl. Matth. 16, 21 - 24 Vgl. I. Kor. 15, 26 — 27ff Luc. 21, 20 — 31 öm. 11,25 — 33 Sir. 27, 25) [*](7 ἢ . . . ἢ Koe, vgl. lat. καὶ . . . καὶ MH 14f ὡς μὴ δὲν ἀὐτοὺς H 22 <οἱ> Diehl Koe 25. 29 καὶ > Koe) [*](18 lat. las καὶ οἱ γραμματεῖς 24 inimicae] velut inimicae B 28 venit Diehl)
v.10.p.468
τὴν κεφαλὴν αὐτοῦ βάλλει«. καὶ πάντα ταῦτα γεγένηται, ἵν' ἐκείνων μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δέ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους ἅμα τῷ »κατ' ἀκλογὴν« λείμματι· »εἰ μὴ« γὰρ »κύριος Σαβαὼθ ἐγκατέλιπεν« αὐτοῖς »σπέρμα, ὡς Σόδομα ἄν« ἐγενήθησαν, »καὶ ὡς Γόμορρα ἂν« ὡμοιώθησαν. ἐγὼ δ’ οἶμαι ὅτι ὥσπερ <ἡ> »ὑποδείγματι καὶ σκιᾷ« λατρεία πάλαι ἐπιτελουμένη »τῶν ἐπουρανίων« κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμβολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπέρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυσίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμενον> κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος. [*](5 Vgl. Röm. 11, 5 - 6 Jes. 1, 9 - 10 Vgl, Hebr. 8, 5 — 21ff Vgl. Sach. 9, 9; vgl. Gal. 4, 26 - 27 Vgl. I. Petr. 2, 5) [*](3 ἐπισκοπή + dei lat. 6 γὰρ μὴ H 10 <ἡ> Kl 14 <τοῦ> Kl 16 ὑπὲρ < Ha 17/18 <θυσίαι> Koe, vgl. lat. 27 <ἐγερθησόμενον> Kl Koe, vgl. lat.) [*](4 et] etiam B 8 <et—essent> Kl, vgl. gr. 12 inplebatur <caelestium> Kl, vgl. gr. 20 subiugalem] vgl. S. 521, 3; 533, 21 32 encaenias B L c ingenias G)
v.10.p.469
Εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἰεροσολύμοις (οὕτω δὲ τοὺς ἔχοντας τὰς ἀλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) Παραδίδοται ὁ Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ > ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι δανάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέγουσιν γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὑτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ κρείττων αὐτῶν <πάντων> ἀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖς> εἰδηφόσι βλέπειν φαίνεται. νῦν γὰρ »τίς τυφλὸς ὡς ‘Ησαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) <ἀλλ᾿> ἢ οἱ παῖδές μου, κοὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν«; [*](30 Jes. 42, 19) [*](3 δὲ] enim lat. 9f τοῖς ἐπαγγελλομένοις . . . Ἰουδαίοις ΚΙ Koe, vgl. lat. καὶ οἱ ἐπαγγελλόμενοι . . . Ἰουδαῖοι M H 10 > Koe 17 αὐτῶ̣] αὐτὸν Ha 25 <πάντων> Kl, vgl. lat. 27 > Kl, vgl. lat. 31 <ἀλλ᾿> vgl. S. 470, 5) [*](10 <qui> Diehl 11 se constitutos gloriantur B 21 f quae (cultura) per Iesum introducta est] lateinische Wiedergabe des äufigen ἠ διὰ Ἰησοῦ θεοσέβεια, vgl. V, 295, 6 Koe 28 quae B L qui G)
v.10.p.470
φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος· »οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέματε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ«· ἦλθε γὰρ Ἰησοῦς »εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται«. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος · »ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ«, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ«, καὶ παράδοξον γεγένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μέν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἐώρα ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. »λαὸς« δέ ὁ τῶν ἐθνῶν »ὁ καθήμενος ἐν σκότει εἶδε φῶν«, οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ »λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα«, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος »ἀπὸ πέρατος

[*](3ff Jes. 42, 18f — 8 Joh. 9, 39 — 13 Vgl. Joh. 1, 9 - 15 Sach. 6, 12 — 16f Vgl. Joh. 1, 10 — 17 Sap. Sal. 2, 21f — 23f Vgl. Mal. 4, 2 — 25f Vgl. Jer. 25, 10 ? — 26. 30 Matth. 4, 16 — 34f Sap. Sal. 8, 1)[*](15 αὑτὸν Kl αὐτὸν MH αὐτὸ Koe 21 γὰρ < H —31 οὐχ—φῶς < add. οὐχ — φῶς μέγα i. m. Μc)
v.10.p.471

γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, κοὶ διοικοῦντος« τὰς ἐκκλησίας »χρηστῶς«, ὅτε τὸ πνεῦμα αὐτοῦ πεπλήρωκε τὴν οἰκουμένην, πληρωθείσης τῆς λεγούσης προφητείας, »ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς« ἔσεσθαι »τὸ ὄρος τοῦ θεοῦ«· καὶ νῦν »πορεύονται ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη«, καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς.

Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς κοὶ τὰ ἑξῆς ἕως τοῦ | ἀκούσαντες δὲ οἱ δέκα ἠγα [*](6f Jes. 2, 2 — 21f Zum Text vgl. zu S. 481, 13) [*](8 αὐτῶ Μ 11 vorher περὶ τῶν υἱῶν Ζεβεδαίου H) [*](11 Tunc] XIII secundum mathm. In illo tempore L | eum] ihm L 12 cum + duobus L 15 dicit] dixit B 17 dexteram <tuam> ? Diehl, vgl. Ζ. 26 18 — 29 respondens — meo] Omelia Origenis de eadem lectione L 19 eis < G 22. 25 baptismo B 22/23 baptizabo G 25 baptizamini G 27 vobis < G)

v.10.p.472
νάκτησαν περὶ τῶν δύο ἀδελφῶν (20, 20 — 24). τὸ δ᾿ ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραφε τοῦτον τὸν τρόπον· »καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου«.

Ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. <προπαρεθέμεθα δὲ τοῦτο,> ἐπεὶ τὸ ῥητὸν τοῖς μέν ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς 〈τινος〉 καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων <μέγα>, μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται [*](4 Marc. 10, 35 — 17 Vgl. I. Kor. 2, 10) [*](6 οἱ < Μ 11 νοῦν Hc νῦν M Ha 12 πρέποντα Hu, vgl. lat. πρέπον τοῦ H πρέπον Μ 13 <προπαρεθέμεθα δὲ τοῦτο〉 Kl, vgl. lat. 19 〈τινος〉 Diehl Kl Koe, vgl. lat. 23f <τῶν γραφῶν βαθύτερος καὶ πνευματικὸς ἐμφαίνεται νοῦς> Koe, vgl. lat. 27 ὁ <οὖν> Koe, vgl. lat. 29 〈μέγα〉 Kl Koe, vgl. lat.) [*](10 praesenti loco L)

v.10.p.473
ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας έν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι οὕτω δόξει κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἐξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μἐν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος, τὸν δέ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδέν μέν ἦν παράδοξον, γυναῖκα <γυναικείας> ἀπὸ καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν. δεδόσθω δέ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς κοὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ· ἐπὰν δὲ κοὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν κοὶ λέγη· οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσοι τις ἃν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ [*](10f. 20 Vgl. Marc. 10, 35 — 32f Vgl. Jes. 3, 3) [*](1 > Koe 7 δόξει Koe, δόξῃ MH 17 > Kl, vgl. lat. καὶ] vel lat. | ἰδιωτίας Μ H | <δεῖν> Diehl Kl Koe, vgl. lat. 21 ἄνθρωποι + constituti et lat. 33 συνετῶς Μ) [*](19 fratres] lat. las ἀδελφοί st. ἀπόστολοι? Koe 20 (secundum — exponit)] vgl. gr. Ζ. 10f 21 1. [et] ? Kl, vgl. gr. 24/25 sedebant B 30 vobis < B)
v.10.p.474
καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλεία αὐτοῦ.

Καὶ πρὸς τοὺς ὐπολαμβάνοντάς γε περιεργότερον ἠμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συνγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτη τῶν Βασιλειῶν γέγραπται ὅτι »εἶπε Μιχαίας«· »εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, κοὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αῦτοῦ« καὶ τὰ ἑξῆς· ἐν δέ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ό αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· »ἀκούσατε λόγον κυρίου. εἶδον κύριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ« καὶ τὰ ἑξῆς. καὶ ἐν ‘Ησαΐᾳ δέ γέγραπται· »καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίος ὁ βοσιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπηρμένου« καὶ τὰ έξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται· »ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά- [*](15 III. Regn. 22, 19 - 24 II. Paral. 18, 18 - 29 Jes. 6, 1 - 36 Dan. 7, 9) [*](7 καθίσεων Diehl Kl, vgl. lat. u. S. 488, 29 καθίσεως MH 18 περὶ αὐτὸν < Μ 36 καὶ + ὁ Μ) [*](10 — <quae—congregantur> vgl. gr. 14f hier ändert lat. : er gibt nur einen Beleg 15 *** Kl, vgl. gr. 16 dm lel] dnm B)

v.10.p.475
θητο« καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὐρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · »ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς αὐτῶν δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα Πρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν«. ἐν δὲ τῶ ἑκατοστῶ ἐννάτω ψαλμῷ τὸ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου« ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζομενου ἐκ δεξιῶν αὐτοῦ. καὶ πόλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· ὁ καθήμενος ἐπὶ τῶν ερουβὶμ ἐμφάνηθι«, κοὶ πάλιν · ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἀγίου αὐτοῦ« εἰ δέ κοὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματδαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· »ἀμήν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀλοκουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὂταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ« καὶ τᾶ ἑξῆς καί· »ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«]. καὶ ὁ Ματθαῖος <καὶ> ταῦτάφησιν· »ὂταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξη

[*](4Ezech. l,25f - 12 Ps. 109,1 - 18 Ps. 79, 1 - 19 Ps. 46, 9 - 24 Matth. 19, 28 - 29 Matth. 26, 64 - 32 Matth. 25, 31)[*](6 δ’ < M 8 ὂμοἴ Μ 18 φη. φηοι oiM 26 με H 29 —31 καὶ—δυνάμεως] Kl, vgl. S. 476, 3ff —476, 6 καὶ ὁ — δυνάμεως < H 32 <καὶ> Koe)
v.10.p.476

αὐτοῦ κοὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ« κοὶ τὰ ἑξῆς, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ«, καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ »ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ«.

Καὶ τέ με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν ἲν' ἵν’ εὐλόγως ὑπὸ τῶν ἐπὶ rd θεῖα νοήματα ἀναβαίνειν οἴων τε ὄντων ἐξετασθῆναι καὶ εὐρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος »πάντα« πνευματικοῦ καὶ »ὑπ' οὐδενὸς« ἀνακρινομένου, ἀνάλογον τοῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς 〈καὶ περὶ> εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πενυματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς [*](4 Matth. 26, —7 Marc. 14, 62 - 12 Luc. 22, 69 - 27 f Vgl. I. Kor. 2, 15 — 32 Vgl. Rom. 7, 14) [*](17 <μετὰ> Kl, vgl. III, 154, 25 23 > Kl Koe 27 ἀνακρίνοντος Diehl, ἀνακρίναντος MH 30 φωναῖς Kl φωνῶν Μ H | <καὶ περὶ> Kl, 31 εὐαγγελίων Μ)

v.10.p.477
πέτρος καὶ τοῦ ἀπ' αύτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρος, ἡ δὲ Πέτρα ἦν ὁ Χριστός«, οὕτως εἴποι ἄν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικος καὶ ἐπὶ τούτῳ εύχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε t]a διαβήματά μου«, ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, ἢν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἒδρας)· καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς <σωματικῶς> εἶναι δεδημιουρ- [*](2 I. Kor. 10, 3 f - 13 Ps. 39, — 19 Vgl. Marc. 14, 62 - 19 ff Vgl. Orig. Cat. in Eph. 1, 20ff (ed. Cramer VI, 132, 1ff): οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς κτλ.) [*](7 δν + indubitabiliter lat. 8 ταύτην < Η a 32 <σωμτικῶς> vgl. lat.) [*](11 indubitanter B < 32 cor poraliter ρ corporales x)
v.10.p.478
γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἶς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ« σωματικῶς, ἢ πόλιν οἴεσθαι τοὺς μέν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἰναι δεξιοῖς τοῦ βασιλέο)ς ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δέ ψεκτοῦς καὶ ἀπολουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοις ευωνυμοις.

Ἀλλὰ μήποτε τὸ μὲν ἀποκαταστῆναι ἐΠὶ τὴν βασιλείαν ἀπολαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστόν, καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας καὶ πόσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ' ἔστι τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ«· τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι ποιῆσαι πάντα τῷ θεῷ, ἴνα μηκέτι ᾖ σκαιόν τι πρὸς αυτον, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως« ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« [*](8f Vgl. III. Regn. 22, 19 - lOf Vgl. Matth. 25, 33 — 19 Vgl. Luc. 19, 15 — 20f Vgl. Rom. 6, 12 - 25 Vgl. Matth. 19, 28 - 30. 33 Vgl.Marc. 14, 62) [*](6 δὲ H 17 ἀλλὰ +vide lat. 19 Χριστόν, *** Koe, vgl. lat. 26 αὑτοῦ υ 27 〈καὶ εὐώνυμα〉 Kl, vgl. lat. I ποιῆσαι] ποιηθῆναι Koe) [*](6 *** Kl, vgl, gr. 9 aut Kl, vgl.gr. etx 21/22 regnabat Υ* < L 23 et y* est et L 23 24 maligna- rum y* alienarvim L 27 et + si B)

v.10.p.479
καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου· οὓς άποκαθίστησιν ὁ θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ ὁ μὲν προηγούμενος τῶν ἄλλων τῶν Χριστῷ> ᾖ ἐκ δεξιῶν καὶ οἶον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ κοὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πόντων βασιλεύει· ἤδη δέ τῶν ἐγγιζόντων αὐτῷ οἱ μέν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητά, οἱ δέ τὰ ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου οὓς ἐκάλεσε Βοανεργὲς ὁ σωτήρ, ὅ ἐστιν υἱοὺ βροντῆς«), ἡ βροντὴ <αὐτή>, μεγάλα κρίνασα περὶ τῶν υἱῶν [*](4 ff. Vgl. Joh. 17, 5 – 24f Vgl. Rom. 1, 20 – 32ff Vgl. Marc. 3, 17) [*](19 <ἄλλων—Χριστῷ> Kl nach Diehl Koe, vgl. lat. 34 ἡ] ἢ Μ Ι βροντή] magniloquentia lat. | <αὐτὴ> Diehl, vgl. lat. Diehl, vgl. gr.) [*](13 <ad2> ρ 14 Christi Diehl, vgl. gr. 19. 22 a] ad G 23 eius suiit L 25 <nominatam> 27 et] 1. sed ? Kl, vgl. gr. 29 dexteram y)
v.10.p.480
αὑτῆς Ἰακώβου καὶ Ἰωάννου καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν πορὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσοντας τὴν μεγαλοφωνίαν αὐτῆς , προσελθοῦσα ἠξίου τὸν κύριον, ἶνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ ἄλλον ἐξ εὐωνύ- μων. ὁ δὲ σωτὴρ διελέγχο)ν καὶ τὴν τηλιγαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ <μόνου> τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέον τος κοὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτη- δείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καὶ· τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρος μου. ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μέν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ ἃ οὐ δοίη ἂν ὁ υἱός. ἀλλ’ αὐτὸς ὁ ποτήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐχόμενον περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν [*](2 γὰρ + vere lat. 8 ἄλον H 14 <μόνου> Diehl, vgl. lat. 16 οἶδεν 17 εἶπε] ideo clixit lat. 24 δὲ < 26 δοίη Koe δώη M H | ὃν ὁ υἱὸς] ἄνος Μ) [*](3 prinaa G L 6 dominum Kl, vgl. gr. deum x 10/11 magniloquentem Koe, vgl. gr. magniloquentiam X 14 donum + χάρις gr. 18f [et] . . <et:> Kl, vgl. gr. 19 ad — sinistram] autem mecum L)
v.10.p.481
ζητῆσαι, ὅμως δέ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. παραστῆσαι δ’ οἶμαι βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειοῦσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε τὸ δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ἢ ὡς ὁ Μᾶρκος ἀνέγραφε · »δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; «)

Κοὶ ἐν τούτοις δέ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπ- [*](13ff Zum Text vgl. Hautsch TU. 34, 2 a, 69, der mit Griesbach annimmt, daB Origenes die Worte ἢ — βαπισθῆναι bei Matthaus nicht gelesen habe, trotzdem aber in der Erklarung die ausfiihi-Hchere Form des Gedankensaus Markus behandle. Ein Versuch, mit lat. (s. auch S. 471, 21 f) im griechischen Text die Worte ἢ ὡς ὁ Μάρκος ἀνέγραψε· »δύνασθε τὸ Ποτήριον πιεῖν ὁ ἐγὼ πίνω« Ζ. 13 — 15 in Klammern zu setzen und die Fortsetzung Ζ. 16f ἢ τὸ — βαπτισθῆναι zum Matthaustext zu schlagen, scheitert an S. 485, 13ff — Marc. 10, 38. 39) [*](6 καὶ] adhuc lat. 13 - 482, 1 größ tenteils zerstort in Μ 25 δὲ Μ vgl. lat. τε Μ H) [*](8/9 mediocres] lat. hat rd τυχόντα mifiverstandenKoe 11 calicem bibere G 16 baptismum . . . quod Kl, s. S. 471, 22 baptismo . . . quo x 17 baptizor L 22 dicit L 26 hoc < GL)

v.10.p.482
τισμα, ὡς ἕτερα ἀλλήλων <ὅντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα> κοὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, κοὶ πιομένου οὐκλλο ποτήριον ἢ ὁ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος. οἱ πολλοὶ μέν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἔν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὑκ ἀποδοκιμάζομεν μέν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα- μεν δέ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. κοὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ »πάτερ, εἰ δυνατόν, παρένεγκε [*](21ff Vgl. Hier. in Matth. 155 C: »calicem« in scripturis divinis passionem inteUegitnus » pater, si possibile est, transeat calix iste a meu, et in psalmo : »quid retrihuam domino pro omnihus quae retribuit mihi ? calicem salutaris accipiam et nomen domini «, statimque infert, quis iste sit calix: »pretiosa in conspectu domini mors sanctorum eiusn — 28 Matth. 26, 39 vgl. Marc. 14, 36) [*](1 <ὄντα — ὠνομασμένα> Koe, vgl. lat. 4 τῆς < Μ 7 ὁ < Η α 11 1. λέγουσιν? Kl, vgl. lat. u. Eph. 5, 32 <ἀν>άγουσιν Koe 14 ἐν] ἐν) [*](1 baptismus B 10 1. ducunt ? Diehl, vgl. gr. 18 alteram x* alterum ρ 26 calix qu. ipse . . . dolorum] gr. kiirzt ?)
v.10.p.483
τοῦτο τὸ ποτηριον απ εμου«, ως ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένω̣ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πόντων ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω- τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ- ρίου ἐπικαλέσομαι«. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς του λαου αυτου. «τιμιος εναντιον γυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’ οἶς εὐηργετήθημεν ἢ τὸ τοῦ σωτηρίου πο- τήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ᾧ ἐκπινομένῳ ἀπᾴδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον πιστὸς τοῦ λαοῦ αὐτοῦ«. σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις ὅτι τὸ ποτήριον <τὸ μαρτύριόν> ἐστιν ὁ ἐπαγαγὼν κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. τῇ δέ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστίν, ὧν τὸ μὲν ἔν καλεῖται ποτήριον σωτηρίου«, τὸ δὲ λοι- πὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τους πονους, ποτη- [*](8 Ps. 115, 3f - 12 Ps. 115, 9 - 14. 23. 27 Ps. 115, 6) [*](5 τὰ] Koe 16 Πλεῖον] dignum lat. 21 τὸ + possimus magnanimiter lat. 22 ἀποδίδοσι Η 25/26 <τὸ > Kl nach Hu, vgl. lat. 27 τὸ 1 + bibiUim lat. 29 τὸ] omne lat. 30 δύο] duplex lat.) [*](7 inferuntur + item G 8 dicitur in alio loco G 18 salutaris Diehl Kl, vgl. gr. salutarem x 19 accipiamus B L)
v.10.p.484
ριόν ἐστιν εκπινομενον υπο του φέροντος πάντα τὰ Προσαγόμενα εἰς εουτον, ἀναλαμβάνοντος καὶ οἱονεὶ πνίγοντος τὰς ἀλγηδόνος καὶ μὴ ἀνωθουμένου αὐτὰς μηδέ ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δέ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμα ἐστιν· εἰ γὰρ τὸ βάπτισμά ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ Ι τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐ- λόγως λέγοιτ’ ἂν.

Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται <παντὶ> τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ »πᾶς ὃς ἐὰν ὁμολογήση έν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς«. ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πα- τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν [*](20 Matth. 10, 32) [*](6 κοὶ μὴ] μὴ δὲ Μ | ἀποθουμένου Μ 7 ἢ Koe vgl. lat. καὶ Μ H 11 ἐπαγγέλεται Μ 16 βάπτισμα τὸ] sine dubio ipsum . . . baptistnum lat. 19 <παντὶ> Kl nach Koe, vgl. lat. u. Ζ. 26 24 δὴ Kl, vgl. lat. δὲ M H 26 τὸν] hominem lat. 29 ὁμολογήσεως Μ) [*](2 bibet G L 6 <reppulit nec> Kl, vgl. gr. | nec 3] aut B 7 aliquid eorum] lat. las αὐτῶν τι für αὐτὰς ? 22f in me . . . in illo] rae . . . illum B)

v.10.p.485
ἁμαρτ<όντας ὁμολου> ήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθές τὸ »πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« κοὶ τὰ ἑξῆς. οὐκ οἶμοι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω- τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παρρησιαζομένουγὰρ <υἱοῦ> ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς <Χριστοῦ> ἐπὶ τοῦ πατρὸς μὴ σαινέτω δέ ἡμᾶς εἰ ὁ σωτὴρ πορὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται· κοὶ γὰρ ἡνίκα ὁ Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν«, καὶ Ἰησοῦς »παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ ἀὐτοῦ« οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ »ὃ <ἀπέθανεν,> ἀπέθανε τῇ ἁμαρτίᾳ« ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ« οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾶ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί. [*](4 Matth. 10, 32 - 16 Luc. 3, 3 - 19 Vgl. Matth. 3, 13 - 28 Rom. 6, 10) [*](1 ἁμαρτ όντας ömoloy> Diehl Kl, vgL lat. 9 (viovy <υἱοιῦ> Koe, vgl. lat. 12 <Χριστοῦ> vgl. lat. 22 ἡμεῖς + καὶ H 28/29 <ἀπέθανεν> Kl 32 δόξει δόξοι Μ H) [*](2. 7 1. confite<bi>tur? Kl, vgl. 5 <in> Diehl Kl, vgl. gr. 6 autem . . . nescio] lat. las οὐκ οἶδα δ’ Diehl 11 digno L)
v.10.p.486
πεπώκασι δέ <κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ> ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτιίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐΠείπερ Ἡρώδης μέν ἀπέκτεινεν »Ἰάκωβον τὸν <ἀδελφὸν> Ἰωάννου μαχαίρᾳ«, ὁ δὲ Ῥωμαίων βασιλεὺς ὡς ἡ παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πότμον τὴν νῆσον. διδάσκει δέ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τις αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· ἐγὼ Ἰωάννης, ὁ ἁδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό- μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.

Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ Ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· [*](1 — 10 Vgl. II 25, 7 — 10 — 1 ff Vgl. Hier. in Matth. 155 E: quaeritur quomodo calicem martyrii filii Zebedaei, lacobus videlicet et lohannes, biberint etc. — 5 Vgl. Act. 12, 2 – 5 ff Vgl. HarnackTU. 42, 4, 24 A. 2 - 16 Apoc. 1, 9f) [*](1 <κατὰ — τὸ> Koe, vgl. lat. 2 καὶ 2 < Μ 2 5/6 <ἀδελφὸν> Kl, vgl. lat. u. II 15 ἀποκαλύψει τι stta lat. 25/26 ἀποκάλυψιν + hanc . . . constitutus lat. 27 τεθαρρηκέναι H) [*](3 esse y* < L 8 verbo y* verbi L 14 fuit] fuerat G fuerit B 22/23 dominica B)

v.10.p.487
ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· »ἐμὸν βρῶμά βστιν ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με κοὶ τελειώσω αὐτοῦ τὸ ἔργον«, οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. ὁ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν προετικόν ἐστι τὸ βρῶμα τὸ δέ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσυίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον«, τὸ κοὶ πίνειν αὐτόν ἐστι , ἐν τῷ νοεῖν> θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι <καὶ> τὸ ἡ σάξ ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις«, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μέν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία, καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν »ἄρτον εὐλογήσας« καὶ κλάσας »τοῖς μαθηταῖς« — ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις, καὶ μετὰ τοῦτο »λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· [*](2. 12f Joh. 4, 34 — 19 ff Joli. 6, 55 — 26 ff Matth. 26, 26. 27) [*](2ff περὶ ποτηρίου καὶ βαπτίσματος H i. m. o ἐστι + etiam lat. 11f τὸ ἐσθίειν τὸν Χριστὸν Kl, vgl. lat τὸν ἐσθίοντα ἐστιν MH 15 αὐτὸν — νοεῖν> vgl.lat.u.Hu 19 <καὶ> Koe, vgl. 20 ff ἀληθῶς] vera o. verus lat. 23 βρῶσις + animarum lat. θεωρία + veritatis lat. 30 ποτήριον + et lat.) [*](5 escae Kl esca y* < L 10 sit <L L 11 ff lat. las καὶ yuo τὸ τοῦ Χριστοῦ ἐστιν ἐν τῷ ποιεῖν . . ., τὸ δὲ πίνειν ἐν rqj σωφρονεῖν κατὰ τὸ θέλημα κτλ. Koe 23 animarum vera est L 31 <dedit eis > dixit Koe, vgL gr.)
v.10.p.488
πίετε ἐξ αὐτοῦ πάντες« — ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν προγνόντων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ »σπείρατε ἐαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζο)ῆς«, ἶνα πρῶτον πράξωμεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι· »φωτίσατε ἑαυτοῖς φῶς γνώσεως«, <ὡς> ὁδῷ γὰρ τις μετὰ τὸ τὰ καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ.

Καὶ ταῦτα δὲ παρεκβατικῶς λέλεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. κοὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέλεκται πρῶτον μέν τὸ »ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με«, ἑξῆς δὲ καὶ τό· ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον«. μὴ ὑπο- λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κροτεῖν ὅτι ἐχρῆν Πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο Ta περὶ καθίσεως καὶ [*](6. 10 Hos. 10, 12 - 20 Ps. 22, – 24 Ps. 22, 5) [*](1 δεῖ + primum lat. 9 1. mit Koe τοῦτο <ὅ>, vgl. lat. ? 11 <ὡς> Kl, vgl. lat. 19 εἰκοστῷ + δὲ Μ 25 με < lat. 32 καθίσεως (wie S. 477, 25; 489,4 vom Begriff) sessionibus lat. (wie 474, 7; 488, 29 von den Schriftstellen) Elt) [*](3 delectare ? Kl | <per opera et> Kl nach DieM, vgl. qui L | dicit<ur> Kl, vgl. 8 opera < G 91. [quod] ? Kl, vgl. 11 enim < B L 26 reprehendat ? Koe 32 propositus y | fui B)

v.10.p.489
αποστησαι του εντυγχανοντα απο τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν Προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως Λ·αὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ τοῦ Χριοτοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ ποροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις.