Ζητήσαι δ´ ἄν τις ἀκολούθως ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάροντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦ συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἐτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑτάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου [*](12 Vgl. I. Petr. 3, 15 8 <ἀκολούθως> Kl, vgl.lat. 11 <τι Kl, vgl. lat. 13 αὐτοῦ Μ 15 δ’ αὖ Κl δ’ ἂν Μ ἂν Η 21 <τοῦ> Koe 32 τι] τινα Η 12 sit] 1. fiat Diehl Koe, vgl. gr. 18 lat. konstruiert falsch Koe 30 *** Kl nach Diehl: <dixerit quispiam>)
v.10.p.396
κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα τε ἀπολοῖτο πάντα τὰ ὑπάρχοντα χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμέως τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμέν ως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἲτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, άτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνατον φοβούμενος καὶ ὁ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ὁ ἀλόγως ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’
[*](1 f vgl. Philo leg. all. III, 88 (I, 136 M) ὁ ὂφις ἦν, ἡδονή, ἔπαρσι ἀλογος ψυχῆς – 12 vgl. I. Petr. 3, 15 – 26 vgl. II. Kor. 7, 10 4f ἀποδοῖτο . . . διαδοίη Kl nach Κoe, vgl. S. 401, 13 ἀποδῶτο . . . διδώη Μ Η 5 καὶ ἅμα Koe 10 τις koe, vgl. lat. 11 l. καὶ σοφὸς? Κl, vgl. lat. | καὶ δέχεστθαι Kl, vgl. lat. 19 ἢτοι—εὔλυτος Μ 25 ὁ + sine causal at. 27 ἢ Kl Koe, vgl. lat. καὶ ΜΗ 29 ὁ . . . ὁ Koe, vgl. lat. 7/8 dicit G dixit B 20 soso Kl, vgl. gr. | l. dicemus? Kl, vgl. gr. 22 non y* L 23 inrationabilitatem] lat. las ἀλόγῳ Diehl) v.10.p.397
ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐποῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα λεγόντων, οἱ ἀκούσαντες τοιαὐτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.
Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ <ἐνπνευματικοῖς> ὑστέρημα (ὡς ὑπέφηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με- [*](25 ff Vgl. II. Kor. 8, 14 15 <λέγειν> Kl nach Diehl, vgl. lat. 23 μεταδιδοὺς + bona sua lat. 26 σωματικῶν Kl, vgl. lat. χρηματικῶν Μ Η 28 <ἐν πνευματικοῖς> Diehl Koe, vgl. lat. 4. 8 l. dicemus? Kl, vgl. gr. 8 hominem B neminem μ 17 si <R G | sic <B 23 tradidit y 24 <ut salvetur> Diehl. . vgl. gr.)
v.10.p.398
γάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὲ ὁ ἀνθυπαλλασςόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώωρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. »προβαίνων« δὲ ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν
[*](28 ff Vgl. Gen. 26, 13 4/5 παραπλήσιοι Koe, vgl. lat. παραπλησίως M H 6 ὑποδεέστεροι M c (M a?) ὑποδεεστέροις H 9 οὗτος] lat. las οὕτως 13 καὶ M w. e. sch. <H 22 διαδόντι Diehl Kl διδόντι M H 2 adiutus B 3 refrigerantium x refrigeratorum μ 8 ita] aut ita G L 11 <et> Kl, vgl. gr. 14 omnimoda B (G L) omni omnion ρ) v.10.p.399
»μείζων« ἔσται, »ἕως οὗ« αὐξάνων »μέγας« γένηται »σφόδρα σφόδρα« ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον <, ὅτι παρέδωκε τὰ ὑπάρχοντα τοῖς πτωχοῖς,> τὰ ἄλλα ἁμρτάνοντα.
Ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει <καὶ> φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τε ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῶ | εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς ἑπόμενα αὐτῷ μετὰ τὴν δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊν πράγματα πεπληρωκότα ὐτοῦ τὴν ψυχὴν [*](21 Vgl. Apoc. 14, 13 9 f <ὅτι—πτωχοῖς> Kl Koe, vgl. lat. 13 ἀκμάζων Koe, vgl. lat. u. IV, 161, 13 σκάζων M H | <καὶ> Kl, vgl, lat. 21 εἶναι + actus lat. 25 φήσει Hu φησι M H 27 κεκτημένου + opera lat. 3 valde <L 6 si quis] sic qui G L 18 dignorum y* digniorum L 19 ad x* et ρ 24 actus] lat. las πρᾶξιν ? Diehl | ipsorum, malorum autem y* ipsorum autem malorum L 25 dicet Kl dicit x 30 divitiarum y * pecuniarum L)
v.10.p.400
ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πληςίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα <πάντα> καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον· »πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν«. ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουςά πως τὸ ἀποθέ<μενόν τινα νοεῖ>σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ προκατειλημμένος τόπῳ· ὁ ταύτῃ παριστάμενος τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἁναλογίαν τῶν
[*](16 f Prov. 13, 8 ) [*](12 <πάντα> Kl Koe, vgl. lat. 21 ηὐπορημένα ? H 22 ἀποθέ<μενόν τινα νοεῖ>σθαι Kl vgl. lat. 28 <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ Kl Koe, vgl. lat. 29/30 παραστηςάμενος M ) [*]( 11 consilians] lat. las συμβουλευτικῶς Diehl 23 dicta] lat. las εἰρημένα Diehl 26 *** Koe. vgl. gr.) v.10.p.401
ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνηςάμενος κπροαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν <αὐτὰ καὶ δοίη ἂν> οἷς θέλει ὁ λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ »ἡ εἰρήνη« τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ »υἱὸς εἰρήνης« τύχοι εἶναι ὁ ἀκούων τὸ »εἰρήνη« ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρτήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέως> τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ
[*](2 Vgl. Hos. 4, 12; 5, 4–9 Vgl. Plato Phaedr. 230 a εἴτε τι θηρίον ὢν τυυχάνω τυφῶνος πολυπλοκώτερον καὶ μᾶλλον ἔτι τετυφωμένον. –18 ff Vgl. Luc. 10, 6. 5 13 f <αὐτὰ καὶ δοίη ἂν> Diehl Kl, vgl. lat. 23 [πάντα] Kl, vgl. lat. 28 καὶ + sic lat. | <εὐθέως> Diehl Koe, vgl. lat. 32 δὲ + et lat. 30 ἀποδεδομένα] vgl. S. 414, 8 Origenes X 4 et] οὕτω δὲ καὶ gr. 12 1. conplacenti? Kl, vgl. gr. 14 loquitur] lat. las λέγει Diehl 17 eum B 23 revertuntur L 23/24 actores L 26 quis <B L 32 autem et] enim B 26) v.10.p.402
ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἶς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ λόγος χρόνῳ διδοὺς (κατ᾿ ἀναλογίαν ὦν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος· »οἶος« μὲν γὰρ »ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἶος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι«. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν᾿ οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον <καὶ τῶν ἐκείνοις ὁμοίων τὸν> φιλαλήθως ἐξετάχοντα τὰ πράγματα ἀποφήνασθαι. οὗτος δὲ καὶ δύναται ἀκο-
[*](9 I. Kor. 15, 48 — 27 f Vgl. I. Kor. 1, 5 (Röm. 11, 33) 14 αὐτῶ Μ| οὐρανοῦ Koe, vgl. lat. οὐωνݲωݲ Μ Η 22. 25 ἀπέθετο (wie Z. 29, S. 403, 20) KI, vgl. lat. ἀπέδοτο Μ Η 22 αὐτὸν Η 32/33 <καὶ—τὸν> KI Koe, vgl. gr. 22 deposuit KI, vgl. Z. 24. 29 deponit x 29 enim] I. autem ? KI, vgl. gr. 31 proprie KI, propriae (zu voluptatis) x) v.10.p.403
λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.
Ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας <δὲ> τὸν λόγον ὁ νεανίσκος ἀπῆλθε λυπούμενος· ἧν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν, ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἶς φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ᾿ οὐδὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας »τ]ατοῦ νηπίου«, ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε [*](26 Vgl. I. Kor. 13, 11 — 32 ff Vgl. Hieron. in Matth. 149B: haec est tristitia quae ducit ad mortem 8 <δὲ> KI, vgl. lat. 12 ἀναγωγήν (opp. ἰστορίας S. 404,9)] ἀν(θρωπ)ίνην ἀγωγὴν la slat. 14 f τὸν <κάτω> πλοῦτον ... ἢ τὴν κενοδοξίαν? Diehl vgl. lat. 18 τῆς + <φαύλης> Koe, vgl. lat. 4 vir <G 7 vgl. S. 409, 20 15 <quia — amamus> KI, vgl. gr. 26 evacuaverit L 32 <abiit> Kl, vgl. gr.)
v.10.p.404
λυπούμενος λύπην τὴν »τοῦ κόσμου«, τὴν »θάνατον« κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν <αὐτῷ γεγεννημένα> κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ, εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά τινα τῶν προαποδεδομένων διήγησιν ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον. ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ᾿ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ᾿ ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.
[*](1f Vgl. II. Kor. 7, 10 — 8—31 Vgl. C1 Nr. 213 Or. C luc Nr. 42 Or. (B I, 192, 5ff.))[*](3 ἦν Hu, vgl. lat. τίς M H 3 f ἔχων — ἠγάτα] vor ἀγαπῶν—λυπεῖσθαι Kl, vgl. lat. ~ M H 7 <αὐτῷ γεγεννημένα> Κl, vgl. lat. 22/23 ἀποδοῖτο + Omnia lat. 26 ἀπῆλθεν < Η)[*](12 1. invenies Kl, vgl. gr. 19 ff lat. hat mißverstanden und am Schluß ausgelassen 20 contristatus B 23 tradidisset + ei y)v.10.p.405
Ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ᾿ ᾦ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἄν <πάντως> τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν <τὸ> ἀδύνατον ***, ὄπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ᾿ αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος <ὁ πλούσιος> παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν [*](1 — 408, 9 Vgl. C luc Nr. 43 Or. 4 δυσκόλως πλούσιος Η 9 γὰρ +simpliciter lat. | οὐκ Η Μ c δυσκόλως M a 12 <πάντως> Koe, vgl. lat. 14 ὅτι < Η 17 <τὸ> KI mit C luc Nr. 43 18 *** KI, vgl. lat. 19 φαίνεται + ὡς C luc Nr. 43 24 καὶ μὴ] l.ὡς μὴ Koe 25 <ὁ> ΚΙ 30/31 εἰσελεύσεται + dives lat. 14 declarans Diehl, vgl. Z. 16 damnans x 15 hoc ipso B L)
v.10.p.406
τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου <πλουσίου εἰς σωτηρίαν> ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν ᾖ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται καμήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ <διὰ> τὴν ὅλην αὐτοῦ σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ᾿ ὅ <ὡς> αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν. <δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς αὐτὸν ἀδύνατον εἰς τὴν βασι-
[*](5 Zum Text vgl. Hautsch TU. 34, 2 a, 62 ff — 11 Vgl. Lev. 11, 4 — 16 f Vgl. Math. 7, 14 2 τοῦ M w. e. sch. < H 3 <πλουσίου εἰς σωτηρίαν> Hu Koe, vgl. lat. 41. ἡ + <παρακειμένη> Diehl Koe, vgl. lat. | τῷ KI, vgl. lat, τοῦ Μ Η 12 <διὰ> KI mit C luc Nr. 43 lat. | ὅλου <τοῦ σώματος> Koe, vgl. lat. 13 σκολιότητα + καὶ μὴν καὶ διὰ τὸ παχὺ καὶ γήϊνον καὶ σωματικὸν τοῦ φιλοπλούτου φρόνημα C luc Nr. 43 14 ῥαφίδος + adsimilatur lat. 17 τὴν < Η 19 l. ἑκατέρω<ς>? ΚΙ 20 <ὡς> ΚΙ Κοε, vgl. lat. 23 ff <δυνατὸν—εἰσελθεῖν> ΚΙ, vgl. lat. 5 transire B 20 sicut x* Pasch <μ) v.10.p.407
λείαν τῶν οὐρανῶν εἰσελθεῖν>. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμνει <ἤ> τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι ἤ τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ' οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς ῥαφίδος. ἀλλ' οὐ παρὰ ἀν θρώποις δυνατόν. <παρὰ δὲ θεῷ>· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἄν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἄν ἀποκαλύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἄν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαιᾶς αὐτῆς σδιηγήσει.
[*](27f Vgl. Matth. 27 4 ἐστι Μ | <ἤ> Kl Koe, vgl. lat. 5 παχύτητα + malorum. lat. 5ff λεπτύνοντι . . . . ποιοῦντι Koe λεπτύνοντος . . . . ποιοῦντος ΜΗ 7 γὰρ τοῦ] δὲ <ἀπὸ> τοῦ Koe, vgl. lat. 9 τῶν < Μ 18f καὶ τὴν κάμηλον δυνατὸν Μ 21 <παρὰ δὲ θεῶ> Kl Koe, vgl. lat. 2 possiblile + est L 4 grossitudinem x Pasch crassitudinem ρ 16 hoc x* Pach < ρ 29 profecic Koe, vgl. gr. proficit x) v.10.p.408
ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίας, νοηθήσεται καὶ τὰ νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἄν καὶ ἀκαίρου /ρχοιτο παρεκβάσεως. δύο τὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴνβασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναι;φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον <γενόμενον> εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως <μὲν> ἀμνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐᾶν εὑρεθῇ κάμηλος καὶ ἡτισοῦν ἐᾶν νοηθῇ [κάμηλος]
[*](2ff Vgl. Ex. 27, 16 1 ἥμεῖς Kl, vgl. lat. πῶν Μ Η 5 <τις> Diehl Kl Koe vgl. lat. 6 1. <ὁποι> ωσοῦν Diehl Koe, vgl. lat. φήσει Μ 21/22 <γενόμενον> Kl, vgl. lat. 24 <μὲν> Koe, vgl. lat. 27f καμήλου— τῆς < Η 28 τῆς2 < Μ 30 ἡτισοῦν Hautsch TU. 34, 2a, 64 εἴ τις οὖν Μ Η | νοηθῇ Diehl, vgl lat. εὑρεθῆ ΜΗ | [κάμηλος] Hautsch 1 adiciemus Kl, vgl. gr. adicimus x 3 necessaria y 8 <et acus illa> Diehl, vgl. gr. 14 exitum] lat. las ἐκβάσεως Koe 18 1. dicit (od. dicet) Kl) v.10.p.409
τρυμαλιὰ ῥαφίδος, [ἥ] εἰσελεύσεται δι' ἐκείνης· ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί <τινατ> τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ μόνῳ δυνατῶν ἤ μή, ὁ δυνάμενος ἐξεταζέτω.
Ἑξῆς ἔστιν ἰδεῖν τὰ περὶ τοῦ τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; καὶ ταῦτα δὲ ὁ μέν τις τηρήσει κατὰ τὴν λέξιν, ὁ δέ τις ἀνασκευάσας τὸ τῆς λέξεως ὡς οὐ μεγαλοφυὲς τροπολογήσει. [*](13 Vgl. Orig. in Ps. 4, 6 = Phil ἰατρικοῖς δὲ βοηθήμασιν ἀγαθὰ λέγηται ταῦτα κῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικὸν τελικὸν δὲ κατὰ) [*](1 [ἥ] Hautsch 3 ὅτι—ἀνθρώποις] hinter ῥαφίδος Ζ. 1 Μ Η ~ Kl, umgekehrt folgt Koe der Stellung inM H und zieht aus Z. 4. παρὰ—δυνατόν dazu 13 lat. las τέλη <τινὰ> κα<τά> τινα? Kl | <τι> Kl Koe, vgl. lat. 18 τὰ < Μ 24 ὑμῖν Μ) [*](12 hac G (L) 20 tunc] vorher Lücke? Kl, vgl. gr. u. s. S. 403, 7 | tunc — ei] X secundum matheum. In illo tempore dixit symon petrus ad iesum L 22 utique y* ergo L 23 nobis + Omelia Origenis de eadem lectione L | et1 < L | et2 < L)
v.10.p.410
ὁ μὲν οὖν τῇ λέξει παριστάμενος τοιαῦτα ἐρεῖ· ὥσπερ ἐπὶ τῆς δόσεως οὐ τὸ διδόμενον, ἀλλὰ τὴν <τοῦ διδόντος> προαίρεσιν ἀποδεχόμενος ὁ θεὸς δικαιοῖ καὶ <μᾶλλον> ἀποδέχεται τὸν τὸ ἔλαττον προαιρέσει τελειοτέρᾳ δεδωκότα παρὰ τὸν τὸ πλεῖον ἐκ πλειόων καὶ διαθέσει ὑποδεεστέρᾳ (ὡς δῆλόν ἐστιν ἐκ τῶν ἀναγεγραμμένων περὶ τῆς <μεγάλης> δόσεως τῶν πλουσίων καὶ τῶν δύο πεπτῶν, ἅτινα ἡ χήρα εἰς λόγον πενήτων ἔβαλεν εἰς τὸγαζοφυλάκιον). οὕτως καὶ ἐπὶ τῶν διὰ τὴν πρὸς τὸ θεῖον ἀγάπην καταλιπόντων ἅ κέκτηνται, ἵνα ἀπερισπάστως ἀκολουθῶσι τῷ Χριστῷ τοῦ θεοῦ πάντα πράττοντες κατὰ τὸν λόγον αὐτοῦ, οὐ πάντως μᾶλλον ἀπόδεκτος ὁ τὰ πλείονα καταλιπὼν τοῦ τὰ ἐλάττονα, καὶ μάλιστα ὅτε τύχοι ὅλῃ ψυχῇ τις καταλιπὼν τὰ ἐλάττονα, παρὰ τὸν δοκοῦντα καταπεφρονηκέναι τῶν πλειόνων. εἰ καὶ μικρὰ οὖν καὶ εὐτελῆ ὁ Πέτρος καταλέλοιπεν ἅμα τῷ ἀδελφῷ αὐτοῦ Ἀνδρέᾳ, ἡνίκα ἀκούσαντες ἀμφότεροι τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«, »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολού-
[*](9ff Vgl. Marc. 12, 41—44 — 15ff Vgl. Matth. 4, 18 — 29 Matth. 4, 19f 3/4 <τοῦ διδόντος> Kl, vgl. lat. 4 προαίρεσιν ἀπολδεχόμενος] wie IV, 235, 3. 280, 19 ἀποβλεπόμενος Koe, vgl. lat. 5 <μᾶλλον> Kl nach DiehlKoe, vgl. lat. 10 <μεγάλης> Kl, vgl. lat. 13 ἔβαλλεν Μ 16 καταλειπόντων Μ | κέκτητανι Μ 1/2 vult intelligere L 4 aspiciens] 1. suscipiens? Kl, vgl. gr. 7 <multis et cum> Diehl, vgl. gr. 10 divitum Kl, vgl. gr. divitis x 21 dimisit y 27 cum + Ἀνδρέᾳ gr. 28 <ambo> Diehl Kl Koe, vgl. gr.) v.10.p.411
θησαν αὐτῷ«, ἀλλ' οὐ μικρὰ λελόγισται παρὰ τῷ θεῷ κατανοήσαντι ὅτι ἀπὸ ἕξεως αὐτὸ τοιαύτης πεποιήκασιν, ὡς εἰ καὶ ἐκέκτηντο πολλὰ κτήματα καὶ πλεῖστα ὑπάρχοντα, μὴ ἄν ὑπ' αὐτῶν κατασχεθῆναι μηδὲ ἐμποδισθῆναι τὴν ὁρμὴν βουλομένων ἀκολουθῆσαι τῷ Ἰησοῦ. καὶ θαρρῶν (οἶμαι) ἐπὶ τῇ προαιρέσειμᾶλλον ἤ τῷ ὕλῃ ὧν καταλέλοιπενὁ Πέτρος παρρησιασάμενος εἶπε τῷ Ἰησοῦ τὸ ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;εἰκὸς δὲ νοεῖν μὴ δίκτυα μόνον αὐτὸν καταλελοιπέναι | ἀλλὰ καὶ οἶκον καὶ γυναῖκα, ἧς ἡ μήτηρ ἐπιστάντος τοῦ Ἰησοῦ ἀπήλλακται τοῦ πυρετοῦ· στοχάσαιτο δ' ἄν τις ὅτι δυνατὸν καὶ τέκνα αὐτὸν καταλελοιπέναι, οὐκ ἀδύνατον δὲ καὶ κτῆσίν τινα βραχεῖαν.
Μέγα οὖν δηλοῦται περὶ τοῦ Πέτρου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ἐπείπερ ἀκούσαντες τὸ »δεῦτε ἀκολουθεῖτέ μοι, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων« μηδὲν ἀναβαλλόμενοι »εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«, οὐ μιμησάμενοι τὸν εἰπόντα· »ἀλλὰ πρῶτον [*](20f Vgl. Luc. 4, 38f — 28ff Matth. 4, 19f — 33 Luc. 9, 61 3 αὐτῶ Μ 10 βουλομένων Ru βουλομένους Koe βουλομένην Μ Η 12 τῇ] ipoa lat. 16 σοι] σε Μ 17 νοεῖν Kl nach Koe, vgl. lat. καὶ Μ Η 26 οὖν + aliquid lat. 29 ἧμᾶς Η 14 ad Iesum y* < L 16 utique y* ergo L 30 cunctantes Kl, vgl. gr. cogitantes x)
v.10.p.412
ἐπίτρεψόν μοι εἰς τὸν οἶκόν μου ἀπεελθεῖν καὶ ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου«, οὐδὲ παραττλήσιόν τι ποιήσαντες τῷ λέγοντι· »ἐπίτρεψόν μοι πρῶτον ἀπελθεὶν καὶ θάψαι τὸν πατέρα μου«. καὶ πρόσχες ἐπιμελῶς ὅτι ἀξιολ ἀξιολόγως πληγέντες ὐπὸ τῆς προστάξεως τοῦ’ Ἰησοῦ καὶ τῆς ἐπαγγελίας αὐτοῦ, καὶ πιστεύσαντες ὄτι ὀλίγην ἀλισυτικ]ν καταλιπ΄ντες τὴν ἰχθώων ἀνθρώπους ἔμελλον ἀγρεύειν πρὸς σωτηρίαν, καὶ οίονεὶ τρωθέντες ὐπότε τῆς εἰς τὸν Ἰησοῦν κὰι ἦς ἐπηγγεείλατο αὐτοῖς διακονίας φιλανθρώπου μέλλουσιν ἀνδδρώπους θηρεύειν, »εὐθέως ἀφέντες τὰ δίκτυα« καὶ ὠσπερεὶ ἐπιλαθόμενοι τῶν οἴκοι »ἠκολούθησαν αὐτῷ«, ὠς ἄξιον γεγονέανι <ἐπὶ ἐκείνῃ>ἐπ’ ἐκείηῃ τῇ ὁρμῇ τὸν Πέτρον σεμνύνασθαι καὶ εἰρηκέναι τὸ προειρημένον. ἄμα δὲ παρατηρητέον ὄτι τοῦτο εἴρηχεν ὁ Πέτρος κατανοήσας μὲν τὴν εἰρημένην ὐπὸ τοῦ Ἰησοῦ φωνήν. εἰ θέλεις τέλειος εἶναι ὔπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἔξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, θεασάμενος δὲ καὶ τὸν ἀκούσαντα
[*](4 Ματτη. 8, 21 – 17f Matth. 4, 20 11 τὴν Μc H τῶν Μα 14 Ἰησοῦν <ἀγάπης> Κοe 19 Κοe, vgl. lat. 27 εἰ —εἶμαο] hinter εἰρημένην — φωνήν Κl, vgl. lat. ~ M H 32 καὶ <Μ 5 eam eet y* <L 11 fuerant] ? Diehl 26 est x* <ρ 32 1. adolescentem <audientem et>? Kl, vgl. gr.) v.10.p.413
νεανίσκον καὶ μετὰ λύπης ἀπεληλυθότα, ἐπείπερ πρροκεκρρίκει τὰ πολλὰ ἐπὶ τῆς γὴς κτήματα τοῦ τέλειος ἐν θεῷ γενέσθαι, νοήσας δὲ καὶ τὸ δύσκολον περὶ τοῦ εἰσελθεὶν ἐἰς τὴν τῶν οὐραῦνων βασιλείαν τοῦ πλουσίου, ὡσπερεὶ καὶ αὐτὸς οὐκ εὐχερὲς πρᾶγμα ποιῶν ἐν τῷ πάντα καταλελοιπέναι καὶ ἡκολουθηκέενοι τῷ σωτῆρι, εἶπε τὰ προκείμενα. διὰ καὶ παρρησισαμένῳ τῷ Πέτρῳ ἀποκρίνεται τὰ τῆς ἐπιφερομένης μεγάλης ἐπαγγελίας ὀ σωτὴρ πεερὶ τοῦ μέλλειν ἔνα τῶν κριτῶν τοῦ Ἰσραὺλ ἔσεσθαι τὸν πέτρον.
Ὁ δὲ τῆς λέζεως <ὠς> οὐχ ἰκανῆς πεῖσαι μεγαλοφυῆ ἀκροατὴν καταφρονήσας, ὠς καὶ ἄλλων λέζεων τῆς γραφῆς τὸ σεεμνὸν ἐν τῇ ἀναγωγῆ ἐχουσῶν, τοιαῦτα φήσει ὅτι αὐτό τὸ τὸ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, δικτυδίου καταλειφθέντος καὶ πενιχρᾶς οἰκίας καὶ ἐπιπόνου ἐν πενίᾳ βίου, οὐ πάνυ τι <μέγα ἐστὶν οὐδὲ> ἀξίως λέλεεκται τοῦ τηλικούτου μαθητοῦ, ᾦ »σὰρξ καὶ αἶμα οὐκ ἀπεκάλυψεν« ὅτι Ἰησοῦς εἴη »ὁ Χρι [*](32ff Matth. 16, 17. 16 2 τὰ] ἔχεειν Κοe, vgl. lat. 8 ώσπερεὶ] ideo quasi lat. 9 ποιῶν] ἐπιιτελῶν Κοε, vgl. lat. 10 ἀκολουθηκέναι Η 19 <ὡς> Κl 28 καὶ] νελ lat. 30 <μέγα—οὐδὲ> Kl, vgl. lat. 17 ex] de L | Israel] itis G illis L 22 de onestatem G honestatem L 23/24 consistente Kl consistentem x 25 1. tractemus ? doch vgl. S. 424, 11. 432, 28 Koe 28 <si significat se> Kl nach Diehl Koe)
v.10.p.414
στὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζπωντος«, »ἀλλ’ ὁ ἐν τοῖς οὐρανοῖς πατὴρ« αὐτροῦ, καὶ ᾦ λέλεκται τὸ »σὺ εἶ ὁ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾄλου οὐ κατισχύσουσιν αὐτῆς«. ἀλλὰ οὐποτε τὰ <προ-> αποδελομένα εἰς τὴν διήγησιν τοῦ· ὔπαγε πύλησόν σου τὰ ὐπάρχοντα καὶ τὰ ἐξῆς χρήσιμα <καὶ ἀληθινὰ> εἰς τὰ προκείμενά ἐστι. πέτρος γὰρ ἀφῆκε πάντα, ἐφ’ οἶς ἀμαρτωλὸς ἦν καὶ δἰ ἄ εἶπεν· »ἔξελθε ἀπ’ ἐμοῦ, κύριε, ὄτι ἀνὴρ ἀμαρτωλὸς ἐγώ εἰμι«, καὶ μέγας αἰτοῦ ἔπαινος ἦν τεθαρρηκότος ἐπὶ τῷ μηκέτι ἀμαφτάνειν λέγειν· ἀφήκαμεν πάντα, καὶ οὐ μόνον τὰ χείρονα καταλοίπαμεν ἀλλὰ καὶ ἠ κολουθήσαμέν σοι. τὸ δὲ σοὶ ἠκολουθήσαμεν ἴσον δύναται εἶναι τῷ· ἀπολαύψαντος ἡμῖν <κατὰ πάντα, ὡς Πέτρῳ, τοῦ> πατρὸς ὅστις εἶ, καὶ ὄτι δικαιοσύνη τρὸς ὄστις εὶ, καὶ ὄτι δικαιοσύνη εἶ, ἠκολουήσαμέν σοι καθὸ δικαιοσύνη τυγχάνεις, οὔτω δὲ καὶ καθὸ ἁγιασμὸς καὶ καθὸ σοφία καὶ
[*](3 Ματτη. 16, 18 — 16 Luc. 5,8 7<pro-> Kl, vgl last. u. S. 404, 12 8 τοῦ Ηu τὸ ΜΗ 10 τὰ <Η 13 <ΛΑΤὊ ἀληθινὰ> Diehl Kl Koe, vgl. last. 18 1. <τὸ> τεθαρρηκότως Κοε 27 <κατὰ —τοῦ> Κl. vgl. lat. 28ff Vgl. I. Kor. 1,30 usw. 6 ei] adversus eum G 19 confidentis x* confitentis ρ 24 dicit + et L) v.10.p.415
καθὸ εἰρήνη καὶ καθὸ ἀλήθεια καὶ καθὸ ὁδὸς ἡ φέρουσα πρὸς θεὸν καὶ καθὸ ζωὴ ἀληθινή διάπερ ὡς ἀθλη- <τὴς νικη> τὴς μετὰ τὸν ἀγῶνα πυνθανόμενος τοῦ ἀγωνοθέτου, εἰ τύχοι μὴ ἐπιστάμενος τὰ ἐπὶ τῷ ἀγῶνι ἆθλα, πυνθάνεται τοῦ σωτῆρος λέγων μετὰ τῆς ἐπὶ τοῖς ἀνδραγαθήμασι παρρησίας τὸ τί ἄρα ἐσται ἡμῖν; καὶ ἔἴπερ βουλόμεθα τὰ πρὸς Πέτρον εἰρημένα τὰ κατὰ τὴν πεῦσιν αὐτοῦ καὶ αὐτὶ λαβεῖν, ἀφῶ| μεν ὁμοίως πάντα, μηκέτι περιεχόμενοι τῆς καίας καὶ τῆς κατ' αὐτὴν ἐνεργείας, καὶ ἀκολουθήσωμεν τῷ τοῦ θεοῦ λίγῶ, ἴνα ἡμῖν εἴπῃ καὶ πᾶσι τοῖς ἀκολουθήσασιν αὐτῷ τὰ ἐπιφερόμενα οἴτως ἔχοντα· ὀ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὐμῖν ὄτι ἡμεῖς οἱ ἀκολουθήσαντές μοι καὶ τὰ ἐξῆς. ἄπερ καὶ αὐτὰ καὶ ἀπλούστερον ἔχει τινὰ προτρεπτικὸν ἐπὶ τὸ καταλιπεῖν πεῖν τὰ ὐπάρχοντα νοῦν, καὶ ἔτερον παρὰ τοῦτον βαθύτερον. ὁ μὲν οὖν κατὰ τὴν λέξιν ἐρμηνεύων
[*](23 f Vgl. sum Text Hautsch TU. 34, 2 a, 65 3 ἀθλη<τὴς νικη>τῆς Diehl Kl, vgl. lat. 5 ἀγονοθέτου Η 8f τῆς... παρησίας Κl τὴν . . . παρρησίαν ΜΗ 12 κατὰ Κοε καὶ ΜΗ 14 ὁμοίως Κl, vgl. lat. oὔτως Μ Η 32 lat. veicht ab 2 via x* vita ρ 4 agonitegam B 11 recipere (R) G 18 dicatur et GL 23 regeneratione x* generatione ρ 25 sedebitis et vos L 34 vult intelligere L) v.10.p.416
τὸν τόπον τοῦ εὐαγγελίου τοιαῦτα ἐρεῖ· <οὐ>πάντας εἶπεν ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ λόγος, ἀλλὰ τοὺς μὲν τότε ἀποστόλους καὶ <τοὺς> ὁμοίως ἐκείνοις ἐπιμόνως αὐτῷ ἀκολουθήσαντας <ἀκολουθήσαντας ἑαυτῷ> ὠνόμασεν· τοὺς δὲ μεταγενεστέρους ἐδήλωσε <τῷ> καὶ πᾶς ὄστις ἀφῆκεν ἀδελφοὺς ἤ ἀδελφὰς καὶ τὰ ἐξῆς. ἀλλ’ ὠς βιαίως διηγγησάμενον τὸ ἀκολουθεὶν ἀνατρέψει τις λέγων περὶ πάντων εἰρῆςσθαι τὸ ἀκολου θεῖν ἐν τῷ »ὅς ἄν μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἐστι μου ἄξιος εἶναι μαθητής«.
Οἰ τοίνυν ἀκολουθήσαντες τῷ σωτῆρι καθεδοῦνται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ ταύτην λήψονται τὴν ἐξουσίαν ἐν τῇ ἀνα στάσει τῶν νεκρῶν· αὕτη γάρ ἐστιν ἡ παλιγγενεσία καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινή τις γένεσις οὖσα, ὄτε οὐρανὸς καινὸς καὶ [ἡ] γῆ καινὴ τοῖς ἐαυτοῦς ἀνακαινώσασι κατίζεται καὶ καινὴ διαθήκη παραδίδοται καὶ τὸ ποτήριον αὐτῆς.
ἐκείνης δὲ τῆς παλιγγενεσίας παλιγγενεσίας προοίμιόν ἐστι τὸ καλούμενον παρὰ [*](14 Ματτη. 10, 38, vgl. Luc. 14 27 Marc. 14, 25 Parr. — 33 ff Vgll. Tit. 3, 5 2 <oὐ>Κl, Vgl. lat. 5 <τοῦς> Κοe | ὀμοίους Η 6 <ἀκολουθήσαντας ἐαυτῷ> Diehl Koe, vgl. lat. 7 τοὺς Κl oὔς ΜΗ 8 <τῷ> Κl, vgl. lat. 28 ὅτε + et lat. —28 Vgl. Apoc. 21, 1 — 30 Vgl. 2 dicet] dicit y* | dixit R G dicit B dicti L 5 <obstinate> Diehl, vgl. gr. 25 ipas] lat. las αὐτὴ Κοe 26<re> generatio Kl, vgl, gr. u. Z. 32 et] lat. las <καὶ> καινή 32 prooemium Koe, vgl. gr. praemium x)
v.10.p.417
τῷ Παύλῳ λουτρὸν παλιγγενεσίας, καὶ ἐκείνης τῆς καινότητος <μυστήριόν ἐστι> τὸ ἐπιφερόμενον τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐν τῷ »ἀνακαινώσεως πανεύματος«. τάχα δὲ καὶ κατὰ μὲν τὴν γένεσιν »οὐδείς ἐστι καθαρὸς ἀπὸ ῥύπου, οὑδ' εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ« διὰ τὸ περὶ τῆς γενέσεως μυστήριον, ἐφ'ᾖ τὸ ὑπὸ τοῦ Δαυΐδ ἐν πεντηκοστῷ ψαλμῷ λελεγμένον ἕκαστος ἂν τῶν εἰς γένεσιν ἐληλυθότων λέγοι, ἔχον οὕτως ὅτι »ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου«. κατὰ δὲ τὴν ἐκ λουτροῦ παλιγγενεσίαν πᾶς μὲν »καθαρὸς ἀπὸ ῥύπου« ὁ γεννηθεὶς »ἄνωθεν« »ἐξ ὕδατος καὶ πνεύματος«, ἵνα <δὲ> τολμήσας εἴπω καθαρὸς »δἰ ἐσόπτρου« καὶ »ἐν αἰνίγματι. κατὰ δὲ τὴν ἄλλην παλιγγενεσίαν, ὅταν καθίσῃ ὁ υἱὺς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πᾶς ὁ εἰς τὴν ἐν Χριστῷ παλιγγενεσίαν ἐκείνης φθάσας καθαρώτατός ἐστιν »ἀπὸ ῥ΄φπον« <καὶβλέπει>»πρόσωπον πρὸς πρόσωπον«, καὶ αὐτὸς »διὰ λουτροῦ παλιγγενεσίας« φθάνων ἐπ'
[*](5ff Vgl. Orig. hom. V, 14 in Jer. (III, 44, 13ff) - 6. 18. 28 Job 14, 4f - 13 (lat.) Vgl. Sir. 14, 18? - 15 Ps. 50, 7 - 19f Vgl. Joh. 3, 3. 5 - 21 Vgl. I. Kor. 13, 12 - 28f Vgl. I. Kor. 13, 12 - 29 Vgl. Tit. 3, 5 2/3 <μυστήριόν ἐστιx003E; Kl, vgl. lat. 6 μὲν <Μ |γένεσιν +hanc lat. 13 ὰν τῶν Κl πάντων Μ Η 14 λέγει Μ 21 <dὲ> Kl, vgl. lat. 28 <καὶ βλέπωι> Kl, vgl. lat. 13 ex carne et sanguine] dies 13 ex carne et sanguine] dies las lat. in seinem gr. Text koe 20 audaciter G 23 tertiam] l.aliam? Kl, vgl. gr. (order: τρίτην im gr. Diehl) 32 illum G) v.10.p.418
σύνες πῶς Ἰωάννης, ὁ »ἐν ὅδατι« βαπίζων »εἰς μετάνοιαν« λέγει περὶ τοῦ σωτῆρος τὸ »αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί«.
Ἐν μὲν οὖν τῇ διὰ λουτροῦ παλιγγενεσίᾳ συνετάφημεν τῷ Χριστῷ. »συνετάφημεν γὰρ αὐτῷ (κατὰ τὸν ἀπόστολον) διὰ τοῦ βαπτίσματος«. ἐν δὲ τῇ τοῦ διὰ πυρὸς καὶ πνεύματος λουτροῦ παλιγγενεσίᾳ σύμμορφοι γινόμεθα »τῷ σώματι τῆς δόξης« τοῦ Χριστοῦ καθεφμένου ἐπὶ θρόνου δόξης αὐτοῦ καὶ αὐτοὶ καθεζόμενοι ἐπὶ δώδεκα θρόνους, εἰ καὶ ἀφέντες πάντα (ὁποτερωσοῦν *** μᾶλλον δὲ κατὰ τὸ δεύτερον) ἠκολουθήσαμεν Χριστῷ. τότε δὲ ὅταν καθίςῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, πληροῦται ἡ λέγουσα προφητεία.»εἶπεν ὁ κύριος τῷ κυρίῳ μου. κάθου.ἐκ δεξιῶν μου ἕως ἂν θῶτοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. καὶ τό<τε> »δεῖ αὐτὸν βασιλεύειν, ἄχρις οὖ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ«, ἕως οὗ »ὁ ἔσχατος ἔχθρὸς θάνατος« καταργηθῇ, οὗ καταργηθέντος Οὑκέτι ἔσται πρὸ [*](1ff Matth.3, 11 - 6.11 Vgl. Tit. 3, 5 - 8 Röm. 6,4 - 12 Vgl. Phil. 3,21 - 22 Ps. 109,1 - 26 I. Kor. 15, 25 - 28 Vgl. I. Kor. 15, 26 1 πῶς + ὁ Μ 10 διὰ τοῦ Μ 13 καθεζομένου Κοe, vgl. lat. καθεζομενω M H 17 *** Kl, vgl. lat. 18 δεύτερον Κl Koe,vgl. λουτρὸν Μ Η 19 Χριστῷ Κl nach Koe σοι Μ Η 25/26 τό<τε>Diehl, vgl. lat, 28 οὖ <Η 30 πρὸ <Η 4 spiritu x* + sancto μ 5 in igne] igni B 8 <consepulti-illo> Kl, vgl. gr. 12 in igne] igne R igni B 21 filius hominis sederit L 22 implebitur B L 25/26 scamellum G, vgl. XI, 9, 11 29 eius x* suis μ)
v.10.p.419
προσώπου τῶν σωζομένων θάνταος ἀλλὰ μόνη ζωὴ ἡ πιστευομένη. θανάτου μὲν γὰρ ὄντος πρὸ προσώπου <ἀνθρώπων> δἰ ἐκεῖνον ἀπιστεῖται ὐπὸ τῶν κρατουμένων ὑπ'αὐτοῦ ζωή· καταργηθέντος δὲ θανάτου πιστεύεται ὑπὸ πάντων ἡ ζωή. ἐν δὲ τῷ νόμῳ εὑρήσεις καὶ τὸ »τέθεικα τὴν ζωήν καὶ τὸν θάνατον πρὸ προσώπου σου« καὶ τὸ »ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλκρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν« καί. »οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν«. καθέζεται δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, οὑδενὸς ἀτίμου καὶ ἀδόξου ἐνν θεῷ βασιλευομένου ὑπ'αὐτοῦ. πάντες γὰρ τότε οἱ μὴ »δόξαν παρὰ ἀνθρώπων« λαμβάνοντες μηδέ <τι> ποιοῦντες πρὸς τὸ δοξασθῆναι »ὐπὸ τῶν ἀνθρώπων«, ἀλλὰ τὴν δόξαν τὴν ἀπὸ »τοῦ μόνου« ζητοῦντες, βασιλευθήσονται ὑπὸ τοῦ καθημένου ἐπὶ θρόνου δόξης αὐτοῦ. τότε δὲ καὶ ἀποδίδοται τὰ τῆς εὐχῆς τῷ σωτῆρι εὐξαμένῳ καὶ εἰπόντι. »πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ κόσμον εἶναι«.
Εἰ δὲ δύνασαι νοῆσαι τὸν λόγον ἀποκαταστάντα μὲν μετὰ τὸ γεγονέναι αὐτὸν σάρκα καὶ ὅσα [*](8 Deut. 30, 15 — 10 Deut. 28, 66 — 12 Deut. 28, 66 — 18 Vgl. Joh. 5, 41- 20 Vgl. Matth. 6. 2 — 22 Vgl. Joh. 5, 44 — 26 Joh. 17, 5 — 32 Vgl. Joh 1, 14) [*](4 <ἀνθρώπων> Κl nach Diehl Koe vgl. lat. 11 κεκρα΄μμένη Μ 12f καὶ—ὑμῶν <Μ 19 <τι> Kl Koe, vgl. 20 τῶν <Μa 22 μόνου <θεοῦ> Ηu, vgl. lat., doch s. var. lect. zu Joh 5, 44 Hautsch TU 34, 2a, 132f ) [*](4 propter eam Kl Koe propterae R G <BL 7 credetur G L 20 solam] lat. las τὴν ἀπὸ θεοῦ μόνην Κοε 22 regenerabuntur L 24 et oratio] ~G oratio L)
v.10.p.420
γέγονε τοῖς γεννητοῖς, γινόμενος αὐτοῖς ὅπερ ἕκαστος αὐτὸν <ἐαυτῷ> ἔχρῃζε γενέσθαι, ἵνα τοὺς πάντας κερδήσῃ, καὶ ἀποκαταστάντα, ἵνα γένηται ὁποῖος »ἦν ἐν ἀρχῇ τὸν θεόν«, (θεὸς λόγος ὢν) ἐν τῇ ἰδίᾳ δόξῃ, ὡς λόγου τοιούτου δόξῃ. ὅψει αὐτὸν καθεζόμενον ἐπὶ θρονου νου δόξης αυτοῦ, καὶ οὐχ ἔτερον αὐτοῦ τὸν υἰὸν τοῦφ ἀνθρώπου, τὸν κατὰ τὸν Ἰησοῦν ἄνθρωπον νοούμενον· ἓν γὰρ οὖτος τῷ λόγῳ γίνεται, παντὸς μᾶλλον τῶν διὰ τὸ κολλᾶσθαι »τῷ κυρίῳ« γινομένων »ἓν πνεῦμα« πρὸς αὐτόν. τότε δέ, ἡνίκα ἂν ταῦτα ἐν τῇ ἀποκαταστάσει τοῦ σωτῆρος γένηται, καὶ οἱ ἀφέντες πάντα καὶ ἀκολουθήσαντες αὐτῷ καθεδοῦνται, ὡς σύμμορφοι γενόμενοι »τῷ σώματι« καὶ τῷ θρόνῳ τῆς δόξης τοῦ Χριστοῦ, ἐπὶ θρόνους δώδεκα κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. ὁ γὰρ ὅλος βίος τῶν δικαίων κρινεῖ
[*](3 Vgl. I. Kor. 9, 19 — 5 Joh. 1, 2 — 6 Vgl. Joh. 1,1 — 12 Zu ton κατὰ τὸν Ἰησοῦν ἅνθρωπον vgl. Register zu Orig. Π. Vgl. ferner Orig. tom XIII, 25 in Joh. (IV, 470, 18): ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου . . αὔτη ἦν τὸ μηκέτι ἕτερον αὐτὸν τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ. — 15f Vgl. I. Kor. 6, 17 — 22 Vgl. Phil.3, 21 ) [*](2 ἄπερ Μ | αὐτὸν Kl Vgl. lat., αὐτῶν Μ Η |<ἑαυτῷ>Κοe, Vgl. lat. 4 l. kαὶ <μετὰ ταῦτα>? Diehl Kl Koe, vgl. lat. 6 θεὸς + καὶ Μc H 7 λόγου] uerbum lat. 10 καὶ]ὅτε <νοήσεις> Κοe, vgl. lat. 12 τὸν Ἰησοῦν] corpus lat. | γινόμενον Μ 16 γενομένων Μ 19 γένηται Κοe γίνεται Μ Η 1 *** Diehl, vgl. gr. 3 fieri habuit L 6/7 erat verbum L 8 ergo y*<L 12 corpus] verlas lat. ein σݲρݲαݲ (für ιݲνݲ) in σῶμα? koe) v.10.p.421
τὰς μὴ πεπιστευκυίας δώδεκα φυλὰς τοῦ Ἰσραήλ, καὶ κρινοῦσί γε οἱ ἀπόστολοι καὶ οἱ τὸν ἀποστολικὸν ἐζηλωκότες βίον καὶ κατωρθωκότες τοὺς εὐγενεῖς μὲν (διὰ τὸ εἶναι αὐτοὺς Ἰσραηλίτας) οὐ τὰ ἄξια δὲ τῆς εὐγενείας πεποιηκότας. τάχα δὲ τὸ μὲν »ἐν ὑμῖν κρίνεται ὁ κόσμος« πρὸς Κορινθίους λελεγμένον λέγεται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν, τὸ δὲ καθίσεσθε καὶ αὐτοὶ ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοὺ Ἰσραὴλ πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τὸν ἀποστολικὸν βίον ἐζηλωκότας, κρινοῦντας τοὺς εὐγενεστέρους τοὺ ὅλου κόσμου ὄντας τὸν Ἰσραήλ. ἀλλὰ νόησον ἐν τούτοις ἀξίως τῆς μεγαλονοίας τοῦ εὐαγγελίου τὸν Ἰσραὴλ εὐγενῆ μὲν καὶ πεφυκότα κρειττόνως, οὐ πεπιστευκότα δέ. ἀνάγειν δὲ μετὰ τὸν περὶ τοῦ Ἰσραὴλ καὶ τὸν περὶ τῶν δώδεκα φυλῶν λόγον (ὥστε δώδεκα τάγματα εἰπεῖν γενικὰ ψυχῶν καὶ εὐγενεστέρων, ὧν αἱ μὲν διαφέρουσαι ἐν ὑπεροχῇ εἰσιν αἱ δὲ καθ᾿ ἕνδεκα μοίρας τεταγμέναι λοιπαὶ <ἐν> τάξει δευτέρᾳ), ὑπὲρ ἧμᾶς ἐστι μὴ τηλικαῦτα θεωροῦντας, ὡς
[*](8 I. Kor. 6, 2 1 ώδεκα <M 2 φυλλὰς M 7 εὐγενείας H 13 καθίσεσθε υ καθήσεσθε M H 16 Ἰσραὴλ + dicitur lat. 18 κρινοῦντας KI, vgl. lat. κρίνοντας M H 24 πεπιστευκότας H 32 <ἐν> Koe 33 τηλικαῦτα KI τηλικαύτην M H 1 duodecim Y* <L 4 et indcabunt ] lat. las wohl ein im gr. jetzt fehlendes ka]i krino[ysi hinter dem im last. übergangenen καὶ κατωρθωκότες Κοe 6f non autem falsch über setzt statt qui non Elt) v.10.p.422
δυνηθῆναι παραστῆσαι πῶς δώδεκά εἰσιν αστέρες οἱ πατέρες τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ, ὥσπερ ἐδήλου τὸ προφητικὸν (ἵν’ οὕτως ονομάσω) ὄναρ τοῦ Ἰωσήφ. οἱονεὶ δὲ καὶ ἕκαστος τῶν κρινομένων Ἰσραηλιτῶν ὑπό τινος ἢ συνωνύμου ἄστρου ἢ ἄστρῳ παραπλησίου ἀποστόλου καὶ τοῦ τὸν ἀποστολικὸν βίον βιώσαντος κριθήσεται.
Εἰ μὲν οὖν τις πάντα ἀφῆκε καὶ ἠκολούθησε τῷ Ἰησοῦ, τῶν εἰρημένων πρὸς τὸν Πέτρον κατὰ τὴν πεῦσιν αὐτοῦ τεύξεται· εἰ δὲ οὐ πάντα μὲν τὰ δὲ ἐπιφερόμεαν, ὁ τοιοῦτος πολλαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. τίνα δὲ οὐ πάντα ἀλλ’ εἰδικῶς λελεγμένα, κατανοητέον ἐκ τοῦ καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς καὶ τὰ ἑξῆς. καὶ τοῦτο δὲ ὅτι μὲν ἔχει οὐκ εὐκαταφρόνητον λόγον καὶ κατὰ τὸ ἁπλοῦν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν τῆς ἐκδοχῆς καὶ προτρεπτικὸν ἐπὶ τὸ πάσης σαρκικῆς συγγενείας καταφρονεῖν καὶ πάσης τῆς κτήσεως. πᾶς ὁστισοῦν ὁμολογήσει. [*](5 Vgl. Gen. 37, 9 14 κατὰ Koe καὶ M H 15ff lat. redigiert anders 28 δὲ M c auf Rasur 33 κτήσεως Kl, vgl. substantiam mundialem lat. u. S. 423, 8 κτίσεως Μ Η 15 reliquit B 17 specialiter] entspeich εἰδικῶς Ζ. 21 Diehl 19 aeternam possidebit L 22 et < L 23 reliquerit x reliquit ρ 34 fatebitur Koe, vgl. gr. fatetur x)
v.10.p.423
εἰ δὲ καὶ τοῦτο ἐκιδέχεται ἀναγωγήν, ὁ μέν τις διστάσει ὁ δὲ καὶ ἀποφανεῖται ὅ τι ἔχει. καὶ σαφές γε κατὰ τὸ ῥητὸν ὅτι πολλοὶ τῶν πιστευσάντων εἰς τὸν σωτῆρα ἡμῶν ἑμισήθησαν ὑπὸ συγγενῶν καὶ εἵλαντο τούτους καὶ πᾶσαν κτῆσιν καταλιπεῖν ὑπὲρ τοῦ πεισθέντες ὅτι πᾶς ὅστις ἀφῆκε τοὺς κατὰ σάρκα ἀδελφοὺς καὶ τὰς συγγενεῖς μόνῳ τῷ σώματι ἀδελφὰς καὶ γονεῖς τῶν σωμάτων καὶ τὰ τέκνα τῆς σαρκὸς καὶ τοὺς ἐν τῇ ἐπικαταράτῳ γῇ ἀγροὺς καὶ τὰς ἐν αὐτῇ οἰκίας, ἄλλο τι ἀλλ’ ἕνεκεν τοῦ ὀνόματος Ἰησοῦ, πολλαπλασίονα λήψεται· πολλαπλασίονα γὰρ καὶ (εἰ δεῖ οὕτως ὀνομάσαι) ἀπειροπλασίονα οὐκ ἐν προσκαίρῳ ζωῇ, ἀλλ’ ἐν αἰωνίῳ γενόμενος, κληρονομήσει αὐτά. πολλαπλασίονας μὲν γὰρ ἀδελφοὺς καὶ ἀδελφὰς ὧν τις ἀφῆκε διὰ τὸν τοῦ θεοῦ λόγον, εὐχερὲς διηγήσασθαι· καὶ γὰρ ἐν τῷ κόσμῳ τούτῳ πολλαπλασίους οἱ κατὰ τὴν πίστιν ἀδελφοὶ τῶν δι’ ἀπιστίαν καταλελειμμένων ὑπὸ τῶν
[*](15 Vgl. Gen. 3, 17 3 ἀποφανεῖται Κl Koe ἀποφαίνεται Μ Η 5 παστεων Μ 23 τῷ Ru τὸ ΜΗ |π. μεν γὰρ] καὶ π. μέν γε Koe, vgl. lat. 32/33 δι’ ἀπιστίαν Kl, vgl. lat. διὰ πίστιν Μ Η 33 <σωματικῶν> ὑπὸ ? Diehl, vgl. lat. 5 <in> Christo? Diehl, vgl. gr. 8f aeternam possiderent L 12 et 2 Kl, vgl. gr. aut x 17 reliquerit μ reliquit x 19 <multiplicia enim> Kl, vgl. gr. 26 percipiet] recipiet L) v.10.p.424
πιστευσάντων. οὕτω δὲ καὶ γονεῖς πάντας τοὺς ἀνεπιλήπτους ἐπισκόπους καὶ τοὺς ἀνεγκλήτους πρεσβυτέρους λαμβάνει τις, ἀνθ’ ὧν καταλέλοιπε δού· ὁμοίως δὲ καὶ τέκνα πάντας τοὺς ἡλικίαν ἔχοντας τέκνων. πῶς δὲ πολλαπλασίονας ἀγροὺς ἢ οἰκίας ὧν τις καταλέλοιπε κλγρονομεῖ, οὐκέτι ὁμοίως ἀποδοῦναι δύναται, ἂν μὴ ἄρα τις βιασάμενος ἐπ’ ὀλίγων τὸ τοιοῦτον παραστήσῃ, ὅπερ οὐκ εὔλογον· ἅπαξ δὲ ἀλληγορῶν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας ἀναγκασθήσεται κατὰ τὸ ἀκόλουθον καὶ τὰ ἀνωτέρω τούτων ἀπόδοῦναι.
Εἰσὶν οὖν (οἶμαι) ἐν ταῖςμακαρίαις ἁγίαις καὶ μακαρίαις δυνάμεσιν ἀδελφοὶ οἱ »εἰς ἄνδρα τέλειον« κατηντηκότες τῶν τὸ »μέτρον τῆς ἡλικίας τοῦ χριστοῦ« κεχωρηκότων καὶ ἀδελφαὶ πάντες οἱ παρθένος ἀγνὴ παραστησάμενοι Χριστῷ οὐκ ἀπ’ ἀνθρώπων (οἶμαι) μόνον, ἀλλὰ καὶ τῶν λοιῶν δυνάμεων. γονεῖς δὲ τοιοῦτοι εἶεν ὰν τίνες ἢ περὶ ὧν εἴρηται πρὸς τὸν Ἀβράμ· »σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, τραφεὶς [*](22f Vgl. Eph. 4, 13 – 25 Vgl. II. Kor. 11, 2 – 31 Gen. 15, 15 4 ἀνθ’] ἀφ’ Μ 9 οἰκίας] in M Lücke 11 δύναται] possumus lat. 14 παραστήσει Μ 15 εὔλογον Μ c H εὔκολον Μ a w. e. sch. 18 τούτων] οὕτως Koe 25 οἱ] ὡς Koe 26 παραστησάμενοι Kl, vgl. lat. παραστησόμενοι M H 32 μετ’ εἰρήνης < Μ 4 [patres] Kl, vgl. gr. 7/8 filiorum y* <L 10 <pro eis> Diehl, vgl. gr. 20 in angelis Kl, vgl. gr. et angelis G L et angeli B 26 castas virgines L 27 isti qui (G) B istae quae L 28 illi Kl ille G L | qui Kl quae x 29 autem y* < L | quales] lat. las ἄν τινες περὶ Diehl)
v.10.p.425
ἐν γήρᾳ καλῷ«; εἰ δὲ γίνονταί ποτε οὗτοι (ἀνάλογον ἐκείνοις τοῖς πατράσιν) ἑτέρων πατέρες, τοῖς πατράσιν) ἑτέρων πατέρες,, πολλοαπλάσιον καὶ τέκνα λήψονται ὁμοίως τῷ Ἀβραάμ. καὶ τοὺς ἀγροὺς δὲ καὶ τὰς οἰκίας πολλαπλασίονας τῶν καταλειπομένων νόει μοι ἐν τῇ ἀναπαύσει τοῦ θείου παραδείσου καὶ τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς »δεδοξασμένα ἐλαλήθη«. ἧς »ὁ θεὸς ἐν ταῖς βάρεσι γινώσκεται, ὅταν ἀντιλαμβάνηται λαμβάνηταί αὐτῆς«, ἧς »ὁ θεὸς ἐν πρὸς τοὺς τὰς ἐκεῖ οἰκίας κληρονομοῦντας· »κααθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν«, περὶ ἧς λέγεται· »καταδιέλεσθε τὰς βάρεις αὐτῆς«. ἐπὶ τοιούτοις δὴ κληρονομεῖν τὴν αἰώνιον ζωὴν μακάριον, τοσούτους ἔχοντας κληρονομ <ίαν αγρ>οὺς καὶ τοσαῦτα δένδρα ὑπὰθεοῦ γεωργούμενα καὶ οἰκίας ἐκ θεοῦ γεωργούμενα καὶ οὐκίας ἐκδοχῆς λίθων ζώντων, ἐν αἷς ἀναπαύσεται πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺςἢ ἀδελφὰς καὶ τὰ λοιπά.
Μετὰ τοῦτό ἐστι τὸ πολλοὶ δὲ ἔσονται πρῶτοι 30 ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. καὶ τοῦτο δὲ ἔχει μέν τινα καὶ κατὰ τὸν ἁπλούστερον νοῦν προτρέψα- [*](10f Vgl. Ps. 86,3 – 11 Ps, 47,4 – 15 Ps. 47,9 – 18 Ps., 47,14 – 24f Vgl. I. Petr. 2, 5 3/4 πολαπλάσιον Μ 7 πολυπλασίονας Μ 18 καταδιέλεσθε Κl mit LXX lat. καὶ τὸ διέδεσθε Μ Η 22/23 κληρονομ<ίαν ἀγρ>οὺς Kl. 32 τὸν Kl. Koe, vgl. lat. τὸ Μ Η 4 l. recipient? Kl, vgl. gr. 7 * * * Diehl, vgl. gr. 9 gradibus B L 13 et] so LXX var. lect. Koe 15 gradus B L 17 vitam aeternam possidebit LXX 30 et < G)
v.10.p.426
σθαι δυνάμενα τοὺς ἄρτι προσερχομένους τῷ θείῳ λόγῳ ἐπὶ τὸ ἀναβῆναι παρὰ πολλοὺς τῶν νομιζομένων ἐγγεγηρακέναι τῇ πίστει ἐπὶ τὸν ὑπὲρ αὐτοὺς βίον καἲ λόγον, ὡς οὐκ ἐμποδίζοντος οὔτε χρόνου τοῖς ὕστερον πιστεύουσιν οὔτε γονέων μοχθηρῶν τοῖς αὑτοὺς ἀνεγκλήτως ἀγωνιζομένους παραστήσασιν. ἀγὼν δέ ἐστι καὶ καθελεῖν οἴημα διὰ τὸ ἐκ πατέρων <Χριστιανῶν> ἀνατετράφθαι ἐν Χριστιανισμῷ μέγα φρονούντων, καὶ μάλιστα ἐπὰν τύχῃ πατράσιν ἐπαυχεῖν καὶ προγόνοις προεδρίας ἠξιωμένοις ἐν τῇ ἐκκλησίᾳ, ἐπισκοπικοῦ θρόνου ἢ πρεσβυτερίου τιμῆς ἢ διακονίας εἰς τὸν λαὸν τοῦ θεοῦ· ἀμφότεροι γὰρ διδαχθέντες τὸ πολλοὶ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι ὡπομνησθήσονται μέτε ἐπὶ τῷ νομίζειν εἶναι πρῶτοι μέγα φρονεῖν μήτε συστέλλεσθαι καὶ ταπεινοῦσθαι, ὡς ἔλαττόν <τι> ἔχοντες τῶν προτέρων διὰ τὸ ἔσχατοι ἐκείνων τὰ τοῦ Χριστιανισμοῦ παρειληφέναι δόγματα.
[*](13ff Vgl. Harnack TU. 42, 4, 119 1 δυνάμενα Κl Κoe δυνάμενον M H c δυνα Η a 11 αὑτοὺς υ αὐτοὺς Μ Η 14 <Χριστιανῶν> Kl nach Diehl, vgl. lat. 16 φρονούντων Koe φρονοῦντας Μ Η 19 πρεσβυτερείου Η 23/24 ὑπομνησθήσονται Κl, vgl. lat. ὑπομνήσθηται (-τε Μ) Η |μήτε < Η 27 <τι> Koe, vgl. lat. 10 accedunt <ad fidem> Diehl 14 extollere] lat. las ἀνάγειν st. ἀγὼν Koe 18 <et maioribus> Diehl vgl. gr.)v.10.p.427
Ἔχει δ’ οἶμαι τὸ ῥητὸν <καὶ ἕτερον> λόγον ἀθρόως ἡμᾶς ἐπιστῆσαι δυνάμενον τοῖς πολλοῖς πρὸ ἡμῶν πρώτοις χρηματίσασιν ἀπὸ τοῦ Ἰσραὴλ γενομένοις διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν καὶ προδοςίαν ἐσχάτοις, καὶ ἠμῖν τοῖς ἐσχάτοις τὰ πρωτεῖα δυναμέηοις λαβεῖν, ἐὰν ἐπιμένωμεν τῇ πάστει »μὴ ὑμηλο- Φρονοῦντες ἀλλὰ τοῖς ταπεινοῖς συν- Σαντες τῇ ῥίζῃ τῶν πατριαρχῶν Καὶ τῇ ἀπὸ τοῦ λόγου τῶν πατέρων 15 πιότητι συμφυεῖς γενώμεθα τῷ βου- Λήματι τοῦ πνευματικοῦ νόμου καὶ Τῶν ἀνάλογον αὐτῷ νοουμένων προ- Φητῶν, ἡμεῖς οἱ ἔσχατοι ἐσόμεθα πρῶτοι, Κἀκεῖνοι οἱ πρῶτοι, διὰ τὴν ἀπι- Στίαν ἐκκοπέντες ἀπὸ τῆς καλλιε- Λαίου Λεγόνασιν ἔσχατοι· καὶ γὰρ διὰ τὴν Χριστοῦ ἐπιδημίαν »εἰς κρίμα« τῷ κόσμῳ ἐπιδημή- Σαντος, ἵνα (τὰ ἔθνη) »οἱ μὴ βλέ- Ποντες βλψωσι καὶ οἱ βλέποντες (Ἰσραὴλ) τυφλοὶ μένωνται« διὰ τὴν ἀπιστίαν, »ὁ«μὲν» πρῶτοι, [*](1 — 12 Vgl. C1 Nr. 219 Or. — 10 Röm. 12, 16 — 12 ff Vgl. Röm. 11, 17 — 26f Vgl. Joh. 9, 39 — 27 Joh. 9, 39 — 30ff Vgl. Deut. 28, 43 2<καὶ ἕτερον> Diehl Kl Koe, vgl. Lat. 15 ποιότητι Η 21 διὰ τὴν ἀπιστίαν οἱ πρῶτοι Μ Η ~ Koe 25 γὰρ <Η 12 si x * sic ρ 13/14 pinguitu- Dini G 14 conplantati Kl nach Diehl, vgl. Gr. In qua plantati x 33 1. <sursum> sursum? Kl, vgl. Gr.)
v.10.p.428
ὁ δὲ πρὸ ἡμῶν Ἰσραὴλ ὁ πρῶτος γέγονεν ἔσχατος καὶ »κάτω κάτω«. Οὕτω δὲ δύναται νοεῖσθαι καὶ τὸ »εἴ τις δέλει πρῶτος Εἶναι, ἔσται πάντων ἔσχατος«, ὡς Εἰ ἔλεγεν· ἐπεὶ νῦν τὰ πρωτεῖα Λαμβάνουσιν οἱ ἀπὸ τῶν ἐθνῶν εἰς ἐμὲ πιστεύοντες ἔσχατοι νομιζόμενοι ἐν τῷ Ἰσραήλ, ἔσχατοι δὲ κρίνονται Παρὰ τῷ θεῷ ὅλος ὁ λαὸς Τῶν ἀπιστηςάντων ἐν Ἰσραήλ, Κἂν νομίζωνται »διὰ τὸν χρόνον« εἶναι πρῶτοι. Εἴ τις <οὖν> βούλεται τὸ ἀληθινὸν πρῶτον ἀναλαβεῖν, γενέσθω ἐν τοῖς ὑπὸ τοῦ νῦν Ἰσραὴλ ἐσχάτοις εἶναι νενομισμένοις· ὃς ἂν γὰρ θέλῃ ἐν τοῖς οἰομένοις εἶναι πρώτοις, τῶν μὲν πρωτείων ἐπὶ τὰ ἔθην μεταβε- Βηκότων ἀποπεσεῖται, ἐν δὲ ἐσχάτοις ἀριθμηθήσεται· καὶ γὰρ οἱ μὲν ἀπὸ τῶν ἐθνῶν κεφαλὴ διὰ τὴν πίστιν γίνονται, ὁ Δὲ ἄπιστος Ἰσραὴλ διὰ τὴν ἀπιστίαν Οὐρά. Κατὰ τοῦτον τὸν λόγον πολλοὶ μὲν (οὐ πάντες δὲ) ἔσονται ἐκ πρώ- Των ἔσχατοι καὶ πάλιν πολλοὶ Μὲν τῶν ἐσχάτων ἔσονται πρῶτοι. Οὐ μὴν εἴ τις ἔσχατος προσελήλυθε, Τοῖς ἀπὸ τῶν ἐθνῶν πιστέύουσι
[*](5 Marc. 9, 35 — 14 Vgl. Hebr. 5, 12 — 24 Vgl. Apoc. 9, 10. 19; 12, 3f 15 1. Εἴ τις <οὗν> Kl, vgl. Lat. 18 ὃς ἂν Diehl, vgl. Lat. ὅσον M H | Γὰρ] δὲ Koe, vgl. Lat. | θέλῃ Diehl, Vgl. Lat. Μένει M H 22 ἀποπεσεῖτε H 11 omnes <infideles> ? Diehl, Vgl. Gr.) v.10.p.429
Συναριθμεῖσθαι δοκῶν, οὗτος ἐν Πρώτοις λογισθήσεται. Εἰσὶ γὰρ καὶ πρῶτοι < γενόμενοι καὶ Οὐδὲν ἧττον διαμένοντες> πρῶτοι, ὡς οἱ τοῦ Χριστοῦ ἀπόστο-| Λοι, Ἰσραηλῖται τυγχάνοντες καὶ ἀκ σπέρματος Ἀβραάμ. Καὶ εἰσὶν ἔσχατοι <οὐδὲν ἧττον διαμένοντες> ἔσχατοι, οἱ πολλῷ ὑποδεέστερον βιοῦντες τῶν ἀπὸ τῆς ἐκκληςίας χρηματιζόντων ***.
Μετὰ ταῦτα ἐπίστησον εἰ δύ- νασαι τὸ τῶν ἀγγέλων γένος πρῶ- Τον ὡς τιμι <ώτερ> ον λέγειν εἶναι Τοῦ τῶν ἀνθρώπων γένο <υς νομι- Σο> μένων ἐσχάτων. καὶ γὰρ ὡς ἐν τῷ Ἰὼβ γέγραπται· »ὅτε ἐγεννήθησαν ἄστρα, ᾔνεσαν Τὸν θεὸν πάντες οἱ ἅγγελοι αὐτοῦ«, ὡς πρεσβύτεροι καὶ τιμιώτεροι οὐ μόνον τοῦ ἀνθρώπου, ἀλλὰ καὶ πάσης τῆς μετ’ αὐτοὺς κοσμοποιίας. <καὶ οὕτως ἄν τις> τολμήσαι ἀποφήνασθαι ὄτι πολλοὶ μὲν ἀγγέλων οἳ πρῶτοι ἦσαν ἀν- 30θρώπων γίνονταί τινων ἀνθρώπων ἔσχατοι, πολλοὶ δὲ καὶ τῶν ἀν- [*](21 Job 38, 7 1 οὕτως H Koe 3f <γενόμενοι —διαμένοντες> u. 10 <οὐδὲν — διαμένον- Τες> Diehl Kl Koe, vgl. Lat. 11 πολλῷ Koe, vgl. S. 430, 29/30 πολλῶν Μ Η 13 *** Diehl Kl, vgl. Lat. 16 τιμι<ώτε- Ρ>ον Kl, vgl. Lat. | λέγειν Hu, vgl. Lat. Λέγων Μ Η 17 γένο<υς νομι- Σο>μένων Koe, vgl. Lat. 22 οἱ<Η 27 <καὶ — τις> Kl, vgl. Lat. 9<novissimi> Kl nach Diehl, Vgl. Gr. 11 se x* <ρ 13 non x* <ρ 17 quam genus est y*<L| Hominibus L 23f <et honorabiliores> Diehl, vgl. Gr.)
v.10.p.430
Θρώπων οἳ ἔσχατοι τῇ φύσει τυγχάνουσι τῶν ἀγγέλων γίνονται διὰ τὸν βίον καὶ τὸν τοῦ θεοῦ λόγον τινῶν ἀγγέλων (ἐν πρώτοις μὲν τεταγμένων, γενομένων δὲ ἔκ τινων αἰτιῶν ἐσχάτων) πρῶτοι. παραλαβὼν δὲ εἰς τοῦτο ἀπό τε τῆς <Πέτρου> πρώτης ἐπιστολῆς καὶ τῆς Παύλου πρὸς Κορινθίους προτέρας ῥητὰ προσαχθήσῃ ὡς ὑγιῶς εἰρημένῳ τῷ λόγῳ. λέγει γὰρ ὁ μὲν Πέτρος· »εἰς ὃν ἄρτι μὴ ὁρῶντες (δηλονότι Ἰησοῦν Χριστὸν) πιστεύοντες δὲ ἀγαλλιᾶτε« καὶ τὰ ἑξῆς ἕως τοῦ »εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«· ὁ δὲ Παῦλος· »ἢ οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά«; ὄρα οὖν εἰ μὴ οὗτοι μέν, ὅσον ἐτήρουν »τὴν ἑαυτῶν ἀρχὴν« καὶ οὐκ ἀπέλιπον »τὸ ἴδιον οἰκητήριον«, πολλῷ ἀνθρώπων διέφερον καὶ ἦσαν αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων »ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ« γενομέ-
[*](12 I. Petr. 1, 8. 12 — 15 I. Petr. 1, 12 — 17 I. Kor. 6, 3 — 20 Jud. 6 — 27 ff Vgl. Jud. 6 — 32 Ps. 43, 26) [*](8 <Πέτρου> πρώτης Hu 10 προσ- αχθήσῃ . . . εἰρημένῳ Hu προαχθήση . . . εἰρημένων M H 29/30 πολλῷ Kl, Vgl. lat. πολλῶν Μ Η) [*](2 vitam angelicam] lat. hat τῶν ἀγγέλων falsch bezogen 23 propriam y* suam L 26 conservavit Diehl conservabit x 30 multo μ multum x 31/32 hominum primi quorum] lat. las ἀνθρώπων πρῶντοι ὧν st. αὐτῶν πρῶτοι, ὧν ἀνθρώπων Koe) v.10.p.431
νων εν τῳ τῆς ταπεινωσεως σωματι καὶ μόγις ποτέ λεγόντων τὸ »ταλαίπωρος ἐγὼ ἐγὼ ἄνθωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου« οἱ δέ ἄνθρωποι, ὅσον εἰς σύγκρισιν ἀγγέλων ἔσχατοι τυγχάνοντες, γίνονται ἀγγέλων πρῶτοι τῶν μὴ τηρησάντων »τὴν ἑαυτῶν ἀρχήν« ἀλλὰ ἀπολιπόντων »τὸ ἴδιον οἰκητήριον«, λαμβάνοντες τὴν ἀρχὴν κατὰ τὸ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνων δέκα πόλεων« ἣ »ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων«. γενόμενοι δὲ ἐν οἰκητηρίῳ ἀγγέλων τινὲς ἀπολελοίπασιν ποσιν 〈οὐτό, γίνονται δέ πρῶτοι ἄνθρωποι,> ἐπὰν ποιήσωσι αὐτοῖς τῆς τῶν οὐρανῶν βασιλείας τὰ ἀνάγοντα αὐτοὺς ἐπ αὐτήν · καὶ γὰρ οἱ μέν ἐν γῇ τῶν οὐρανίων ἔσχατοι, οἱ δέ ἐν οὐρανῷ τῶν ἐν γῇ πρῶτοι. καὶ γίνονται πολλοὶ μὲν τῶν οὐρανίων καὶ πρώτων ἔσχατοι, »εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ἐν ζόφῳ« τηρού- μενοι· πολλοὶ δὲ τῶν ἐσχάτων καὶ ἐπὶ γῆς γένεσιν ἀνειληφότων
[*](2 Rora. 7, 24 — 8ff Vgl. Jud. 6 - llff Luc. 19, 17. 19 - 28 Jud. 6) [*](5 οἱ δὲ ἄνθρωποι < Μ 5/6 κρίσιν Ma 10 τὴν ἀρχὴν Hu ἢ ἐν ἀρχῇ Μ H 15 <αὐτό — ἄνθρωποι> vgl. lat. 26 γίγνονται H) [*](17 derelinquunt L 19 fecerint (G) B < L 20 caelorum + fecerint L) v.10.p.432
ἀναβαίνοντες, ὥστε τεθαρρηκότως λέγειν· ἡμῶν δέ τὸ πολίτευμα ἐν ουρανοις υπαρχει«, 〈πρῶτοι γίνονται〉. καὶ αὐτός γε ό ὡς ἀστραπὴ »ἐκ τοῦ οὐρανοῦ« πεσὼν πρῶτος ἦν, ἡνίκα περιεπάτει »ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ« ἄμωμος, ἕως εὑρέθη ἀνομία ἐν αὐτῷ καὶ γέγονεν ἔσχατος εἰς ᾄδου καταβάς, ὡς τοὺς ἰδόνοτας αὐτὸν θαυμάζειν ἐπ' αὐτῷ, καὶ λέγειν· »καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. κατέβη εἰς ᾅδου ἡ δόξα σου, ἡ πολλὴ εὐφροσύνη σου«. οὕτω δέ καὶ ἔσχατος ἦν πᾶς καὶ ἀνόητος καὶ ἀπειθής, δουλεύων »ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ« διάγων, στυγητὸς καὶ μισῶν, ἀλλὰ γέγονε πρῶτος, »ὅτε ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ« »διὰ λουτροῦ παλιγγενεσίας κοὶ ἀνακαινώσεως πνεύματος ἁγίου«, κοὶ ἐδέξατο τὸν εἰπόντα· »ὁ δεχόμενος ἐμὲ δέχεται τὸν ἀποστείλαντά με«.
Ἀλλὰ κατὰ μὲν ταῦτα πρώτους ἀποδεδώκαμεν τοὺς σωθησομένους, ἐσχάτους δέ τοὺς μὴ ἀξίους τῆς τοιαύτης τῶν σωθησομένων τάξεως ἀλλὰ κολάσεως καὶ τοῦ ἐγκαταλειφθῆναι, | ἤτοι ἔως »τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ« ἢ ἕως ἐκπληρώσωσι [*](2 Phil. 3, 20 - 5 Vgl. Luc. 10, 18 - 6f (9) Vgl. Jac. 1, 8; Prediger 11, 9 ? — 12 Jes. 14, 10f — 17 Tit. 3, 3 —20 Tit. 3 4f — 24 Matth. 10,40 —32 Röm. 11,25) [*](1 τεθαρρηκότως Koe, vgl. lat. τεθαρρηκότες Μ H 4 <πρῶτοι γίνονται> Koe, vgl. lat. 8 εὐρεθῇ Diehl 13 — 18 am Schhifi der Seite fast ganz zerstort in Μ 20 ἡ2 < Μ 22 Η 31 ἀλλὰ Hu, καὶ M H) [*](4 efficiuntur primi L 6 corruit ruit L 15 iucunditas x* gloria μ 19 ff <agens> , <et humanitas> > Kl nach Diehl, vgl. gr. 31 1. <et> ut ? Kl, vgl.)
v.10.p.433
τὰ περὶ τῶν ἰδίων ἁμαρτημάτων. ἡ μέντοι ἐπιφερομένη τῷ πολλοὶ δέ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι παραβολὴ σῴζεσθαι μέν ἐπαγγέλλεται καὶ τοὺς <ἐσχάτους> τῆς παραβολῆς, μέν ἐργασαμένους, ἐσχάτους δὲ λαμβάνοντας τὸν μισθὸν κοὶ διὰ τοῦτο πρώτους ὄντας καὶ εἰς ἐσχάτους λελογισμένους. διαφέρειν δὲ αὐτῶν λέγει τοὺς ἐσχάτους μέν ἐπὶ τὰ ἔργα κεκλημένους, ἀπολάβόντας δὲ τὸν μισθὸν οὐ μόνον πρώτους ἀλλὰ καὶ ἴσον τοῖς γογγύσασι κατὰ τοῦ οἰκοδεσπότου καί εἰρηκόσιν· οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἐποίησας ἡμῖν τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα« καὶ πρῶτοί γε οἱ ἔσχατοι κληθέντες ἐπὶ τὸ ἔργον λέγονται παρὰ τὸ πρώτους αὐτοὺς εἰληφέναι τὸν μισθόν. θεῷ δὲ εὐξάμενοι καὶ ἀπικαλεσάμενοι »τὸ ὄνομα τοῦ κυρίου ἠμῶν Ἰησοῦ <Χριστοῦ> « ἐκθώμεθα τὴν παραβολὴν καὶ ἴδωμεν, τίνα ἡμῖν ἐξετάσαι καὶ εἰπεῖν εἰς αὐτὴν ἢ καὶ ὑπαγορεῦσαι δοθήσεται· ἔχει δέ οὕτω. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκο-
[*](16 Matth. 20, 11f — 25 Vgl. I. Kor. 1, 2) [*](2 ἐπιφερωμένη H 6 <ἐσχάτους> Kl, vgl. lat. 12 κεκλημένους Kl, vgl. lat. βεβλημένους Μ H 24 δὲ < H 26 <Χριστοῦ> Lo περὶ τῶν μισθουμένων ἐργατῶν H Origenea x) [*](30 simile] XI secundum mathm. In illo tempore dixit dominus lesus discipuUs suis: simile L 31 egressus est] exiit L) v.10.p.434
δεσπότη, ὅστις ἐξῆλθεν ἅμα μισθώσασθαι ἐργάτας καὶ τὰ ἐξῆς ἔως τοῦ
[*](1/2 mercennarios] operarios L 3 suam + Omelia Origenis de eadem lectione L —435, 9 convenit — electi < L 5 <suam> Diehl) v.10.p.435
πολλοὶ γάρ εἰσι κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί. (20, 1—16)
Δύναται μέν οὖν ἡ πᾶσα παραβολὴ διὰ τοῦτο παρειλῆφθαι, εἰς τὸ μαθεῖν ἡμᾶς πῶς οἱ ἔσχατοι ἐλθόντες εἰς τὸ ἔργον ὡσεὶ πρῶτοι κληθέντες θέντες τὸν μισθὸν ἔλαβον πρῶτοι, καὶ τίνα τρόπον οἱ πρῶτοι κληθέντες ἐν ἐσχάτῃ χώρᾳ παρὰ τῷ οἰκοδεσπότῃ ἐτάχθησαν, διὸ καὶ τελευταῖοι τὸν μισθὸν ἀπειλήφασι. χρὴ δὲ εἰδέναι ὅτι, ὡς Ἰησοῦ παραβολὴ »ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεώς εἰσιν ἀπόκρυφοι«) ἐξεταζομένη, τοσαῦτα δόγματα τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης σοφίας εὑρεθήσεται τοῖς τὰ τοιαῦτα εὑρίσκειν δυναμένοις αἰνισσομένη, ὥστε εὐλόγως ἃν ἐπὶ ταύτῃ μάλιστα εἰπεῖν τῇ παραβολῇ τὸν σωτῆρα τὸ »ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ᾿ ἀρχῆς« κοὶ »ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς«. ἀναγκαῖον γὰρ ἰδεῖν τὸν [*](10ff Vgl. Hieron. in Matth. 152 B: parabola ista vel similitudo regni caeloriim ex his quae praemissa sunt intellegitur ; scriptum est enim ante eam: »multi erunt primi novissimi et novissimi primi« otc. — 20 Kol. 2, 3 — 23 I. Kor. 2, 7 — 28 ff Ps. 77, 2; Matth. 13, 35) [*](13 ὡσεὶ Kl ὡς οἱ M H 18 τελευται M 21 ἀπόκρυφοι)] + 〈ἔστοι〉 Koe, vgl. lat. 24/25 εὐρίσκιν H 25 αἰνισσόμενα Koe) [*](14 vocati fuerant primi L 20 <quasi> Kl, vgl. 29 abson- dita] abscondita ee B)
v.10.p.436
μέλλοντα νοῆσαι τὴν παραβολὴν τὴν ἐν οὐτῇ δηλουμένην ἡμέραν καὶ τὰς ἐν αὐτῇ ὥρας, καὶ ὅτι οὐ κατὰ ἀποκλήρωσιν ό οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργα τοῦ ἀμπελῶνος, ἐξετάσει δέ ὁ δυνάμενος τὴν αἰτίαν τοῦ πρω ῒ μισθώσασθαί τινας ἀργάτας εἰς τὸν αμπελῶνα, καὶ μετὰ τοῦτο οὐ περὶ δευτέραν μέν περὶ τρίτην δέ ὥραν ἄλλους, καὶ ἑξῆς ταύτῃ οὐ περὶ τετάρτην ἢ πέμπτην ἀλλὰ περὶ ἔκτην, εἶτα μετὰ τοῦτο 〈οὐ περὶ ἑβδόμην ἢ ὀγδόην, ἀλλὰ περὶ ἐννάτην, την, εἶτα ἐπὶ τέλει οὐ περὶ δεκάτην, ἀλλὰ> περὶ τὴν ἐνδεκάτην. ὀφείλει γάρ τις λόγος εἶναι ἄξιος Ἰησοῦ <τοῦ> τὸν μετὰ τὸν ἐωθινὸν καιρὸν τρία ἴσα διαστήματα τρίτης καὶ ἕκτης καὶ ἐννάτης ὥρας, καὶ μετ’ αὐτὸν ἔλαττον διάστημα τῶν περὶ τὴν ἑνδεκάτην ἑστώτων, ὁπόσον ἦν διάστημα ἀπὸ τοῦ ἅμα πρω ῒ ἐπὶ τὴν τρίτην. οὐ παρέργως δὲ προσεκτέον καὶ τῷ συμπεφωνηκέναι μέν τὸν
[*](1 νοήσειν H 13 ff 〈οὐ περὶ — ἀλλὰ> Kl, vgl. lat. (und Hautsch) 18 <τοῦ> Diehl Koe 19 τὸν2] 1. τὸ ? Diehl Koe 19 ff Koe versucht auf Grund von lat. folgende Wiederherstellung : 〈ἔως τῆς τρίτης ὥρας> καιρὸν παρειλῆφθαι διάστημα καὶ οὐ κατὰ> ἴσα διαστήματα τρίτης καὶ ἕκτης <ἤ ἕκτης> καὶ ἐνάτης ὥρας καὶ μετὰ τοῦτο ἔλαττον διάστημα τῶν περὶ τὴν <ἐννάτην κοὶ ἐνδεκάτην ἐστώτων, ὁΠόσον <ἄνω> ἦν δ᾿.) [*](1 <parabolam> Kl, vgl. 3 quia non] quod B 6 deinde] lat. las δὲ <μετὰ ταῦτα> Koe 7 quidam <in vineam> Diehl, vgl. gr. 11 eorum conductionem] lat. las ταύτῃ <τῇ μισθώσει> Diehl) v.10.p.437
οἰκοδεσπότην τοῖς ἅμα τῇ ἕῳ παραληφθεῖσι τὸ ἀνὰ δηνάριον, οὓς ἀπέστειλεν εἰς τὸν ἀμπελῶνα αὐτοῦ, τοῖς δὲ περὶ τὴν τρίτην κληθεῖσιν οὐ τεταγμένως τὸν μισθὸν ὠνομακέναι, ἀλλὰ τό ὃ ἂν ᾖ δίκαιον δώσω ὑμῖν. προσεκτέον δὲ ὅτι ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἔκτην καὶ ἐννάτην ὥραν κληθεῖσι, κοὶ ὅτι τοῖς περὶ τὴν ἐνδεκάτην εἶπεν ἀπολογησαμένοις περὶ τῆς δι’ ὅλης ἡμέρας ἀργίας τὸ ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ἀλλὰ καὶ <ὅτι> ὡς τοῦ ἀμπελῶνος γενόμενος καὶ εὑρὼν ἐκεῖ τοὺς ἐργάτας; τοὺς μὲν πρώτους ἀποστέλλει εἰς τὸν ἀμπελῶνα, τοῖς δέ δευτέροις φησίν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ὁμοίως δὲ τὴν αὐτὴν λέξιν καὶ τοῖς <περὶ> ἑνδεκάτην κεκλημένοις· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. ὁ δὲ δυνάμενος κατανοησάτω τίς ἡ ἀγορά, ἐν ᾖ ἑστῶτας τοὺς ἀργοὺς εὗρε τοὺς δευτέρους ἐξελθὼν ὁ οἰκοδεσπότης. οὕτω δἐ καὶ ἐξετασθήτω τίνες οἱ εὐρεθέντες ἑστῶτες περὶ τὴν ἐν -
[*](7 αὐτοῦ υ 10 ὃ ἅν] ἐὰν H 13 ὤραν κοὶ ἐννάτην Ha 15 ἑνδεκάτην <κληθεῖσιν> Koe, vgl. lat. 18 <ὄτι> vgl. lat. 22 ἀποστέλει H 24 φησι M 26 <περὶ> Kl, vgl. lat. 28 ἠμεῖς 32 ἐξελθὼν + δὲ H) [*](11 *** Kl nach Diehl, vgl. gr. 25 <eis> Kl, vgl. gr. 28/29 [quod — ponitur] Kl | <pro> 31 Iesus] 1. <egressus> dominus Diehl, vgl. gr. | secundos Kl, vgl. gr. secundo x) v.10.p.438
δεκάτην, οἶς λέγει ὁ οἰκοδεσπότης τὸ τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐπιστησάτω <δέ> τις καὶ τῇ ἀπολογίᾳ τῶν ὅλην τὴν ἡμέραν ἑστώτων ἀργῶν καὶ τὸν πόνον τοῦ ἑστηκέναι τῶν τὸ ἀργοὶ ἐστηκέναι> δι' ὅλης ἡμέρας μετὰ παρρησίας εἰπόντων ὅτι πρόθυμοι μέν ἧσαν τοῦ ἐργάσασθαι, οὐδεὶς δὲ αὐτοὺς ἐμισθώσατο, ὡς πολλῶν ὄντων τῶν μισθωσαμένων μέν ἂν οὐ μισθωσαμένων δέ.
Μὴ παρέργως δὲ ἐπιστησάτω τις καὶ τῷ ὀνίας <γενομένης> λέγειν τὸν τοῦ ἀμπελῶνος κυριον τῳ επιτροπῳ αυτου· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος τὸν μισθόν, ἀθξάμενος μενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τί δέ κεκίνηκε τὸν κύριον τοῦ ἀμπελῶνος, ὥστε κελεῦσαι τῷ ἐπιτρόπῳ καλέσαι τοὺς ἐργάτας καὶ ἀποδοῦναι τὸν μισθὸν ἀρξάμενον ἀπὸ τῶν ἐσχάτων, καὶ οὕτως ἀναβαβίνειν ἕως τῶν πρώτων, ἵνα πρῶτοι μὲν ἀπολάβωσιν οἱ τὴν ἐνδεκάτην, δεύτεροι δέ οἱ τὴν ἐννάτην καὶ [*](3 <δέ> Kl Koe, vgl. lat. 6f Kl Koe, vgl. lat. 12 μεμισθωσμένων Hu, vgl. lat. 15 <γενομένης> Kl, vgl. lat. 21 δὲ Kl, vgl. lat. γὰρ Μ H 27 ἶνα] τίς δὲ Μ 28 ff οἱ τὴν ἑνδεκάτην etc.] vgl. einerseits S. 437, 26, andererseits S. 436, 17. 24: hat gr. hier eine ürzung von περὶ (= lat. circa) nicht verstanden? Koe) [*](11 conducerentur] lat. versteht falsch 17 redde + eis L + illis B 20 moverit Diehl rnovit x 21 procuratorem + vineae L)
v.10.p.439
τρίτοι οἱ τὴν ἕκτην καὶ μετὰ τούτους <τέταρτοι> οἱ τὴν τρίτην, καὶ τελευταῖοι οἱ πρωΐ; τοῦτο γὰρ σαφῶς δηλοῦται ἀπὸ τοῦ ἀπόδος τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. τίς δὲ παρὰ τὸν κύριον τοῦ ἀμπλῶνος ὁ τοῦ κυρίου ἐπίτροπος, διδοὺς τὸν μισθὸν κατὰ τὸ τοῦ κυρίου πρόσταγμα; ἀλλὰ καὶ εἴπερ οἱ ἐν τῇ ἐννάτῃ κληθέντες ὥρᾳ οὐκ ἐβάστασαν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, δηλονότι οὐκ οὗτοι ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ἀλλ᾿ οὐδὲ οἱ τῇ ἕκτῃ κληθέντες τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας, ἀλλ᾿ εἰ ἄρα τοῦ ἡμίσους τῆς ἡμέρας. καὶ οἱ τῇ τρίτῃ δὲ κληθέντες οὐ τῆς ὅλης ἐβάστασαν ἡμέρας τὸ βάρος, ἀλλ᾿ (εἰ δεῖ ἀκριβῶς ἰνομάσαι) τοῦ ἡμίσους καὶ τοῦ τετάρτου τῆς ἡμέρας. μόνοι δὲ οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι τὸ βάρος ἐβάστασαν τῆς ἡμέρας καὶ τὸν καύσωνα ὅλον μὲν [οἱ ἀπὸ τῆς ἕω μεμισθωμένοι], οἱ δὲ λοιποὶ παρὰ τοὺς τελευταίους ἀνάλογον τῷ καιρῷ ᾧ ἐν τῷ ἀμ-
[*](2<τέταρτοι> Koe 4 ἀπὸ τοῦ <H 10 καὶ <H 11 ἐν <Μ 21 τῇ ἕκτῃ Koe, τὴν ἕκτην Μ H 31f [οἱ — μεμισθωμένοι] Κl, vgl. lat.) [*](4 autem + et G L 19 to- tum G) v.10.p.440
πελῶνι πεποιήκασιν <ἐβάστασαν>
Ἐπεὶ δὲ διάφοροί εἰσι παραβολαὶ ὀνομάζουσαι ἀμπελῶνα, ζητηθείη ἃν πότερον κατὰ διαφόρων πραγμάτων καθ’ ἕκαστον ὁ ἀμπελῶν παραλαμβάνεται ἢ κατὰ τοῦ αὐτοῦ Πράγματος. ἐγὼ νομί(ω δεῖν ἐξετάσαι <καὶ> διὰ τί οὐ πρὸς πάντας τοὺς ἐλθόντος πρώτους καὶ νομίζοντας ὅτι πλέον λήψονται καὶ γογγ;σαντας κατὰ τοῦ οἰκοδεσπότου ἀπεκρίνατο ὁ οἰκοδεσπότης, ἀλλ᾿ ἑνὶ μόνῳ εἶπεν αὐτῶν τὸ ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοί; καί· θέλω τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. ὅτι μέν οὖν ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἐπιδέχεταί ἡ ἐκκειμένη παραβολὴ ἃ ζητήσαι τις ἃν εἰς αὐτήν, διαβεβαιωσαίμην ἄν· ὅτι δὲ οὐκ ἔστιν κατ’ ἀξίαν εἰπεῖν εἰς τὴν παραβολὴν ἄλλον ἢ τὸν φήσαντα ἃν μετὰ τοῦ ἀληθεύειν τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, καὶ τοῦτο θαρρῶν ἀποφανοῦμαι. »τίς« οὖν ἄρα »ἔγων« τὸν ἐν τῇ παραβολῇ ταύτῃ »νοῦν Χριστοῦ« ἢ ὁ ἐμπαρασχὼν ἑαυτὸν τῷ παρακλήτῳ, περὶ οὗ φησιν ὁ σωτὴρ ὅτι [*](26 I. Kor. 2, 16 — 28 f Vgl. I. Kor. 2, 16 — 31ff Joh. 14, 26) [*](1 〈ἐβόστασαν〉 Koe, vgl. lat. 9 <καὶ> Diehl Kl Koe, vgl. lat. 16 δηναρίου συνεφώνησάς μοι] anders lat. u. S. 455, 25ff 23 f κατ' ἀξίαν hinter εἰς τὴν Μ Η ~Kl, vgl. lat.) [*](6 *** Diehl, vgl. gr. 7 intelligatur R G c 13 respondit paterfamilias < L 14 <soli> Diehl Kl, vgl. gr. 15 facio tibi B L 15/16 <nonne> — tecum Diehl vgl. S. 455, 27f ex denario convenisti mecum B, vgl. gr. 20 <m> Diehl Kl, vgl. gr. 23 digna autem dicere] digna valeat dicere; dicere autem B)
v.10.p.441
»ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὐμᾶς πάντα ὅσα εἶπον ὑμῖν«; μὴ διδάσκοντος γὰρ τοῦ παρακλήτου πάντα ἃ εἶπεν ὁ Ἱησοῦς κοὶ ταύτην τὴν παραβολήν, οὐκ ἃν λέγοιτό τι ἄξιον Ἰησοῦ εἰς αὐτήν. καὶ εἰ τοιαῦτά γε ἐζήτουν κατὰ τὴν Ἰησοῦ φωνὴν ἀπὸ τοῦ παρακλήτου πάντες οἱ τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἀναγινώσκοντες, οὐκ ἂν προσέσχον τινέ·ς ὡς παρακλήτῳ »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει φευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν«, ὥστε τὰ τῆς πλάνης πνεύματα καὶ τὰ δαιμόνια ἀναγορεῦσαι τῷ μεγάλῳ τοῦ παρακλήτου ὀνόματι, ὅπερ ὁ σωτὴρ τοῖς ἀποστόλοις κοὶ εἴ τις τοῖς ἀποστόλοις παραπλήσιός ἐστιν ἐπηγγείλατο. καὶ πείθομαί γε ὅτι ὁ Ματθαῖος ᾔδει μέν τὰ κατὰ τὴν παραβολὴν ταύτην μυστήρια, ὡς καὶ τὰ κατὰ τὴν τοῦ σπόρου καὶ τῶν ἐπεσπαρμένων τῷ σίτῳ ζιζανίων, οὐκ ἔκρινε δὲ εὔλογον εἶναι ὁμοίως ταῖς περὶ ἐκείνων διηγήσεσι καὶ τὴν περὶ ταύτης ἀναγράψαι, μὴ πιστεύσας γράμμασι κἂν τὴν ἐπὶ ποσὸν τῆς παραβολῆς ταύτης σαφήνειαν, ὥσπερ ἐκείνων ἐξ ὅλων τὴν διήγησιν ἀνέγραψεν. εἰ δὲ εὐλόγως ὁ ματθαῖος τὴν περὶ τῆς
[*](12 I. Tim. 4, 1-2 — 24f Vgl. Matth. 13, 18ff. 37 ff)[*](5 καὶ <εἰς> Koe, vgl. S. 440, 24 κατὰ? Diehl 17 ἀναγορεῦσαι <ἐν> 22 τὰ <Η 24 τὰ κατὰ τὴν] κατὰ 32 ἀνέγραφεν Hu ἀνέγραψαν Μ H)v.10.p.442
παραβολῆς διήγησιν ἀπεσιώπησε, δηλονότι κἂν ἐκ μέρους τις αὐτὴν νοῆσαι δυνηθῇ, τάχα μὲν εὐλόγως ἂν αἰνίξαιτό <τι> τῆς φαινομένης διηγήσεως, οὐ μὴν πάντα τὰ ἀποκαλυπτόμενα αὐτῷ σαφηνίζων καὶ γραφῇ πιστεύων ἔξω κινδύνου τοῦ περὶ τῆς ἐκθέσεως τῶν μυστηριων εσται.