ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) »κατὰ σάρκα« καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, »<ἀλλὰ> νῦν οὐκέτι« γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φηςὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· »πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως«. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει· »ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν;« καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωςέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ [*](2 f Vgl. II. Kor. 5, 16–17 Über dies Werk vgl. Harnack TU. 42, 4, 53 A. 1; Gesch. d. Altchr. Litt. II, 2, 190 ff–19. 25 Sextus Sent. Nr. 13 u. 273–30 ff Philo quod det. pot. ins. sol. § 176 1 ἡμεῖς] μεῖς H (!) am Anf. d. Zeile 3 <ἀλλὰ>Kl 13 ἐνετετύχοιμεν H 17 δὲ H 19 usw. μέρος] membrum usw. Sextus lat. 32 εὐδοκίμων H)
v.10.p.355
συνετοῖς ἀνδράσι, φηςὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι »ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουςίας ἐκνόμους λυττᾶν«.
Ἀλλ’ οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμμάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς »τοῦ πνεύματος« κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρηςίμως λέγον· »οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου«. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ <δὲ> πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροςύνης ἔχουσιν »ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν«, καὶ τὸ »ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδεκφοῦ ἑαυτοῦ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῇ«. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ- [*](10 ff Vgl. Gal. 5, 22–19 Lev. 19, 27–23 Vgl. Röm. 10, 2–24 Deut. 25, 11 f 2 περὶ Kl ἐπὶ M H 4 μὲν] γε μὲν Philo 5 ἐννόμους M 13 καὶ >CM 19 λέγων M a H a 20 εἰς] l. <δ’>εἰς ? Kl 21 <δὲ> Diehl 30 l. οὐχὶ <κατακριθήσεται>? Kl 32 ἐπιδεδωκὼς <τὸ αὐτὸ πάθοι ἄν;> Koe)
v.10.p.356
λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ »οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου«, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον άπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν
[*](3 Deut. 23, 1–7 ff Vgl. Hippocr. de natura pueri § 20 ? –12 ff Vgl. Harnack TU. 42, 4, 104– 28 ff Vgl. Orig. comm. II, 13 in Rom. (Lomm. 6, 136): Marcion sane, cui per allegoriam nihil placet intellegi. Vgl. Harnack TU. 42, 4, 68 f; Marcion 2 260* 5 κݲυݲ M 6 αὐτῶν Koe 20 ἢ 2 Diehl καὶ M H 21 καὶ <M 26 λεκταῖον H a 29 καὶ] 1. καἂν? Kl | τόπους] λόγους Zahn Gesch. d. Kan. I, 669 30 ἠθέτησεν Hu ἠθέλησεν M H) v.10.p.357
ἤτιο παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν παπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληροροῦνται.
Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῲζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου. τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἹ ἀργοὶ πρὸς ἀφροδίδια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις ἢ τοῖς παραπλησίοις αὐταὶς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμα) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι. περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦχοι οἴτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν <ἀνθρωπίνων> ἀσκοῦσι [*](11ff Vgl. Hieron. in Matth. 147A: Possumus et aliter dicere: eunuchi sunt ex matris utero, qui frigidioris naturae sunt nec libidinem appetentes, et alii, cultum emolliuntur in feminas vel persuasione haeretica simulant castitatem, utero mentiantur religionis veritatem. — 12f Vgl. I. Kor. 2, 13 – 22 Vgl. II. Kor. 12, 21 7 τὴν κατὰ < H3 23 τοές παραπλησίοις αὐταῖς Kl τὰ παραπλήσια Kl Koe, vgl. lat. 11ff lat. kürzt, während gr. lückenhaft ist Koe 14 istis < R G)
v.10.p.358
προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν καὶ ἄσκησιν καὶ τὴν (Ἵν’ οὕτως ὁνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλ]\α ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε »τῶν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων« ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰδὶν εὐνοῦχοι οἽτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ ἀποδοχῆς ἄξιον, εί τὸν λόγον τις ἀναλαβὼν τὸν εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον« καὶ »τὴν« (ὡς ὠνόμασεν ὁ ἀπόστολος) »μάχαιραν τοῦ πνεύματος« ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ * * * καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ
[*](9 I. Tim. 4,3 – 13 Vgl. Harnach TU. 42, 4, 63 A. 2 – 18ff Vgl. Hebr. 4, 12 – 21 Vgl. Eph. 6, 17 17 ἀποχῆς Η 25 * * * Κl, vgl. lat. Koe ergänzt: <οὕτ’ ἄκων διὰ φόβον ἀνθρώπων οὐδὲ δι’ ἔπαινον ἀνθρώπων, ἀλλὰ> 30 συμβαλλόμενος Diehl 11 <abstinere a cibis«> Kl, vgl. gr. 21 ait x * <ρ 24 fecerit μ fecit G L fec B 25 invitus x003C incitatus μ) v.10.p.359
τοιούτοις ἀρμόζοι ἄν, καὶ οὐχ ὠς οἵονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες. τὸ εἰσίν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.
Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· δέδοται· δὲ πὰσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν ακὶ δεόντως αὐτῇ χρησαμένοις. ἵν’ εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὗν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ὅς φησι· »καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. [*](12f Vgl. Matth. 7, 7 – 20. 29 Vgl. Gen. 40 – 32 Esra B 11, 11. 12, 1 2 τὰ < Μ 4 εὐνούχισαν υ εὐνούχησαν Μ Η 14 αὐτὴν Μ 20 φήσωμεν? Η 25 εὐνοῦχοι + <ἄγονοι παντὸς κακοῦ> Kl, vgl. lat. 27 1. <ἀν>οικοδομήσωσι? Kl, vgl. lat. 7f entspricht gr. Z. 14 – 16 gr. dicimus x 21 oenochoi Kl, vgl. gr. eunuchi x 22 <et> Kl, vgl. gr.)
v.10.p.360
καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ἀρσαθερθᾷ βασιλεῖ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με«. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑραήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδεσ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ ἡσαΐου ἐν τῷ »ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος«. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· »μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ« καὶ τὰ ἑξῆς ἕως τοῦ »κρείττονα υἱῶν καὶ θυγατέρων«. καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον. τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή-
[*](3 Esra B 12, 6 – 10f Vgl. Esra B 11, 11 – 18 Jes. 39, 7 – 23 Jes. 56, 3 – 29 Jes. 56,5 7 δευτέρα Μ 10 ἄξιος Kl, vgl. lat. ἅγιος Μ Η 12 γὰρ Koe, vgl. lat. δὲ Μ Η 11 factus Kl, vgl. gr. electus x 23 * * * Kl, vgl. gr.) v.10.p.361
σωμεν συλλαβόντες ἀπὸ τοῦυ θείον πνεύματος (ὡς ἐκεῖνος καὶ οἹ σὺν αὐτῷ) ὁράματα καὶ προφηττείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ <τοῖς> διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἴνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ <ἢ> δεῖ <νοΐ> νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν, δέον »πνεύματι« ζῶντα »καὶ πνεύματι« στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.
Τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς [*](20 Vgl. Gal. 5, 25 7 σωματικοὺς Η πνευματικοὺς Κl σωματικοὺς <Μ a (ergänzt M c a. R.?) 10 <τοῖς> Koe 18 <ἢ>δεῖ<νοΐ> Diehl Koe 20 δέον <τὸν>Koe 4 24 vorher: Περὶ τῶν προσενεχθέντων παιδίων τῷ Ἱησοῦ, ἵνα ἐπιθῇ τὰς χεῖρας αὐτοῖς Η 1 generemus] + συλλαβόντες gr. 26 inpon<at et> oret Koe inponeret x 28 dixit + eis B 29 <venire ad me> Kl Koe)
v.10.p.362
ἔως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13—15).
Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ; βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖτας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὄτι οὐκ ἔστιν ὄτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἶς λέγοι ἄν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ »ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαα ἄ μοι ἔδωκεν ὁ θεός«. καὶ ἀπὸ τῶν πα ιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν »ἐνκ στόματος« ἀμφοτέρων καταρτιζέτω »αἶνον«, ἴνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς ᾐσθημένοι τῆς τοιαύτης γωμεν τὸ »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«. παισία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος .ἔλεγε· »κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται [*](14 Ηebr. 2, 13 vgl. Jes. 8, 18 — 19ff. 23 Ps. 8, 2 — 28ff I. Kor. 3, 1 5 τοῦ ΚΙ τῶ Μ Η | προσηνέχθαι Μ 8 αὐτὸν Diehl Koe αὐτοῦ Μ Η 11 [τὴν ψυχὴν] Ηu, vgl. lat. 22 εὐεργεσίας εἰς τὰ παιδία Μ 25 Χριστῷ + adhuc lat. 29 ἡμῖν Μ 32 <καὶ> ΚΙ Koe, vgl. lat. 13 eos x* <ρ 14 mihi dedit B 15 istorum x* iustorum ρ 17.22 lactantes usw.] lactentes usw. B L 19 perficit y* Pasch percipit L 20 talia R G alia B L)
v.10.p.363
τῷ Ἰησοῦ. σημεῖον τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νἠπιοι καὶ θηλάζοντες, »χρείαν ἔχοντες γάλακτος. οὐ στερεᾶς τροφῆς«, πρὸς οὔς λεγοι ἄν <ὁ λέγων> (»ὡς ἄν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα« θάλπων αὐτοὺς) τὸ »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, <ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε«>.
Εἶτ' ἐπεὶ οἱ μνησθέντετς εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὄτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνἐχθη παιδία τῷ Ἰησοῦ ἤ (ὠς ὁ Μᾶρκος) »προσέφερον αὐτῷ <παιδία« ἤ (ὡς ὁ Λουκᾶς) »προσέφερον δὲ αὐτῷ> καὶ βρέφη« ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη ἤ τίνες προσέφερον, ἄμα <πάντες>παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονένων ἤ ἀπὸ τῶν μητέρων, ἤ· »προσέφερον αὐτῷ βρέφη« ἤ »παιδία« αἱ μητέρες ἂὐτῶν), ἤ γνώσεως λογισμῷ καὶ [*](4 Ηeber. 5, 12 — 7 I. Thess. 2, 7, — 9 I. Kor. 3, 2 — 17 Marc. 10, 13 — 19 Luc. 18 15 — 30f Luc. 18, 15; Marc. 10, 13 7 <ὁ λέγων>Kl, vgl. lat. 11f <ἀλλ'—δύνασθε«> Diehl Kl Koe, vgl. lat. 18/19 <πάντες>Kl<οὐκ ἐδήλωσαν>, ἀλλὰ Koe, vgl. lat. 32 ἥ <θείας> γνώσεως Koe, vgl. lat. 4 lactantes] lactentes B L 26 <tres> Diehl, vgl. gr. | evangelistae omnes eventu L 27 praetermiserint μ 28 possint G L 29 sint μ)
v.10.p.364
σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἴνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἤ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία παροσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προοσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον »ἵνα ἅψηται αὐτῶν«, κατὰ δὲ τὸν εἰπόντα »βρέφη« αὐτὰ εἶναι Λουκᾶν »ἵνα αὐτῶν« ἅπτηται«. τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρίεφη, οὐ δυνάμενα ἀκούειν ἄπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν
[*](4f Vgl. Matth. 4, 11 — 21 Marc. 10, 13 — 22f Luc. 18, 15 ) [*](10/11 χειροθετηθῶσιν Koe, vgl. S. 365,29 χειροτονηθῶσιν Μ Η 13 ἄτερ ἡγοῦμαι ~ Koe 14 τοιαῦτα Diehl τοσαῦτα Μ Η 32 τὰς <Μ ) [*](2 fecerint ρ 6 cognoscunt + <videntes>Koe, vgl. gr. 30 <tantum> Diehl.gr.) v.10.p.365
προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἤ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέτος αὐτοῖς, σύμπτωμα ἤ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὖ φθάσας ὁ Ἰησοῦς ἥψατο.
Οἶμαι δ' ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ <παιδία ἤ τὰ> βρέφη τοῦτ' ἐποίουν, ἴνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς <καὶ> διὰ τῆς ἀφῆσ ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ ὁ σωτὴρ οὖν οὐχ <ὡς> ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἤπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία <ἤ τὰ βρέφη> [*](5f Vgl. Ps. 90,6) [*](6 [ἤ] Kl, vgl. lat. 16 <παιδία ἤ τὰ> Κl vgl. lat. 19 <καὶ> δια Κl, vgl. lat. 21—24 δὲ ... διαρκῇ] enim ... sufficiens est lat. 26 <ὠς> ἁπλοῦν Κl nach Hu Koe, vgl. lat. ἁπλῶς Μ Η 27 ἄκαιρον Κl, vgl. lat. ἀκέραιον Μ Η 32 <ἤ τὰ βρέφη> Κl Koe, vgl. lat.) [*](5 dederit] <in>diderit Diehl 11/12 vacant x* vacantis (!) μ 12 ei x* et ρ 13 offerebant + ihu parvulos Gc.r. 15 offerebant L 15/16 infantes vel pueros G (Ba) 25 contrari<or>um Diehl, vgl. 26 repellat G 27 <simplum et> Diehl, vgl. gr. 29 qui + per B 32 *** Kl, vgl. gr.)
v.10.p.366
τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἤ τίνες προσέφερον, ἀκολούθως ἄν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἄγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἴνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἴς ὤφθη, καὶ εἴτις αὐτῷ πιστεύειν βούλεται ἀπὸ »παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι ἤ ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἄν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παισδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺ γάλακτος χρῄζοντας,
[*](13f Vgl. I. Tim. 3, 16 — 15 Eph. 1, 21 — 31 Vgl. Hebr. 5, 12 7 νοεῖν το Η (unleserlich in M) 12 αὐτοὶ Μ 28 ποτίζοντι Κl, vgl. lat. ποτίζοντες Μ Η 5 <aut> Koe, vgl. gr. 7 eis x* cum eis μ 8 1. intellegantur, vgl. gr.? Kl 8/9 sanctae y* <L 21 1. applicari? Kl, vgl. gr. 22 eis R G L eius B) v.10.p.367
προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως *** πείθεν *** ὡς ὁ δυνάμενος λέγειν· »Ἕλληςί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμέ«. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων> καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι.
Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ »βλέπετε γὰρ τὴν κλῆσιν ὑμπων, ἀδελφοί, ὅτι οὐπολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεὶς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο9 ὁ θεὸς « <«τὰ ἀσθενῆ« καὶ »τὰ ἀγενῆ« καὶ> [*](6 Röm. 1, 14 – 26 ff I. Kor. 1, 26–28 2/3 λόγῳ πݲνݲιݲκωτέρῳ Kl, vgl. lat. λογικώτεροι Μ Η 4 1.2 *** Kl, vgl. lat. 8 δὲ Η 10–12 <τοιαῦτα —οἱ> Kl Koe, vgl. lat. νομίζοντες Μ Η 17 τῶν 2 < H a 18 <τοιούτων> Diehl Koe, vgl. lat. 21 <καὶ —Ἰησοῦ> Kl Koe, vgl. lat. 30/31 <τὰ —καὶ> Kl, vgl. lat. 3 spiritaliori x* specialiori μ 5 non <G L 6 dixit G L 11/12 eruditos adhuc L)
v.10.p.368
»τὰ μὴ ὄντα, ἵνα τὰ ὄντι καταργήσῃ«. βλεπέτω τις οὗν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα »τὰ μωρὰ τοῦ κόσμου«, καὶ »τὰ ἐξουδενωμένα« »καὶ τὰ ἀγενῆ«*** καὶδιὰ τοῦτο λεχθηςόμενα ἂν καὶ παιδία <καὶ βρέφη>, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφηυ καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ <ὁ> διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς <αὐτοῦ ἤδη> ὄντας ἄνδρας συγκαταβαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις <ὡς> παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ γὰρ αὐτὸς »ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή-
[*](5 f Vgl. I. Kor. 1, 28 – 26 f Vgl. I. Kor. 9, 22 – 30 Phil.l 2, 6 5 τὰ μωρὰ] quosdam stultos lat. 6 ἀγεννῆ Μ | *** Diehl Kl, vgl. lat. 8 <καὶ βρέφη> Kl, vgl. lat. 10 τηλικαῦτα τῷ Koe, vgl. lat. τηλικούτω M H 20 <ὁ> Kl 23 προτέπον Η 24 <αὐτοῦ ἤδη> Kl nach Diehl Koe lat. 26 <ὡς> Koe, vgl. lat. 28 τὸ <Μ 31 ἡγηςάμενος Η 2 [si] Kl, vgl. gr. 3 <et disciplinam> Diehl, vgl. gr. 6 *** Diehl Kl.vgl. gr. 9 autem x* <ρ>| [non] Kl. vgl. gr. 12/13 infantes et pueros G 18 et Kl, vgl. gr. ut x 23 cohortans L 27 dicat Kl, vgl. gr. dicit x 28 cum et ipse L) v.10.p.369
σατο τὸ εἶναι ἴσα θεῷ«, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου«, καὶ ὑπὶ τοῦ Ματθαίου ὅτι »ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον«· καὶ μετ’ ὀλίγα »ἐλθόντες (φηςίν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ«. καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν <τοιοῦτον καὶ> τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· »ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον«. πάλιν τε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωςὴφ ἐν Αἰγύπτῳ λέων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ«. καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν »ἑαυτὸν ὡς παιδίον«, ὥστ’ ἂν εἰπεῖν ὡς τὸ »μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἱμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, οὕτῶς καὶ τὸ »μάθετε ἀπ’ ἐμοῦ« γενομένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού-
[*](4 Matth. 2, 8 – 6 Matth. 2, 9 – 19 Matth. 2, 11 – 16 Matth. 2. 13 – 22 Matth. 2, 20 – 27 vgl. Matth. 18, 4 – 29. 31 Matth. 11, 29 1 θεῷ + sed lat. 14 <τοιοῦτον καὶ> Kl, vgl. lat. 16 f τὴν μητέρα καὶ τὸ παιδίον Η 19 αὗ] οὗν Μ 32 *** Kl Koe. vgl. lat. oregenes X 18 fuge] vade L 28 ut x* <ρ 33 enim est G.) v.10.p.370
των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, δυνάμενος »ἐν βάρει εἶναι ὡς Χριστοῦ« ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.
Τόυτων δὲ ἐπιμελῶς ἀκουστέον, ἵνα μὴ φανταςίᾳ σοφίας καὶ τοῦ διαβεβηκέναι καταφρονῶμεν ὡς μεγάλοι τῶν ἐν τῇ ἐκκληςίᾳ μικρῶν ἀλλ’ εἰδότες πῶς εἴρηται τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν τοιοῦτοι γενώμεθα, ἵνακαὶ δι’ ἡμῶν σώζηται τὰ παιδία. οὐ μόνον δὲ [οὐκ] ἀφιέντες τὰ παιδία προσφέρεσθαι τῷ Ἰησοῦ οὐδὲ μόνον μὴ κωλύοντες αὐτὰ προσφέρεσθαι αὐτῷ, ἀλλὰ καὶ αὐτοὶ μετὰ τῶν παιδίων γενόμενοι παιδία <ἐν ταπεινότητι> τὸ βούλημα τοῦ σωτῆρος ποιήσωμεν, ἵνα σῳζομένων καὶ δι’ ἡμᾶς τοιούτους γενομένους τῶν παιδίων, ὡς ταπεινώσαντες ἑαυτοὺς ὑπὸ τοῦ θεοῦ ὑψωθῶμεν· [*](7 I. Thess. 2, 7 – 8 f Vgl. I. Thess. 2, 7 – 28 ff Vgl. Matth. 18, 4 13 σοφίας + excellentioris lat. 15 διαβεβηκέναι + spiritalioris lat. 18 καὶ <Μ? 22 παιδία + sensu lat. 23 [οὐκ] Kl nach Diehl 29 < ἐν ταπεινότητι > Koe, vgl. lat. 32 γινομένους Η 20 enim < G 23 <autem — solum> Diehl, vgl. gr. 25 venire <L 28 effecti + quasi y (dann auch in gr. Z. 29 <ὡς> παιδί Koe))
v.10.p.371
καὶ τοιοῦτον γάρ τι δύναται νοεῖσθαι εἰς τὸ »πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«, μάλιστα ἐπεὶ ἐν τοῖς ἀνωτέρω γέγραπται τὸ »ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὑτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«. καὶ ταῦτα μὲν ἔστω χρήσιμα πρὸς τοὺς ἐπιτιμῶντας μαθητὰς παιδίων προσφεομένων τῷ Ἰησοῦ τοῖς προσφέρουσιν. ἴστω δὲ τὰ παιδία, κἂν μὴ πᾶσιν (ὡς παιδία) παρακολουθεῖν δύνηται τοῖς λεγομένοις, ὅτι ἐπέθηκε μὲν τοῖς παιδίοις ὁ Ἰησοῦς τὰς χεῖρας, ἐπιθεὶς δὲ ἐπορεύθη ἐκεῖθεν. καὶ δύναμιν ἐναφεὶς τοῖς παιδίοις διὰ τῆς ἁφῆς ἐπορεύθη ἀπὸ τῶν παιδίων, *** μὴ δυνηθέντων ὁμοίως τοῖς *** μαθηταῖς ἀκολουθεῖν τῷ Ἰησοῦ. Εἴπερ δὲ »λόγια κυρίου« ἐστὶ καὶ τὰ εὐαγγελικά, καὶ »λόγια ἀγινὰ« καὶ »ἀργύριον πεπυρωμένον«, »δοκίμιον«, ἀπεσταλμένον «τῇ γῇ« καὶ ἀκριβῶς »κεκαθαρμένον« καὶ »ἑπταπλαςίως«, ὀφείλει τις εἶναι εὔλογος αἰτία, δι’ ἣν ἐκτιθέμενος τὰ κατὰ τὸν τόπον ὁ Ματθαῖος δύο μὲν εἶπε τὰ βουλήματα τοῦ προσενη-
[*](2 Luc. 14, 11 – 4 Matth. 18, 4 – 22 ff Ps. 11,7 1 δύναται Hu δύνασθαι M H 12 δὴ M | παιδία + huiusmodi lat. 19. 20 *** Kl nach Diehl Koe, vgl. lat. 24 πεπυρωμένον + argentum lat. 26 ἄκρως Η 26/27 ἑπταπλαςίως + mundatum (vgl. Ps. 11, 7 var. lect. ?), sine dubio (= ἀναμφιβόλως Koe, vgl. IV, 543, 10) lat. 14 possint B 14 <im>posuit μ 18 tactum Kl, vgl. gr. actum ex 20 Iesum] christum B L | sicut + et L 24 igni G 27 mundatum sine dubio] Glosse? Kl, doch s. zu gr. Z. 26/27 30 matthaeus exponens L) v.10.p.372
νέχθαι τῷ Ἰησοῦ τὰ παιδία, οὐκέτι δὲ πρὸς τὰ δύο τὰ ἑξῆς ἐπιφέρει. προσηνέχθη μὲν γὰρ τὰ παιδία, οὐκέτι ἵνα μόνον τὰς χεῖρας αὐτοῖς ἐπιθῇ ὁ Ἰησοῦς, ἀλλὰ πρὸς τούτῳ ἵνα καὶ προσεύξηται.
γέγραπται δὲ <μετὰ τοῦτο> ὅτι καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν, οὐ γὰρ προσέθηκε· καὶ προσευξάμενος (ἠδύνατο γὰρ λελέχθαι· καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς καὶ προσευξάμενος ἐπορεύθη ἐκεῖθεν). ὄρα οὖν εἰ δύνασαι μείζοσι μὲν τῶν παιδίων τηρε<ῖσθαι λέγε> ιν τὴν προσευχὴν τοῦ Ἰησοῦ, δυναμένοις χωρῆσαι καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ αὐτοῦ ἐπ’αὐτοῦς, καὶ τὴν περὶ αὐτῶν πρὸς τὸν πατέρα εὐχήν, μικροτέροις δὲ παιδίοις ἀρκεῖν λέγειν τὴν ἐπίθεσιν τῶν χειρῶν αὐτοῦ. εἰς δὲ τὰ ἀποδεδομένα περὶ τοῦ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, προτρεόμενα καὶ τὸν σοφώτατον μὴ ὑπερηφανεῖν τοὺς ἐν τῇ ἐκκλησίᾳ μικροὺς μηδὲ καταφρονεῖν τῶν παιδίων καὶ νηπίων ἐν Χριστῷ, χρήσιμον παραλαβεῖν ἀπὸ τοῦ κατὰ Λουκᾶν τὸ »ἀμὴν λέγω ὑμῖν, ὅς ἐὰν [*](32 Luc. 18, 17 3 μὲν γὰρ] γὰρ αὐτοῖς Μ 8 <μετὰ τοῦτο> Kl, vgl. lat. 13 καὶ πρ. αὐτοῖς Η 17 τηρε<ῖσθαι λέγε>τν Κl, vgl. lat. u. Z. 22 22 μικροτέροις Κoe vgl. lat. τοῖς Μ Η 23f εἰς δὲ τὰ] ἐπ’ αὐτούς Μ (verblaßt) 9 addidit] addit G L additur B c 27 <neque–pueros> Diehl, vgl. gr.)
v.10.p.373
μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον«, ὁ οὐ παιδίον μὲν ὤν ἀλλὰ ἀνὴρ »τὰ τοῦ νηπίου« καταργήσας, γινόμενος δὲ τοῖς παιδίοις <»ὡς> παιδίον«, καὶ λέγων αὐτοῖς· »οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ’ ὡς σαρκίνοις, ὡς νηπίις ἐν Χριστῷ. γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα«. ὅλη γοῦν ἠ σύμφρασις τοῦ κατὰ Λουκᾶν τοιαύτη ἐστίν· »προσέφερον δὲ αὐτῷ καὶ βρέφη, ἵνα αὐτῶν ἅπτηται» καὶ τὰ ἑξῆς, ἕως τοῦ »ὅς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλῃ εἰς αὐτήν«. σχεδὸν δὲ ταῖς αὐταῖς λέξεσι καὶ ὁ Μᾶρκος μάλιστα τὰ τελευταῖα ὡσαύτως ἐξέθετο.
Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον; [*](2f Vgl. I. Kor. 13, 11 – 5 I. Kor. 3, 1–2 – 11 Luc. 18, 15 – 22 Luc. 18, 17 – 25ff Vgl. Marc. 10, 13 – 16 5 <ὡς> Koe 6 ἐδυνήθην Η 28 vorher: Περὶ τοῦ ἐπερωτήσαντος πλουσίου τὸν Ἰησοῦν καὶ εἰπόντος· διδάσκαλε ἀγαθὲ καὶ ἑξῆς Η 29 διδάσκαλε + bone lat. (?) 13 pueros] parvulos B 16 dixit + eis B 18/19 statim] et statim y 20 amen + amen y 28/29 Et – ei] VIIII Secundum mathum. Interrogavit Iesum unus de turba dicens L 29 [ bone] Kl, vgl. gr.)
v.10.p.374
καὶ τὰ ἑξῆς, ἕως τοῦ πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι (19, 16–30).
Ἐν μὲν Ψαλμοῖς γέγραπται, ὡς δυναμένου τοῦ ἀνθρώπου ποιεῖν ἀγαθόν, ὅτι »ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. ἐνταῦθα δὲ ὁ σωτὴρ πρὸς τὸν εἰπόντα· τί ἀγαθὸν ποιήσω, ἵνα ζωὴν αἰώνιον καληρονομήσω; εἶπεν, ὡς τοῦ κυρίως ἀγαθοῦ ἐπὶ μηδὲνα ἀναφερομένου ἤ τὸν θεόν, τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός. χρή δὲ εἰδέναι, ὅτι ἐνταῦθα μὲν κυρίως τὸ ἀγαθὸν ἐπὶ τοῦ θεοῦ τέτακται μόνου, ἐν ἄλλοις δὲ καταχρηστικῶς καὶ ἐπὶ ἔργων ἀγαθῶν καὶ ἐπὶ ἀνθρώπου ἀγαθοῦ καὶ ἐπὶ δένδρου ἀγαθοῦ, καὶ σὺ δ’ ἄν εὕροις καὶ ἐπ’ ἄλλων πλειόνων τασσόμενον τὸ ἀγαθόν· οὐ νομιστέον οὖν μάχεσθαι [*](8 Ps. 33, 13 f – 13 Luc. 6, 45: vgl. S. 375, 17 gr. – 19f Vgl. Hautsh TU. 34, 2 a, 61 – 23 Wie S. 376, 18: vgl. Marc. 10, 18 Luc. 18, 19 8 ἀγαπῶν + καὶ Η 32 ἐπ’] ἐπὶ Η 2 unus] solus B | deus + omelia Origenis de eadem letione L 6 scriptum sit L 24 [deus] ? Kl, vgl. gr., aber s. auch S. 375, 15 lat. B S. 376, 19 ff 31 in aliis invenitur y 32 <multis> Diehl, vgl. gr.)
v.10.p.375
τὸ »ποίησον ἀγαθὸν« πρὸς τὸ τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς λελεγμένον πρὸς τὸν πυθόμενον καὶ εἰπόντα διδάσκαλε, τί ἀγαθὸν ποιήσω; ὁ μὲν οὖν Ματθαῖος, ὡς περὶ ἀγαθοῦ ἔργου ἐρωτηθέντος τοῦ σωτῆρος ἔν τῷ τί ἀγαθὸν ποιήσω; ἀνέγραψεν. ὁ δὲ Μᾶρκος καὶ Λουκᾶς φασι τὸν σωτῆρα εἰρηκέναι· »τί με λέγεις ἀγαθόν; οὐλεὶς ἀγαθός, εἰ μὴ εἶς, ὁ θεός«, ὡς τὸ τεταγμένον »ἁγαθὸς« ὄνομα ἐπὶ τοῦ θεοῦ μὴ ἄν ταχθῆναι καὶ ἐφ’ ἑτέρου τινός· οὐ γὰρ ᾖ ἀγαθὸς ὁ θεός. ταύτῃ λέγοιτ’ ἄν »ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ <τῆς καρδίας αὐτοῦ>« προφέρων τὰ ἀγαθά. Καὶ ὁ σωτὴρ δὲ ὡς ἔστιν »εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου«, οὕτως καὶ »τῆς ἀγαθότητος αὐτοῦ εἰκών«· καὶ <ἐπὶ> παντὸς δὲ τοῦ ὑποδεεστέρου, ᾧ ἐφαρμόζεται ἡ »ἀγαθὸς« φωνή, ἄλλο σημαινόμενον ἔχει τὸ ἐφ’ αὑτοῦ λεγόμενον, εἴπερ ὠς μὲν πρὸς τὸν πατέρα »εἰκών« ἐστιν »ἀγαθότητος«, ὡς δὲ πρὸς τὰ λοιπὰ ὄπερ ἡ τοῦ πατρὸς ἀγαθότης πρὸς αὐτόν. ἤ καὶ μᾶλλον ἔστι τινὰ ἀναλογίαν προσεχῆ ἰδεῖν ἐπὶ τὴς ἀγαθότητος τοῦ θεοῦ πρὸς τὸν
[*](1 Ps. 33, 14 – 10 Marc. 10, 18; Luc. 18, 19 – 17 Luc. 6, 45 – 20 ff Vgl. Orig. de princ. I, 2, 13 (V, 47, 2 ff.) – 21 Kol. 1, 15 – 22. 29 Vgl. Sap. Sal. 7, 26 2 τοῦ <Η 4 πυθόμενον Ηu πειθόμενον Μ Η 18 <τῆς–αὐτοῦ> Κl nach 25 ἀγαθὸς Κoe ἀγαθὸν Μ Η 31 πρὸς] εἰς Η | ἤ καὶ] ἤτοι Κoe 32 τῆς <Η 1 <»fac bonum«> huic Diehl, vgl. gr. 13 omnes <alii> ? Diehl, vgl. gr. 15 deus x* (+ dicitur bonus B) <L 20 qui] lat. las ὅς st. ὡς) v.10.p.376
σωτῆρα ὄντα εἰκόνα »τῆς ἀγαθότητος αὐτοῦ«, ἤπερ ἐπὶ τοῦ σωτῆρος ρπὸς ἀγαθὸν ἄνθρωπον καὶ ἀγαθὸν ἔργον καὶ ἀγαθὸν δένδρον. πλείων γὰρ ἡ ὑπεροχὴ πρὸς τὰ ὑποδεέσερα ἀγαθὰ ἐν τῷ σωτῆρι, καθό ἐστιν »εἰκὼν ἐν τῷ σωτῆρι, αὐτοῦ τοῦ θεοῦ, ἤπερ ἡ ὑπεροχὴ τοῦ θεοὺ ὄντος ἀγαθοῦ πρὸς τὸν εἰπόντα σωτῆρα· »ὁ πρατὴο ὁ πέμψας με μείζων μού ἐστιν«, ὄντα πρὸς ἑτέρους καὶ εἰκόνα »τῆς ἀγαθότητος« τοῦ θεοῦ. τάχα δὲ τοῦ βουλήματος ἔχεται τῶν λελεγμένων πρὸς τὸ τί ἀγαθὸν ποιήσω; (λέλεκται δὲ πρὸς αὐτό· τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθὸς) τὸ »ὅταν παιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, ὀφείλετε λέγειν, ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν. ὅ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν«, ἐὰν γὰρ ποιήσωμεν πάντα τὰ διαταχθέντα, οὐδ’ οὕτως (ὡς πρὸς τὰς ἐνθάδε λέξεις) ἀγαθόν τι πεποιήκαμεν· οὐκ ἄν γάρ, ἀγαθῶν ὄντων ὧν ποιοῦμεν, ἐλέλεκτο δεὶν λέγειν ἐπὶ τῷ πεποιηκέναι τὰ διαταχθέντα τὸ »δοῦλοι ἀχρεῖοί ἐσμεν«.
[*](1.7. 12 Vgl. Sap. Sal. 7, 26 – 10 Joh. 14, 28 – 18 Vgl. zu S. 374, 23 – 22. 31 Luc. 17, 10 5 πλείων Ηu πλεῖον Μ Η | ὑποδοχὴ Μ 22 ὅταν + δὲ Μ 23 ἡμῖν Μ 27 ὡς <Μ 30 πεποιηκέναι Diehl, vgl. lat. γεγονέναι Μ Η) v.10.p.377
ἔστι δὲ καταχρηστικῶς αὐτὰ εἰπεῖν εἶναι ἀγαθὰ ὁμοίως τῷ »ἔκκλινον ἐπὸ κακοῦ καὶ ποίησον ἀγαθόν«. οἶμαι δ’ ὅτι ὁ ποιῶν τὸ προστε- ταγμένον ἐν τῷ »ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν« ὡς μὲν πρὸς τὰ ὑπὸ τῶν λοιπῶν ἀνθρώπων ἐπιτελούμενα ποιεῖ ἀγαθόν, ὡς δὲ πρὸς τὸ ἀληθῶς *** ἀγαθόν. ὥσπερ <δ’> »οὐ δικαιωθήσεται ἐνώ- πιον τοῦ θεοῦ πᾶς ζῶν«, πάσης ἀν- θρωπίνης δικαιοσύνης ἀλεγχομένης ὡς οὐ δικαιοσύνης, ἐπὰν θεωρηθῇ ἡ τοῦ θεοῦ δικαιοσύνη, οὕτως οὐδὲ ἀγαθὸς χρηματίσει[εν] ἐνώπιον τοῦ ἀγαθοῦ θεοῦ πᾶς, ὅς πρὸς τὰ ὑποδεέστερα συγκρίσει ἐκείνων ἀγαθὸς ἄν λεχθείη.
Λέγοιτο δ’ ἄν ὑπό τινος, ὡς ἄρα γινώσκων ὁ σωτὴρ τὴν τοῦ πυνθανομένου ἕξιν καὶ προαίρεσιν πάνυ ἀποδέουσαν τοῦ ποιεῖν τὸ ἐφικτὸν ἀνθρώποις ἀγαθὸν εἶπεν αὐτῷ (πυνθανομένῳ· τί ἀγαθὸν ποιήσω;) τὸ τί με ἐπερωτᾷς [*](3. 6 Ps. 33, 15 — 16 Ps. 143, 2 7—11 ὡς—ἀγαθόν < Η 12 *** Diehl Kl Koe 16 <δ’> Κl, vgl. lat. 21 χρηματίσει[εν] Κοe, vgl. lat. u. Z. 16 25 ὅς υ ὁ Μ Η ὅς <ὡς> ? Κl, vgl. lat. 11 facimus] agimus L 14 unus + deus B 16/17 iustificatur G L 23 <boni> Koe, vgl. gr. 30 <habi- tum et> Diehl, vgl. gr.)
v.10.p.378
περὶ τοῦ ἀγαθοῦ; ὡσεὶ ἔλεγε· μὴ παρεσκευασμένος ὤν πρὸς τὰ λεχθησόμενα ἄν περὶ τοῦ ἀγα- θοῦ πυνθάνῃ τί ἀγαθὸν ποιήσας ζωὴν αἰώνιον κληρονομήσεις; εἶτα διδάσκει ὅτι ἀληθῶς ἀγαθὸς εἷς ἐστι, περὶ οὗ καὶ ὁ νόμος λέγει τὸ »ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς ἡμῶν κύ- ριος <εἷς> ἐστι«· κυρίως γὰρ [ὁ] σωτὴρ καὶ κυρίως κύριος καὶ κυρίως ἀγαθὸς οὗτός ἐστιν, ὅν πείθομαι πάντα ὡς ἀγαθὸν ποιεῖν. ζητήσεις δὲ πῶς τῆς ἀγαθότητος αὐτοῦ πνεῖ καὶ τὰ μὴ νοούμενα ὑπὸ τῶν ὅσον ἐφ’ ἑαυτοῖς συκοφαν- τούντων τὸν τοῦ νόμου θεὸν καὶ κατηγορύνταων αὐτοῦ ἅ οὐδὲ περὶ ἀνθρώπου τάχα λέγειν εὔκοόν ἐστι· πείθομαι γὰρ θεοῦ ἀγαθότητος πωεῖν καὶ τὸ »ἐγὼ ἀποκτενῶ« οὐκ ἔλαταον τοῦ »καὶ ζῆν ποιήσω«, ὁμοίως δὲ καὶ τὸ »πατάξω« οὐχ ἧττον τοῦ »κἀγὼ ἰάσομαι«. εἰ δὲ καὶ »αὐτὸς ἀλγεῖν ποιεῖ«, ἰστέον ὅτι πολλάκις καὶ ἀτρὸς ἀλγεῖν ποιεῖ, ποιήσας δὲ ἀλγεῖν ὁ θεὸς »πάλιν ἀπκαθάστη- σιν«. οὕτω δὲ καὶ ἀπὸ ἀγαθότητος
[*](8 Deut. 6, 4 — 14ff Zu den Belegstellen vgl. bes. Orig. hom. I, 16 in Jer. (III, 15, 1ff) u. ö.; vgl. Harnack TU. 42, 4, 66 — 23 Deut. 32, 39 — 3 ἀγαθοῦ + quid me lat. 6 ἀλη- θῶς < Μ 10 <εῖς> Ηu | [ὁ] Κl 16 μὴ νοούμενα] la slat. anders? 20 τάχα Lo ταχέως Μ Η 22f καὶ τὸ = Μ 2 1. dicentur Kl, vgl. gr. λε- χθησόμενα ἄν 14 quomodo] quoniam R 15 eius R + Omnia x | spirant Kl, vgl. gr. sperant x 23 est + illud B 29 enim] 1. autem? Kl, vgl. gr.) v.10.p.379
oὕς ἔπαισεν »ἔπαισεν«· »ὡς« γὰρ »υἱοῖς« τοῖς παιδευομένοις »προσφέρεται ὁ θεός· τίς γὰρ υἱὸς ὅν οὐ παιδεύει πατήρ«; ἀλλὰ καὶ »πᾶσα παιδεία πρὸς <μὲν> τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρη- νικὸν τοῖς δἰ αὐτῆς γεγυμνασμέ- νοις ἀποδίδωσι δικαιοσύνης«. διόπερ ὡς ἔπαισεν ὁ θεὸς οὕτως καὶ ἰάσατο· ἀληθὲς γὰρ τὸ »ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο«. εἰ καὶ παράδοξον δὲ τὸ λεχθησόμενον, ὅμως λεχθή- σεται· ἀγαθοῦ θεοῦ <ἐστιν καὶ ἀυτὸς ὁ> ἀνομαζόμενος θυμὸς (<αὐτοῦ, ὅς> ἔργον σωτήριον ποιεῖ ἐλέγχων) καὶ ἡ λεγομένη ὀργὴ αὐτοῦ (ἐπεί ἐστιν ἁγαθοῦ θεοῦ) παιδεύει, <ἵνα διορ- θοῖ>. πολλὰ δ’ ἄν λέγοιτο πρὸς τοὺς δυναμένους μὴ βλάπτε- σθαι περὶ ἀγαθότητος θεοῦ καὶ »τοῦ πλήθους τῆς χρηστότητος αὐτοῦ«, ἥν εὐλόγως ἔχρυψε »τοῖς φοβου- μένοις« αὐτόν, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας« κατα- φρονήσαντες, κατὰ τὴν ἑαυτῶν »σκλη- ρότητα καὶ ἀμετανόηταον καρδίαν« θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν« πλεί-
[*](1. 11 Hiob. 5, 18 — 1 Hebr. 12, 7 — 5 Hebr. 12, 11 — 12ff Vgl. Orig. hom. XX, 1 in Jer. (III, 177, 2ff): ἐπεὶ ἅπαξ ὠνομάσθη θεοῦ ἡ καλουμένη αὐτοῦ ὀργή, ξένον τι ἔχει κτλ. — 17 Vgl. Röm. 1, 18 u. ö. — 24 Röm. 2, 4 — 26f Vgl. Ps. 30, 20 — 27ff Röm. 2, 4f 5 <μὲν> Lo, vgl. N T 13 δὲ < Ηa 14f <ἐστιν καὶ αὐτὸς ὁ> . . . <αὐτοῦ, ὅς> Κl, vgl. lat. 18 <ἵνα διορ- θοῖ> Κl nach Diehl, vgl. lat. 14 etsi <autem> (Diehl) Koe, vgl. gr. et si x 24 <dei—benignitatis> Diehl, vgl. gr. 27/28 <patientiae et> Kl, vgl. gr. 31 iram + πλείονα gr.) v.10.p.380
ονα, ἥν οὐκ ἄν ἐθησαύριζον κρυπτο- μένου »τοῦ πλήθους τῆς χρηστό- τητος« τοῦ θεοῦ αὐτοῖς. περὶ μὲν οὖν τοῦ τίς ὁ ἀγαθὸς καὶ πρὸς τὸ τί ἀγαθὸν ποιήσω; λελέχθω ἅ δεδυνήμεθα εἰς τὸν τόπον ἰδεῖν.