Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Ἑξῆς δὲ ἔστι θεωρῆσαι πῶς εἴρηται τὸ εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς. ἐν ᾧ πρόσχες ὅτι ὡς ἔξω τῆς ζωῆς ἔτι τυγχάνοντι τῷ πυνθανομένῳ περὶ τοῦ ἀγαθοῦ φησι τὸ εἰ εέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν. ἔνθα δὴ ζητῶ ποσαχῶς ἔστι νοῦσαι τὸ ἔξω τῆς ζωῆς εἶναι καὶ τὸ εἰσελθεῖν εἰς τὴν ζωήν. μήποτε οὖν καθ’ ἕνα μὲν τρόπον ἔξω τῆς ζωῆς ἐστιν ὁ ἔξω τυγχάνων τοῦ εἰπότος· »ἐγώ εἰμι ἡ ζωή«, καὶ ἀλλότριος ὤν αὐτοῦ· καθ’ ἕτερον δὲ πᾶς ὁ ἐπὶ γῆς (κἄν δικαιότατος ᾖ) δύναται μὲν εἶναι ἐν τῇ σκιᾷ τῆς ζωῆς λέγων· »πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος, οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν«, οὐ μὴν ἐν αὐτῇ τῇ ζωῇ, ἅτε σῶμα θανότου περικείμενος καὶ λέγων· »τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανότου τούτου;« καί· »κα- θήμενος ἐν χώρᾳ καὶ σκιᾷ θανά- [*](2 Vgl. Ps. 30, 20 — 21 Joh. 11, 25; 14, 6 — 27 Thren. 4, 20 — 32 Röm. 7, 24 — 33 Matth. 4, 16 15 ζητῶ < Η 16 ποσαχῶς Κl, vgl. lat. und IV, 269, 11 προσεχῶς Μ Η 25 ᾖ] lat. las <εἶναι δοκ> ῇ Κoe 1 thesaurizant G | abscond- dita B 16 introire B 23 supra B 24 terra G 30 autem + est y)

v.10.p.381
του« καὶ μηδέπω ἐλθῶν ἐπὶ τὴν τῶν ζώτων γῆν. καὶ γὰρ ἡ ζωὴ οὐ μόνον τῶν φαύλων, ἀλλὰ καὶ τοῦ ἔτι ἐπὶ γῆς Παύλου καὶ τῶν ἀποστόλων κεκρυμμένη ἦν ἐν τῷ θεῷ. φηςὶ γοῦν· »ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χρι- στῷ ἐν τῷ θεῷ· ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ«. τηρήσεις δὲ πάντα τὰ περὶ τοῦ »ἔσω« καὶ τοῦ »ἔξω«, ἵνα ἀναλέξῃ τὰ κατάλληλα τῷ εἰ θέ- λεις εἰς τὴν ζωὴν εἰσελθεῖν οἷον· »δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβόλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ«· ζητήσεις γάρ· »ἐκβάλῃ« πόθεν; καὶ εἴπερ ἐν- δάδε εἰσὶν οἱ ἐργάται ἐκβεβλημένοι εἰς τὸν θερισμὸν τοῦ κυρίου, ἔξω εἰσὶν οὗ ἐξεβλήθησαν χωρίου, καὶ τὰ τοῦ θερισμοῦ καλῶς ποιήσαντες ἔργα εἰσελεύσονται εἰς τὴν ζωήν, καθαρισθέντες μὲν »ἀπὸ νεχρῶν ἔργων« τὰ δὲ ἐναντία ἐκείνοις πράττοντες ἔργα ζῶντα, καὶ μη- κέτι μὲν νεκρὰ λαλοῦντες λέγοντες δὲ κατὰ τὸν ζῶντα λόγον »τοῦ θεοῦ« <ζῶντα> καὶ ἐνεργῆ. [*](1f Vgl. Jes. 38, 11 u. ö. — 6 Kol. 3, 3f — Matth. 9, 38 — 24 Vgl. Hebr. 9, 14 — 28ff Vgl. Hebr. 4, 12 7 ἡμῶν Η 29 <ζῶντα> Κl, vgl. lat. 1 eo quod] lat. las ἅτε st. καὶ Koe | terra G 25 <eis contraris> Diehl, vgl. gr. 26 et iam Kl etiam x 31 iam < B)
v.10.p.382
οὕτω δέ ἐστιν ἀνάλογον ῥήμασι <νεκροῖς καὶ ῥήμασι> ζωῆς αἰνωίου ἐναντία*** λογισμοῖς τοῖς κατηγοροῦσιν, ὅτε »τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων« ἐν ἡμέρᾳ κρίσεως, σωθήσεται μὲν ἐκεῖνος οὗ οἱ λογισμοὶ ἀπολογοῦνται, ἀπολεῖται δὲ οὗ οἱ λογισμοὶ γίνονται κατήγοροι. εἰ τοίνυν καὶ ἠμεῖς, ἀκούσωμεν τοῦ λέγοντος Ἰησοῦ· εἰ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς καὶ κατὰ τὴν ἀναλογίαν γε τῆς τῶν ἐντολῶν τηρήσεως εἰς τὴν ζωὴν εἰσελευσόμεθα, γινόμενοι αὐτῆς ἤτοι εἰς τὰ ἐνδότατα καὶ μακαριώτατα ἢ <εἰς τὰ μέσα ἢ> ὅπου ποθ᾿ ἡμᾶς φέρει τῆς ζωῆς ἡ ἐλαττόνων καὶ ἀμυδροτέρων τῶν ἐντολῶν τήρησις.

Ὁ δὲ ἀκούσας τήρησον τὰς ἐντολὰς λέγει· ποίας; ἵνα μάθωμεν ποίας μάλιστα τηρεῖν ἡμᾶς ἐντολὰς ὁ Ἰησοῦς βούλεται· εἶπε γὰρ πρὸς τὸ ποίας; τὸ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ [*](4 f Vgl. Joh. 6, 68 — 7 Röm. 2, 15 4 <νεκροῖς καὶ ῥήμασι> Koe, vgl. lat. 5 *** Kl, vgl. lat. 12 ἀπολοῦνται δὲ Μ 20 εἰσελευσόμεθα Hu, vgl. lat. εἰσελευσώμεθα M H 22 <εἰς — ἢ> Kl, vgl. lat. 23 l. φέροι? Kl 24 ἡ <καὶ> Koe 12 defendentes] accusantes B L 13 periet — accusantes < G | perie] peribit ρ | accusantes μ defendentes B L 15/16 dicente ihu G L 23 introduxeri B 26 observantia L)

v.10.p.383
κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί· ἀγαπήσεις πὸν πλησίον σου ὠς ἑαυτόν. καὶ τάχα <ταῦτ᾿> ἀρχεῖπρὸς τὸ (ἵν᾿ οὕτως ὀνομάσω) εἰς τὴν ἀρδήν τινα τῆς ζωῆς εἰσελθεῖν, οὐκ ἀρκοῦντα πρὸς <τὸ εἰσάγειντινὰ εἰς>τελιότητα ταῦτα καὶ τὰ τούτοις παραπλήσια, ὠς τὸν ἔνοχον [παραπλήσια] μιᾶς τούτων τῶν ἐντολῶν μηδὲ εἰς τὴν ἀρχὴν τῆς ζωῆς εἰσελθεῖν δύνασθαι. καθαρευτέον οὖν τῷ κἂν ἐλθεῖν βουλομένῳ εἰς τὴν <ἀρχὴν τῆς> ζωῆς ἀπὸ μοιχείας καὶ φόνου καὶ πάσης κλοπῆς. ὠς γὰρ μοιχὸς καὶ φονεὺς οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, οὕτως οὐδὲ ὁ κλέπτων· τῇ τοιαύτῃ δὲ ἁμαρτίᾳ πολλοὶ τῶν λεγομένων πιστεύειν τῷ Χριστῷ ἔνοχοί εἰσειν ἐλεγχόμενοι ἐν ταῖς πραγματείαις τοῦ βίου καὶ οἷς πιστεύνοται χρηματικοῖς καὶ ταῖς μέσαις τέχναις τέχναις ἃς ἐργάζονται, ὡς οὐ καθαροὶ κλοπῆς. οὐ μόνος δὲ ὁ κλέπτης οὐκ εἰσελεύσεται εἰς τὴν ζωήν, ἀλλὰ καὶ ὀ κοινωνὸς αὐτοῦ καὶ ὁ συντρέχων αὐτῷ· ἐν μὲν γὰρ τῷ Ἡσαΐᾳ γέγραπται· »κοινωνοὶ κλεπτῶν ἀγαπῶντες δῶρα«, ἐν δὲ τεσσαρακοστῷ ἐννάτῳ Ψαλμῷ κωλύεται διηγεῖσθαι »τὰ δικαιώματα« τοῦ δεοῦ« καὶ [*](16 Vgl. I. Kor. 6, 9 — 29 Jes. 1 ,23 — 32 ff Vgl. Ps. 49, 16 5 <ταῦτ᾿> Diehl Kl Koe, vgl. lat. 6 τινα < Μ 8 <τὸ — εἰς> Koe. vgl. lat. | τελειότητα] τὰ ἐνδότατα Koe, vgl. lat. u. S. 382, 22 10 [παραπλήσια] Ru 14 <ἀρχὴν τῆς> ζωῆς Kl, vgl. lat. ζωὴν Μ Η 21 πραγματίαις Η 24 ὡς οὐ] οἱ Μ 8 vel] lat. las ἤ st. καὶ 12 intravit G L 18 peccatum R? G peccato B L 27 concurrunt Diehl, vgl. gr. u. S. 384, 8 consentiunt x)
v.10.p.384
ἀναλαμβάνειν ἐπὶ χειλέων ἑαυτοῦ »τὴν διαθήκην« αὐτοῦ ὁ ἐλεγχόμενος ἐν τῷ »εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ« (ὥσπερ πρῶτον εἴρηται) καὶ τῷ »μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις«. καὶ <ὅρα ὅτι> οὔτε κλέπτην οὕτε μοιχὸν εἶπε τὸν τοιοῦτον, ἀλλὰ συντρέχοντα μὲν κλέπτῃ »μετὰ μοιχῶν« δὲ τιθέντα ἑαυτοῦ »τὴν μερίδας«. τὸν δὲ ἐλευ σόμενον εἰς τὴν ζωὴν οὐδὲ ψευδομαρτυρεῖν δεῖ, ἐκβάλλεται δὲ τῆς ζωῆς καὶ ὁ μὴ πληρῶν τὴν λέγουσαν ἐντολήν· τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἀλλὰ τούτων μὲν ἴσως κρατῆαι τῶν ἐντολῶν οὐ πάνυ χαλεπόν· ἔργον δέ ἐστιν <πᾶσαιν> ὡς μεῖζον καὶ χρήσιμον τοῖς διὰ τῶν προτέρων <ἐντολῶν> εἰσαχθεῖσιν ἐν αὐτὴν τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν πληρῶαι, ἐπειδὴ καὶ κατὰ τὸν ἀπόστολον τὸ »οὐ ψονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦτια, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἐαυτόν«. <καὶ εἰ πᾶσα ἐντολὴ »ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγα- [*](3. 5. 9 Ps. 49, 18 — 22 Röm. 13, 9 ) [*]( 2/3 ἐλεγχόμενος <ὠς κλέπτιαις συμφωνῶν> Koe, vgl. lat. 4 (ὥσπερ πρῶτον εἴρηται) καὶ Kl, vgl. lat. καὶ ὥσπερ πρῶτον εἴρηται M H 5 τῳ Kl τοῦ Μ Η 6 <ὅρα ὅτι> Koe, vgl. lat. 7 οὔτε κλέπτην bis scr. Ha 17 <πᾶσιν> Diehl Kl Koe, vgl. lat. 19 <ἐντολῶν> Diehl Kl Koe, vgl. lat. |εἰσαχθεῖσιν Hu, vgl. lat. εἰσαχθέντων Μ Η 21 ἐπειδὴ Kl, vgl. lat. ἐπεὶ δὲ Μ Η 26 τὸν] δὴ Kl, vgl. lat. ἐπεὶ δὲ Μ Η 26 τὸν] τῶν Η 27 ff <καὶ — ἑαυτὸν> Kl, vgl. lat. ) [*]( 3 quod] lat. las ὅπερ st. ὥσπερ Koe 10 qui + <vero>? Kl, vgl. gr. 13 *** Kl nach Diehl <implerit man datum et non>, vgl. gr. 16 operis y 21 apostolum y* < L 24 aliud est G 26 et < Β)
v.10.p.385
πήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν«> , τέλειος δὲ ὁ πᾶσαν πληρώσας ἐντολήν, δηλονότι τέλειος ἄν εἴη ὁ πληρώσας <καὶ> τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν.

Εἰ δὲ τέλειιος οὗτος, ζητήσαι τις ἂν πῶς τοῦ νεανίσκοθ εἰπόντος ταῦτα πάντα μου· τί ἔτι ὑστερῶ; ἀπεκρίνατο ὁ σωτὴρ ὡς μή- <πω> τελείου ὄντος τοῦ ταῦτα πάντα πεποιηκότος, καὶ ὡς συγκαταιθέμενος τῷ ταῦτα πάντα ἐποίησα, τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕχεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. πρόσχες οὖν, εἰ δυνάμεθα πρὸς τὴν τρόπον οὕτως ἀπαντῆσαι, ὅτι μήποτε τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ὑπονοεῖσθαι δύναται ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος ἐνταῦθα παρειλῆφθαι, ἀλλ᾿ ὑπό τινος τὴν ἀκρίβειαν μὴ νοήσαντος τῶν λεγομένων προστεθεῖσθαι. συναγορεύσει δὲ τῇ ὑπονοήσει τοῦ προστεθεῖσθαι ἐνταῦθα τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἡ τῶν ὁμοίων παρὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ ἔκθεσις, ὧν οὐδέτερος [*](4 <καὶ> Kl Koe, vgl. lat. 5 σεαυτὸν Η 13/14 μή <πω> Kl, vgl. lat. 24 οὕτως] taliter lat. Origenes X 2 <autem> Kl, vgl. gr. 3 f <manifestum — erit> Kl, vgl. gr. 5 dicit y* < L est μ 10 quaere] querendum est B 36 eorum x* Pasch < μ)

v.10.p.386
προστέθεικε ταῖς κατὰ τὸν τόπον ὑπὸ τοῦ Ἰησοῦ παραληθείαις ἐντολαῖς τὸ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. καὶ φήσει γε ὁ κρατύνων τὸ περὶ τοῦ προσερρίφθαι ἀκαίρως τὴν ἀγαπήσεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολὴν ὅτι, εἰ τὰ αὐτὰ διαφόροις λέξεσι παρὰ τοῖς τρισὶν ἀναγέγραπται, οὐκ ἂν τὸ »ἕν σοι ὑστερεῖ« ἢ «ἔτι ἕν σοι λείπει« εἰρήκει ὁ Ἰησοῦς τῷ ἐπαγγειλαμένῳ πεπληρωκέναι τὴν ἀγαπήεις τὸν πλησίον σου ὠς ἑαυτὸν ἐντολήν· μάλιστα εἰ κατὰ τὸν ἀπόστολον τὸ »οὐ φονεύσεις« καὶ τὰ <ἑξῆς »καὶ> εἴ τις ἑτέρα ἐντολή, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«. ἀλλ᾿ ἐπεὶ καὶ κατὰ τὸν Μᾶρκον »ἐμβλέιψας« τῷ πλουσίῳ τούτῳ (εἰπόντι· »πάντα ταῦτα ἐφύλαξα ἐκ νεότητός μου«) »ἠγάπησεν αὐτόν«, ἔοικεν συγκατεθεῖσθαι τῷ <ἐπαγγειλαμένῳx003E; πεπεοιηκέναι ἃ ἐπηγγείλατο πεπληρωκέναι. ἐνατενίσας γὰρ αὐτοῦ τῇ διανοίῳ, εἶδεν ἄνθρωπον εὐσυνειδήτως ἐπαγγειλάμενον πεπληρωκέναι τὰς προκειμένας ἐντολάς, οὐκ [*](11 Marc. 10, 21; Luc. 18, 22 — 16 Röm. 13, 9 — 21 f Marc. 10, 20f 2 Ἰησοῦ]σρݲς Μ 15. 20 σεαυτὸν Η 15 — 20 ἐντολὴν — ὡς ἑαυτόν hier mit Hu nach lat., hinter 28 f πεπληρωκέναι Μ Η 17 τὰ <ἑξῆς »καὶ> Koe, vgl. lat. τὸ Μ Η 21 πλησίω Η 27 <ἐπαγγειλαμένῳ> Kl, vgl. lat. u. S. 387, 10 10 sunt exposita L 18 est aliud B 29 *** Koe, vgl. gr.)
v.10.p.387
ἂν δὲ εἰρημένου πρὸς ταῖς ἑτέραις ἐντολαῖς καὶ τοῦ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν τὴν κεφαλαιωδεστέραν καὶ διαφέρουσαν παρέλιπον ἐντολὴν ὁ Μᾶρκος καὶ ὁ Λουκᾶς, ἐὰν μὴ ἄρα τις ὅμοια μὲν φήσῃ εἶναι τὰ γεγραμμένα, οὐ περὶ τοῦ αὐτοῦ δὲ λελέχθαι. πῶς δὲ κἂν ὡς οὐδέπω τελείῳ τῷ πρὸς ἑτέροις [ἐπαγγειλαμένῳ] καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν πεπληρωκότι ἔφη ὁ Ἰησοῦς τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τὰ ἑξῆς;

Καὶ εἰ μὲν μὴ καὶ περὶ ἄλλων πολλῶν διαφωνία ἦν πρὸς ἄλληλα τῶν ἀντιγράφων, ὥστε πάντα τὰ κατὰ Ματθαῖον μὴ συνᾀδειν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὰ λοιπὰ εὐαγγέλια, κἂν ἀσεβής τις ἔδοξεν εἶναι ὁ ὑπονοῶν ἐνταῦθα προσερρίφθαι οὐκ εἰρημένην ὑπὸ τοῦ σωτῆρος πρὸς τὸν πλούσιον τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν. νυνὶ δὲ δῆλον ὅτι πολλὴ γέγονεν ἡ τῶν ἀντιγράφων διαφορά, εἴτε ἀπὸ ῥᾳθυμίας τινῶν [*](28ff Vgl. Hier. praef. in quatuor evangelia: ea quae vel a vitiosis interpretibus male edita ve a praesumptoribus imperitis emendata perversius vel a librariis dormitantibus aut addita sunt out mutata corrigimus. – Vgl. Harnack TU. 42, 4 7 A. 2 und Orig. ep. ad Afric. 5; tom. in Hos. = Philocal. 8, 1 (Rob. p. 52, 9): ὡς καὶ τολμᾶν τινας προφάσει διορθώσεως μετατιθέντας ἀλλοιοῦν τὸν ἐγκείμενον περὶ τὰ δοκοῦντα ἀνακολούθως γεγράφθαι ῥητὰ νοῦν κατλ. 3. 12. 26 σεαυτὸν Η 7 φήσῃ Diehl φήσαι Μ Η 8 τοῦ <Ηa 9 κἂν Κl vgl. lat. καὶ Μ Η 10 [ἐπαγγειλαμένῳ] Κl nach Diehl, vgl. lat. u. S. 386, 27 1 enim] l. autem? Kl, vgl. gr. 2 etiam + hoc impleverit R)

v.10.p.388
γραφέων, εἴτε ἀπὸ τόλμης τινῶν μοχθηρᾶς <εἴτε ἀπὸ ἀμελούντων> τῆς διορθώσεως τῶν γραφομένων, εἴτε καὶ ἀπὸ τῶν τὰ ἑαυτοῖς δοκοῦντα ἐν τῇ διορθώσει <ἢ> προστιθέντων ἢ ἀφαιρούντων. τὴν μὲν οὖν ἐν τοῖς ἀντιγράφοις τῆς παλαιᾶς διδαθήκης διαφωνίαν θεοῦ διδόντος εὕρομεν ἰάσασθαι, κριτηρίῳ χρησάμενοι ταῖς λοιπαῖς ἐκδόσεσιν· τῶν γὰρ ἀμφιβαλλομένων παρὰ | τοῖς Ἑβδομήκοντα διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν τὴν κρίσιν ποιησάμενοι ἀπὸ τῶν λοιπῶν ἐκδόσεων τὸ συνᾷδον ἐκείναις ἐφυλάξαμεν, καὶ τινὰ μὲν ὠβελίσαμεν <ὡς> ἐν τῷ Ἑβραϊκῷ μὴ κείμενα (οὐ τολμήσαντες αὐτὰ πάντη περιελεῖν), τινὰ δὲ μετ' ἀστερίσκων προσεθήκαμεν, ἵνα δῆλον ᾖ ὅτι μὴ κείμενα παρὰ τοῖς Ἑβδομήκοντα ἐκ τῶν λοιπῶν ἐκδόσεων συμφώνως τῷ Ἑβραϊκῷ προσεθήκαμεν, καὶ ὁ μὲν βουλόμενος προ<σ>ῆται αὐτά, ᾦ δὲ προσκόπτει τὸ τοιοῦτον ὃ βούλεται (περὶ τῆς παραδοχῆς αὐτῶν ἢ μὴ) ποιήσῃ. [*](4ff Vgl. Klostermann und Benz TU. 47,2, 89ff 2 μοχθηρᾶς + <εἴτε ἀπὸ ἀμελούντων> Koe Elt, vgl. lat. 5 ἑαυτοῖς] ἐν αὐτοῖς Μ 6 <ἢ> Koe, vgl. lat. 17 <ὡς> Kl, vgl. lat. 20 μετὰ Μ 27 προ<σ>ῆται Koe 30 ποιήσει Μa 14/15 inconsonantiam x* consonatiam ρ) [*](9ff Nicht = S. 388, 27ff – 14 aliter: vgl. S. 385, 23f – 15ff Vgl. Harnack TU. 42, 4, 37 24 fac <y 31 legem feci L)
v.10.p.390
ὁ τοίνυν θέλων μὴ παρερρῖφθαι ἐνταῦθα τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολήν, ἀλλ' ἀληθῶς ὑπὸ τοῦ κυρίου μετὰ τὰς προτέρας εἰρῆσθαι τότε, ἐρεῖ ὅτι ἠρέμα καὶ ἀμισῶς ἐλέγξαι βουλόμενος ὁ σωτὴρ ἡμῶν τὸν πλούσιον ἐκεῖνον ὠς οὐκ ἀληθεύοντα ἐν τῷ εἰρηκέναι καὶ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι, ἔφη αὐτῷ τὸ εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς· οὕτως γὰρ φανήσῃ ἀληθεύων περὶ τοῦ τὴν ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν ἐντολὴν τετηρηκέναι.

[*](18 παραρίφθαι Η 20.28.35 σεαυτὸν Η 21 ἀλλὰ Μ 24 ἀμισῶς Diehl Koe, vgl. lat. ἀμέσως Μ Η 33 τὴν <Η 5 ionae x* ioanne μ 7 regno y 22 dicet (<quoniam>? Elt 23 aperata y* reperta L 24 sed x* <ρ | strictim R G L strictum B)
v.10.p.391

Ἐὰν δέ τις τῇ ἀνθρωπίνῃ ἐνορῶν ἀσθενείᾳ καὶ τῷ δυσκόλως ἄν τινα τὸν τοιοῦτον ὑπὲρ τῆς ἐν θεῷ τελειότητος ποιῆσαι καταφρονῇ μὲν τῆς λέξεως τράπηται δὲ ἐπ' ἀλληγορίας, δυσωπηθήσεται ἔκ τινων καὶ Ἑλληνικῶν ἱστοριῶν, ἐν αἶς διὰ τὴν παρ' Ἕλλησι σοφίαν ἱστοροῦνταί τινες τὸ ἐνταῦθα τῷ πλουσίῳ ὑπὸ τοῦ σωτῆρος εἰρημένον πεποιηκέναι. Κράτητα γὰρ τὸν Θηβαῖον ἑλόμενον δι' ἐλευθερίαν <τῆς ψυχῆς αὐτοῦ> καὶ παράδειγμα εὐτελοῦς βίου καὶ (ὡς ᾤετο) μακάριον ἑαυτὸν παραστῆσαι βουλόμενον τοῖς ιΕλλησι μηδενὸς <»τοῦ κόσμου τούτου«> χρᾐζοντα, φασὶν ἀποδόμενον πᾶσαν τὴν οὐσίαν τῷ Θηβαίων δήμῳ δεδωρῆσθαι, μετὰ τοῦ εἰρηκέναι ὅτι »σήμερον ὁ Κράτης Κράτητα ἐλευθεροῖ«. εἴπερ δὲ δι' Ἑλληνικὴν σοφίαν καὶ δόγματα ἐλευθεροῦντα τὴν ψυχὴν τοῦ ἀνθρώπου τὸ τοιοῦτόν τις πεποίηκε, πῶς οὐχὶ μᾶλλον δυνατὸν τὸ τοιοῦτον πρᾶξαί τινα μνώμενον <δέχεσθαι Χριστοῦ ἐν> ἑαυτῷ τὴν τελειότητα; εἰ δὲ καὶ ἀπὸ τῆς θείας γραφῆς πεισθῆναί [*](12ff Vgl. Hieron. in Matth. 150 D: hoc enim et Crates fecit philosophus, et multi alii divitias contempserunt; vgl. Harnack TU. 42, 4, 98 – 17 Vgl. I. Kor. 7, 31 6 τραπῆναι Μ 8 αἶς Diehl, vgl. lat. oἶς Μ Η 14 <τῆς—αὐτοῦ> Κl, vgl. lat. 17 <»τοῦ κόσμου τούτου«> Κoe, vgl. lat. 24 ἐλευθεροῦντα Κl, vgl. lat. ἑλόντα M H 27 τοῦ <H 30 <δέχεσθαι–ἐν> Kl, vgl. lat. 5 inplere] lat. las πληρῶσαι st. ποιῆσαι Diehl 15 l. frugalioris? Kl, vgl. gr. 15/16 volentem ρ volens x 23 l. genti<li>um? Diehl, vgl. gr.)

v.10.p.392
τις βούλεται περὶ τοῦ πρᾶγμα δυνατὸν εἶναι τὸ τοιοῦτον, ἀκουςάτω τῶν ἰστορουμένων ὑπὸ τοῦ Λουκᾶ ἐν ταῖς τῶν ἀποστόλων Πράφεσι περὶ τῶν προτραπέντων ὑπὸ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως πιστεύειν καὶ βιοῦν τελέιως κατὰ τὸν Ἰησοῦ λόγον. οὕτως δ´ ἔχειν τὰ ῥήματα· »πάντες δὲ οἱ πιστεύσαντες ἐπὶ τὸ αὐτὸ εἶχον ἅπαντα κοινὰ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν«. καὶ μετ’ ὀλίγα πάλιν ἐν τῇ αὐτῇ γέγραπται βίβλῳ ὅτι »τοῦ πλήθους τῶν πιστευόντων ἦν καρδία καὶ ψυχὴ μία« καὶ τὰ ἑξῆς, ἕως του »ἤγαγε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς ἀποστόλους«. εἶτα ἐπιφέρεται τούτοις τὰ περὶ τοῦ Ἀνανίου καὶ τῆς Σπαφείρας, ἀποδομένων μὲν »κτῆμα« ἑαυτῶν, νοσφισαμένων δὲ »ἀπὸ τῆς τιμῆς« καὶ οὐχ ὅλον ἀλλὰ μέρος ἀποθεμέ- [*](9 Act. 2, 44ff – 19 Act. 2, 47 – 22 Act. 4, 32 – 28 Act. 4, 37 – 30 ff Vgl. Act. 5, 1 ff 1 πρᾶγμα Ηu, vgl. lat. σπέρμα ΜΗ 6/7πιστεύειν Μ 9 ῥητὰ Η 28 ἤγαγε] ἤνεγκεν ΝΤ 2 praecepit L 23 cor + unum L 30 historia de Koe)
v.10.p.393
νων παρὰ τοῖς »τῶν ἀποστόλων« ποςί, καὶ διὰ τοῦτο ἐπὶ ἁμαρτίᾳ παθόντων τὰ ἀναγεγραμμένα. ἄξιοι γὰρ ἦσαν τοῦ ἐκ θείας ἐπισκοπῆς ἀπολαβεῖν ἐνταῦθα τὸ ἡμαρτημένον διὰ τὸν νοσφισμόν, ἵνα καθαρώτεροι ἀπαλλαγῶσιν ἀπὸ τοῦ βίου τούτου, καθρθέντες τῇ ἀπαντηςάσῃ αὐτοῖς παιδεύσει ἐν κοινῷ θανάτῳ, διὰ τὸ καὶ πεπιστευκέναι καὶ »μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων« τεθεικέναι. Δοκεῖ δέ μοι ὅτι »ἀκούων Ἀνανίας τοὺς λόγους τούτους« διὰ βασανιζόμενς τοσοῦτον ἐκολάσθη ὡς καὶ ἐκψῦξαι, καθικομένων τῶν λόγων Πέτρου τῆς ψυχῆς αὐτοῦ. καὶ οὐ Πέτρον γε νομιστέον ἐνταῦθα ἀνῃρηκέναι τὸν Ἀνανίαν, ἀλλ’ ἐκεῖνον μὴ ὑπομεμενηκέναι τὴν σφοδρότητα τοῦ εἰπόντος πρὸς αὐτὸν Πέτρου· »διὰ τί ἐπλήρωσεν ὁ σατανᾶς τὴν καρδίαν σου;« καὶ τὰ ἑξῆς, [*](12 Act. 5, 2 – 14 ff Act. 5, 5 – 20 ff Vgl. Harnack TU. 42, 4, 24 – 25 Act. 5, 3–5 8 τούτου Kl, vgl. lat. 9 καθαρθέντες Diehl Kl Koe, vgl. lat. τιμωρηθέντες Μ Η 13 τεθηκέναι Η 17 Πέτρου Diehl Kl Koe, vgl. lat. 18 βασανιζόμενος + in se lat. 3 sunt passi G 6/7 peccatum suum L 7 propter x* ρ 20 catechizantibus] lat. las δατηχουμένων usw. st. καθικομένων usw. 27 et] ut G 33 hominibus mentitus B)
v.10.p.394
ἕως τοῦ »καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας«. εἰκὸς δὲ πρὸς τὴν τοῦ Ἀνανίου ἀπόδοσιν, ἐν ᾗ περὶ τοῦ Πέτρου ἀπελογηςάμεθα, ἐνστήσεσθαί τινα διὰ τὴν Σάπφειραν, ἐπεὶ αὕτη »μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθε. καὶ ἀπεκρίθη πρὸς αὐτὴν ὁ Πέτρος λέγων· εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; εἰπούσης αὐτῆς· τοσούτου, ὁ Πέτρος πρὸς αὐτήν φησι· πνεῦμα κυρίου; ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ καὶ ἐξοίσουςί σε«. »πρὸς τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν«. ἀλλὰ λεχθείη ἂν ὅτι κἀκείνη, ἐπιπλησσομένη καὶ βαρηθεῖσα τὴν ψυχὴν (πῆ μὲν ὑπὸ τοῦ ἐπὶ τῇ ἁμαρτίᾳ ἐλέγχου, πῆ δὲ ἐπὶ τῇ τοῦ ἀνδρὸς συμφορᾷ καὶ δὲ ἐπὶ τῇ περὶ αὐτοῦ, πῆ δὲ ἐπὶ τῇ κατὰ τὸν θεὸν λύπῃ) ἐξέψυξε, προεωρακότος τοῦ Πέτρου τῷ πνεύματι τὸ ἀπαντηςόμενον αὐτῇ. ταῦτα δὲ ἡμῖν ὅλα εἴρηται βουλομένοις κατασκευάσαι τὸ δυνατὸν εἶναι, βουληθέντα τινὰ τέλειον γενέσθαι πεισθῆναι τῷ Ἰησοῦ λέγοντι· ὕπαγε πώληςόν σου τὰ ὑπά ρχοντα δ´ οἶμαι καὶ ἐχόντων τὰ χαρακτηρίζοντα τὸν ἐπίσκοπον πάντα ἔργον ἦν προτρέψασθαι τοὺς καὶ [*](9 ff Act. 5, 1–10 – 25 Vgl. II. Kor. 7, 10 7 ἀπελογιςάμεθα Μ | ἐνστήσεσθαι Hu ἐνστήσασθαι ΜΗ)
v.10.p.395
δυναμένους καὶ πειθομένους τῇ προτροπῇ καὶ διὰ τοῦ παρέχειν ἐκ τοῦ κοινοῦ αὐτοῖς τὰ ἐφόδια καὶ ἄλλους ἐπὶ τοῦτο παρακαλεῖν· ἐγένετο γὰρ ἂν εἰκών τις τοῦ κατὰ τοὺς ἀποστόλους] τῆς συμφωνίας τῶν πιστευόντων βίου.

Ζητήσαι δ´ ἄν τις ἀκολούθως ὅτι, εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι τι ἀπὸ κακίας πράττων, πῶς τέλειος γένοιτ’ ἂν ὁ πωλήσας ἑαυτοῦ τὰ ὑπάροντα καὶ δοὺς τοῖς πτωχοῖς. ἔστω γάρ τινα τοῦτο πεποιηκέναι, πῶς δ’ αὖ καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦ συμβῆναι δυναμένου τοῦ τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἐτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον ὁ ἀποδόμενος τὰ ὑπάρχοντα καὶ διαδοὺς πτωχοῖς ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; λέγοι γὰρ ἄν τις ὅτι δυνατόν, παρ’ αὐτὸ τὸ ἀποδίδοσθαι πάντα τὰ ὑτάρχοντα παθόντα τι ἀνθρώπινον ὑπὸ τῆς πενίας, μετανοῆσαι μὲν ἐπὶ τῷ τετολμημένῳ ἐπιθυμῆσαι δὲ τῆς παραπλησίου [*](12 Vgl. I. Petr. 3, 15 8 <ἀκολούθως> Kl, vgl.lat. 11 <τι Kl, vgl. lat. 13 αὐτοῦ Μ 15 δ’ αὖ Κl δ’ ἂν Μ ἂν Η 21 <τοῦ> Koe 32 τι] τινα Η 12 sit] 1. fiat Diehl Koe, vgl. gr. 18 lat. konstruiert falsch Koe 30 *** Kl nach Diehl: <dixerit quispiam>)

v.10.p.396
κτήσεως. εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις ἅμα τε ἀπολοῖτο πάντα τὰ ὑπάρχοντα χοντα καὶ διαδοίη πτωχοῖς, ἅμα δὲ ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι; προσθείη δ’ ἄν τις τῇ ἐπαπορήσει ὅτι πῶς δύναται παρὰ τὸ ἀποδεδόσθαι τὰ ὑπάρχοντα καὶ πτωχοῖς [τις] διαδεδωκέναι σοφὸς γενέσθαι καὶ δέχεσθαι τὴν τοῦ θεοῦ σοφίαν, ὥστε λόγον διδόναι παντὶ τῷ ἐρωτῶντι αὐτὸν περὶ τῆς ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμμέως τῶν πεπιστευμένων καὶ περὶ τῶν ἐν ταῖς ἱεραῖς γραφαῖς κεκρυμέν ως εἰρημένων; ὅρα δὲ ὅτι γενική ἐστιν ἡ ἐπαπόρησις, ἤτοι γενναία καὶ οὐκ εὔλυτος. εἲτε γὰρ παρ’ αὐτὸ τοῦτο μόνον φήσομέν τινα τέλειον γεγονέναι, κἂν μὴ ἀναλαβὼν ᾖ ἃ ἐξεθέμεθα, άτόπῳ περιπεσούμεθα λέγοντες εἶναί τινα καὶ τέλειον ἅμα καὶ ἁμαρτωλόν (ἁμαρτωλὸς γὰρ ὁ ὀργίλος καὶ ὁ τὴν τοῦ κόσμου λύπην λυπούμενος καὶ ὁ τὰ ἐπίπονα ἢ θάνατον φοβούμενος καὶ ὁ ἐπιθυμῶν τῶν ἀπόντων καὶ ὁ ἀλόγως ἐπαιρόμενος τὴν ψυχὴν ὡς ἐπ’ [*](1 f vgl. Philo leg. all. III, 88 (I, 136 M) ὁ ὂφις ἦν, ἡδονή, ἔπαρσι ἀλογος ψυχῆς – 12 vgl. I. Petr. 3, 15 – 26 vgl. II. Kor. 7, 10 4f ἀποδοῖτο . . . διαδοίη Kl nach Κoe, vgl. S. 401, 13 ἀποδῶτο . . . διδώη Μ Η 5 καὶ ἅμα Koe 10 τις koe, vgl. lat. 11 l. καὶ σοφὸς? Κl, vgl. lat. | καὶ δέχεστθαι Kl, vgl. lat. 19 ἢτοι—εὔλυτος Μ 25 ὁ + sine causal at. 27 ἢ Kl Koe, vgl. lat. καὶ ΜΗ 29 ὁ . . . ὁ Koe, vgl. lat. 7/8 dicit G dixit B 20 soso Kl, vgl. gr. | l. dicemus? Kl, vgl. gr. 22 non y* L 23 inrationabilitatem] lat. las ἀλόγῳ Diehl)
v.10.p.397
ἀγαθοῖς τοῖς οὐκ ἀγαθοῖς). εἴτε ἅμα τῷ ἀποδόσθαι τινὰ τὴν οὐσίαν καὶ διαδοῦναι πτωχοῖς φήσομεν αὐτὸν ὡσπερεὶ θεόληπτον γενόμενον πάσας τὰς ἀρετὰς ἀνειληφέναι καὶ πᾶσαν κακίαν ἀποτεθεῖσθαι, πιστῶς μὲν (ἵνα κοινότερον ὀνομάσω) ἐποῦμεν, οὐκ οἶδα δὲ εἰ ἀληθῶς· καὶ τάχα καταγελάσονται ἡμῶν, ὡς οὐ φρόνιμα λεγόντων, οἱ ἀκούσαντες τοιαὐτης λύσεως προσαγομένης τῷ ἐπηπορημένῳ.

Φρονιμώτερον οὖν τις δόξαι ἂν <λέγειν>, τηρῶν τὰ τῆς λέξεως καὶ μηδαμῶς τροπολογῶν τὰ κατ’ αὐτήν, οὕτως ἀπαντῶν, ὡς πιστὸς μέν, εἰ δὲ καὶ ἀξίως τῶν κατὰ τὸν τόπον νοῶν τὰ λεγόμενα ἢ μή, καὶ αὐτὸς κρινεῖς. φήσει οὖν ὅτι, εἴπερ βοηθεῖται ὁ τοῖς πένησι μεταδιδοὺς ὑπὸ τῆς ἐκείνων εὐχῆς πρὸς τὴν ἑαυτοῦ σωτηρίαν, λαμβάνων τὸ ἐν τοῖς δεομένοις τῶν σωματικῶν ἐν πνευματικοῖς περίσσευμα εἰς τὸ ἑαυτοῦ <ἐνπνευματικοῖς> ὑστέρημα (ὡς ὑπέφηνεν ὁ ἀπόστολος ἐν τῇ πρὸς Κορινθίους δευτέρᾳ), τίς ἂν ἄλλος τοῦτο πάθοι καὶ με- [*](25 ff Vgl. II. Kor. 8, 14 15 <λέγειν> Kl nach Diehl, vgl. lat. 23 μεταδιδοὺς + bona sua lat. 26 σωματικῶν Kl, vgl. lat. χρηματικῶν Μ Η 28 <ἐν πνευματικοῖς> Diehl Koe, vgl. lat. 4. 8 l. dicemus? Kl, vgl. gr. 8 hominem B neminem μ 17 si <R G | sic <B 23 tradidit y 24 <ut salvetur> Diehl. . vgl. gr.)

v.10.p.398
γάλην βοήθειαν βοηθηθείη, ἐπακούοντος τοῦ θεοῦ ταῖς τῶν τοσούτων πενήτων ἀναπεπαυμένων εὐχαῖς, ἐν οἷς τάχα ἂν εἶέν τινες παραπλήσιοι τοῖς ἀποστόλοις ἢ ὀλίγῳ ὑποδεέστεροι αὐτῶν, πένητες μὲν ἐν τοῖς σωματικοῖς ὡς ἐκεῖνοι, πλουτοῦντες δὲ ἐν τοῖς πνευματικοῖς; οὗτος δὲ ὁ ἀνθυπαλλασςόμενος ἀντὶ πλούτου πενίαν ὑπὲρ τοῦ τέλειος γενέσθαι (πεισθεὶς τοῖς Ἰησοῦ λόγοις) ἀθρόως ἂν βοηθηθείη ὡς καὶ οἱ ἀπόστολοι τοῦ Χριστοῦ, πρὸς τὸ γενέσθαι σοφὸς ἐν Χριστῷ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ σώωρων καὶ ἐκτὸς παντὸς πάθους. φήσει δὲ ὁ οὕτως ἀπολογούμενος ὅτι οὐκ ἀνάγκη τοῦτο νοηθῆναι αὐτῆς ἡμέρας ἀπαντῆσαι τῷ ἀποδομένῳ τὰ ὑπάρχοντα καὶ διαδόντι πτωχοῖς, ἀλλ’ ἴσως ἀπ’ ἐκείνης μὲν τῆς ἡμέρας ἄρξεται ἡ θεία ἐπισκοπὴ ἐπὶ τὰ τοιαῦτα αὐτὸν ἄγειν, λέγω δὲ τὴν ἐπαινετὴν ἀπάθειαν καὶ πᾶσαν τὴν ἀρετήν. »προβαίνων« δὲ ὡς ὁ Ἰσαὰκ διὰ τὴν ἀπὸ τοῦ θεοῦ εἰς αὐτὸν ἐν Χριστῷ βοήθειαν [*](28 ff Vgl. Gen. 26, 13 4/5 παραπλήσιοι Koe, vgl. lat. παραπλησίως M H 6 ὑποδεέστεροι M c (M a?) ὑποδεεστέροις H 9 οὗτος] lat. las οὕτως 13 καὶ M w. e. sch. <H 22 διαδόντι Diehl Kl διδόντι M H 2 adiutus B 3 refrigerantium x refrigeratorum μ 8 ita] aut ita G L 11 <et> Kl, vgl. gr. 14 omnimoda B (G L) omni omnion ρ)
v.10.p.399
»μείζων« ἔσται, »ἕως οὗ« αὐξάνων »μέγας« γένηται »σφόδρα σφόδρα« ἐν πάσῃ ἀρετῇ, πάσης ἐξαφανισθείσης τῆς κακίας ἀπὸ τῆς ψυχῆς αὐτοῦ. καὶ οὐκ ἀναγκασθήσεταί γε ὁ ταύτην ἀποδεδωκὼς τὴν διήγησιν εἰπεῖν τέλειον παρ’ αὐτὸ τοῦτο γενέσθαι ἄνθρωπον <, ὅτι παρέδωκε τὰ ὑπάρχοντα τοῖς πτωχοῖς,> τὰ ἄλλα ἁμρτάνοντα.

Ἕτερος δὲ (οὐκ οἶδα μὲν εἰ ἀκμάζων τῇ πίστει <καὶ> φαντασίᾳ τοῦ διαβαίνειν ἐπὶ τὴν φρόνησιν, οὐκ οἶδα δὲ εἰ καὶ μέγεθός τε ζητήσας καὶ εὑρὼν εἰς τοὺς τόπους νοημάτων ἀξίων τοῦ θεοῦ) καταλιπὼν τὴν λέξιν ἐπὶ τροπολογίαν ἀναβήσεται καὶ ἐρεῖ ὑπάρχοντα ἑκάστῶ | εἶναι τὰ ἑπόμενα αὐτῷ μετὰ τὴν ἔξοδον, ὡς ἑπόμενα αὐτῷ μετὰ τὴν δικαίοις μὲν ἀγαθὴν ὕπαρξιν, φαύλοις δὲ τὴν ἐναντίαν. ἐνταῦθα οὖν φήσει τὸν πολλὰ ἔχοντα κτήματα πλούσιον σύμβολον εἶναι τοῦ πολλὰ κεκτημένου φαῦλα, ἐν οἷς εἶναι δύναται καὶ ἡ φιλοπλουτία καὶ ἡ φιλοδοξία καὶ ἄλλα γήϊν πράγματα πεπληρωκότα ὐτοῦ τὴν ψυχὴν [*](21 Vgl. Apoc. 14, 13 9 f <ὅτι—πτωχοῖς> Kl Koe, vgl. lat. 13 ἀκμάζων Koe, vgl. lat. u. IV, 161, 13 σκάζων M H | <καὶ> Kl, vgl, lat. 21 εἶναι + actus lat. 25 φήσει Hu φησι M H 27 κεκτημένου + opera lat. 3 valde <L 6 si quis] sic qui G L 18 dignorum y* digniorum L 19 ad x* et ρ 24 actus] lat. las πρᾶξιν ? Diehl | ipsorum, malorum autem y* ipsorum autem malorum L 25 dicet Kl dicit x 30 divitiarum y * pecuniarum L)

v.10.p.400
ψεκτοῦ πλούτου. ἐπεὶ οὖν δύναταί ποτε ὁ οὕτως πλούσιος ἀπέχεσθαι μέν τινων φαύλων, ὡς μοιχείας καὶ φόνου καὶ κλοπῆς καὶ ψευδομαρτυρίας, καὶ καθήκοντα δὲ ἀποδιδόναι πρὸς γονεῖς μετά τινος τιμῆς, εἶναι δέ τις καὶ φιλάνθρωπος πρὸς τὸν πληςίον οὐ μὴν καὶ τέλειος, συμβολικῶς τῷ τοιούτῳ προστάσσει ὁ σωτὴρ ἀποδόσθαι τὰ μοχθηρὰ ὑπάρχοντα <πάντα> καὶ ὡσπερεὶ παραδοῦναι αὐτὰ ταῖς ἐνεργηκυίαις αὐτὰ δυνάμεσι πτωχευούσαις παντὸς καλοῦ καὶ διὰ τοῦτο μὴ ὑφισταμέναις τὴν ἀπειλήν, κατὰ τὸ γεγραμμένον· »πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν«. ἀλλ’ εὖ οἶδ’ ὅτι σφόδρα βίαιος εἶναι δόξει ἡ τοιαύτη ἀπόδοσις, λύουσα μὲν οὐκ ἀγεννῶς τὰ περὶ τελειότητος ἠπορημένα, οὐ πάνυ δὲ πείθουςά πως τὸ ἀποθέ<μενόν τινα νοεῖ>σθαι τὴν κακίαν καὶ τὴν ἀπὸ κακίας ἀποδόσθαι ὕπαρξιν καὶ δοῦναι πτωχοῖς. <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ προκατειλημμένος τόπῳ· ὁ ταύτῃ παριστάμενος τῇ δόξῃ φήσει πεπληρῶσθαι τὸν ἁμαρτωλὸν πνευμάτων κατὰ τὴν ἁναλογίαν τῶν [*](16 f Prov. 13, 8 ) [*](12 <πάντα> Kl Koe, vgl. lat. 21 ηὐπορημένα ? H 22 ἀποθέ<μενόν τινα νοεῖ>σθαι Kl vgl. lat. 28 <Ἐρῶ δ’ὡς> ἐν τοιούτῳ Kl Koe, vgl. lat. 29/30 παραστηςάμενος M ) [*]( 11 consilians] lat. las συμβουλευτικῶς Diehl 23 dicta] lat. las εἰρημένα Diehl 26 *** Koe. vgl. gr.)
v.10.p.401
ἁμαρτημάτων· οἷον εἰ πόρνος εἴη τοῦ λεγομένου ἐν τοῖς προφήταις πνεύματος πορνείας, εἰ δὲ θυμικὸς πνεύματος θυμοῦ, οὕτω δὲ καὶ εἰ κατάλαλος πνεύματος καταλαλιᾶς. ταῦτα οὖν τις ἐκτήσατο τὰ ὑπάρχοντα φαῦλος ὢν καὶ γενόμενος τῇ μετοχῇ τῶν χειρόνων πνευμάτων Τυφῶνος πολυπλοκώτερος. ὥσπερ δ’ ἐκτήσατο αὐτὰ ὠνηςάμενος κπροαιρέσει εἰκούσῃ τοῖς φαύλοις, οὕτως ἀποδοῖτο ἂν <αὐτὰ καὶ δοίη ἂν> οἷς θέλει ὁ λόγος οὗτος πτωχοῖς διὰ τοῦ πείθεσθαι τῷ Ἰησοῦ· ὡς γὰρ »ἡ εἰρήνη« τῶν ἀποστόλων πρὸς αὐτοὺς ἀνακάμπτει, ἐὰν μὴ »υἱὸς εἰρήνης« τύχοι εἶναι ὁ ἀκούων τὸ »εἰρήνη« ὑμῖν, οὕτως ἡ πορνεία καὶ πάντα τὰ ἁμαρτήματα [πάντα] ἀνακάμψαι ἂν πρὸς τοὺς αἰτίους τῶν ἁμαρτημάτων πτωχούς, καὶ ἔστι μὴ διστάσαι περὶ τοῦ <εὐθέως> τέλειον γίνεσθαι τὸν οὕτω πωλήσαντα πάντα τὰ ἀποδεδομένα ὑπάρχοντα καὶ δόντα πτωχοῖς. εἰ δὲ χρόνῳ πολλῷ ἀποδίδοται τὰ [*](2 Vgl. Hos. 4, 12; 5, 4–9 Vgl. Plato Phaedr. 230 a εἴτε τι θηρίον ὢν τυυχάνω τυφῶνος πολυπλοκώτερον καὶ μᾶλλον ἔτι τετυφωμένον. –18 ff Vgl. Luc. 10, 6. 5 13 f <αὐτὰ καὶ δοίη ἂν> Diehl Kl, vgl. lat. 23 [πάντα] Kl, vgl. lat. 28 καὶ + sic lat. | <εὐθέως> Diehl Koe, vgl. lat. 32 δὲ + et lat. 30 ἀποδεδομένα] vgl. S. 414, 8 Origenes X 4 et] οὕτω δὲ καὶ gr. 12 1. conplacenti? Kl, vgl. gr. 14 loquitur] lat. las λέγει Diehl 17 eum B 23 revertuntur L 23/24 actores L 26 quis <B L 32 autem et] enim B 26)
v.10.p.402
ὑπάρχοντα καὶ πολλοῦ δεῖται χρόνου πρὸς τὸ δοῦναι αὐτὰ οἶς εἴπομεν πτωχοῖς, οὐδὲν ἂν κωλύοιτο ὁ λόγος χρόνῳ διδοὺς (κατ᾿ ἀναλογίαν ὦν ἀποδέδοται τοῖς πτωχοῖς) τέλειον γίνεσθαι τὸν ταῦτα ποιοῦντα. σαφῶς δὲ ὁ ταῦτα πράξας ἕξει θησαυρὸν ἐν οὐρανῷ καὶ αὐτὸς γινόμενος ἐπουράνιος· »οἶος« μὲν γὰρ »ὁ χοϊκὸς (ὁ πονηρὸς δηλαδή), τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἶος ὁ ἐπουράνιος (τουτέστιν ὁ Χριστός), τοιοῦτοι καὶ οἱ ἐπουράνιοι«. ἐν τῷ οὖν αὐτοῦ μέρει οὐρανοῦ ἕξει θησαυρὸν ὁ βουληθεὶς τέλειος γενέσθαι καὶ πωλήσας πάντα τὰ ὑπάρχοντα καὶ δοὺς τοῖς πτωχοῖς. ἀλλὰ μὴ ὑπολάβῃς τὸν τηλικοῦτον δύνασθαι ἐν τοῖς κατὰ τὰ βιωτικὰ πλουσίοις εὑρεθῆναι. τίς γὰρ αὐτῶν ἀπέθετο τὴν φιλοπλουτίαν καὶ τὴν (ἵν᾿ οὕτως ὀνομάσω) φιλοκοσμίαν; τίς δὲ πάντη ἀπέθετο τὸ πνεῦμα τῆς κενοδοξίας, ἵνα χωρήσῃ ἐν τῷ ἑαυτοῦ οὐρανῷ θησαυρὸν δόξης θεοῦ καὶ πλούτου τοῦ ἐν παντὶ λόγῳ καὶ πάσῃ σοφίᾳ θεοῦ; τίς δὲ ἀπέθετο τὸ πνεῦμα τῆς ἐπιθυμίας καὶ τοῦ φόβου καὶ τῆς ἡδονῆς καὶ τῆς ὀργῆς; ἀγαπητὸν γὰρ ἐπὶ τῶν ἀποστόλων τὸ τοιοῦτον <καὶ τῶν ἐκείνοις ὁμοίων τὸν> φιλαλήθως ἐξετάχοντα τὰ πράγματα ἀποφήνασθαι. οὗτος δὲ καὶ δύναται ἀκο- [*](9 I. Kor. 15, 48 — 27 f Vgl. I. Kor. 1, 5 (Röm. 11, 33) 14 αὐτῶ Μ| οὐρανοῦ Koe, vgl. lat. οὐωνݲωݲ Μ Η 22. 25 ἀπέθετο (wie Z. 29, S. 403, 20) KI, vgl. lat. ἀπέδοτο Μ Η 22 αὐτὸν Η 32/33 <καὶ—τὸν> KI Koe, vgl. gr. 22 deposuit KI, vgl. Z. 24. 29 deponit x 29 enim] I. autem ? KI, vgl. gr. 31 proprie KI, propriae (zu voluptatis) x)
v.10.p.403
λουθῆσαι τῷ Ἰησοῦ, ὁ (ὡς ἀποδεδώκαμεν) πάντα ἀποδόμενος καὶ ἔχων θησαυρὸν ἐν οὐρανῷ· οὐ γὰρ περιέλκεται ὑπό τινος μοχθηροῦ κτήματος, ἵνα μὴ ἀκολουθῇ τῷ Ἰησοῦ.

Ἑξῆς δὲ τούτοις λέγεται ὅτι ἀκούσας <δὲ> τὸν λόγον ὁ νεανίσκος ἀπῆλθε λυπούμενος· ἧν γὰρ ἔχων κτήματα πολλά. καὶ ὄψει γε (ὡς πρὸς τὴν ἀναγωγήν), τίνα τρόπον δυσαποσπάστως ἔχομεν τοῦ φρονεῖν τὸν πλοῦτον ἀγαθὸν εἶναι ἢ τὴν κάτω δόξαν, ἀλλὰ καὶ μᾶλλον θέλομεν, ἐπεὶ ἀγαπῶμεν τὴν ἐπιθυμίαν, τυχεῖν τῶν καὶ φαύλως ἐπιθυμουμένων ἢ ἀπαλλαγῆναι τῆς ἐπιθυμίας, καὶ μᾶλλον μὴ περιπεσεῖν οἶς φανταζόμεθα φοβεροῖς ἤπερ ἀποθέσθαι τὸν ἐχθρὸν τῷ φόβῳ τοῦ θεοῦ φόβον. ἀλλ᾿ οὐδὲ πρεσβύτερός τις εἰσῆκται καθεστηκὼς οὐδὲ ἀνὴρ καταργήσας »τ]ατοῦ νηπίου«, ἀλλὰ νεανίσκος ὁ τὸν λόγον ἀκούσας καὶ ἀπελθὼν λυπούμενος. τοιοῦτος γὰρ ἦν τὴν ψυχήν, διὸ καὶ καταλιπὼν τὸν Ἰησοῦν ἀπῆλθεν (ἐπὶ ψόγῳ γὰρ εἴρηται τὸ ἀπῆλθε), καὶ ἀπῆλθε [*](26 Vgl. I. Kor. 13, 11 — 32 ff Vgl. Hieron. in Matth. 149B: haec est tristitia quae ducit ad mortem 8 <δὲ> KI, vgl. lat. 12 ἀναγωγήν (opp. ἰστορίας S. 404,9)] ἀν(θρωπ)ίνην ἀγωγὴν la slat. 14 f τὸν <κάτω> πλοῦτον ... ἢ τὴν κενοδοξίαν? Diehl vgl. lat. 18 τῆς + <φαύλης> Koe, vgl. lat. 4 vir <G 7 vgl. S. 409, 20 15 <quia — amamus> KI, vgl. gr. 26 evacuaverit L 32 <abiit> Kl, vgl. gr.)

v.10.p.404
λυπούμενος λύπην τὴν »τοῦ κόσμου«, τὴν »θάνατον« κατεργαζομένην. ἦν γὰρ ἔχων κτήματα πολλὰ ἅπερ ἠγάπα, ἀγαπῶν τὸ ὀργίζεσθαι καὶ τὸ λυπεῖσθαι (διὸ ἀπῆλθε λυπούμενος) καὶ ὅσα ἀπὸ κακίας ἦν <αὐτῷ γεγεννημένα> κεκρατηκότα τῆς ψυχῆς αὐτοῦ, εἰ μέντοι ἐπὶ τῆς ἱστορίας μένοις κατά τινα τῶν προαποδεδομένων διήγησιν ἐξ ἡμισείας εὕροις ἂν ἐπαινετὸν καὶ ἐξ ἡμισείας ψεκτὸν τὸν νεανίσκον τοῦτον. ᾗ μὲν γὰρ οὐκ ἐμοίχευσεν οὐδὲ ἐφόνευσεν οὐδὲ ἔκλεψεν οὐδὲ ἐψευδομαρτύρησεν, ἀλλὰ καὶ ἤδη νεανίσκος ὢν ἐτίμησε τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἐλυπήθη ἐπὶ τοῖς τὴν τελειότητα ὑποτιθεμένοις λόγοις τοῦ Ἰησοῦ καὶ ἐπαγγελλομένοις αὐτήν, εἰ ἀποδοῖτο τὰ ὑπάρχοντα, ἀστεῖόν τι ἦν ἐν αὐτῷ. ᾗ δὲ ἀπῆλθεν ἀπὸ τοῦ Ἰησοῦ λυπούμενος διὰ τὰ κτήματα, δέον αὐτὸν χαίρειν, ὅτι ἀντ᾿ ἐκείνων ἔμελλεν ἔχειν θησαυρὸν ἐν οὐρανῷ, καὶ ἀκολουθῶν τῷ Ἰησοῦ κατ᾿ ἴχνη βαίνειν υἱοῦ θεοῦ, ψεκτὸς ἦν.

[*](1f Vgl. II. Kor. 7, 10 — 8—31 Vgl. C1 Nr. 213 Or. C luc Nr. 42 Or. (B I, 192, 5ff.))[*](3 ἦν Hu, vgl. lat. τίς M H 3 f ἔχων — ἠγάτα] vor ἀγαπῶν—λυπεῖσθαι Kl, vgl. lat. ~ M H 7 <αὐτῷ γεγεννημένα> Κl, vgl. lat. 22/23 ἀποδοῖτο + Omnia lat. 26 ἀπῆλθεν < Η)[*](12 1. invenies Kl, vgl. gr. 19 ff lat. hat mißverstanden und am Schluß ausgelassen 20 contristatus B 23 tradidisset + ei y)
v.10.p.405

Ἀπελθόντος δὲ αὐτοῦ, εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐφ᾿ ᾦ παρατηρητέον ὡς τοῦ σωτῆρος ἀκριβῆ λόγον τὸν ἀναγεγραμμένον. οὐκ εἶπε μὲν γὰρ ὅτι πλούσιος οὐκ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐπείπερ εἰ τὸ τοιοῦτον εἰρήκει, ἀποκεκλείκει ἄν <πάντως> τὸν πλούσιον ἀπὸ τῆς τῶν οὐρανῶν βασιλείας. φησὶ δὲ ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται· τὸ χαλεπὸν μὲν πρὸς σωτηρίαν τοῦ πλουσίου παριστὰς οὐ μὴν <τὸ> ἀδύνατον ***, ὄπερ ἐπὶ μὲν τοῦ ῥητοῦ αὐτόθεν λόγον ἔχειν φαίνεται, δυναμένων πλουσίων μετὰ δυσκολίας ἀντιστῆναι τοῖς πάθεσι καὶ ταῖς ἁμαρτίαις καὶ μὴ πάντη ὑπ᾿ αὐτῶν ἁλῶναι. εἰ δὲ τροπολογούμενος <ὁ πλούσιος> παραλαμβάνοιτο, ζητήσεις πῶς κἂν δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν [*](1 — 408, 9 Vgl. C luc Nr. 43 Or. 4 δυσκόλως πλούσιος Η 9 γὰρ +simpliciter lat. | οὐκ Η Μ c δυσκόλως M a 12 <πάντως> Koe, vgl. lat. 14 ὅτι < Η 17 <τὸ> KI mit C luc Nr. 43 18 *** KI, vgl. lat. 19 φαίνεται + ὡς C luc Nr. 43 24 καὶ μὴ] l.ὡς μὴ Koe 25 <ὁ> ΚΙ 30/31 εἰσελεύσεται + dives lat. 14 declarans Diehl, vgl. Z. 16 damnans x 15 hoc ipso B L)

v.10.p.406
τῶν οὐρανῶν. τὴν δὲ δυσκολίαν τῆς εἰσόδου τοῦ ἑκατέρως νοουμένου <πλουσίου εἰς σωτηρίαν> ἐμφαίνει ἡ παραβολὴ τῷ εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρύπης ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ἐν ᾖ παραβολῇ ὁ μὲν πλούσιος παραβάλλεται καμήλῳ, οὐ διὰ τὸ ἀκάθαρτον τοῦ ζῴου μόνον ὡς ὁ νόμος ἐδίδαξεν, ἀλλὰ καὶ <διὰ> τὴν ὅλην αὐτοῦ σκολιότητα, ἡ δὲ τῶν οὐρανῶν βασιλεία τρυμαλιᾷ ῥαφίδος, εἰς παράστασιν τοῦ πάνυ στενὴν εἶναι καὶ εἰς ὑπερβολὴν τεθλιμμένην τὴν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἴσοδον τῷ ἑκατέρῳ πλουσίῳ. δηλοῖ δ᾿ ὅ <ὡς> αὐτόθεν μὲν ἀδύνατον τὴν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν. <δυνατὸν δὲ ὅσον πρὸς τὸν θεόν, οὕτως καὶ τὸν πλούσιον ὅσον πρὸς αὐτὸν ἀδύνατον εἰς τὴν βασι- [*](5 Zum Text vgl. Hautsch TU. 34, 2 a, 62 ff — 11 Vgl. Lev. 11, 4 — 16 f Vgl. Math. 7, 14 2 τοῦ M w. e. sch. < H 3 <πλουσίου εἰς σωτηρίαν> Hu Koe, vgl. lat. 41. ἡ + <παρακειμένη> Diehl Koe, vgl. lat. | τῷ KI, vgl. lat, τοῦ Μ Η 12 <διὰ> KI mit C luc Nr. 43 lat. | ὅλου <τοῦ σώματος> Koe, vgl. lat. 13 σκολιότητα + καὶ μὴν καὶ διὰ τὸ παχὺ καὶ γήϊνον καὶ σωματικὸν τοῦ φιλοπλούτου φρόνημα C luc Nr. 43 14 ῥαφίδος + adsimilatur lat. 17 τὴν < Η 19 l. ἑκατέρω<ς>? ΚΙ 20 <ὡς> ΚΙ Κοε, vgl. lat. 23 ff <δυνατὸν—εἰσελθεῖν> ΚΙ, vgl. lat. 5 transire B 20 sicut x* Pasch <μ)
v.10.p.407
λείαν τῶν οὐρανῶν εἰσελθεῖν>. τῷ δὲ δυνατὰ εἶναι τῷ θεῷ πάντα καὶ τὸ τοιοῦτον αὐτῷ δυνατόν ἐστιν, ἀφάτῳ δυνάμνει <ἤ> τὴν παχύτητα τοῦ φαύλου λεπτύνοντι ἤ τὴν στενότητα τῆς εἰσόδου χωρητὴν αὐτῷ ποιοῦντι. ὅτι γὰρ τοῦ δυσκόλως εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν τὸν πλούσιον παράδειγμα ἔλαβε τὴν τρυμαλιὰν καὶ τὴν κάμηλον ἀλλ' οὐ τοῦ ἀδυνάτου, δῆλον ἐκ τοῦ πρὸς τοὺς μαθητὰς εἰρῆσθαι (φήσαντας· τίς ἄρα δύναται σωθῆναι;) τὸ παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ θεῷ πάντα δυνατά. οὐκοῦν δυνατὸν καὶ τὴν κάμηλον εἰσελθεῖν διὰ τρυμαλιᾶς ῥαφίδος. ἀλλ' οὐ παρὰ ἀν θρώποις δυνατόν. <παρὰ δὲ θεῷ>· οὕτως δὲ καὶ τὸν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ. τὰς δὲ ἐφόδους τοῦ πῶς ἄν τὰ τοιαῦτα ποιήσαι ὁ θεὸς δυνατά, αὐτὸς ἄν εἰδείη καὶ ὁ Χριστὸς αὐτοῦ καὶ ᾧ ἄν ἀποκαλύψῃ ὁ υἱὸς αὐτοῦ. Ὁ μὲν οὖν διαβεβηκὼς ἐν σοφίᾳ καὶ λόγῳ ἐπιτολμήσαι ἄν ἐπὶ πλεῖον καὶ τῇ περὶ τῆς ῥαφίδος καὶ τῆς τρυμαιᾶς αὐτῆς σδιηγήσει. [*](27f Vgl. Matth. 27 4 ἐστι Μ | <ἤ> Kl Koe, vgl. lat. 5 παχύτητα + malorum. lat. 5ff λεπτύνοντι . . . . ποιοῦντι Koe λεπτύνοντος . . . . ποιοῦντος ΜΗ 7 γὰρ τοῦ] δὲ <ἀπὸ> τοῦ Koe, vgl. lat. 9 τῶν < Μ 18f καὶ τὴν κάμηλον δυνατὸν Μ 21 <παρὰ δὲ θεῶ> Kl Koe, vgl. lat. 2 possiblile + est L 4 grossitudinem x Pasch crassitudinem ρ 16 hoc x* Pach < ρ 29 profecic Koe, vgl. gr. proficit x)
v.10.p.408
ἡμεῖς δὲ τοσοῦτον παραθησόμεθα ὅτι ἐστί τινα ἐν τῷ νόμῳ γινόμενα τέχνῃ ῥαφιδευτοῦ χρῄζοντος ῥαφίδος, ἵνα κατὰ σοφίαν θεοῦ ποιήσῃ τὰ ἔργα <τις> ἧς ἀνείληφε τέχνης. ὡς οὖν νοηθείη τὰ τοῦ ῥαφιδευτοῦ ἔργα κἀκείνη ἡ ῥαφίας, νοηθήσεται καὶ τὰ νοηθήσεται καὶ τὰ τῇδε λελεγμένα· ἅπερ νῦν λέγειν καὶ σαφηνίζειν τάχα μὲν καὶ ὑπὲρ ἡμᾶς ἐστι, τάχα δὲ καὶ τῷ εἰδότι πολλῆς ἄν καὶ ἀκαίρου /ρχοιτο παρεκβάσεως. δύο τὲ προκειμένων, τοῦ κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν καὶ τοῦ πλούσιον εἰς τὴνβασιλείαν τοῦ θεοῦ, εὐκοπώτερον εἶναι;φησι τὸ πρότερον. καὶ ζητήσεις γε ἐν τοῖς ἀνθρώποις ἄλλον μὲν τὸν κάμηλον <γενόμενον> εἰσερχόμενον διὰ τρυμαλιᾶς ῥαφίδος, ἄλλον δὲ τὸν πλούσιον (ἀδυνάτως <μὲν> ἀμνθρώποις δυνατῶς δὲ τῷ θεῷ) εἰσερχόμενον εἰς τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ ἐπὶ τῆς καμήλου καὶ ἐπὶ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος, ὁστισποτοῦν ἐᾶν εὑρεθῇ κάμηλος καὶ ἡτισοῦν ἐᾶν νοηθῇ [κάμηλος] [*](2ff Vgl. Ex. 27, 16 1 ἥμεῖς Kl, vgl. lat. πῶν Μ Η 5 <τις> Diehl Kl Koe vgl. lat. 6 1. <ὁποι> ωσοῦν Diehl Koe, vgl. lat. φήσει Μ 21/22 <γενόμενον> Kl, vgl. lat. 24 <μὲν> Koe, vgl. lat. 27f καμήλου— τῆς < Η 28 τῆς2 < Μ 30 ἡτισοῦν Hautsch TU. 34, 2a, 64 εἴ τις οὖν Μ Η | νοηθῇ Diehl, vgl lat. εὑρεθῆ ΜΗ | [κάμηλος] Hautsch 1 adiciemus Kl, vgl. gr. adicimus x 3 necessaria y 8 <et acus illa> Diehl, vgl. gr. 14 exitum] lat. las ἐκβάσεως Koe 18 1. dicit (od. dicet) Kl)
v.10.p.409
τρυμαλιὰ ῥαφίδος, [ἥ] εἰσελεύσεται δι' ἐκείνης· ὅτι ἀδύνατον μὲν ἀνθρώποις, παρὰ δὲ θεῷ καὶ τοῦτο δυνατόν. εἰ δὲ ἐμφαίνει ταῦτα καὶ παρίστησι τελικά τινα μυστήρια καὶ ἐπί <τινατ> τέλος ἄγοντα διά τινων ὁδῶν θεῷ μόνῳ δυνατῶν ἤ μή, ὁ δυνάμενος ἐξεταζέτω.