Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Εἰ καὶ ἐδόξαμεν δὲ βαθυτέρων ἢ κατὰ δύναμιν ἦφθαι εἰς τοὺς τόπους πραγμάτων, οὐδὲν ἦττον ἔτι διὰ τὴν λέξιν καὶ ταῦτα λεκτέον ὅτι τινὲς τῶν νόμων ἐγράφησαν οὐχ ὡς διαφέροντες, ἀλλ' ὡς συμπεριφρόμενοι τῇ ἀσθενείᾳ τῶν νομοθετουμένων. τοιοῦτον γάρ τι δηλοῦται ἐν τῷ Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν <ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· τὸ δὲ προηγούμενον καὶ διαφέρον νόμου τοῦ διὰ τὴν σκληροκαρδίαν γεγραμμένου δηλοῦται ἐν τῷ ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. καὶ ἐν τῇ καινῇ δὲ διαθήκῃ ἐστί τινα νενομοθετημένα ἀνάλογον τῷ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν> ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν. οἱονεὶ γὰρ πρὸς τὴν σκληροκαρδίαν ἡμῶν γέγραπται (διὰ τὴν ἀσθένειαν) τὸ <»καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·> διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη [*](33 I. Kor. 7, 1–2 13 ἀσθενία Η 17 τι <Ηa 19 <ὑμῖν> Kl Koe, vgl. lat. 31 ὑμῶν Η 33 <»καλὸν—ἄπτεσθαι> Diehl Kl, vgl. lat. 31f nostri—lex] vestri lex data est L)

v.10.p.340
τὸν ἴδιον ἄνδρα ἐχέτω« καὶ τὸ »τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί«· ἐπιφέρεται γοῦν αὐτοῖς· »τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν«. ἀλλὰ καὶ τὸ »γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ὁ ἀνὴρ αὐτῆς ζῇ· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾦ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ« πρὸς τὴν σκληροκαρδίαν ἢ ἀσθένειαν ἡμῶν παρὰ Παύλῳ εἴρηται τοῖς μὴ βουλομένοις ζηλοῦν »τὰ χαρίσματα τὰ μείζονα« καὶ μακαριωτέροις γενέσθαι. ἤδη δὲ παρὰ τὰ γεγραμμένα τινες τῶν ἡγουμένων τῆς ἐκκλησίας ἐπέτρεψάν τινα ὥστε »ζῶντος τοῦ ἀνδρὸς« γαμεῖσθαι γυναῖκα — παρὰ τὸ γεγραμμένον μὲν ποιοῦντες (ἐν ᾦ λέλεκται· »γυνὴ δέ<δεται> ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς« καὶ τὸ »ἄρα οὖν μοιχαλὶς χρηματίσει ἡ [*](3 I. Kor. 7, 3 – 6 I. Kor. 7,6 – 8 I. Kor. 7,39 – 14 I. Kor. 12,31 – 22 I. Kor. 7,9 – 25ff Vgl. Harnack TU. 42, 4, 23 – 27. 32 Röm. 7,3 – 4 ἀποδιδώτω Ηa 5 γοῦν + σὺν Μ 15 μακαριωτέρους Lo 30 δέ<δεται> Hu, vgl. lat. 25 scio] lat. las οἶδα st. ἤδη? enim est Bc (enim Ba) | eorum y* <L 32 vocabitur adultera B)
v.10.p.341
γυνὴ γενομένη ἀνδρὶ ἑτέρῳ ζῶντος τοῦ ἀνδρός«), οὐ μὴν πάντη ἀλόγως· εἰκὸς γὰρ τὴν συμπεριφορὰν ταύτην συγκρίσει χειρόνων ἐπιτρέπεσθαι παρὰ τὰ ἀπ' ἀρχῆς νενομεθετημένα καὶ γεγραμμένα.

Τάχα δὲ τῶν τολμώντων τις Ἰουδαϊκὸς ἀνὴρ ἐναντιοῦσθαι τῇ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ φήσει ὅτι καὶ ὁ Ἰησοῦς, εἰπών· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι,κ ἐπέτρεψεν ἀπολῦσαι τὴν γυναῖκα ὁμοίως Μωσεῖ, ὃν εἶπε πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ νενομοθετηκέναι, καὶ ταὐτόν γε φήσει εἶναι τῷ λόγῳ τῆς πορνείας, δι' ὃν εὐλόγως ἂν γυνὴ ἐκβληθείη ἀπὸ ἀνδρός, τὸ »ὅτι εὖρεν ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. ἀλλὰ λεκτέον πρὸς αὐτὸν ὅτι, εἴπερ ἡ κατὰ τὸν νόμον μοιχευομένη λιθοβοληθήσεται, δηλονότι οὐ κατὰ τοῦτο νοεῖται τὸ »ἄσχημον πρᾶγμα«· οὐ γὰρ ἐπὶ μοιχείᾳ δεῖ γράφειν »βι- [*](30 Deut. 24,1 – 31 Vgl. Deut. 22, 21 19 ἀπολύσει Μa H 31 αὐτὸν] hoc lat. 32 μοιχωμένοι Η 34 νοεῖτε Η 8 <praecepta et> Koe, vgl. gr. 12–14 et — moechatur y* <L 15 <autem> Diehl Kl, vgl. gr. 33 lapida<bi>tur Diehl, vgl. gr.)

v.10.p.342
βλίον ἀποσταςίου« καὶ διδόναι »εἰς τὰς χεῖρας« τῆς μοςύνῃ. ἀλλὰ γὰρ τάχα Μωςῆς πᾶν ἁμάρτημα <γυναικὸς> ἄσχημον εἶπε πρᾶγμα, ὅπερ ἐὰν εὑρεθῇ ὑπὸ τοῦ ἀνδρὸς ἐν γυναικὶ μὴ εὑρισκούσῃ χάριν ἐνώπιον τοῦ ἀνδρός, γράφεται τὸ τοῦ ἀποσταςίου βιβλίον καὶ ἐξαποστέλλεται »ἐκ τῆς οἰκίας« τοῦ ἀνδρὸς ἡ γυνή. ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. μετὰ ταῦτά φησιν ὁ σωτὴρ ἡμῶν, μηδαμῶς ἐπιτρέπων ἐπ᾿ ἄλλῳ ἁμαρτήματι διαλύειν γάμους ἢ μόνῃ πορνείᾳ εὑρισκομένῃ ἐν τῇ γυναικί, τὸ ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ζητηθείη δ᾿ ἄν, εἰ διὰ τοῦτο <μόνον> κελεύει τὴν γυναῖκα ἀπολῦσαι <τί ἔσται> ἐὰν μὴ ἐπὶ πορνείᾳ μὲν ἁλῷ, φέρε δ᾿ εἰπεῖν ἐπὶ φαρμακείᾳ ἤ ἀναιρέσει (παρὰ τὴν ἀποδημίαν τοῦ ἀνδρὸς) τοῦ γεννηθέντος αὐτοῖς παιδίου ἢ ἐφ᾿ οἱῳδήποτε φόνῳ. εἰ δὲ καὶ ὐφαι- [*](12 Vgl. Deut. 24, 1 7 <γυναικὸς> Koe, vgl. lat. 14 οὐδὲ M 15 μετὰ + αυτεμ lat. 19 ἀπολύσει H 23 <μόνον> Koe, vgl. lat. | κελεύει Diehl Koe, vgl. lat. κωλύει MH 25 <τί ἔσται> Koe, vgl. lat. 28 φαρμακία M 32 οἱοδήποτε H 2 dari B 8 <a viro> Diehl, vgl. gr. 10 scribetur B 11 dimittetur y 18 *** Kl, vgl. gr.)
v.10.p.343
ρουμένη καὶ <διαρρίπτουσα ἢ> συλῶσα τὴν οἰκίαν εὑρεθείη τοῦ ἀνδρὸς μὴ πορνεύουσα δέ, ζητήσαι τις ἄν, εἰ εὐλόγως τὴν τοιαύτην ἀποβαλεῖ, ὡς τοῦ σωτῆρος κωλύοντος παρεκτὸς λόγου πορνείας ἀπολῦσαί τινα τὴν ἑαυτοῦ γυναῖκα. ἑκατέρως γὰρ ἐμφαίνεταί τι ἄτοπον, οὐκ οἶδα δὲ εἰ ἀληθῶς ἄτοπον. τηλικούτων γὰρ ἀνέχεσθαι ἁμαρτημάτων, ἅ ἔοικε χείρονα εἶναι μοιχείας καὶ πορνείας, ἄλογον εἶναι δόξει· πάλιν τ᾿ ἂν ποιῆσαι παρὰ τὸ βούλημα τῆς διδασκαλίας τοῦ σωτῆρος πᾶς ἂν ὁμολογήσαι ἀσεβὲς τυγχάνειν. Ἐφίστημι τοίνυν διὰ τί μὲν οὐκ εἶπε· μηδεὶς ἀπολυέτω τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, φηςὶ δέ. ὅς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. ποιεῖ μὲν γὰρ ὁμολογουμένως (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) μοιχευθῆναι τὴν γυναῖκα ὁ ἀπολύων αὐτὴν μὴ πορνεύσασαν. εἰγὰρ»ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ«, ἀπολύσας δὲ αὐτὴν πρόφασιν αὐτῇ δίδωσι δευτέρου γάμου, δηλονότι παρὰ τοῦτο ποιεῖ αὐτὴν μοιχευθῆναι. τὴν δ᾿ ἁλοῦσαν φαρμακίδα ἢ φόνον <ἤ τι [*](27 Röm. 7,3 1 <διαρρίπτουσα ἢ> Koe, vgl. lat. 10 γὰρ + mulieris lat. 11 ἔοικεν εἶναι χείρονα H 21 ἀπολύσει H 27 μὴ] οὐ H 33 <ἤ τι τοιοῦτον> Kl, vgl. lat. 17 praecepti vel G p;raecepit vel B 21 uxorem < y 27 voca< bi>tur Diehl, vgl. gr. 33 facit B | eam <G L)
v.10.p.344
τοιοῦτον> δράσασαν *** ἀπολογίαν ἔχειν ἢ μή, καὶ σὺ ζητήσαις ἄν. δύναται γὰρ καὶ παρ᾿ ἄλλας αἰτίας παρὰ τὴν ἀπόλυσιν ποιεῖν ὁ ἀνὴρ μοιχευθῆναι τὴν ἑαυτοῦ γυναῖκα, οἷον πέρα τοῦ δέοντος ἐπτρέπων πράττειν αὐτὴν ἃ βούλεται καὶ εἰς φιλίαν συγκαταβαίνειν ἀνδράσιν οἷς βούλεται· πολλάκις γὰρ ἐξ ἁπλότητος τῶν ἀνδρῶν τοιαῦτα πταίσατα συμβαίνει <ἐ>ν γυναιξίν. ἀλλ᾿ εἰ ἔστιν ἀπολογίας τόπος ἢ μὴ τοῖς τοιούτοις ἀνδράσιν ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν, ἐπιμελῶς ζητήσας ἀποφανεῖ καὶ εἰς τὰ ἐπηπορημένα ἡμῖν κατὰ τὸν τόπον. καὶ <ὁ> ἀποστερῶν δὲ ἀπὸ τῆς γυναικὸς ἑαυτὸν ποιεῖ αὐτὴν πολλάκις μοιχευθῆναι, μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις, κὰν φανταςίᾳ πλείονος σεμνότητος καὶ σωφροςύνης τὸ τοιοῦτο ποιῇ· καὶ τάχα μᾶλλον οὗτος ἐπίληπτος ὁ (τὸ ὅσον ἐφ᾿ ἑαυτῷ) ποιῶν αὐτὴν μοιχευθῆναι μὴ ἐκπληρῶν αὐτῆς τὰς ὀρέξεις ἢ ὁ ἀπολύσας αὐτὴν παρεκτὸς λόγου μὲν πορνείς, ἐπὶ φαρμακείᾳ δὲ ἢ φόνῳ ἤ τινι τῶν βαρυτάτων ἁμαρτημάτων. ὥσπερ δὲ μοιχαλίς ἐστι [*](1 *** Kl, vgl, lat. Koe ergänzt: <ὁ ἀπολύσας τὸ ὅσον ἐφ᾿ ἑαυτῷ ἀνὴρ καὶ ποιήσας αὐτὴν μοιχευθῆναι πότερον δύναται δικαίαν παρὰ θεῷ> 3 γὰρ] autem lat. 7 αὐτῆ πράττειν H 11 συμβαίνει <ἐ>ν Kl nach Hu, vgl. lat. 19 <ὁ> Kl 20 l. πολλάκις ποιεῖ αὐτὴν ? Koe 23/24 τοιοῦτον M 26/27 μὴ —ὀρέξεις < H 29 φαρμακία M 4. 15 *** Kl, es fehlt die Wiedergabe des ἢ μὴ 22 <maioris> Diehl, vgl. gr. 24 reprehensionis L 25 est < G L 27 f lat. übersetzt ungenau)
v.10.p.345
γυνή, κἂν δοκῇ γαμεῖσθαι ἀνδρί, ἔτι ζῶντος τοῦ προτέρου, οὕτως καὶ ἀνὴρ γαμεῖν δοκῶν ἀπολελυμένην οὐ γαμεῖ (κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν) ὅσον μοιχεύει.

Μετὰ δὲ ταῦτα κατανοήσαντες οἱ τοῦ Χριστοῦ μαθηταί, ὅσα δύναταοι γενέσθαι συμπτώματα ἐν γάμοις, ὧν ἀνέχεσθαι δεῖ τὸν ἄνδρα, καὶ κατὰ τοῦτο <ἀνεχόμενον> ἀπαλλάσσειν σκληρότατα ἢ μὴ ἀνεχόμενον παρανομεῖν εἰς τοὺς Χριστοῦ λόγους, φαςὶν αὐτῷ, <ὡς> ἐπὶ εὐχερέστερον τὴν ἀγαμίαν καταφεύγοντες καὶ μᾶλλον συμφέρον ἢ ὡς δοκεῖ συμφέρειν γάμος· εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. πρὸς τοῦτο δὲ εἶπεν αὐτοῖς ὁ σωτήρ, διδάσκων ἡμᾶς δῶρον εἶναι τὸ διδόμενον ἀπὸ θεοῦ τὴν παντελῆ καθάρευσιν, καὶ οὐ μόνον ἀσκήσει παραγινόμενον ἀλλὰ μετ᾿ εὐχῶν <πολλὼν> ὑπὸ θεοῦ διδόμενον, τὸ οὐ πάντες χωροῦσι τὸν λόγο ν, ἀλλ᾿ οἷς δέδοται. εἶτ᾿ ἐπεί τινες συκοφαντοῦσι [*](2 Vgl. Röm. 7,3 — 7 f Vgl. Hautsch TU. 34, 2a, 61 3 δοκῶν γαμεῖν Ha 15 <ἀνεχόμενον> Diehl, vgl. lat. 18 <ὡς> Diehl, vgl. lat. 28 καθαρσιν M 29 f εὐχῶν <πολλῶν> Koe, vgl. lat. 3 <priore> Koe, vgl. gr. 16 deum] domino L 24 dicens G L 25 <nos> Kl, vgl. gr.)

v.10.p.346
τὸ οἷς δέδοται, ὠς ἐχόντων ἀπολογίαν τῶν βουληθέντων μὲν καθαρεῦσαι ἐν ἀγαμίᾳ, νικηθέντων δὲ ὑπὸ τῶν ὀρέξεων, λεκτέον, ὅτι εἴπερ πιστεύομεν τοῖς γεγραμμένοις, τί δήποτε ἐπιλαμβανόμεθα μὲν τοῦ ἀλλ᾿ οἷς δέδοται, οὐκέτι δὲ προςέχομεν τῷ »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« καὶ τῷ ἐπιφερομενῳ αὐτῷ »πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει«; εἰ γὰρ χωροῦσι τὸν περὶ τοῦ παντελῶς καθαρεύειν λόγον οἷς δέδοται, ὁ βουλόμενος αἰτείτω, πειθόμενος καὶ πιστεύων τῷ λέγοντι· »αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν«, καὶ <λήψεται> μὴ ἀμφιβάλλων περὶ τοῦ »πᾶς ὁ αἰτῶν λαμβάνει«. ἔνθα δὴ γενόμενος ζητήσεις, τίς ὁ αἰτῶν. οὐδεὶς γὰρ τῶν μὴ λαμβανόντων, εἰ καὶ ἔδοξεν ῇτηκέναι, ᾔτησεν· ἐπεὶ οὐ θεμιτὸν φάσκειν ψεῦδος εἶναι τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«. τίς οὖν ὁ αἰτῶν ἤ ὁ πεισθεὶς τῷ Ἰησοῦ λέγοντι· [*](12. Matth. 7, 7 — 15. 25. 30 Matth. 7.8 6 πιστεύομεν + simpliciter lat. 12 ἡμῖν M 18f τοῦ παντὸς M 24 <λήψεται> Koe, vgl. lat. 3 ut Kl et x 5 praevalentes <cupiditatibus> Diehl, vgl. gr. 16 nescinentes Bc und Koe 26—31 facti —accipit y* < L 26 loco] ohne hoc, wie S. 348, 23 33 <quam> Diehl, vgl. gr.)
v.10.p.347
»ἐὰν στήκητε προσευχόμενοι«, »πι- Στεύετε ὅτι λαμβάνετε, καὶ λήψεσθε«; Χρὴ δὲ τὸν αἰποῦντα ποιεῖν πάντα Τὰ παρ’ αὐτῷ, ἵνα προσεύχηται »πνεύματι«, προσεύχηται »δὲ καὶ Τῷ νοΐ«, καὶ <τοῦ> »ἀδιαλείπτως Προσεύχεσθε«μεμνημένον Καὶ τοῦ»ἔλεγε δὲ παραβολὴν αὐτοῖς Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐκκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει« καὶ τὰ ἑξῆς. χρήσιμον δὲ εἰς τὸ γινώσκειν, τί τὸ αἰτεῖν καὶ τὸ λαβεῖν ἐστι καὶ τί τὸ »πᾶς ὁ αἰτῶν λαμβάνει«, Καὶ τὸ »λέγω ὑμῖν, εἰ καὶ οὐ κώσει Αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον Αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει <αὐτω> ὅσων κρῄζει«· ἐπιφέρει γοῦν· »κἀγὼ ὑμῖν λέγω, Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν« Καὶ τὰ ἑξῆς. ἔτι προτρεπτκὸν διὰ τὸ οὐ πάν- τες χωροῦσι τὸν λόγον, ἀλλ’ οἷς δέδοται, εἰς τὸ αἰτεῖν ἀξίως [*](1 Mare. 11, 25. 24 — 4ff Vgl. I. Kor. 14, 15 — 6 I. Thess. 5, 17 — 8 Luc. 18, 1—2 — 15 Matth. 7, 8 — 16 Luc. 11, 8 — 20 Luc. 11,9 4 αὐτῷ Kl αὐτὸν Μ αὐτῶν Η 6 <τοῦ> Kl, vgl. Lat. 7 προσεύχεσθε Kl προσεύχεσθαι Μ Η 10 αὐτοὺς <Μ 11 ἦν <Μ 14 ἔστι καὶ τὸ Λαβεῖν Μ 19 <αὐτῷ> Koe, vgl. Lat. | ὅσων Kl, vgl. Lat. ὅσον Μ Η 20 ἐπι- φέρεται Η 21 αἰτεῖτε] ἔτι Ma | δωθή- σεται Η 2 <accipitis, et> Kl, vgl. Gr. 13 et] lat. Las καὶ τὸ γινώσκειν Koe 19 <surget et> Diehl, vgl. Gr. 25 petit —qui y* < L)
v.10.p.348
Τοῦ λαβεῖν καὶ τὸ »τίς δὲ ἐξ ὑμῶν τὸν πατέρα υἱὸς αἰτήσει ἰχθύν, μὴ ἀντὶ ἰχθύος ὄψιν ἐπιδώσει αὐτῷ;« καὶ τὰ ἑξῆς. δώσει οὖν τὸ ἀγαθὸν δόμα, τὴν παντελῆ καθά- Ρευσιν ἐν ἀγαμίᾳ καὶ ἁγνείᾳ ὁ θεὸς Τοῖς »ἐξ ὅλης ψυχῆς« καὶ μετὰ Πάστεως καὶ »ἀδιαλείπτως« ἐν προσ- Ευχαῖς αἰτοῦσιν αὐτόν.

Τῶν εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον ἐξηγητικῶν Ὠρι- Γένους τόμος ιε΄.

Εἰσὶ γὰρ εὐνοῦχοι οἵτι- Νες ἐκ κοιλίας μητρὸς ἐγεν- νήθησαν οὕτως ἕως τοῦ ὁ δυνάμενος χωρεῖν χωρείτω (19, 12).

Δύο ἐσομένας περὶ τὸν τόπον Τοῦταν παρεκδοχὰς πρὸ τῆς φαινο- Μένης ἡμῖν ἀληθοῦς εἰς τὸν τόπον διηγήσεως ἐκθέμενοι Καὶ μετὰ τοῦτο ὡς δυνατὸν ἡμῖν ἀνα- Τρέψαντες αὐτάς, ἵν’ ὅσον ἐπὶ τοῖς Λεχθησομένοις πᾶν σφάλμα φυλαξά- Μενοι τὸ ἀληθὲς βούλημα τῶν κατὰ τὸν τόπον ἐὰν χωρῶμεν, τό<τε> Κρεῖττον βιώσωμεν, οὕτως ἤκωμεν ἐπὶ τὸ προκείμενον.

[*](1 Luc. 11, 11 — 7 Vgl. Mar. 12, 30 — 8 Vgl. I. Thess. 5, 17 9 αὐτόν + <τ> έλος τοῦ ῖδ τόμου Η 12 ιε΄ + περὶ διαφορᾶς εὐνούχων Η 22 περὶ] πρὸς Μ 30 τό<τε> Κοε 31 βιώσοιμεν Η 13 <enim> Diehl Kl, vgl. Gr. 23 in + hoc B 24 faciamus B)
v.10.p.349

Τινὲς μὲν γάρ, ὡς ἀκόλουθον τῇ ἐνεργείᾳ τῶν κατὰ τὸ σωματικὸν ὁρωμένων δύο εὐνουχισμῶν καὶ τὸν τρίτον σωμτικὸν νομίσαντες, ἐπόλ- μησαν ἑαυτοὺς παρασχεῖν απὸ φόβου μὲν τοῦ πρὸς θεόν, ἀνεπιστημόνως δέ, εὐνουχισμῷ ὁμο- γενεῖ τοῖς δύο προτέροις καὶ ἑαυτοῦς ὑποβεβλήκασιν ὀνει- Δισμῷ, τάχα δὲ καὶ αἰσχύνῃ οὐ Παρὰ μόνοις τοῖς ἀλλοτρίοις τῆς Πίστεως, ἀλλὰ καὶ παρὰ τοῖς πᾶσι Μᾶλλον τοῖς ἀνθρωπίνοις πράγμασι συγγινώσκουσιν ἤ τῷ (φανταςίᾳ φόβου δεοῦ καὶ σωφροςύνης ἀμέτρῳ ἔρωτι) γεν- νήσαντι πόνους καὶ σώματος ἀκρω- τηριασμὸν καὶ εἴ τι ἔτερον πάθοι ἂν ὁ τηλικούτῳ ἑαυτ[ον παρασχὼν Πράγματι. ἕτεροι δὲ καὶ οἱ πολλοὶ οὕτω νενοή- κασι, μὴ βασανίσαντες τρόπον ἀκο- λουθίας λόγων· τοὺς μὲν προτέρους δύο Αὐτόθεν καὶ Σωματικῶς ἐξειλήφασιν εἰρῆσθαι Τῷ σωτῆρι ὡς οὐδὲν πλέον τῶν Αἰσθητῶν ἐμφαίνοντι, τὸν δὲ τρίτον οὐκέτι κατὰ τὴν λέξιν λελέχθαι Νενομίκασιν, [*](1ff Vgl. Harnack TU. 42, 4, 122: ,, Über seinen eigenen Fall schweigt Orig. Vollkommen, und das hat Anlaß gegeben, seine eigene Selbstentmannung Zu bezweifeln.“ S. auch W. Bauer in NTliche Studien für G. Heinrici 1914 S. 237 ff 14 ἀνθρωπίνοις Η c αݲνݲοݲιݲςݲ Μ ἀνθρω- Πίνης Η a 15 συγγινώσκουσιν + παρὸ Η 16 φόβου ρ φόβω Μ Η 22 οἱ Kl, Vgl. Lat. Οὐ Μ Η 26 αὐτὸ Η 1 quidem μ quidam G L qui B | <qui> Kl 8 se <L 8f l. se Eunuchizantes obiecerunt Koe 13<omni> Diehl, vgl. Gr.)

v.10.p.350
ἀλλ’ εὐνουχισμὸν ἡγήσαντο τὸν ἀπὸ λόγου ἐν τῷ τρίτῳ σημαίνεσθαι, ὅτε προθέσει τῆς τῶν οὐρανῶν βασιλείας τῷ τμητικωτάτῳλόγῳ ἐκτεμόντες τὸ τῶν τοιούτων ἐπιθυ- Μητικὸν Καταπεφρονήκασι τῶν ὕβρεων τοῦ Σώματος, μὴ δυναμένων ἔτι νικῆσαι Ψυχὴν τῷ λόγῳ ἐκτετμηκυῖαν τὴν ἐπιθυμίαν. Χρὴ δὲ εἰδέναι ὅτι Οἱ μὲν πρότεροι τοῦ εὐαγγελικοῦ Γενόμενοι φίλοι γράμματος καὶ μὴ ἐπιστήσαντες ὅτι καὶ ταῦτα ἐν παραβολαῖς ἐλάλησεν ὁ Ἰησοῦς καὶ πνεύματι εἴρηται, ἀκολουθότερον μὲν νενοήκασι τὰ κατὰ τὸν τόπον τοῖς ὁμολογοῦσι τοὺς προτέρους δύο εὐνουχισμοὺς σωματικῶς λελέχθαι, ἐξωμάλισαν γὰρ ἀκολούθως τοῖς Προτέροις δύο Τὸν τρίτον, οὐ πταίοντες μὲν ὡς πρὸς Τὸ ἀκόλουθον τοῖς τριςίν, ἀναγκαίως Δὲ πταίσαντες τῷ τὴν ἀρχὴν Τῶν κατὰ τὸν τόπον παρεωρακέναι· Τῷ γὰρ σωματικῶς λελέχθαι τοὺς δύο ἕπεται καὶ τὸν τρίτον εἶναι σω- Ματικόν. ὁ δὲ δεύτεροι τῷ μὲν τρίτῳ ὑγιῶς ἐπιβεβλήκασι τὴν ἀπὸ λόγου νομίσαντες δηλοῦ- Σθαι ἐκτομὴν [*](4 Vgl. Hebr. 4, 12 20 ἐξομάλισαν Η | γὰρ Μ Η Δὲ Κοε 23 τριςὶ Μ 3 [a] Kl 11 facti x* + sunt ρ 17 corporalibus] lat. Las σωματικοὺς 23 <trium> Diehl, vgl. Gr.)
v.10.p.351
Τοῦ παθητικοῦ ἀπὸ τῆς ψυχῆς. Οὐκέτι δὲ τεεωρήκασιν ὅτι ἁρμόζον ἦν τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τοὺς προτέρους δύο εὐνουχισμοὺς ὁμοίως τῷ τρίτῳ ἀλληγορῆσαι, ἢ ἐξομαλίασι παραπληςίως τοῖς προτέροις δυςὶ καὶ τὸν τρίτον. Εἴπερ οὖν ἐπ’ ἄλλων τινῶν οὐ μόνον τῆς διαθήκης τῆς παλαιᾶς ῥητῶν ἀλλὰ καὶ τῆς καινῆς ἁρμόζει λέγειν· »τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ«, τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὸν προκείμενον τόπον ὁμολογητέον· τηρηθὲν γὰρ τὸ γράμ- Μα τῶν δύο εὐνουχισμῶν εἴποι τις ἂν ὅτι ἀπέκτεινε τοὺς ἀκολούθως τοῖς προτέροις τὸν τρίτον νοήσαντας καὶ τολμήσαντας εἰπεῖν (ὡς κατὰ τὸν λόγον τοῦ κυρίου χωροῦντας Αὐτὸ νοεῖν) ἐπὶ τῷ διὰ τὴν βασι- Λείαν τῶν οὐρανῶν ὁμοίως τοῖς Προτέροις εὐνυχισθεῖσιν εὐνου- Χίσαι ἑαυτούς.

Εἰ δὲ βούλεταί τις καὶ ἄλλα Παραδείγματα λαβεῖν τῆς καινῆς Διαθήκης ἐχούσης γράμμα ἀπο- Κτεῖνον, ἀκουέτω παραδείγματος Χάριν τίνα τρόπον ὁ σωτὴρ πρὸς τοὺς ἀποστόλους εἶπεν· »ὅτε ἀπέστειλα ὑμᾶς ἔτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὐστερήσατε;« οἷς ἐπιφέρεται τὸ [*](12. 27 II. Kor. 3,6 — 30 ff Luc. 22, 35 f 8. 18 τὸν] τὸ Μ Η 11 τῆς] τοῖς Η 12 ἀποκτείνει υ ἀποκτένει Μ Η 14 τόπον Hu τρόπον M H 21 νοεῖν Kl ποιεῖν Μ Η 23 εὐνουχίσαι Diehl Εὐνουχίσθαι Μ Η 25 cui Kl quibus x 28 dixit Kl, vgl. Gr. Dicit x 30 ne] an ne μ)

v.10.p.352
»οἱ δὲ εἶπον· οὐδενός. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωληςάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοραςάτω μάχαιραν«. εἴ τις γὰρ διὰ τὸ ταῦτα εἰρηκέναι τὸν Ἰησοῦν μὴ ἐνιδὼν τῷ βουλήματι τῶν λελεγμένων πωλήσαι τὸ αἰσθητὸν ἑαυτοῦ ἱμάτιον καὶ ἀγοράσαι μάχαιραν ἀνδροφόνον, ὡς λαβὼν »μάχαιραν« τοιαύτην καὶ παρὰ τὸ βούλημα τοῦ Ἰησοῦ ποιήσας, παρεκδεξάμενος αὐτοῦ τὸν λόγον ἀπολεῖται μέν, τάχα δὲ καὶ »ἐν μαχαίρᾳ« ἀπολεῖται. ποδαπὴ δὲ ἡ μάχαιρα, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ διηγήσασθαι. ἀλλὰ καὶ τὸ »μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε« εἴ τις μὴ ἐξετάσας, τί βουλόμενος ὁ Ἰησοῦς τοῦτο προςέταξεν, ὡς ζηλῶν ἀποστολικὸν βίον »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπάσοιτο, ἀπάνθρωπος <καὶ μωρὸς> ἂν εἶναι δόξαι τοῖς θεωροῦσιν αὐτὸν τοιοῦτον· οἵτινες τὴν αἰτίαν τοῦ οὕτως νοήσαντος ἐπὰν ἀναφέρωσιν ἐπὶ τὸν λόγον, δι’ ὃν ἐκεῖνος ἔδοξε τοῦτο πράττειν, ἐναχθεῖεν ἂν πρὸς τὸ μισεῖν τὸν [*](11 ff Vgl. Matth. 26, 52–18. 22 Luc. 10, 4 4 πειραν M a 5 ἀγορασάτο H 9 f πωλήσει . . . ἀγοράσει H 9 αὐτοῦ M 23 <καὶ μωρὸς> Kl, vgl. lat. 28 ὃν] οὗ M c? 3 arripiat Diehl Koe 6 literam volens aspicere] lat. frei 10 <homicidialem—gladium> Kl, vgl. gr. 12 <faciens et prave> Kl Koe, vgl. gr. 17 1. [aspiciat] ? Kl, vgl. gr. 20 [loco] Diehl, vgl. gr. 30 docebit x* 1. suadebit? Kl)
v.10.p.353
λόγον τοῦ θεοῦ, ὡς ἀγρίους καὶ ἀπανθρώπους κατασκευάζοντα τοὺς ἐν αὐτῷ. καὶ τούτου τὴν αἰτίαν λαβὼν ὁ »μηδένα κατὰ τὴν ὁδὸν« ἀσπαζόμενος πάθοι ἂν προφάσει τοῦ γράμματος θάνατον, τοῦ γράμματος αὐτὸν ἀποκτείνατος. εἰ δὲ καὶ τὸν δεξιὸν ὀφθαλμόν τις ἐκκόπτοι ὡς αἴτιον τοῦ κακῶν βλέπειν, ἢ τὴν δεξιὰν τοῦ σώματος χεῖρα ἢ τὸν δεξιὸν κατὰ σάρκα πόδα, πάθοι ἂν μετὰ *** τῶν ἀποκτιννυμένων διὰ τὸ γράμμα, ὡς καὶ αὐτὸς μείνας ἐπὶ τοῦ γράμματος, δέον ἀναβαίνειν αὐτὸν ἐπὶ τὸ πνεῦμα τοῦ λεγομένου.

Ἄλλοι μὲν οὖν τῶν πρὸ ἡμῶν οὐκ ὤκνησαν ἰδίοις συγγράμμασιν ἀφορμὰς παρασχεῖν τοῦ τὸν τρίτον εὐνουχισμὸν τολ\μῆσαί τινας παθεῖν προφάσει βασιλείας οὐρανῶν, παραπλήσιον ὄντα τοῖς ποοτροις δυσίν.

[*](5 Vgl. Luc. 10, 4–7 f. 17 ff Vgl. II. Kor. 3, 6–10 ff Vgl. Matth. 5, 29 f Parr. 9 ἀποκτείνοντος H 10 τὸν <H a 13 ἀξίαν M 17 *** Diehl, vgl. lat. 24 γράμμασιν M 28 δυσίν + οἶμαι αἰνίττεσθαι αὐτὸν τὸ περὶ αὐτοῦ ἱστορούμενον, ὡς ἄρα διὰ τὸν λόγον τῆς εὐσεβείας ἤ τὸν τῆς σωφροςύνης ἔρωτον (!) εὐνουζισμῷ σωματικῷ ἑαυτὸν ἐπιδέδωκεν H, schon von Hu als Einschiebsel erkannt, vgl. S. 355, 22 origenes x 7 ff lat. kürzt)
v.10.p.354

ἡμεῖς δὲ Χριστὸν (τὸν λόγον τοῦ θεοῦ) »κατὰ σάρκα« καὶ κατὰ τὸ γράμμα ποτὲ νοήσαντες, »<ἀλλὰ> νῦν οὐκέτι« γινώσκοντες, οὐκ εὐδοκοῦμεν ὡς καλῶς ἐξειληφόσι τοῖς καὶ τὸν τρίτον εὐνουχισμὸν ἑαυτοῖς προφάσει τῆς βασιλείας τῶν οὐρανῶν ἐπάγουσι. καὶ οὐκ ἂν ἐπὶ πλεῖον προσδιετρίψαμεν τῇ ἀνατροπῇ τοῦ τὸν τρίτον παραπλησίως τοῖς προτέροις δυσὶ σωματικῶς ἐκλαβεῖν θέλοντος, εἰ μὴ καὶ ἑωράκειμεν τοὺς τολμήσαντας καὶ ἐντετεύχειμεν τοῖς δυναμένοις θερμοτέραν κινῆσαι ψυχὴν (καὶ πιστὴν μὲν οὐ λογικὴν δὲ) πρὸς τὸ τοιοῦτον τόλμημα. φηςὶ δὴ Σέξτος ἐν ταῖς Γνώμαις, βιβλίῳ φερομένῳ παρὰ πολλοῖς ὡς δοκίμῳ· »πᾶν μέρος τοῦ σώματος τὸ ἀναπεῖθόν σε μὴ σωφρονεῖν ῥῖψον· ἄμεινον γὰρ χωρὶς τοῦ μέρους ζῆν σωφρόνως ἢ μετὰ τοῦ μέρους ὀλεθρίως«. καὶ πάλιν προβὰς ἐν τῷ αὐτῷ βιβλίῳ ἀφορμὴν διδοὺς ἐπὶ τὸ παραπλήσιον λέγει· »ἀνθρώπους ἴδοις ἂν ὑπὲρ τοῦ τὸ λοιπὸν τοῦ σώματος ἔχειν ἐρρωμένον ἀποκόπτοντας αὐτῶν καὶ ῥίπτοντας μέρη· πόσῳ βέλτιον ὑπὲρ τοῦ σωφρονεῖν;« καὶ Φίλων δέ, ἐν πολλοῖς τῶν εἰς τὸν Μωςέως νόμον συντάξεων αὐτοῦ εὐδοκιμῶν καὶ παρὰ [*](2 f Vgl. II. Kor. 5, 16–17 Über dies Werk vgl. Harnack TU. 42, 4, 53 A. 1; Gesch. d. Altchr. Litt. II, 2, 190 ff–19. 25 Sextus Sent. Nr. 13 u. 273–30 ff Philo quod det. pot. ins. sol. § 176 1 ἡμεῖς] μεῖς H (!) am Anf. d. Zeile 3 <ἀλλὰ>Kl 13 ἐνετετύχοιμεν H 17 δὲ H 19 usw. μέρος] membrum usw. Sextus lat. 32 εὐδοκίμων H)

v.10.p.355
συνετοῖς ἀνδράσι, φηςὶν ἐν βιβλίῳ ᾧ οὕτως ἐπέγραψεν· Περὶ τοῦ τὸ χεῖρον τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι, ὅτι »ἐξευνουχισθῆναι μὲν ἄμεινον ἢ πρὸς συνουςίας ἐκνόμους λυττᾶν«.

Ἀλλ’ οὐ πιστευτέον αὐτοῖς μὴ τὸ βούλημα τῶν ἱερῶν γραμμάτων περὶ τούτων ἐξειληφόσιν. εἰ γὰρ ἐν τοῖς καρποῖς »τοῦ πνεύματος« κατείλεκται μετὰ ἀγάπης καὶ χαρᾶς καὶ μακροθυμίας καὶ τῶν λοιπῶν καὶ ἡ ἐγκράτεια, καρποφορητέον μᾶλλον τὴν ἐγκράτειαν καὶ τὸ δεδομένον ἀπὸ θεοῦ σῶμα ἄρρεν τηρητέον, ἤπερ ἄλλο τι τολμητέον, ἵνα καὶ παραβαίνῃ τις τὸ καὶ ὡς πρὸς τὸ ῥητὸν χρηςίμως λέγον· »οὐ φθερεῖς τὴν ὄψιν τοῦ πώγωνός σου«. χρήσιμον εἰς ἀποτροπὴν θερμῶν μὲν τῇ <δὲ> πίστει νεωτέρων, οἷς ὁμολογεῖν χρὴ ὅτι ἔρωτα σωφροςύνης ἔχουσιν »ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν«, καὶ τὸ »ἐὰν δὲ μάχωνται ἄνθρωποι ἐπὶ τὸ αὐτό, ἄνθρωπος μετὰ τοῦ ἀδεκφοῦ ἑαυτοῦ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »οὐ φείσεται ὁ ὀφθαλμός σου ἐπ’ αὐτῇ«. εἰ γὰρ ἀποκόπτεται χεὶρ ἐπιλαβομένη διδύμων ἀνδρός, πῶς οὐχὶ καὶ ὁ ἑαυτὸν δι’ ἄγνοιαν ὁδοῦ φερούσης ἐπὶ σωφροσύνην τοιαύτῃ περιστάσει ἐπιδεδωκώς; ἐπιλογισάσθω οὖν ὁ μέλ- [*](10 ff Vgl. Gal. 5, 22–19 Lev. 19, 27–23 Vgl. Röm. 10, 2–24 Deut. 25, 11 f 2 περὶ Kl ἐπὶ M H 4 μὲν] γε μὲν Philo 5 ἐννόμους M 13 καὶ >CM 19 λέγων M a H a 20 εἰς] l. <δ’>εἰς ? Kl 21 <δὲ> Diehl 30 l. οὐχὶ <κατακριθήσεται>? Kl 32 ἐπιδεδωκὼς <τὸ αὐτὸ πάθοι ἄν;> Koe)

v.10.p.356
λων τὸ τοιοῦτον τολμᾶν, ἃ πείσεται ὑπὸ τῶν ὀνειδιζόντων καὶ συγχρωμένων τῷ »οὐκ εἰσελεύσεται θλαδίας καὶ ἀποκεκομμένος εἰς ἐκκλησίαν κυρίου«, συναριθμούντων αὐτὸν τοῖς ἀποκεκομμένοις τὸν ἄνδρα. οὔπω λέγω καὶ ἃ πάθοι ἄν τις παρὰ καιρὸν ἐμποδισθέντων τῶν (ὡς ἰατρῶν παῖδές φασιν) ἀπὸ κεφαλῆς καταβαινόντων ἐπὶ τοὺς ἄρρενας τόπους σπερμάτων καὶ ἐν τῷ καταβαίνειν διά τινων περὶ τὰς παρειὰς φλεβῶν τῇ φυσικῇ τῶν καταβαινόντων θερμότητι τρίχας ποιούντων φύειν τοὺς ἄνδρας περὶ τὰ γένεια· ὧν τριχῶν στέρονται καὶ οἱ νομίζοντες ἑαυτοὺς δεῖν σωματικῶς εὐνουχίζειν διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. τίνα δ’ ἂν πάθοιεν, ἢ καρηβαρίας ἢ σκοτώσεις ἔσθ’ ὅτε φθανούσας καὶ ἐπὶ τὸ ἡγεμονικὸν καὶ ταραττούσας τὸ φανταστικὸν ἀλλόκοτα φαντασιούμενον άπὸ τῆς τοιᾶσδε ὕλης; πρὶν δὲ ἔλθω ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν τόπον, λεκτέον ὅτι, εἴπερ τι ἀκόλουθον ἑαυτῷ ὁ Μαρκίων πεποίηκε φάσκων μὴ δεῖν ἀλληγορεῖν τὴν γραφήν, καὶ τοὺς τόπους τούτους ἠθέτησεν ὡς οὐχ ὑπὸ τοῦ σωτῆρος εἰρημένους, νομίσας δεῖν [*](3 Deut. 23, 1–7 ff Vgl. Hippocr. de natura pueri § 20 ? –12 ff Vgl. Harnack TU. 42, 4, 104– 28 ff Vgl. Orig. comm. II, 13 in Rom. (Lomm. 6, 136): Marcion sane, cui per allegoriam nihil placet intellegi. Vgl. Harnack TU. 42, 4, 68 f; Marcion 2 260* 5 κݲυݲ M 6 αὐτῶν Koe 20 ἢ 2 Diehl καὶ M H 21 καὶ <M 26 λεκταῖον H a 29 καὶ] 1. καἂν? Kl | τόπους] λόγους Zahn Gesch. d. Kan. I, 669 30 ἠθέτησεν Hu ἠθέλησεν M H)
v.10.p.357
ἤτιο παραδέξασθαι (μετὰ τοῦ φάσκειν τὸν σωτῆρα ταῦτα εἰρηκέναι) τὸ καὶ ἐπὶ τὰ τοιαῦτα τολμᾶν ἑαυτὸν παραδιδόναι πεισόμενον τὸν παπιστευκότα, ἢ μὴ ἂν εὐλόγως τολμήσαντα τὰ τηλικαῦτα, ἐσόμενα εἰς δυσφημίαν τὴν κατὰ τοῦ λόγου, μηδὲ πιστεύειν εἶναι τοῦ σωτῆρος τοὺς λόγους, εἴ γε μὴ ἀλληροροῦνται.

Ἡμεῖς δὲ οἱ βουλόμενοι τὴν ἀκολουθίαν σῲζειν τῶν τριῶν εὐνουχισμῶν καὶ εὐδοκοῦντες τῇ τροπολογίᾳ τοῦ τρίτου. τοιαῦτα φήσομεν καὶ περὶ τῶν προτέρων δύο. εὐνοῦχοι τροπικῶς νῦν οἹ ἀργοὶ πρὸς ἀφροδίδια λέγοιντ’ ἂν καὶ μὴ ἐπιδιδόντες ἑαυτοὺς ταῖς κατὰ ταῦτα ἀσελγείαις καὶ ἀκαθαρσίαις ἢ τοῖς παραπλησίοις αὐταὶς. εἰσὶ δὲ τῶν πρὸς ταῦτα ἀργούντων διαφοραὶ (οἶμα) τρεῖς. οἱ μὲν γὰρ ἐκ κατασκευῆς εἰσι τοιοῦτοι. περὶ ὧν λέγοιτ’ ἂν τὸ εἰσὶν εὐνοῦχοι οἴτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως. οἱ δὲ ἐκ λόγων μὲν <ἀνθρωπίνων> ἀσκοῦσι [*](11ff Vgl. Hieron. in Matth. 147A: Possumus et aliter dicere: eunuchi sunt ex matris utero, qui frigidioris naturae sunt nec libidinem appetentes, et alii, cultum emolliuntur in feminas vel persuasione haeretica simulant castitatem, utero mentiantur religionis veritatem. — 12f Vgl. I. Kor. 2, 13 – 22 Vgl. II. Kor. 12, 21 7 τὴν κατὰ < H3 23 τοές παραπλησίοις αὐταῖς Kl τὰ παραπλήσια Kl Koe, vgl. lat. 11ff lat. kürzt, während gr. lückenhaft ist Koe 14 istis < R G)

v.10.p.358
προτραπέντες τὴν τῶν ἀφροδισίων ἀποχὴν καὶ πάσης τῆς περὶ τὸν τόπον ἀκολασίας· οὐ μὴν τὸ γεννῆσαν αὐτοῖς τὴν τοιαύτην πρόθεσιν καὶ ἄσκησιν καὶ τὴν (Ἵν’ οὕτως ὁνομάσω) κατόρθωσιν λόγος γέγονε θεοῦ, ἀλλ]\α ἀνθρώπινοι λόγοι εἴτε τῶν φιλοσοφησάντων παρ’ Ἕλλησιν εἴτε »τῶν κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων« ἐν ταῖς αἱρέσεσιν· οὗτοι δή μοι δοκοῦσι δηλοῦσθαι ἐν τῷ εἰδὶν εὐνοῦχοι οἽτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων. τὸ δ’ ἀποδοχῆς ἄξιον, εί τὸν λόγον τις ἀναλαβὼν τὸν εἰ τὸν λόγον τις ἀναλαβὼν τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτερον »ὑπὲρ πᾶσαν μάχαιραν δίστομον« καὶ »τὴν« (ὡς ὠνόμασεν ὁ ἀπόστολος) »μάχαιραν τοῦ πνεύματος« ἐκτέμνοι τὸ τῆς ψυχῆς παθητικὸν μὴ ἁπτόμενος τοῦ σώματος, καὶ τοῦτο ποιοῖ * * * καὶ νοήσας βασιλείαν οὐρανῶν καὶ μέγιστον συμβαλλόμενον πρὸς τὸ κληρονομῆσαι βασιλείαν οὐρανῶν τὸ ἐκτεμεῖν λόγῳ τὸ παθητικὸν τῆς ψυχῆς αὐτοῦ. τοῖς δὲ [*](9 I. Tim. 4,3 – 13 Vgl. Harnach TU. 42, 4, 63 A. 2 – 18ff Vgl. Hebr. 4, 12 – 21 Vgl. Eph. 6, 17 17 ἀποχῆς Η 25 * * * Κl, vgl. lat. Koe ergänzt: <οὕτ’ ἄκων διὰ φόβον ἀνθρώπων οὐδὲ δι’ ἔπαινον ἀνθρώπων, ἀλλὰ> 30 συμβαλλόμενος Diehl 11 <abstinere a cibis«> Kl, vgl. gr. 21 ait x * <ρ 24 fecerit μ fecit G L fec B 25 invitus x003C incitatus μ)
v.10.p.359
τοιούτοις ἀρμόζοι ἄν, καὶ οὐχ ὠς οἵονται οἱ σωματικῶς τὰ κατὰ τὸν τόπον ἐξειληφότες. τὸ εἰσίν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

Μεγάλη δὲ δύναμις τὸ χωρῆσαι τὸν ἀπὸ λόγου τῆς ψυχῆς εὐνουχισμόν, ὃν οὐ πάντες χωροῦσιν, ἀλλ’ οἷς δέδοται· δέδοται· δὲ πὰσι τοῖς αἰτήσασιν ἀπὸ θεοῦ τὴν λογικὴν μάχαιραν ακὶ δεόντως αὐτῇ χρησαμένοις. ἵν’ εὐνουχίσωσιν ἑαυτοὺς διὰ τὴν τῶν οὐρανῶν βασιλείαν. εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὼ ἄγονοι παντὸς καλοῦ, ἵν’ οἰκοδομήσωσι πεσοῦσαν τὴν Ἱερουσαλήμ. περὶ μὲν οὗν τῶν προτέρων ἐν τῇ Γενέσει γέγραπται· τῶν δὲ δευτέρων παράδειγμα ὁ ὅς φησι· »καὶ ἐγὼ ἤμην εὐνοῦχος τῷ βασιλεῖ. [*](12f Vgl. Matth. 7, 7 – 20. 29 Vgl. Gen. 40 – 32 Esra B 11, 11. 12, 1 2 τὰ < Μ 4 εὐνούχισαν υ εὐνούχησαν Μ Η 14 αὐτὴν Μ 20 φήσωμεν? Η 25 εὐνοῦχοι + <ἄγονοι παντὸς κακοῦ> Kl, vgl. lat. 27 1. <ἀν>οικοδομήσωσι? Kl, vgl. lat. 7f entspricht gr. Z. 14 – 16 gr. dicimus x 21 oenochoi Kl, vgl. gr. eunuchi x 22 <et> Kl, vgl. gr.)

v.10.p.360
καὶ ἐγένετο ἐν μηνὶ Νισὰν ἔτους εἰκοστοῦ ἀρσαθερθᾷ βασιλεῖ« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠγαθύνθη ἐνώπιον τοῦ βασιλέως, καὶ ἀπέστειλέ με«. καὶ σὺ δὲ ἐντυγχάνων τῷ δευτέρῳ Ἔζρα εὑραήσεις ὅλα τὰ κατὰ τὸν τόπον καὶ ἐπιστήσεις διὰ τί ἄξιός ἐστιν εὐνοῦχος γενόμενος ἀρχηγὸς τοῦ ἀνοικοδομηθῆναι τὸν ναὸν τοῦ θεοῦ. φασὶ γὰρ Ἑβραίων παῖδεσ τὸν Δανιὴλ καὶ τοὺς τρεῖς σὺν αὐτῷ (Ἀνανίαν, Ἀζαρίαν, Μισαὴλ) ἐν Βαβυλῶνι εὐνουχίσθαι, πληρουμένης τῆς πρὸς τὸν Ἐζεκίαν εἰρημένης προφητείας ὑπὸ ἡσαΐου ἐν τῷ »ἀπὸ τοῦ σπέρματός σου λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος«. φασὶ δὲ ὅτι περὶ τούτων καὶ Ἡσαΐας προεφήτευσε φάσκων· »μὴ λεγέτω ὁ ἀλλογενὴς ὁ προσκείμενος κυρίῳ· ἀφοριεῖ με ἄρα κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ« καὶ τὰ ἑξῆς ἕως τοῦ »κρείττονα υἱῶν καὶ θυγατέρων«. καλὸν οὖν, ὡς πρὸς τὸν μυστικὸν τόπον. τὸ μὴ γεννᾶν ἐν Βαβυλῶνι, ἀλλὰ ἄγονον εἶναι πρὸς τὴν Βαβυλῶνα ὡς ὁ Δανιήλ, ἵνα γεννή- [*](3 Esra B 12, 6 – 10f Vgl. Esra B 11, 11 – 18 Jes. 39, 7 – 23 Jes. 56, 3 – 29 Jes. 56,5 7 δευτέρα Μ 10 ἄξιος Kl, vgl. lat. ἅγιος Μ Η 12 γὰρ Koe, vgl. lat. δὲ Μ Η 11 factus Kl, vgl. gr. electus x 23 * * * Kl, vgl. gr.)
v.10.p.361
σωμεν συλλαβόντες ἀπὸ τοῦυ θείον πνεύματος (ὡς ἐκεῖνος καὶ οἹ σὺν αὐτῷ) ὁράματα καὶ προφηττείας. δεῖ δὲ εἰδέναι ὅτι οὐκ ὀλίγας εὕροι ἂν πιθανότητας εἰς κατασκευὴν τοῦ τοὺς τρεῖς σωματικοὺς εἶναι εὐνουχισμοὺς ὁ βουλόμενος παραστῆναι τῷ λόγῳ καὶ συναγορεῦσαι καὶ τοῖς προειρημένοις καὶ <τοῖς> διὰ τῶν συγγραμμάτων τοῦτο διδάξασιν. οὐκ ἐβουλήθημεν δὲ ἐκθέσθαι αὐτάς, μὴ γυμνασίας εἴνεκεν τιθέντες τοὺς λόγους καὶ τὴν λύσιν ἑκάστου ἐκθέμενοι, πρόφασις γενώμεθα τοῖς μὴ ὡς βούλεται ὁ Ἰησοῦς χωροῦσι τὸν περὶ εὐνουχίας λόγον πρὸς τὸ ἐν ἑτέρῳ <ἢ> δεῖ <νοΐ> νοεῖν τὸ χωρεῖν, καὶ σωματικῶς αὐτὸ ὑπολαμβάνειν, δέον »πνεύματι« ζῶντα »καὶ πνεύματι« στοιχοῦντα καὶ τοὺς τρεῖς εὐνουχισμοὺς πνευματικῶς πεπεῖσθαι λελέχθαι.

Τότε προσηνέχθησαν αὐτῷ παιδία καὶ τὰ ἑξῆς [*](20 Vgl. Gal. 5, 25 7 σωματικοὺς Η πνευματικοὺς Κl σωματικοὺς <Μ a (ergänzt M c a. R.?) 10 <τοῖς> Koe 18 <ἢ>δεῖ<νοΐ> Diehl Koe 20 δέον <τὸν>Koe 4 24 vorher: Περὶ τῶν προσενεχθέντων παιδίων τῷ Ἱησοῦ, ἵνα ἐπιθῇ τὰς χεῖρας αὐτοῖς Η 1 generemus] + συλλαβόντες gr. 26 inpon<at et> oret Koe inponeret x 28 dixit + eis B 29 <venire ad me> Kl Koe)

v.10.p.362
ἔως τοῦ καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν (19, 13—15).

Τότε μὲν ἡ ἀναγεγραμμένη ἱστορία γέγονε τοῦ καὶ προσενηνέχθαι παιδία τῷ Ἰησοῦ; βουλομένων τῶν προσφερόντων ἐπιθεῖναι αὐτὸν τὰς χεῖτας αὐτοῖς καὶ προσεύξασθαι. ἰστέον δὲ ὄτι οὐκ ἔστιν ὄτε οὐ προσφέρεται παιδία τὴν ψυχὴν τῷ Ἰησοῦ, ἐφ' οἶς λέγοι ἄν (ὡς παρακαταθήκην αὐτὰ ἀπὸ θεοῦ λαβὼν) τὸ »ἰδοὺ ἐγὼ καὶ τὰ παιδίαα ἄ μοι ἔδωκεν ὁ θεός«. καὶ ἀπὸ τῶν πα ιδίων γε τούτων τινὰ μὲν χρηματιζέτω νήπια ἄλλα δὲ λεγέσθω θηλάζοντα ὡς τῶν νηπίων ὑποδεέστερα, καὶ ὁ κύριος ἡμῶν »ἐνκ στόματος« ἀμφοτέρων καταρτιζέτω »αἶνον«, ἴνα ᾐσθημένοι τῆς τοιαύτης αὐτοῦ εἰς ᾐσθημένοι τῆς τοιαύτης γωμεν τὸ »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον«. παισία δὲ λεκτέον τοὺς ἐν Χριστῷ σαρκίνους καὶ νηπίους, ὁποίους Κορινθίους ἐπιστάμενος ὁ ἀπόστολος Παῦλος .ἔλεγε· »κἀγὼ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ' ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«. τὰ τοιαῦτα δὴ παιδία προσηνέχθη χθη <καὶ> τότε καὶ ἀεὶ προσάγεται [*](14 Ηebr. 2, 13 vgl. Jes. 8, 18 — 19ff. 23 Ps. 8, 2 — 28ff I. Kor. 3, 1 5 τοῦ ΚΙ τῶ Μ Η | προσηνέχθαι Μ 8 αὐτὸν Diehl Koe αὐτοῦ Μ Η 11 [τὴν ψυχὴν] Ηu, vgl. lat. 22 εὐεργεσίας εἰς τὰ παιδία Μ 25 Χριστῷ + adhuc lat. 29 ἡμῖν Μ 32 <καὶ> ΚΙ Koe, vgl. lat. 13 eos x* <ρ 14 mihi dedit B 15 istorum x* iustorum ρ 17.22 lactantes usw.] lactentes usw. B L 19 perficit y* Pasch percipit L 20 talia R G alia B L)

v.10.p.363
τῷ Ἰησοῦ. σημεῖον τῆς τῶν νηπίων προσαγωγῆς οἱ πολλοὶ τῆς ἐκκλησίας ἐν Χριστῷ νἠπιοι καὶ θηλάζοντες, »χρείαν ἔχοντες γάλακτος. οὐ στερεᾶς τροφῆς«, πρὸς οὔς λεγοι ἄν <ὁ λέγων> (»ὡς ἄν τροφὸς θάλπουσα τὰ ἑαυτῆς τέκνα« θάλπων αὐτοὺς) τὸ »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε, <ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε«>.

Εἶτ' ἐπεὶ οἱ μνησθέντετς εὐαγγελισταὶ τῶν κατὰ τὸν τόπον, ὄτι μὲν (ὡς ὁ Ματθαῖός φησι) προσηνἐχθη παιδία τῷ Ἰησοῦ ἤ (ὠς ὁ Μᾶρκος) »προσέφερον αὐτῷ <παιδία« ἤ (ὡς ὁ Λουκᾶς) »προσέφερον δὲ αὐτῷ> καὶ βρέφη« ἀνέγραψαν, ὑπὸ τίνος δὲ προσηνέχθη ἤ τίνες προσέφερον, ἄμα <πάντες>παραλελοίπασιν, ἡμῖν καταλιπόντες ἐξετάζειν τὸ παραλελειμμένον, ἄξιον ἰδεῖν πότερον κατὰ συντυχίαν ὑπὸ τῶν τριῶν τὸ τοιοῦτον παραλέλειπται (δυναμένων ἀναγράψαι· προσηνέχθη αὐτῷ ἀπὸ τῶν γονένων ἤ ἀπὸ τῶν μητέρων, ἤ· »προσέφερον αὐτῷ βρέφη« ἤ »παιδία« αἱ μητέρες ἂὐτῶν), ἤ γνώσεως λογισμῷ καὶ [*](4 Ηeber. 5, 12 — 7 I. Thess. 2, 7, — 9 I. Kor. 3, 2 — 17 Marc. 10, 13 — 19 Luc. 18 15 — 30f Luc. 18, 15; Marc. 10, 13 7 <ὁ λέγων>Kl, vgl. lat. 11f <ἀλλ'—δύνασθε«> Diehl Kl Koe, vgl. lat. 18/19 <πάντες>Kl<οὐκ ἐδήλωσαν>, ἀλλὰ Koe, vgl. lat. 32 ἥ <θείας> γνώσεως Koe, vgl. lat. 4 lactantes] lactentes B L 26 <tres> Diehl, vgl. gr. | evangelistae omnes eventu L 27 praetermiserint μ 28 possint G L 29 sint μ)

v.10.p.364
σοφίᾳ τὸ τοιοῦτον πεποιήκασιν εἰς παράστασιν τοῦ ὅτι προσελθόντες ἄγγελοι τῷ Ἰησοῦ καὶ διακονοῦντες αὐτῷ, αὐτοὶ νῷ θειοτέρῳ τὰς τῶν παιδίων ὁρῶντες διαφορὰς ἢ βρεφῶν οἴδασι τίνας προσφέρειν δεῖ τῷ Ἰησοῦ, ἴνα προσενεχθέντες αὐτῷ χειροθετηθῶσιν ὑπ' αὐτοῦ, καὶ πότε· οἴδασι δὲ καὶ τίνας οὐ χρὴ ἤ ὅτι ἐπί τινα χρόνον οὐ χρή· οὐ γὰρ ἄτερ ἡγοῦμαι ἀγγελικῆς οἰκονομίας τὰ τοιαῦτα παιδία παροσέρχεσθαι τῷ Ἰησοῦ. τὸ δὲ βούλημα τῶν προσφερόντων τὰ παιδία ἐστὶ κατὰ μὲν τὸν Ματθαῖον ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς ὁ Ἰησοῦς καὶ προοσεύξηται, κατὰ δὲ τὸν Μᾶρκον »ἵνα ἅψηται αὐτῶν«, κατὰ δὲ τὸν εἰπόντα »βρέφη« αὐτὰ εἶναι Λουκᾶν »ἵνα αὐτῶν« ἅπτηται«. τῇ γὰρ προσευχῇ τοῦ Ἰησοῦ καὶ τῇ ἁφῇ αὐτοῦ τὰ παιδία καὶ τὰ βρίεφη, οὐ δυνάμενα ἀκούειν ἄπερ ἀκούουσιν οἱ ἤδη πνευματικοί, ἀρκεῖται εἰς βοήθειαν καὶ ἣν χωρεῖ ὠφέλειαν· ἅπτεται γὰρ αὐτῶν ἡ δύναμις Ἰησοῦ, μόνον χεῖρας ἐπιθέντος τὰς τῆς ἑαυτοῦ ἐπισκοπῆς αὐτοῖς, καὶ οὐκέτι αὐτῶν ἅπτεταί τι τῶν χειρόνων. τάχα δὲ καὶ (ὡς πρὸς τὸ ῥητὸν) τὸ βούλημα τῶν [*](4f Vgl. Matth. 4, 11 — 21 Marc. 10, 13 — 22f Luc. 18, 15 ) [*](10/11 χειροθετηθῶσιν Koe, vgl. S. 365,29 χειροτονηθῶσιν Μ Η 13 ἄτερ ἡγοῦμαι ~ Koe 14 τοιαῦτα Diehl τοσαῦτα Μ Η 32 τὰς <Μ ) [*](2 fecerint ρ 6 cognoscunt + <videntes>Koe, vgl. gr. 30 <tantum> Diehl.gr.)
v.10.p.365
προσφερόντων αὐτῷ βρέφη καὶ παιδία τοιοῦτον ἦν, διαλαβόντων ὅτι οὐχ οἷόν τε ἦν, ἁψαμένου Ἰησοῦ βρεφῶν ἤ παιδίων καὶ δύναμιν διὰ τῆς ἁφῆς ἐναφιέτος αὐτοῖς, σύμπτωμα ἤ δαιμόνιόν [ἤ] τι ἅψασθαι οὖ φθάσας ὁ Ἰησοῦς ἥψατο.

Οἶμαι δ' ὅτι καὶ ἐπεὶ πολλαὶ πονηραὶ δυνάμεις περὶ τὴν ἀνθρωπίνην ψυχὴν ἀρχῆθεν ἀσχολοῦνται ποικίλως αὐτῇ ἐπιβουλεύουσαι, διὰ τοῦτο ὡς ἤδη ἐκ τῶν προτέρων τὴν δύναμιν αὐτοῦ μαθόντες οἱ προσφέροντες τῷ σωτῆρι τὰ <παιδία ἤ τὰ> βρέφη τοῦτ' ἐποίουν, ἴνα διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτοῦ καὶ τῆς περὶ τῶν παιδίων καὶ τῶν βρεφῶν εὐχῆς <καὶ> διὰ τῆς ἀφῆσ ἀπελαύνηται μὲν τὰ χείρονα, δύναμις δὲ ἐγγινομένη διαφέρουσα καὶ πρὸς τὰ ἑξῆς διαρκῇ ὡς κωλυτικὴ τυγχάνουσα ἐπαφῆς τῶν ἐναντίων. καὶ ὁ σωτὴρ οὖν οὐχ <ὡς> ἁπλοῦν τι καὶ ἄκαιρον ἐπιστάμενος τὸ τοιοῦτον, ἀλλὰ σωτήριον τοῖς ὑπ' αὐτοῦ χειροθετουμένοις ὧν ἤπτετο, φησὶ τοῖς ἐπιτιμῶσι μαθηταῖς καὶ διὰ τοῦ ἐπιτιμᾶν κωλύουσιν αὐτῷ προσφέρεσθαι τὰ παιδία <ἤ τὰ βρέφη> [*](5f Vgl. Ps. 90,6) [*](6 [ἤ] Kl, vgl. lat. 16 <παιδία ἤ τὰ> Κl vgl. lat. 19 <καὶ> δια Κl, vgl. lat. 21—24 δὲ ... διαρκῇ] enim ... sufficiens est lat. 26 <ὠς> ἁπλοῦν Κl nach Hu Koe, vgl. lat. ἁπλῶς Μ Η 27 ἄκαιρον Κl, vgl. lat. ἀκέραιον Μ Η 32 <ἤ τὰ βρέφη> Κl Koe, vgl. lat.) [*](5 dederit] <in>diderit Diehl 11/12 vacant x* vacantis (!) μ 12 ei x* et ρ 13 offerebant + ihu parvulos Gc.r. 15 offerebant L 15/16 infantes vel pueros G (Ba) 25 contrari<or>um Diehl, vgl. 26 repellat G 27 <simplum et> Diehl, vgl. gr. 29 qui + per B 32 *** Kl, vgl. gr.)

v.10.p.366
τὸ ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἰ μὲν οὖν ἔχει λόγον τὰ ἀποδεδομένα περὶ τοῦ ὑπὸ τίνων προσηνέχθη ἤ τίνες προσέφερον, ἀκολούθως ἄν ἐκείνοις μαθηταί τινες ἐξαίρετοι νοοῖντο τοῦ Ἰησοῦ δυνάμεις ἄγιαι μεμαθητευμέναι τῷ υἱῷ τοῦ· φθάνειν γὰρ καὶ ἐπὶ τοιαύτας τὸ τῶν μαθητῶν Ἰησοῦ ὄνομα εὔλογον, ἴνα μὴ μόνον οἱ ἄνθρωποι αὐτῷ μαθητεύωνται, ἀλλὰ καὶ ἄγγελοι, οἴς ὤφθη, καὶ εἴτις αὐτῷ πιστεύειν βούλεται ἀπὸ »παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι«. εἰ μέντοι τὸ τοιοῦτόν τις βίαιον νομίζοι, θέλων μὴ ἐπ' ἄλλων τάσσεσθαι ἤ ἀνθρώπων τὸ τῶν μαθητῶν ὄνομα, ἐπιτιμώντων τοῖς προσφέρουσι τῷ Ἰησοῦ τὰ βρέφη καὶ τὰ παιδία, εἶεν ἄν οἱ τῶν διδάσκειν τὸν λόγον ἐπιχειρούντων ἁπλούστεροι καὶ μέχρι παισδίων λόγον ἔχοντες, γάλακτι ἐοικότα ποτίζοντι τοὺ γάλακτος χρῄζοντας, [*](13f Vgl. I. Tim. 3, 16 — 15 Eph. 1, 21 — 31 Vgl. Hebr. 5, 12 7 νοεῖν το Η (unleserlich in M) 12 αὐτοὶ Μ 28 ποτίζοντι Κl, vgl. lat. ποτίζοντες Μ Η 5 <aut> Koe, vgl. gr. 7 eis x* cum eis μ 8 1. intellegantur, vgl. gr.? Kl 8/9 sanctae y* <L 21 1. applicari? Kl, vgl. gr. 22 eis R G L eius B)
v.10.p.367
προσφέροντες τῷ Ἰησοῦ βρέφη καὶ παιδία· οὐ γὰρ δύνανται λόγῳ πνευματικωτέρῳ τῆς τούτων καταστάσεως *** πείθεν *** ὡς ὁ δυνάμενος λέγειν· »Ἕλληςί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμέ«. τούτων δὴ προσφερόντων τῷ Ἰησοῦ βρέφη καὶ παιδία <τοιαῦτα, τουτέστι νηπίους πίστεως καὶ ἧττον ἔτι μεμαθητευμένους, οἱ> λογικώτεροι νομιζόμενοι εἶναι τῶν διδασκόντων <ἐκείνων τῶν ἁπλουστέρων> καὶ διὰ τοῦτο μαθηταὶ χρηματίζοντες Ἰησοῦ, πρὶν μάθωσι τὰ περὶ τῶν βρεφῶν καὶ τῶν παιδίων <τοιούτων>, ἐπιτιμῶσι τοῖς ἁπλούστερον διδάσκουσι καὶ παιδία <καὶ βρέφη τῷ Ἰησοῦ> προσφέρουσι.

Σαφῶς δὲ τὸ τοιοῦτον νοήσεις, ἐπιστήσας τῷ »βλέπετε γὰρ τὴν κλῆσιν ὑμπων, ἀδελφοί, ὅτι οὐπολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεὶς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο9 ὁ θεὸς « <«τὰ ἀσθενῆ« καὶ »τὰ ἀγενῆ« καὶ> [*](6 Röm. 1, 14 – 26 ff I. Kor. 1, 26–28 2/3 λόγῳ πݲνݲιݲκωτέρῳ Kl, vgl. lat. λογικώτεροι Μ Η 4 1.2 *** Kl, vgl. lat. 8 δὲ Η 10–12 <τοιαῦτα —οἱ> Kl Koe, vgl. lat. νομίζοντες Μ Η 17 τῶν 2 < H a 18 <τοιούτων> Diehl Koe, vgl. lat. 21 <καὶ —Ἰησοῦ> Kl Koe, vgl. lat. 30/31 <τὰ —καὶ> Kl, vgl. lat. 3 spiritaliori x* specialiori μ 5 non <G L 6 dixit G L 11/12 eruditos adhuc L)

v.10.p.368
»τὰ μὴ ὄντα, ἵνα τὰ ὄντι καταργήσῃ«. βλεπέτω τις οὗν τινα τῶν ἐπαγγελλομένων κατήχησιν ἐκκλησιαστικὴν καὶ διδασκαλίαν προσφέροντα »τὰ μωρὰ τοῦ κόσμου«, καὶ »τὰ ἐξουδενωμένα« »καὶ τὰ ἀγενῆ«*** καὶδιὰ τοῦτο λεχθηςόμενα ἂν καὶ παιδία <καὶ βρέφη>, καὶ βλέπων ἐπιτιμάτω (ὡς ἀκρίτως ποιοῦντι) τῷ προσφέροντι τηλικαῦτα τῷ σωτῆρι καὶ διδασκάλῳ βρέφηυ καὶ παιδία. καὶ πρόσχες εἰ μὴ ἁρμόζει ἀναφέρειν τὰ νῦν ἐξεταζόμενα ἐπὶ τὰ τοιαῦτα, τῶν μὲν προσφερόντων παιδία, ἵνα τὰς χεῖρας αὐτοῖς ἐπιθῇ Ἰησοῦς καὶ προσεύξηται, τῶν δὲ μαθητῶν ἐπιτιμώντων αὐτοῖς. εἴποι δ’ἂν πρὸς τοὺς ἐπιτιμῶντας ἐπὶ παιδίοις προσαγομένοις τῷ Ἰησοῦ <ὁ> διδάσκαλος καὶ σωτὴρ καὶ κύριος· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με. εἶτα προτρέπων τοὺς μαθητὰς <αὐτοῦ ἤδη> ὄντας ἄνδρας συγκαταβαίνειν τῇ ὠφελείᾳ τῶν παιδίων (ὅπως γένωνται τοῖς παιδίοις <ὡς> παιδία, ἵνα τὰ παιδία κερδήσωσι) λεγέτω ὁ σωτὴρ τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ γὰρ αὐτὸς »ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγή- [*](5 f Vgl. I. Kor. 1, 28 – 26 f Vgl. I. Kor. 9, 22 – 30 Phil.l 2, 6 5 τὰ μωρὰ] quosdam stultos lat. 6 ἀγεννῆ Μ | *** Diehl Kl, vgl. lat. 8 <καὶ βρέφη> Kl, vgl. lat. 10 τηλικαῦτα τῷ Koe, vgl. lat. τηλικούτω M H 20 <ὁ> Kl 23 προτέπον Η 24 <αὐτοῦ ἤδη> Kl nach Diehl Koe lat. 26 <ὡς> Koe, vgl. lat. 28 τὸ <Μ 31 ἡγηςάμενος Η 2 [si] Kl, vgl. gr. 3 <et disciplinam> Diehl, vgl. gr. 6 *** Diehl Kl.vgl. gr. 9 autem x* <ρ>| [non] Kl. vgl. gr. 12/13 infantes et pueros G 18 et Kl, vgl. gr. ut x 23 cohortans L 27 dicat Kl, vgl. gr. dicit x 28 cum et ipse L)
v.10.p.369
σατο τὸ εἶναι ἴσα θεῷ«, γέγονε παιδίον, ὥστε λελέχθαι τοῖς μάγοις ὑπὸ τοῦ Ἡρώδου περὶ αὐτοῦ· »πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου«, καὶ ὑπὶ τοῦ Ματθαίου ὅτι »ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς ἕως οὗ ἐλθὼν ἐστάθη οὗ ἦν τὸ παιδίον«· καὶ μετ’ ὀλίγα »ἐλθόντες (φηςίν) εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ«. καὶ ὁ φανεὶς δὲ τῷ Ἰωσὴφ ἄγγελος παιδίον ἐκάλεσε τὸν <τοιοῦτον καὶ> τηλικοῦτον ἡμῶν σωτῆρα εἰπών· »ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον«. πάλιν τε αὖ τελευτήσαντος τοῦ Ἡρώδου ἄγγελος κυρίου κατ’ ὄναρ φαίνεται τῷ Ἰωςὴφ ἐν Αἰγύπτῳ λέων · ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ«. καὶ ὁ Ἰησοῦς οὖν οὐ μόνον κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ κατὰ τὴν ἀναγωγὴν ἐταπείνωσεν »ἑαυτὸν ὡς παιδίον«, ὥστ’ ἂν εἰπεῖν ὡς τὸ »μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἱμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, οὕτῶς καὶ τὸ »μάθετε ἀπ’ ἐμοῦ« γενομένου ὡς παιδίον, πῶς λέγω τὸ *** τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, τοιού- [*](4 Matth. 2, 8 – 6 Matth. 2, 9 – 19 Matth. 2, 11 – 16 Matth. 2. 13 – 22 Matth. 2, 20 – 27 vgl. Matth. 18, 4 – 29. 31 Matth. 11, 29 1 θεῷ + sed lat. 14 <τοιοῦτον καὶ> Kl, vgl. lat. 16 f τὴν μητέρα καὶ τὸ παιδίον Η 19 αὗ] οὗν Μ 32 *** Kl Koe. vgl. lat. oregenes X 18 fuge] vade L 28 ut x* <ρ 33 enim est G.)
v.10.p.370
των ὁποῖά ἐστι τὰ παιδία, περὶ ὧν οὐκ ἐπιτρέπει τοὺς μαθητὰς ἐπιτιμᾶν τοῖς προσφέρουσιν αὐτά. καὶ Παῦλος δὲ ὡς ἐπιστάμενος τὸ τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, δυνάμενος »ἐν βάρει εἶναι ὡς Χριστοῦ« ἀπόστολος, ἐγένετο νήπιος καὶ παραπλήσιος τροφῷ θαλπούσῃ τὸ ἑαυτῆς παιδίον καὶ λαλούσῃ λόγους ὡς παιδίον διὰ τὸ παιδίον.