Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Πότε δὲ ὁ (κατὰ τὴν παραβολὴν) βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν ἢ ἐπ᾿ αὐτὴν (κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως [*](3 Vgl. II. Thess. 2, 4 – 18f Vgl. I. Kor. 2, 10 6 τὸν] τῶν Η 8/9 ἤτοι — ποιότητας < Μ 16 <καὶ> Koe 32 μὲν < Ηa 35 <ἄν τις> Kl, vgl. lat.) [*](4/5 <homo aut aliquis> Kl nach Diehl Koe. vgl. gr. 6 dei y* Pasch < L 31 debeamus Gc 32 sub y* Lc sumb La 35 salvet Diehl. vgl. gr. (ABBREV) lvet G solvet B L)

v.10.p.304
τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τὰ λαντα; εἰ δὲ πρὸ τῆς κρίσεως. πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, ὅτι καὶ Ἰησοῦς »τοῖς ἰδίοις μαθηταῖς κατ’ ἰδίαν ἐπέλυε πάντα« ὅτι καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ’ αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως. καὶ ἦν γε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη. ὡς μηδὲ αὐτὸν »τὸν κόσμον χωρεῖν τὰ γραφόμενα« εἰς τὰς τοιαὐτας παραβολὰς »βιβλία«. γένοιτο δ’ ἀνευρεθῆναι καρδίαν ἐπιτηδείαν καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι »πνεύμαιτ θεοῦ ζῶντος«. ἀλλ’ ἐρεῖ τις ὅιτ μήποτε ἀσεβοῦμεν οἹ θέλοντες (διατὸ ἀπόρρητόν τινων καὶ μυστικὸν) τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα 003C;καὶ> πειρώμενοι ταῦτα σαφηνίσαι, κἂν δοκῇ καθ’ ὑπόθεσιν. ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. [*](12 Marc. 4, 34– 20ff Vgl. Joh. 21, 25 – 27 Vgl. II. Kor. 3, 30 10 ὑπὸ] περὶ Μ 11 ὅτι Κl εἰ Μ Η 18 γε Kl τε Μ Η 23 áneyreu[hnai koe ἂν εὑρεθῆναι M H 31 <καὶ> Kl nach Koe 5 qui G 5/6 <ante illud> Diehl Koe. vgl. gr.)
v.10.p.305
λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι οἱ μὲν ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος φθάσαι τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα βραχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόοπον, φήσομεν ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν, εἴτε χάριτι θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι. τινὰ δὲ γυμνασίας ἡμετέρασ καὶ τῆς τῶν ἐντευξομένων χάριν ἐπὶ ποσὸν ἐκτιθέμεθα.

Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὐς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν ὅτι ἔοικεν περὶ τὸν κεκηρυγμένον γίνεσθαι. παριστᾶσι δὲ τοῦτο μία μέν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου εὐαγγελίου παραβολή, μία δὲ ἐκ τοῦ κατὰ Λουκᾶν. καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομένου ἀπ’ αὐτῆς τῆς γραφῆς λαβεῖν, φήσομεν ὅτι ἡ μὲν κατὰ Ματθαῖον Joh. (IV, 467, 22f): γυμνάσωμεν τὰ [*](13f. Vgl. Orig. tom. XXXII, 24 κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου κτλ. 1 οἱ] εἰ Η 5 φθάσαι unleser lich in M < H 7 βραχυτέραν Koe, 9 φήσωμεν . . . πολλῶν Η a, corr. H centum 14 ἐντευξομένων <ὠφελείας> Keo 16 ἀπολελογΐσθω M 26 δὲ +καὶ Η 21. 32 dicemus Kl, vgl. gr. dicimus x 21 lat. las περὶ τῶν κεκηρυγμένων . . . καιρῶν? Origenes X 20)

v.10.p.306
παραβολή ἐστι δηλοῦσα ὅτι »ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ«, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινί δὲ ἓν τάλαντον. εἶτ’ ἐκεῖνοι παποιήκασι περὶ τὰ ἐγκεχερισμένα,

καὶ »μετὰ πολὺν χρόνον ἔρχεται ὀ κύριος τῶν δούλων ἐκείνων« καὶ αὐταῖς λέξεσι γέγραπται ὅτι »καὶ συναίρει μετ’ αὐτῶν λόγον«. <καὶ σον οὖν ὃ λέγει· »καὶ συναίρει μετ’ αὐτῶν λόγον«< καὶ σύγκρινον τῷ καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, καὶ ὅρα ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνονμ καθ’ ὃν »ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου«, ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε »μετὰ πολύν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων«, τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν· μετὰ γὰρ χρόνον πολὺν »ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ’ αὐτῶν λόγον« καὶ τὰ ἑξῆς γίνεται. 1 Matth. 25, 14 – 15 – 10. 12f 22 Matth. 25, 19 [*](8 εἶτα Μ | ἐκείνη Η 13 <τήρησον —λόγον> Klvgl. lat. 19 ἐν <M ab 2 <demonsstrat, quoniam> Kl, vgl. gr. 7 talentum unum] commisit unum talentum R G c 15 cum eis rationem G 18 vide Kl, vgl. gr. vides x 22 <autem> Koe, vgl. gr. 25 esse] Übergang in den acc. c. inf. Diehl 26 consummationem L)

v.10.p.307
ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν ὅτι εὐγενὴς ἄνθρωπος πορευεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«, πορευόμενος ἐκάλεσε δέκα δούλους καὶ »ἔδωκεν αὐτοῖς δέκα μνᾶν, καὶ εἶπεν αὐτοῖς· πραγματεύσασθε ἐν ᾧ ἔρχομαι«. οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων »πρεσβείαν ὀπίσω αὐτοῦ«, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ᾿ αὐτούς, ἐπανῆλθε λαβὼν »τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο«. ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ »εὖγε, ἀγαθὲ δοῦλε ἵτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου«, δίδωσιν αὐτῷ ἐξουσίαν αὐτοῦ. καὶ ἄλλῳ <τῷ> τὴν μνᾶν πενταπλασιάσαντι τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· »καὶ σὺ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· »ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε«, »καὶ [*](3 Luc. 19, 12 — 6 Luc. 19, 13 — 9 ff Vgl. Luc. 19, 14 — 12 Vgl. Luc. 19, 14 — 15 — 17 Vgl. Luc. 19, 16 — 19 Luc. 19, 17 23 f Vgl. Luc. 19, 18 — 19 — 28 Vgl. Luc. 19, 19 — 30 f Luc. 19, 22. 24 5 δούλους + suos lat. 11 αὐτὸν] αὐτῶν Μa 13 εἶπεν Kl, vgl. lat. εἰπὼν M H 17 ποιήκασι Ha 20 πιστῶς Ha 23 <τῷ> Diehl 8 donec] dum L 13 vocar <i iuss > it Diehl vocavit x)
v.10.p.308
τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ᾿ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι«. τίς οὖν καὶ ἐπὶ ταύτης τῆς παραβολῆς οὐ φήσειὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος πορευθεὶς »εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι« ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ, οἰ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθηαν, οἱ δὲ πολῖται αὐτοῦ (ἐμπολιτευσαμένου <τούτῳ> τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι), οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι, τάχα δὲ καὶ τὰ ἀποστήσαντα αὐτῷ ἔθνη;

Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε »εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους οἷς γνῷ τί διεπραγματεύσαντο«, καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ <τὸ> ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι᾿ ἣν (καθ᾿ ἑτέραν παραβολὴν) [*](5 f Vgl. Luc. 19, 21 — 23 Luc. 19, 15 10 τῶν] omnium quae lat. 14 ἐμπολιτευσαμένω Ha | <τούτῳ> Diehl Koe, vgl. lat. 24 [ἐ]δεδώκει Kl, vgl. S. 307, 15 28 καὶ < Ma 29 <τὸ> Koe 4 dicet Koe 7 reverti]redier B 8 abiit] οἱονεὶ scheint übergangen, wie S. 310, 11 9 eo] eis G L 33. l. [et]iam? Kl, vgl. gr.)

v.10.p.309
»ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι«. ὑποστρέψας οὖν καὶ λαβὼν »τὴν βασιλείαν« ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ἀφειλέτης πολλῶν ταλάντων· προσηνέχθη δὲ ὡς βασιλεῖ ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν οἶμαι ἀγγέλων. καὶ τάχα εἶς τίς ἐστιν τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην καὶ μὴ καλῶς αὐτὴν διοκήσας, ἀλλὰ διασκορπίας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὦν ἀπολώλεκεν. οὗτος δὴ τάχα μὴ ἐχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικί, ἀφ᾿ ἧς γέγονε κοινωνὸς ἀυτῇ πατήρ τινων τέκνων. ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα καὶ μητέρα καὶ τέκνα. ὡς μὲν οὖν πρὸς τὸ ἀληθές, θεὸς ἄν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δέ, εἴτε αὐτὸς δέδωκεν εἴτε μή, ὁ δυνάμενος κρινέτω. πλὴν ταιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν ὅτι. ὥσπερ Ἰερουσαλὴμ μήτηρ ἐστὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὔτως εἴη ἂν ἑτέρων μήτηρ, [*](1 Luc. 19, 21 – 32 Vgl. Gal. 4, 26 7 προσηνέχθη + ei lat. 8 πολῶν H 12 ἐστϊ Μ 16 τὰ] omnia lat. 23 δὲ οὐδὲ Μ 15 <qui> Diehl, vgl. gr. 18 est R Gc B < Ga L 22 quorundam y* multorum L 24 videre ρ (in notis) videri x | in < R 33 mater est y* < L)
v.10.p.310
ἀνάλογου Ἱερουσαλὴν μητρί, φέρ᾿ εἰπεῖν Σοήνη τῆς Αἰγύπτου ἢ <Μίμφις, ἑτέρων δὲ Τύρος> καὶ Σιδὼν ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς γραφαῖς πόλεις. εἶθ᾿ ὥσπερ Ἱερυσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη »τῷ ἀνδρὶ αὐτῆς« Χριστῷ, οὕτως εἶεν ἄν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων τῶν κεκληρωμένων αὐτὰς οἱονεὶ γυναῖκες ἢ νύμφαι. καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς καὶ Χριστοῦ ὡς πατρός, οὕτως εἴη ἄν τινα τέκνα Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων <ὡς πατέρων>. θεὶς ἀνθρώπῳ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει (ὡς ἀποδεδώκαμεν) γυναῖκα καὶ τέκνα, ὅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, ἐκέλευσε πραθῆναι ὁ βασιλεύς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχειν, ὅστερον δὲ σπλαγχνιστεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ᾿ ἵνα ἠμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. ἕκαστος οὖν τῶν ἐχόντων (ὡς ἀπο- [*](6 Vgl. Orig. hom. XI, 4 in Num. (VII, 83, 28): rex gentis impiae — 7 f Vgl. Apoc. 21, 2 1 φέρε Μ 2 <Μίμφις—Τύρος> Kl, vgl. lat. 15 ἢ1 Kl, vgl. lat. καὶ M H 17 <ὠς πατέρων> Kl, Koe, vgl. lat. 20 ἀνθρώπῳ Koe, vgl. lat. τῶ Μ Η 9 virtutum] virorum G L 14 soenes Kl soaenae G syene (B) L | memphidis ρ memphitis (G) L memfis B 27 <eum et dimisit> Diehl, vgl. gr. 32 habentium Ga B L habens R Gc)
v.10.p.311
δεδώκαμεν) γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔκθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν »Σοήνης Μέμφεως ἢ Τύρου καὶ ἕκαστος αὐτῶν ἔχεδι, ὡς ἄρχων τινὸς <ἢ> Σοήνης ἢ Μέμφεως ἢ Τύρου ἢ Σιδῶνος ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας.

οὗτος οὖν, ἀπολυθεὶς καὶ συγχωρηθεὶς πᾶσαν τὴν ἀφειλήν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ καὶ τὰ ἑξῆς. καὶ διὰ τοῦτο (οἶμαι) ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως· οὐκ ἄν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει, ὁ δὲ πεσὼν οὐ προσεκύνει ἀλλὰ παρεκάλει. | [*](27 ff Vgl. Luc. 19, 15 3 ἡνείκα Ha 8 καὶ <γὰρ> Koe, vgl. lat. 9 <ἢ> Kl, vgl. lat. 13 οὖν + <ὁ> ? Kl, vgl. lat. 20 ἦν < Ha 30 — 32 ὁ — προσεκύνει < Η 3 aut] vel B 10 Soenes Kl (vgl. Ga) syenis (y) L | Memphidis ρ memfis y memphitis L 13 qui y* < L 19 <et>ideo? Kl, vgl. gr. 21 si non] nisi L 21 denarios debebat L)

v.10.p.312
kαὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ. κάκεῖνος μὲν <καὶ> πρὸς τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. καὶ πρόσχες ὅτι οἱ σύνδουλοι οὐ διέβαλον ἢ εἰρήκασιν ἀλλὰ διεσάφησαν, ὅτι τὸ πονηρὲ οὐκ εἶπε κατ'ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ'ἐτήρησεν ὅστερον περὶ τοῦ συνδούδου. [*](7 <καὶ>Κl, vgl. lat. 12 συγχωρηθεὶς <ἐξελὼν>? Κοe, vgl. lat. 26f καὶ—διεσάφησαν bis scr. H 12 1.<e>vadens? Kl, vgl. gr. 18 facta] peccata G 32 sibi Gc B sibi ei Ga L 34 vel Kl, vgl. gr. et x)
v.10.p.313
ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως. οὐκ εἶπε. προσεκύνησάς μοι, ἀλλά. παρεκάλεσάς με καὶ οὐκέτι <ἐκέλευσεν>αὐτὸν πραθῆναι καὶ τὰ αὐτοῦ, ἀλλὰ παρέδωκε τοῖς βασανισταῖς <ὡς πεισόμενον> τὸ χεῖρον διὰ τὴν πονηρίαν. τίνες δ'ἂν εἶεν οὖτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; ἃμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ ὡς ὀργίλου διὰ τὰ ἐμφαίνοντα ὁργὴν θεοῦ ῥήματα, ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὁργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασαωισταῖς. ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοιςλ παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς ὅτι διηγήσασθε ἡμῖν, ὦ οὖτοι, τίς

[*](13 ἀλλ'ἐπαρεκάλεσας Μ 16 <ἐκέλευσεν> Κl, vgl. lat. 19 <ὡς πεισόμενονx003E; Diehl, vgl. lat.)[*](8 dicens <B 24 1. <quam> qui 2? Kl, vgl.gr.)
v.10.p.314

ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς; προσεχέτωσαν δὲ καὶ τῷ οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ πατήρ μου ὁ οὑράνιος. τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ ὅτι ὁ τοῦ ἀγαθοῦ θεοῦ υἱὸς εῖπε. »πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με«καὶ τὰ ἑξῆς. τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἀπλουστέροις ἁρμοζει. πάντες γὰρ ὅμα διδασκόμεθα πείσεσθαι, οἱ ἄφεσιν ἀμαρτημάτων εἰληφότες καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς, τὰ τοῦ συγχωρηθέντος καὶ μὴ συγχωρήσαντος τῷ <συν> δούλῳ.

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους (19,1[—2]).

Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιών, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὖτος τελεῖς τοὺς ἐσυτοῦ λό0γους. θαρσαλεώτερον δ'αὖ τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει παλαιᾶς καὶ καινῆν διαθήκης. ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ ἐτέλεσε τοὺς λόγους τούτους, ἢ Μωσέως ἤ τινος τῶν προφητῶν, ἀλλ'ἢ μόνου τοῦ Ἰησοῦ,λ τότε τολμήσας ἄν τις εἴποι ὅτι μόνος ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου διὰ τοῦ [*](8 Luc. 19,27 17 <συν>δούλῳ Κl 25 αὖ Κl ἂν Μ Η 30 μωüσέος Μ Η 33 μόνος Η u μόνους Μ Η 35 ἐπιθῆναι Η)

v.10.p.315
»ἐρρέθη τοῖς ἀρχαίοις« καὶ τὰ ἑξῆς. καὶ πάλιν. »ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν«. εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν συνεξετάζοι καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσαιν ὑπὸ τοῦ σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους, καίτοιγε κἀκεῖ ξητηθείη ἄν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ ἐτέλεσεν, ἢ ἐπὶ τῶν Μωσέως ἢ τινος τῶν προφητῶν εἰρημένων ἢ ἐπὶ συναμφοτέρων. ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις »πευματικὰ πνευματικοῖς«συγκρίνειν καὶ διὰ τοῦτο λαλοῦσιν »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ'ἐν διδακτοῖς πνεύματος«. ἄλλος δ' ἄν τιςς περιεγότερον ἀκούων τοῦ ἐτέλεσεν, τεταγμένου ἐπὶτῶν μυστικωτέρων΄(καθὸ ὁ μέν τις »παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς« οὑκ ἐπαινετῶς, ὁ δέ τις μυστήρια θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς) εἴποι ὅτι τελετὴν ἐποίησε μυήσας αὐτούς, δἰ ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι δυνατοί, ὡς κηρυχθῆναι »τὸ εὐαγγέλιον« Ἰησοῦ [*](1 Matth. 5, 21 - 2 Matth. 14, 49 vgl. Luc. 22,22- 15ff Vgl. I. Kor. 2,13 - 22 Sap. Sal. 14, 15 - 30f Vgl. Matth. 24, 14 - Vgl. Matth. 26, 13 4 ἐκείνοις +<ὅτι ἐτέλεσαν τοὺς λόγους> Koe 5 συνεξετάζοι Κοe(d.h. der τισ S. 314 Z. 33) συνεξετάξη Μ ἐξετάζη Η 6 λόγους <λόγοις> Diehl 11 ἐλεσεν Ηa | μωυσέως Μ Η 14 ὑποβάλοι Μ 20f τοῦ ἐτέλεσεν ἀκούων Η2)
v.10.p.316
»ἐν ὅλῳ τῷ κόσμῳ« καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἢν ἔλεκει ὁ τελετὴν πάσης ψυχῆς, ἢν ἔλκει ὁ πατὴρ τὸν υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος. »οὐδεὶς ἔρχεται πρὸς με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν«. διὰ τοῦτοδὲ καὶ ὁ λόγος τῶν χάριτι θεοῦ προσβευόντων τὸ εὐαγγέλιον καὶ»τὸ κἠσυόντων τὸ ἐαγγέλιον καὶ »τὸ κήρυγμα« αὐτῶν »οὐκ ἐν πειθοῖ σοφίας«γέγονε »λόγων, ἀλλ'ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«, οἶς ἐτελέσθησαν οἱ λόγοι τῆς διδασκαλίας Ἰησοῦ. καὶ σὺ μὲν οὖν τηρήσεις, ὁσάκις εἴρηται τὸ ἐτέλεσε καὶ ἐπὶ τίσι. λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς καὶ ὅλῃ τῇδιδασκαλίᾳ λελεγμένον, οἶς ἐπιφέρεται. »καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὅχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ«.

Ἀναφέρεται δὲ καὶ νῦν τὸ ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολήν, καθ' ἣν »ὡμοιώθη ὁ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖς, ὅστις ἠθέλησε συνπαραι λόγον μετα τῶν δούλων αὐτοῦ«, ἔτι δὲ ταύτης ἀνωτέρω τέρω εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.

πλὴν ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, [*](5 Joh. 6, 44 - 9ff Vgl. I. Kor. 2,4 - 18 Matth. 7, 28 - 26 Matth. 18, 23 - 29f Vgl. Matth. 11, 1; 13,53 12f τοῦ Ἰησοῦ τῆς διδασκαλίας Η a 14 ὅσα Μ 15 λήψει Η 17 λέλεγμένον Diehl λελεγμένοις Μ Η 26 ὁμοιώθη Η 26 τῶν οὑρανῶν]τοῦ θεοῦ Μ)

v.10.p.317
λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναούμ, τότε μετῆρεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλι- λαίαν. ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ’ οἱονεὶ τὰ ἄκρα· ἔνθα ἀκολούθησαν αὐτῷ ὄχλοι πολ- λοί, οὕς ἐθεράπευσεπαρ’ α<ὐτοῖς> τοῖς ὁρίοις τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο <ἀνθρώποις>. τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων καὶ Πέτρου καὶ τῶν ἄλλων ἀφέν- των πάντα καὶ ἀκολουθησάντων καὶ [*](32ff Matth. 19, 27 2 καρφαρναούμ Μ 13 παρ’ α<ὐτοῖς> Koe, vgl. lat. παρὰ Μ Η 16 <ἀν- θρώποις> Κl Koe, vgl. lat. 3 Iudaeae + et reliqua L 34 in] de ρ)
v.10.p.318
Ματθαίου, ὅς »ἀναστὰς ἠκολούθησεν αὐτῷ«. οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ’ »ἀναστάς«· μεγάλη γὰρ ἡ προσθήκη τὸ »ἀναστάς«. εἰσὶν οὖν ἀεὶ οἱ μὲν (ὡς ὄχλοι) πολλοὶ ἀκολουθοῦντες, μήτε ἀνα- στάντες ἵνα ἀκολουθήσωσι μήτε ἀφέντες πάωτα τὰ πρότερα· ἀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ <πάντα ἀφέντες> ἀκολουθήσαντες, οἵ καὶ καθεδοῦνται [οἱ] »ἐν τῇ πα- λιγγενεσίᾳ« »ἐπὶ δώδεκα θρόνους«. πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.

Μετὰ τοῦτο γέγραπται ὅτι προςῆλθον αὐτοῷ οἱ Φαρι- σαῖοι περάζοντες αὐτὸν καὶ λέγοντες· εἰ ἔξεστιν ἀνθρώ- πῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; (τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μᾶρκος) (19, 3 [—12]).

Οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἵ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, τίς ἄν τῶν μαθητῶν [*](3f Matth. 9, 9 — 12ff Vgl. Matth. 19, 28 — 25 Marc. 10, 2 5 ἀλλὰ Μ | γὰρ < Η 12ff <πάντα ἀφέντες> Κl, vgl. lat. 14 [οἱ] ΚL | τῶν <> φαρισαίων <> εἰ ἔξεστν <> τὴν γυναῖκα <> πᾶσαν αἰ <> 21 ἀν- θρώπῳ Koe, vgl. lat. und S. 319, 19 ἄνθρωπον ΜΗ 4 domino sibi L 6 enim est L 12 priora] propria L 18 Et-eum] Accesserunt autem ad ihm scribae et L)

v.10.p.319
αὐτοῦ ἀγανκτοίη, τεταγμένος εἰς διδασκαλίαν, ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομα- θείας, ἀλλ’ ἀπὸ τοῦ πειράζειν ἐθέ- λειν; πολλὰ δ’ ἄν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπεί- ρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρι- σαῖοι καὶ ἄλλοι παρὰ τούτους (ὡς νομικός τις, τάχα δὲ καὶ γραμμα- τεῖς), ἕν’ ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγών, εὕ- ροις τι [τὰ περὶ τῶν πειραζόντων αὐτὸν] ἐκ τῆς ἐξετάσεως χρήριμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. πλὴν ὁσωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα <εὐσεβείας>· οἱ μὲν γὰρ ἔλεγον· εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυ- ναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς. καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαὶοι τοῦτον, ὡς ἐπιληψόμενοι [*](36—320, 6 Π 210, 2f 1 ἀγανακτείη Μa 4 φιλομα- θίας Μ 5 ἀλλὰ πὸ H w. e. sch. 13f [τὰ—αὐτὸν] Ηu: Ditographie aus Z. 11f 17 <εὐσεβείας> Κl, vgl. lat. 16 et < L 20 non (vgl. S. 320,26)] num G L)
v.10.p.320
αὐτοῦ, ὅ τι ποτ’ ἄν εἴπῃ· οἷον εἰ μὲν εἶπεν· ἔξεστιν, ἐνεκάλεσαν <ἄν> αὐτῷ ὡς ἐπὶ τοῖς τυχοῦσι κιαλύοντι τοὺς γάμους· εἰ δέ· οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συν- οικεῖν ἄνδρα γυναικί. <οὐχ ἑώρων δὲ τὶνα τρόπον ἀνεπι- λήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρι- νεῖται>, ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εὶπε διδόναι, ἐνεκόλεσαν <ἄν> ὡς ὑποτάσσοντι τὸν λαὸν <τοῦ θεοῦ ἀνθρώποις καὶ προσποιοῦντα αὐτὸν> τοῖς Ῥωμαίοις καὶ οὐ τῷ νόμῳ τοῦ θεοῦ, εἰ δὲ μὴ διδόναι, ὡς πόλεμοον ἐμποιοῦντι καὶ στάσιν καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆ- ναι πρὸς τηλικαύτην στρατιάν. [οὐχ ἑώρων δὲ τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται]. <ὅρα δὲ πῶς ἀνεπιλήπτως ἀπεκρίνατο> πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰ- τίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστά- σιον ***. [*](10 Matth. 22, 17 — 13ff Vgl. II 251, 5 — 7 2. 14 <ἄν> Κl 8ff <οὐχ—ἀπο- κρινεῖται> Kl nach lat. und gr. Z. 20—22 14ff <τοῦ—αὐτὸν> Κl Koe, vgl. lat. 20—22 [οὐχ—ἀποκρίνεται] Κl, nach lat. 22f <ὅρα—ἀπεκρίντο> Κl nach lat. 32 *** Kl <πρὸς τὴν σκληροκαρδίαν ὑμῶν> Κoe, vgl. lat. 3 *** Koe, vgl. gr. 9 mani- feste] lat. las σαφῶς st. σοφῶς Κoe 10 sicut Kl, vgl. gr. sic et x 14 eum μ eos x 27 fecit + ab initio B)
v.10.p.321
ἑώρα γὰρ ὅτι οὐ πᾶσα αἰτία εὐλογως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα συνοικεῖν τῇ γυναικὶ »ὡς ἀσθε- νεστέρῳ σκεύει ἀπονέμοντα τιμὴν« καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρ- τήμασι »βάρη«. καὶ δυσωπεῖ ἐκ τῶν ἐν τῇ Γενέσει ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωσέως γράμμασιν αὐτχοῦντας Φαρισαίους λέγων τὸ οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρρεν καὶ θῆλυ ἐποίη- σεν αὐτούς; καὶ τὰ ἑξῆς, καὶ ἐπιφέρων αὐτοῖς διὰ τὸ καὶ ἔσονται οἰ δύο εἰς σάρκα μέαν ἀκόλουθον τῷ εἰς σάρκα μίαν διδασκαλίαν τὴν ὥστε οὐ- κέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μέα. δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπο- λῦσαι τὴν γυναῖκα κατὰ πᾶ- σαν αἰτίαν καὶ τὸ ὅ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χω- ριζέτω.

Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ εὐγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφε- ξῆς ἀλλήλοις γεγραμμένα εἴρηται. ἐγὼ δὲ οἶμαι ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ’ εἰκόνα θεοῦ γενομένων καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευ- ρῶν τοῦ Ἀδάμ. ὅπου μὲν γὰρ λέ- λεκται τὸ »ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«, περὶ τῶν κατ’ εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· »ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα [*](3f I. Petr. 3, 7 — 5f Vgl. Gal. 6, 2 — 23—326, 25 Vgl. B I, 184, 22—185, 10 — 32 Gen. 1,27 vgl. Matth. 19,4 — 34 Gen. 2, 24 vgl. Matth. 19, 5 8 μωυσέως Μ 27 τῶν < Η 4 vaso G 6 <et Pharisa>eos 29 γεγενμημένον Η 32 καὶ + τὸ Η Κλ, vgl. gr.)

v.10.p.322
καὶ τὴν μητέρα αὐτοῦ« καὶ τὰ ἑξῆς, οὐκ ἔστι περὶ τῶν κατ᾿ εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων »ἔπλασε κύριος ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς« καὶ ὀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. ἅμα δὲ πρόσχες ὅτι ἐπὶ μὲν τῶν κατ᾿ εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ »ἄρρεν καὶ θῆλυ«. τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ ΙΣ φωνῇ, ἄρρεν δὲ τῇ ΖΑΧΑΡ· καὶ πάλιν γυνὴ μὲν τῇ ΕΣΣΑ φωνῇ, θῆλυ δὲ τῇ ΟΥΝΚΗΒΑ· οὐδέ ἀνήρ, ἀλλ᾿ οἱ μὲν διαφέροντες ἄρρεν οἱ δὲ δεύτεροι θῆλυ. ἀλλὰ καὶ ἐὰν καταλίπῃ ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, κολλᾶται οὐ τῷ θήλει ἀλλὰ τῇ γυναικὶ αὑτοῦ καὶ γίνονται (ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνή) εἰς σάρκα μίαν.

tamen quoniam tetigimus istum locum ubi et illud dicitur: »haec vocabitur mulier, quia de viro suo adsumpta est«, sciendum quia nihil proprium habet quantum ad Graecum [vel ad Latinum] sermonem, ut ideo vocetur mulier, quia de viro suo adsumpta est. propterea legentes Hebraica invenimus originationem istam convenienter positam in Hebraeo. habet autem Hebraicum ita: ΙΣΣΑ (quod intellegitur et mulier [*](3 Gen. 2, 7 — 5 f Vgl. Gen. 2, 20 — 22 — 9 Gen. 1, 27 — 10 — 323, 10 Vgl. F. Field, Origenis Hexapla I, 1, 10. 15 — 25 Gen. 2, 23 14 OYNKHBA KI ἀνκηβᾶ M H 17 ἂν Η 18 τὴν μρα καὶ τὸν πρα Η 20 θήλυ Η 24 ιλλθδ + scriptum L 28 [vel ad Latinum] KI 35 ISSA x* Essa ρ)

v.10.p.323
εἶτα διαγράφων ὂ δεῖ εἶναι ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ θεοῦ, ἐπιφέρει ὁ σωτὴρ τὸ ὥστε οὐκέτι εἰσὶ δύο. καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁομονία ἀνδρός ἐστι πρὸς γυναῖκα <καὶ γυναικὸς πρὸς ἄνδρα>, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ <ὡς> πειθομένης τῷ »αὐτός σου κυριεύσει«, ἀληθῶς ἔστιν εἰπεῖν ἐπὶ τῶν τοιούτων τὸ οὐκέτι εἰσὶ δύο. εἶτ᾿ ἐπεὶ ἔδει τηρεῖσθαι τῷ κολλωμένῳ κυρίῳ τὸ γενέσθαι αὐτὸν πρὸς αὐτὸν »ἕν πνεῦμα«, λέλεκται ἐπὶ τῶν ὑπὸ τοῦ θεοῦ συνεζευγμένων μετὰ τὸ ὥστε οὐκέτι εἰσὶ δύο τὸ ἀλλὰ σὰρξ μία. καὶ ὁ θεός ἐστιν ὁ συζεύξας τὰ δύο εἰς ἕν, ἵνα μηκέτι ὦσι δύο, [*](15—327, 18 Vgl. C v Nr. 21 Or. — 20 Gen. 3, 16 — 23 ff Vgl. I. Kor. 6, 17 16 γε] μὲν C v Nr. 21 enim lat. 18 <καὶ—ἄνδρα> KI, vgl. lat. 19 <ὡς> KI mit C v Nr. 21, vgl. lat. 21 ἀλληθῶς H | εἰπεῖν < Μ 25 κυρίῳ KI mit C v Nr. 21 θεῷ M H | τὸ KI mit C v Nr. 21 τῶ M H 28 τὸ1 < Μ 30 καὶ + ἐπειδὴ C v Nr. 21 3.5 ΜΗΙΣ ΚΙ NHEIC B AINEIE L Eio R G 6 unde + et B 14 addi[di]t Diehl, vgl. gr. 16 <et concentus> Diehl KI, vgl. gr.)
v.10.p.324
<ὅπου> »παρὰ θεοῦ ἁρμόζεται ἀνδρὶ γυνή«. καὶ ἐπεὶ ὁ θεὸς συνέζευξε, διὰ τοῦτο χάρισμά ἐστιν ἐν τοῖς ὑπὸ θεοῦ συνεζευγμένοις· ὅπερ ὁ Παῦλος ἐπιστάμενος ἐπίσης τῷ εἶναι τὴν ἁγνὴν ἀγαμίαν χάρισμά φησι καὶ τὸν κατὰ λόγον θεοῦ γάμον εἶναι χάρισμα, φάσκων· »θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς ἐμαυτόν, ἀλλ᾿ ἔκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως«. οἱ δὲ ὑπὸ θεοῦ συνεζευγμένοι καὶ φρονοῦσι καὶ ποιοῦσι τὸ »οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ὡς καὶ ὁ Χριστὸς τὴν ἐκκληςίαν«. ὁ μὲν οὖν σωτὴρ ἐνετείλατο, ἵν᾿ ὅπερ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωρίζῃ· ἄνθρωπος δὲ χωρίζειν βούλεται ὃ ὁ θεὸς συνέζευξεν, ὅτε ἀποστὰς »τῆς« ὑγιοῦς »πίστεως«, προςέχων »πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν κωλυόντων« οὐ πορνεύειν μόνον ἀλλὰ καὶ »γαμεῖν«, διαλύει καὶ τοὺς φθάσαντας τῇ προνοίᾳ συνεζεῦχθαι τοῦ θεοῦ. ταῦτα μὲν οὖν τηρουμένων τῶν ῥητῶν εἰς τὰ περὶ ἄρρενος [*](1 Vgl. Prov. 19, 11 — 10 I. Kor. 7, 7 — 17 Eph. 5, 25 — 19 Eph. 5,33 — 26 I. Tim. 4, 1—3 1 <ὅπου> παρὰ θεοῦ KI, vgl. lat. παρ᾿ οὖ M H 8 τὸν <Ηa 18 Χριστὸς <ἠγάπησεν> Koe, vgl. lat. 30 ἰδίαν] οἰκεῖαν Μ 10 <homines> Kl, vgl. gr. 18 et < G L)
v.10.p.325
καὶ θήλεος, καὶ ἀνδρὸς καὶ γυναικός, ὡς ἐδίδαξεν ὁ σωτὴρ ἐν τῇ πρὸς τοὺς Φαρισαίους ἀποκρίσει, λελέχθω.

Ἐπεὶ δὲ ὁ ἀπόστολος »εἰς τὸν Χριστὸν« ἐκλαμβάνει »καὶ τὴν ἐκκλησίαν« τὸ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, λεκτέον ὅτι οὐκ ἀπέλυσεν ὁ Χριστὸς τὴν προτέραν (ἵν᾿ οὕτως ὀνομάσω) γυναῖκα αὐτοῦ (τὴν προτέραν συναγωγὴν) κατ᾿ ἄλλην αἰτίαν, τηρῶν τὸ ὃ οὗν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω, ἢ ὅτε ἐπόρνευσεν ἐκείνη ἡ γυνὴ μοιχευθεῖσα ὑπὸ τοῦ πονηροῦ καὶ μετ᾿ ἐκείνου ἐπιβουλεύσασα τῷ ἀνδρὶ καὶ ἀποκτείνασα αὐτὸν ἐν τῷ λέγειν· »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον« <καὶ>· »σταύρου σταύρου αὐτόν«. ἐκείνη οὖν ἑαυτὴν ἀπέστησε μᾶλλον ἢ ὁ ἀνὴρ αὐτὴν ἀπέστειλεν ἀπολύσας· διόπερ ὀνειδίζων αὐτῇ ἀποστάσῃ αὐτοῦ ἐν Ἡσαΐᾳ φησί· »ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾦ ἀπέστειλα αὐτήν;« καὶ ὁ κτίσας γε ἀπ᾿ ἀρχῆς τὸν κατ᾿ εἰκόνα (ὡς »ἐν μορφῇ θεοῦ ὑπάρχων«) ἄρρεν αὐτὸν ἐποίησε καὶ θῆλυ τὴν ἐκκληςίαν, ἓν τὸ κατ᾿ εἰκόνα ἀμφοτέροις χαριςάμενος.

[*](5 ff Vgl. Eph. 5, 31.32 — 18 f Luc. 23, 18 (vgl. Act. 22, 22) 21 — 24 Jes. 50, 1 — 28 f Vgl. Phil. 2, 6 3 ἀποκρίση Η 12 ὃ οὖν ΚΙ, vgl. lat. οὒς M H 16 ἐπιβουλεύουσα ... ἀποκτείνουσα Μ 19 <καὶ> KI Koe, vgl. lat. 25 τὸ <Η 27 ἡμῶν Ηa] 29 ὡς KI ὃς M H 10 <ut—dicam> Diehl, vgl. gr. 13 spiritalem] zu streichen? Kl, vgl. gr. 16 adultera<ta> Kl, vgl. gr. 22 se <L)
v.10.p.326

καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλησίαν κύριος ὁ ἀνὴρ πρὸς ὃν ἦν πατέρα ὅτε »ἐν μορφῇ θεοῦ« ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερουσαλήμ, καὶ ἐκολλήθη τῇ ἐνταῦθα καταπεσούσῃ γυναικὶ αὐτοῦ, καὶ γεγόνασιν ἐνθάδε οἱ δύο εἰς σάρκα μίαν διὰ γὰρ αὐτὴν γέγονε καὶ αὐτὸς σάρξ, ὅτε »ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«, καὶ οὐκέτι γέ εἰσι δύο, ἀλλὰ νῦν μία γέ ἐστι σάρξ, ἐπεὶ τῇ γυναικὶ <ἐκκλησίᾳ> λέγεται τὸ »ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους«· οὐ γάρ ἐστί τι ἰδίᾳ σῶμα Χριστοῦ ἔτερον παρὰ τὴν ἐκκλησίαν οὖσαν »σῶμα« αὐτοῦ »καὶ μέλη ἐκ μέρους«· καὶ ὁ θεός γε τούτους τοὺς μὴ δύο, ἀλλὰ γενομένους σάρκα μίαν συνέζευξεν, ἐντελλόμενος ἵνα ἄνθρωπος μὴ χωρίζῃ τὴν ἐκκλησίαν ἀπὸ τοῦ κυρίου. καὶ ὁ προσέχων γε ἑαυτῷ ὡς μὴ χωρισθῆναι <ἀπὸ τοῦ Χριστοῦ>, θαρρεῖ ὡς μὴ χω-ρισθηςόμενος καί [*](1 ff Vgl. Orig. hom. X, 7 in Jer. (III, 77, 12 ff): καταλείπει »τὸν πατέρα καὶ τὴν μητέρα«, τὴν ἄνω Ἱερουσαλήμ κτλ. — 2 Vgl. Joh. 1, 1 — 3 Phil. 2, 6 — 12 Joh. 1, 14 — 16 I. Kor. 12,27 — 31 Röm. 8, 35 2 πρὸς ὃν ἦν πατέρα Kl, vgl. lat. πρα ὃν ἑώρα M (H) 14 νῦν <H a 16 <ἐκκλησίᾶ> Koe, vgl. lat. 19 Χριστοῦ σῶμα H 20 αὐτῆς M 23 μὴ < 27 τοῦ <H 30 <ἀπὸ τοῦ Χριστοῦ> Koe, vgl. lat. 10 <hic> Koe, vgl. gr. 10 f propter eam Koe, vgl. gr. Propterea x 17 ex membro] lat. las ἐκ μέλους 18 <aliquid> Diehl, vgl. gr. 28 quos] quod R 31 *** Διεηλ KI, vgl. gr.)

v.10.p.327
φησι· »τίς ἠμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;« ἐνταῦθα μὲν οὖν γέγραπται πρὸς τοὺς Φαρισαίους λεγόμενον τὸ ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· λέγοιτο δ’ ἂν πρὸς τοὺς Φαρισαίων κρείττονας· ὃ οὖν ὁ θεὸς συνέζευξεν, μηδὲν χωριζέτω, μήτε ἀρχή, μήτε ἐξουςία· ἰσχυρότερος γὰρ ὁ συζεύξας θεὸς πάντων, ὧν ἂν ὀνομάσαι τις νοήσας αὐτὰ δυνηθῇ.

Μετὰ ταῦτα διαληψόμεθα τὸν τῶν φαρισαίων λόγον ὃν εἶπον τῷ Ἰησοῦ· τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι; εὐλόγως δ’ εἰς τοῦτο παραληψόμεθα τὴν ἀπὸ τοῦ Δευτερονομίου λίξιν περὶ τοῦ τῆς ἀποσταςίας βιβλίου ἔχουσαν οὕτως· »ἐὰν δὲ λάβῆ τις γυναῖκα καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ ὅτι εὗρῃ ἐν αὐτῇ ἄσχμον πρᾶγμα« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐ μιανεῖτε τὴν γῆν ἣν κύριος ὁ θεὸς ὐμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ«. ζητῶ δὲ ἐν τοῖς κατὰ τὸν νόμον τοῦτον, πόερον οὐδὲν πέρα τῆς [*](4 Röm. 8, 38–15 Vgl. Kol. 1, 16–27 Deut. 24, 1–31 Deut. 24, 4 13 κρείττονας + μήτε ἀρχὴ μήτε ἐξουσία, ἐσχυρότερος γὰρ Ηa 21 Ἰησοῦ + ἐν τῷ Η | μωυσῆς Μ)

v.10.p.328
λέξεως χρὴ ζητεῖν ἐν αὐτῷ (ἐπεὶ μὴ ὁ θεὸς ἔδωκεν αὐτόν), ἢ πρὸς μὲν τοὺς Φαρισαίους ἀναγκαίως εἴρηται (χρησαμένους τῷ Μωςῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποσταςίου καὶ ἀπολῦσαι) τὸ ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὐμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. ἐὰν δέ τις ἐπὶ τὸ εὐαγγέλιον ἀναβῇ Χριστοῦ Ἰησοῦ, διδάσκον ὅτι »ὁ νόμος πνευματικός ἐστι«, καὶ τούτουζητήσει τοῦ νόμου πνευματικὸν νοῦν. φήσει δὲ καὶ ταῦτα ὁ θέλων τροπολογεῖον ὅτι, ὥσπερ τῷ Παύλῳ θαρροῦντι ἐφ’ ᾗ εἶχε θείᾳ χάριτι λέλεκται τὸ »γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὀ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθὴναι, μόνον ἐν κυρίῳ. μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν« (ἐν τούτοις γὰρ τῷ »κατὰ τὴν ἐμῆν γνώμην«, ἵνα μὴ καταφρονηθῇ ὡς κενὴ πνεύματος θεοῦ, καλῶς ἐπήγαγε κτὸ »δοκῶ κἀγὼ πνεῦμα θεοῦ ἔχειν«), οὕτως καὶ Μωσεῖ διὰ τὴν δοθεῖσαν αὐτῷ ἐξουςίαν νομοθετεῖν, ὥστε αὐτὸν καὶ πρὸς τὴν σκληροκαρδίαν τοῦ λαοῦ ἐπιτρέψαι τινά, ἐν οἷς ἦν καὶ τὸ ἀπολύειν τὰς γυναῖκας, ἦν ἂν πείθεσθαι, ἐφ’ εἷς κατὰ τὴν [*](13 Röm. 7, 14–18 I. Kor. 7, 39 f 24 δωκῶ Ha 25 τῷ Kl τὸ ΜΗ 30 μωσῆ Μ 35 f τὴν αὐτὴν Μ)
v.10.p.329
αὐτοῦ γνώμην ἐνομοθέτει, ὡς καὶ ἐν τούτοις μετὰ πνεύματος θεοῦ τῆς νομοθεςίας γενομέντης. καὶ ἐρεῖ ὅτι, εἰ οὖν τὶς μὲν νόμος πνευματικός ἐστι, τὶς δὲ οὐκ ἔστι τοιοῦτος, νόμος δέ ἐστι καὶ οὗτος, πνευματικός ἐστι καὶ οὗτος, καὶ ζητητέον αὐτοῦ τὸ πνευματικόν.

Μεμνημένοι δὲ τῶν ἀνωτέρω ἡμῖν λελεγμένων εἰς τὸ τοῦ Ἡσαΐου περὶ τοῦ βιβλίου τῆς ἀποσταςίας ῥητὸν φήσομεν ὅτι ἑαυτὴν ἀπέστησεν ἀνδρὸς τοῦ Χριστοῦν ἡ μήτηρ τοῦ λαοῦ, μὴ λαβοῦσα τὸ τῆς ἀποσταςίας βιβλίον. ὕστερον δέ, ὅτε εὑρέθη ἐν αὐτῇ »ἄσχημον πρᾶγμα« καὶ οὐχ εὗρε »χάριν ἐναντίον αὐτοῦ«, ἐγράφη αὐτῇ βιβλίον ἀποσταςίου. ἀπὸ τῶν ἐθνῶν καλοῦσα εἰς τὴν οἰκίαν τοῦ τὴν προτέραν γυναῖκα ἀποβεβληκότος, τὸ βιβλίον τοῦ ἀποσταςίου δέδωκε τῇ προτέρᾳ ἀποστάσῃ τοῦ ἀνδρὸς νόμου καὶ λόγου. διὸ καὶ αὐτὸς ἀποστὰς ἔγημεν (ἵν’ οὕτως ὀνομάσω) ἑτέραν, δοὺς »εἰς τὰς χεῖρας« τῆς προτέρας τὸ τοῦ ἀποσταςίου βιβλίον· διὸ μηκέτι δύνανται πράσσειν τὰ κατὰ τὸν νόμον αὐτοῖς προστεταγμένα διὰ τὸ βιβλίον τοῦ ἀποσταςίου. καὶ σημεῖον τοῦ εἰληφέναι αὐτὴν βιβλίον ἀποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καποσταςίου τὸ Ἱερουσαλὴμ μὲν καθῃρῆσθαι μετὰ τοῦ κληθέντος ὑπ’ ἐκείνων ἁγιάσματος καὶ τῶν ἐν αὐτῷ πετιστευμένων γεγονέναι σεμ- [*](4 Vgl. Röm. 7, 14–9f S. 325, 24ff–16f. 27 Vgl. Deut.24, 1 3 γινομένης Μ 4 οὖν Koe οὐχὶ ΜΗ 7 οὕτως Ma 35 <καὶ τῶν> Kl nach Koe)

v.10.p.330
νῶν καὶ τοῦθυσιαστηρίου τῶν ὀλοκαυτωμάτων καὶ πάσης τῆς παρ’ αὐτῷ λατρείας. σημεῖον δὲ τοῦ βιβλίου τῆς ἀποσταςίς καὶ τὸμήτε ἑορτάζειν αὐτοὺς δύνασθαι κἂν κατὰ τὸ γράμμα, τοῦ βουλήματος τοῦ νόμου προστάξαντος »ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεὸς« ἑορτάζειν ἀυτούς. ἀλλὰ καὶ τὸ πᾶσαν τὴν συναγωγὴν λιθοβολεῖν τοὺς τάδε ἢ τάδε ἡμαρτηκότας γενέσθαι μὴ δυνάμενον καὶ ἄλλα δὲ μυρία τῶν προστεταγμένων, σημεῖόν ἐστι τοῦ βιβλίου τῆς ἀπολσταςίας, καὶ ὅτι »οὐκ ἔστιν ἔτι προφήτης«, ἔτι· ἀφεῖλε γὰρ (φηςὶ) κύριος »ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ (κατὰ τὸν τοῦ Ἡσαΐου λόγον) ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα« καὶ τὰ λοιπὰ μέχρι συνετοιῦ ἀκροατοῦ.

Δύναται δὲ πρὼτον μὲν εἰληφέναι γυναῖκα τὴν συναγωγὴν καὶ συνῳκηκέναι αὐτῇ ὁ Χριστός, ὕστερον δὲ ἐκείνην μὴ εὑρηκέναι »χάριν ἐναντίον αὐτοῦ«· ἡ δὲ αἰτία τοῦ μὴ εὑρηκέναι αὐ τὴν» χάριν ἐναντίον αὐτοῦ« τὸ εὑρεθὴναι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«. τί γὰρ ἀσχημονέστερον τοῦ (προκειμένου ἀπολῦσαι ἐν τῇ[ ἑορτῇ ἕνα) ἀπολῦσαι μὲν αὐτοὺς [*](7 Deut. 14, 22; 16, 1–9f Vgl. Lev. 24 u. ö. –13ff Vgl. Orig. hom. IV, 2 in Jer. (III, 24, 27 ff): καὶ ἐπεὶ ἔλαβον τὸ βιβλίον τοῦ ἀποσταςίου, διὰ τοῦτο ἐγκατελείφθησαν πάντη κτλ. – 14f Ps. 73, 9 – 16 ff Jes. 3, 1–3 – 17 ff Vgl. Orig. hom. IV, 2 in Jer . – 26 ff Vgl. Deut. 24, 1 – 30 ff Vgl. Matth. 27, 15f 10 <τάδε ἢ> Koe 21 καὶ ἰσχύοντα Kl κατισχύοντα ΜΗ 23 πρῶτον (=α) Diehl Koe ὁ ΜΗ 28 <αὐ> τὴν Kl 32 μὲν <Μ)

v.10.p.331
ἠξιωκέναι Βαραβᾶν τὸν λῃστήν, καταδικάσαι δὲ Ἰησοῦν; καὶ τί ἀσχημονένστερον τοῦ πάντας εἰρηκέναι ἐπ’ αὐτῷ »σταύρου, σταύρου αὐτόν« καὶ »αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον«; πῶς δὲ οὐκ ἂν ἄσχημον καὶ τὸ »τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἠμῶν«; διὸ ἐκδικουμένου αὐτοῦ ἐκυκλώθη »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« καὶ ἐπέστη »ἡ ἐρήμωσις αὐτῆς«, καὶ ἀφείθη αὐτοῖς »ὁ οἶκος« αὐτῶν, καὶ ἐγκατελείφθη »ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὠς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορκουμένη«. κατὰ τὸν αὐτὸν δὲ (οἶμαι) καιρὸν τῇ μὲν προτέρᾳ γυναικὶ ἔγραψεν ὁ ἀνὴρ »βιβλίον ἀποσταςίου« καὶ ἔδωκεν εἰς τὰς χεῖρς αὐτῆς« καὶ ἐξαπέστειλεν »αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«, τὴς δὲ ἀπὸ τῶν ἐθνῶν ἀπαλήλιπται τὸ χειρόγραφον· περὶ οὗ φησιν ὁ ἀπόστολος τὸ »ἐξαλείψας τὸ χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἠμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτὸ τῷ στασυρῷ«. καὶ Παῦλος γὰρ εἰς τὴν ἀπὸ τῶν ἐθνῶν *** προςήλυτοι ἐγένοντο τοῦ Ἰσραήλ. ἐξῆλθε τοίνυν ἡ προτέρα γυνὴ ἡ μὴ »εὑροῦσα χάριν ἐναντίον« τοῦ ἀνδρὸς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον [*](4f Luc. 23, 21. 18 (vgl. Act. 22, 22) – 6 ff Matth. 27, 25 – 9 ff Luc. 21, 20–11 Vgl. Matth. 23, 38 Parr. – 12 Jes. 1, 8 – 18 ff Vgl. Deut. 24, 1 – 23 Kol. 2, 14 – 31 ff Vgl. Deut. 24, 1) [*](6 τὸ 1 <Μ 10 ἐρήμωσης Η 11 ἀυτῆς Η 17 ἔγραψεν Μ w. e. sch. ἔγραφεν Η 27 αὐτῶ Ha 28 *** Hu καὶ ἕτεροι> ρ 29 ἐγίνοντο Η)
v.10.p.332
πρᾶγμα«, ἀπὸ »τῆς οἰκίας« τοῦ ἀνδρός, »καὶ ἀπελθοῦσα« γενένηται »ἀνδρὶ ἐτέρῳ« ᾦ ἐαυτὴν ἁπέταξεν, εἴτε Βαραβᾶν τὸν λῃστὴν κρὴ λέγειν τὸν ἄνδρα (ὄντα τροπικῶς τὸν διάβολον) εἴτε τινὰ δύναμιν πονηράν. καὶ ἐπὶ τινῶν μὲν τῆς συναγωηῆς ἐκείνης συμβέβηκε τὸ πρότερον ἐν τῷ νόμῳ γεγραμμένον, ἐφ’ ἐτέρων δὲ τὸ δεύτερον· ὁ γὰρ ἔσχατος ἀνὴρ ἐμίσηςεε τὴν γυναῖκα »καὶ γράψει αὐτῇ« ποτε ἐπὶ τέλει τῶν πραγμάτων »βι΄λίον ἀποστασίου (τοῦτο οἰκονομοῦντος τοῦ θεοῦ) καὶ δύσει εἰς τὰς χεῖρας αὐτῆς καὶ ἐξαποστελεὶ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ«· ὡς γὰρ »ἔχθεαν« ὁ ἀγαθὸς θεὸς ξήσει »ἀνὰ μέσον« τοῦ ὄφεως καὶ »τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματος« αὐτοῦ, »καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ, »καὶ ἀνὰ οίκονομήσει, ἴνα »μισήσῃ αὐτὴσῃ αὐτῆν ὁ ἀνῆρ ὁ ἔσχατος«.

Εἰσὶ δὲ οἶς συμβέβηκε συνοικεῖν τὸν ἄνδρα μὴ μισήσαντα αὐτοὺς τῷ παραμεῖναι ἐν τῷ οἴχῳ τοῦ ἐσκάτου ἀνδρὸς καὶ λαβάντος αὐτῶν τὴν συναγὴν ἐαυτῷ γυναῖκα. ἀλλὰ καὶ ἐπὶ τούτων ἀποθνᾐσκει ὁ ἔσχατος ἀνύρ, τάχα ἡνίκα ἄν »ὁ ἔσκατος ἐκθρὸς Χριστοῦ καταργηθῇ θάνατος«. ὁπότερον δὲ τούτων ἄν γένηται εἴτε τὸ πρότερον εἴτε τὸ τελευταῖον τῇ γυναικάί, »οὐ δυνήσεται (φησὶν) ὁ ἀνὴρ ὀ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπαναστρέ- [*](1 ff Vgl. Deut. 24, 2 – 11 ff deut. 24, 3 – 17ff Gen. 3, 15 — 22 Deut. 24, 3–29 Vgl. Deut. 24, 3 — 31 I. Kor. 15, 26 – 34 Deut. 24 4 8 συμβέβηκεν Ηa 12 gr;acei Kl gr;afei MH 31 καταργῆ Η)

v.10.p.333
ψας λαβεῖν αὐτὴν τοῦ εῖναι ἑαυτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτήν, ὅτι βδέλυγμα (φησὶν) ἐστὶν ἐναντίον κυρίου τοῦ θεοῦ σου«. ἀλλὰ ταῦτα δόξει μὴ κατάλληλα εἶναι τῷ» ἐὰν ὁ Ἰσραὴλ σωθήσεται«. ὅρα δὲ εἰ δύναται καὶ πρὸς τοῦτο λέγεδθαι ὄτι πάντως, εἰ σωθήσεται, τῷ τὸν ἄνδρα αὐτῆς τὸν πρότερον ἐπανα στρέψαντα »λαβεῖν αὐτὴν τοῦ εἶναι αὐτῷ γυναῖκα μετὰ τὸ μιανθῆναι αὐτὴν« σωθήσεται. ἱερεὺς μὴν οὖν »πόρνην «καὶ»ἐκβεβλημένην« »οὐ λήψεται« ἑαυτῷ γυναῖκα, <ἄλλος> δέ τις οὐ κωλύεται (ὡς ὑποβεβεβηκὼς τὸν ἰερέα) ποιῆσαι τὸ τοιοῦτον. ἀλλ’ ἐὰν περὶ τῆς τῶς τῶν ἐθνῶν κλήσεεως τὸ »πόρνην« ζητῇς, χρήσῃ τῷ »λάβε σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας« καὶ τοῖς ἐξῆς. ὡς γὰρ »οἰ ἱερεῖς ἐν τῷ ἰερῷ τὸ σάββατον βεβηλοῦντες ἀναίτιοί εἰσιν«, οὔτως ἐν καιρῷ λαμβάνων γυναῖκα παονείας νείας ὁ ἐκβάλλων τὴν προτέραν γυναῖκα [καὶ] ἀναίτιός ἐστι, πστι, ποιήσας αὐτὸ κατὰ τὴν πρόσταξιν τοῦ (ὅτ’ ἔδει) εἰπόντος (καὶ ἔως ἐχρῆν) τὸ γυναῖκα »πόρνην οὐ λήψεται«, καὶ (ὅτε εὔλογον ἦν) φήσαντος» λάβε σεαυτῷ γυναῖκα πορνείας«. ὡς γᾶρ «κύριός ἐστι τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου« καὶ οὐ δοῦλος τοῦ σαββάτου ὡς ὁ λαός, οὔτως κύριός [*](5 Röm. 11, 25 f – Deut. 24, 4 — 13f Vgl. Lev. 21 14 — 19.30 Hos. 1,2 — 21 Matth. 12, 5 — Vgl. Lev. 21, 14 — 33 Vgl. Matth. 12, 8 Parr. 1 αὐτῶ Μ 1. 11 τοῦ Diehl Kl τῶ ΜΗ 15 <ἄλλος> Hu 26 [καὶ] Kl 27 ὅτ’ ἔδει Κl ὄτι δεῖ ΜΗ 30 φήσαντος Κl φησὶ τὸ ΜΗ)
v.10.p.334
ἐστιν ὁ τὸν νόμον διδοῦς διδόναι μὲν «ἄχρι καιροῦ διορθώσεως« καὶ ἀλλάσσειν νόμον, ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς διορθώσως καὶ ιδόναι μετὰ τὴν προτέραν ὁδὸν καὶ μετὰ τὴν προτέραν καρδδίαν »ὁδὸν ἐτέραν καὶ καρδίαν ἐτέραν« »καιρῷ δεκτῷ« »καὶ ἐν ἡμέρᾳ σωτηρίας«. καὶ ταῦτα μὲν κατὰ μέεν διήγησιν λελέχθω εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον.

Ζητήσαι δ’ ἄν τις, εἰ δύναται ἡ ἀνθρωπίη ψυκὴ τροπικῶς λέγεσθαι γυνὴ καὶ ὁ προἱ στάμενος αὐτῆς ἄγγελος καὶ ἄρχρων αὐτῆς (πρὸς ὅν »ἡ ἀναστροφὴ« γίνεται αὐτῆς κατακυριεύοντα αὐτῆς) ἀνήρ, ὠς κατὰ τοῦτο ἔκαστον νομίμως συνοικεῖν τῇ ψυχῇ τῇ ἀξίῳ προστασίας θείου ἀγγέλου. γένοιτο δ’ ἄν ποτε καὶ μετὰ τῆν ἐπὶ πλεῖον διατριβὴν καὶ συνοίκησιν αἰτάς ἐν ψυχῇ τοῦ μὴ εὐρίσκειν »χάριν ἐναντίον« τοῦ κυριεύοντος καὶ ἄρχοντος αὐτῆς ἀγγέλου τὸ εὑρίσκεσθαι »ἐν αὐτῇ ἄσχημον πρῆγμα«, καὶ γράφοιτο ἄν ὡς γράφεται χειρόγραφα, γράφοτιο δὲ »βιβλίον ἀποστασίου«, διδόμενον »εἰς τὰς χεῖρας« τῆς ἐκβαλλομένης, ἵνα μηκέτι οἰκεία ᾖ τοῦ προτέρου προστάτου ἡ ἐξαπσοτελλομέενη »ἐκ τῆς οἰκίας αὐτοῦ«. καὶ γένοιτο δ’ ἄν ἡ »ἀπελθοῦσα« ἀπὸ τῆς προτέρας οἰκίας »ἐτέρῳ« [*](2 Hebr. 9, 10 – Vgl. Act. 6, 14? – 6 Jer. 39, 39 — 7 Jes. 49, 8— 16f Vgl. Gen. 3, 16 — 23ff vgl. Deut. 24, 1 — 32 ff Vgl. Deut. 24, 2 2f καὶ ἀλλάσσειν νόμον ~ hinter διορθώσεως Ζ. 4? Κl 18 τοῦτο] τοῦ Η | 1. ἐκάστῃ ? Koe 21 καὶ <Η)

v.10.p.335
ἀνδρὶ καὶ ἀτυχήσαι ἄν παρ’ αὐτῷ, οὐ μόνον ὡς ἐπὶ τοῦ προτέερου μὲ εὐρίσκουσα »χάριν« ἐνώπιον ἀυτοῦ τῷ εὑρίσκσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα«, ἀλλὰ καὶ μισουμένη ὑπ’ αὐτοῦ. καὶ γράφοτο δ’ ἄν καὶ ἀπὸ τοῦ δευτέερρου αὐτῇ »βιβλίον ἀποστασίου« καὶ διδοῖτο ἄν »εἰς τὰς χεὸρας αθτῆξς« ἀπὸ τοῦ ἐσχάτου ἀνδρὸς ἐξαποστέλλοντς δύναται νενέσθαι μετάστασις ζωῆς τῆς σὺν ἀνθρώποις ἀγγέλων, ὠς τοιοῦτον εἶναι καὶ τὸν αὐτῶν (ὄσον πρὸς τὴν καθ’ ἡμᾶς σχέσιν) θάνατον, τολμηρῶς μὲν πλὴν ὄμως ζητήσαι τις ἄν. ὄπως δ’ ἄν γένηται, ἡ ἄπαξ ἀποπεσοῦσα προτέερου ἀνδρὸς οὐκ ἐπανελεύσεται πρὸς αὐτόν· »οὐ« γὰρ »δυνήσεται ὁ ἀνὴρ ὁ πρότερος ὁ ἐξαποστείλας αὐτὴν ἐπανστρέφας λαβεῖν αὐτὴν τοῦ εἶναικ αὐτῷ γυνῖκα μετὰ τὸ μιανθῆάι μιανθῆναι αὐτήν«. εἰ δὲ χρὴ τ΄λμήσαντα καὶ ἀπό τινος φερομέενης μὲν ἐν ταῖς ἐκκλησίαις γραφῆς, οὐ παρὰ πᾶσι δὲ ὁμολογουμένης εἶναι θεείας, τὸ τοιοῦτον παραμυθήσασθαι, ληφθείη ἄν τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἄμα τὸ ἀπὸ τοῦ Ποιμένος περί τινων ἄμα μὲν τῷ πιστεύειν ὑπὸ τῷ Μιχαὺλ γινομένων, διὰ δὲ φιληδονίαν ἀποπιπτόντων ἐκείνου καὶ γινομένων ὑπὸ τὸν τὴς τουφῆς, εἶτα ὐπὸ τὸν τῆς τιμωρίας, μεθ’ ὅν ὑπὸ τὸν τῆς [*](3 f Vgl. Deut. 24, 1 – 6 ff Vgl. Deut. 24, 3 – 29 ff vgl. Hermas Sim. 8, 3, 3. Vgl. Harnack TU. 42, 4, 34 1 ἀτυχήσαι Κοε ἀτυκήση Μ Η 4 τῷ Κl τοῦ ΜΗ 25 τῆ ἐκκλησία Η 31 γενομένων Μ 33 τὸν 1] τῶν Η)
v.10.p.336
μετανοίας. ὁρᾷς γὰρ ὄτι οὐκέτι μὲν ἐνπανέρκεται ἐπὶ τὸν πρῶτον ἄρχοντα ἡ ἄπαξ τρυφήσαὶ μετὰ τιμωίας ὑπό τινα ὐποδεέστερον γίνεται παρὰ τὸν Μιχαήλ. ὑποδεέστερος γὰρ ἐκείνου ὁ τῆς μετανοίας. προσεκτέον οὖν ἡμῖν μήποτε εὑρεθῇ ἐν ἡμῖν »ἄσχημον πρᾶγμα«, καὶ μὴ εὔρωμεν »χάριν« ἐνώπιον ἀνδρός, τοῦ χριστοῦ ἥ τοῦ τεταγμένου ἐφ’ ἡμὶν ἀγγέλου· ἐὰν γὰρ μὴ προσέχωμεν, τάχα καὶ ἡμεῖς τὸ βιβλίον τοῦ ἀποστασίου ληψλομεθα, καὶ ἤ χηρεύσομεν προστάτου στάτου ἤ ἐπὶ ἄνδρα ἔτερον ἐλευσόμεθα —ἐγὼ δὲ ἠγοῦμαι ὅτι οὐκ αἴσιον τοῦτο (ἴν’ δὲ ἠγοῦμαι ὄτι οἰκ μάσω) — ληψόμενοι ἀγγέλου [ς] πρὸς τὴν ἡμετέραν ψυχὴν γάμον.

Γενόμενος δὲ κατὰ τὸν τόπον εἴποιμ’ ἄν ὄτι ζητούμενόν τι κατὰ τὴν τοῦ ἀποστόλου περὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων νομο θεσίαν τάχα ἤδη νοῆσαι καὶ σαφῶς παραστῆσαι (δύσλητον καὶ δυσθεώ ωρητον ρητον τυγχάνον) δυνησόμεθα. οὐδένα γὰρ τῶν ἀπὸ τῆς ἐκκλησίας ὑπεροχήν τινα παρὰ τοὺς πολλοὺς ὡς ἐν συμβόλοις άνειληφότα βούλεται ὁ Παῦλος δευτέρου πεπειβᾶσθαι νάμου. πεερὶ μὲν γὰρ ἐπισκόπων νομοθετῶν ἐν τῇ πρὸς τιμόθεον προτέρᾳ φησίν· »εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. [*](8ff Vgl. Deut. 24, 1 — 33 I. Tim. 3, 1—2 1 1. μετανοίας <ἄγγελον> mit Koe, vgl. Hermas Sim. 5, 7 4 καὶ <Μ 12 προσέχομεν Μ 17 f τοῦτο <ν>. . . ἀγγέλου [ς] Ηu 29 ἀνειληφότων ? Diehl)

v.10.p.337
δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα« καὶ τὰ ἑξῆς. περὶ δὲ διακόνων »διάκονοι« φησὶν »ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκονων« καὶ τὰ λοιπά. καὶ χήρας δὲ καθιστὰς »χήρα« φησὶν ἔστω »μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή«, καὶ μετὰ ταῦτά φησι τὰ ἐπιφερόμενα ὡς τούτου δεύτερα καὶ τρίτα. ἐν δὲ τῇ πρὸς Τίτον »τούτου« φησὶ »χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστὰ« δηλαδὴ καὶ τὰ ἑξῆς. ἐπηποροῦμεν δή, ὁρῶντες δυνατὸν εἶναι β ελτίους πολλῷ τυγχάνειν τινὰς διγάμους μονογάμων, τί δήποτε οὐκ ἐπιτρέπει ὁ Παῦλος διγάμους εἰς τὰς ἐκκλησιαστικὰς καθίστασθαι ἀρχάς· καὶ γὰρ ἐδόκει μοι ζητήσεως ἄξιον εἶναι τὸ τοιοῦτον, τῷ ἐνδέχεσθαι ἀτυχήσαντά τινα περὶ δύο γάμους, ἔτι νέον ὄντα ἀποβαλόντα τὴν δευτέραν, ἐγκρατέστατα καὶ καθαρώτατα βεβιωκέναι παρὰ τὸν λοιπὸν μέχρι γήρως χρόνον.

Τίς οὖν οὐκ ἂν εὐλόγως ἐπαπορήσαι, τί δή ποτε ζητουμένου τοῦ [*](4 Ι. Tim. 3, 12 – 8 I. Tim. 5,9 – 13 Tit. 1, 5–6 19ff Vgl. Harnack TU. 42, 4, 121 A. 1. 140 – 19 – 338,7 Vgl. Hieron. in Tit. 1,6 8 χήρα + δὲ Μ 9 ἐλάττων Μ 11 τοῦτο Η 15 κατὰ στήσις Η 21 τυγχάνει Η 32 ἐπαπορήσαι Κl ἐπαπορήσει Μ 32 ἐπαπορήσαι Kl ἐπαπορήσει Μ ἐπαπορή Η 33 του Diehl)

v.10.p.338
ἄρξοντος τῆς ἐκκλησίας τὸν μὲν τοιόνδε δίγαμον οὐ καθίσταμεν διὰ τὰς <περὶ> τοῦ γάμου λέξεις, τὸν δὲ μονόγαμον καὶ (εἰ τύχοι) μέχρι γήρως συμβιώσαντα τῇ γυναικὶ κρατοῦμεν ἄρχοντα, ἔσθ' ὅτε μηδὲ γυμνασάμενον εἰς ἁγνείαν καὶ σωφροσύνην; ἐκ δὴ τῶν εἰρημένων εἰς τὸν περὶ τοῦ βιβλίου τῆς ἀποστασίας νόμον ἐφίστημι μή ποτε, ἐπεὶ σύμβολόν ἐστὶ καὶ ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος καὶ ὁ διάκονος ἀληθινῶν κατὰ τὰ ὀνόματα ταῦτα πραγμάτων, ἐβουλήθη αὐτοὺς συμβολικῶς μονογάμους καταστῆσαι, ἵν' ὁ δυνάμενος ἐπιστῆσαι τοῖς πράγμασιν εὕρῃ ἐκ τοῦ πνευματικοῦ νόμου ἀνάξιον ὄντα ἀρχῆς ἐκκλησιαστικῆς ἐκεῖνον, οὖ ἡ ψυχὴ οὐχ »εὖρε χάριν ἐναντίον« τοῦ ἀνδρὸς αὐτῆς τῷ εὑρῆσθαι »ἐν αὐτῇ ἄσχημον πρᾶγμα« καὶ ἀξίαν αὐτὴν γεγονέναι τοῦ τῆς ἀποστάσεως βιβλίου. δευτέρῳ γὰρ παρὰ τῷ τοιούτῳ μισηθεῖσα οὐκέτι δύναται μετὰ τὸ δεύτερον βιβλίον τοῦ ἀποστασίου ἐπανελθεῖν ἐπὶ τὸν πρότερον ἄνδρα. εἰκὸς μὲν οὖν καὶ ἄλλους παρὰ τοῖς πολλῷ ἡμῶν σοφωτέροις καὶ μᾶλλον βλέπειν τὰ τηλικαῦτα δυναμένοις εὑρεθήσεσθαι λόγους, εἴτε εἰς τὸν περὶ τοῦ τῆς ἀποστσίας βιβλίου νόμον εἴτε εἰς τὰ ἀποστολικὰ κωλύοντα διγάμους ἄρχειν τῆς ἐκκλησίας ἢ προκαθέζεσθαι προτε- [*](19f Vgl. Deut. 24, 1ff 3 <περὶ> Koe 5 συμβιώσαντα Kl συμβιῶσαι Μ Η 7 ἀνδρείαν Μ 13 ἐβουλήθη <ὁ Παῦλος> Koe 16 πράγμασϊ Μ 32 εἴστε εἰς Μ)
v.10.p.339
τιμημένους ἐν αὐτῇ. ἡμεῖς δέ, ἕως εὑρεθῇ τὰ κρείττονα κὰ δυνάμενα τῇ τοῦ τῆς γνώσεως φωτὸς πολλῇ ὑπεροχῇ ἀμαυρῶσαι τὰ ὑφ' ἡμῶν εἰρημένα, εἴπομεν τὰ ὑποπεσόντα εἰς τοὺς τόπους ἡμῖν.