Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ

[*](3 Vgl. II. Kor. 4, 18 — 8ff Joh. 17, 14. 16 — 14 Joh. 17, 21 vgl. 23 — 19f Vgl. Joh. 10, 36 — 21 Röm. 1, 8ff 3 τὰ2] διὰ Μ 6 αὐτῶ Μ 8 τὸ <δὲ> λ 9 ἶσον Μ Η 31 φφ Κοe vermutet: εἰ δὲ οὐαί <ἐστι τῷ κόσμῳ> ἀπὸ τῶν σκανδάλων <τουτέστι> τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις, ὧν καὶ κτλ. 28 est x* <ρ)

v.10.p.238
τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ »ἐκ τοῦ κόσμου« μὴ σκοποῦντες »τὰ βλεπόμενα« καθὼς οὐδὲ ὁ διδάσκαλος »ἐκ τοῦ κόσμου« ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ »ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν »ἐκ τοῦ κόσμου« σμου« διὰ τὸ ἀγαπᾶν »τὸν κόσμον« καὶ »τὰ ἐν αὐτῷ« (λέγω δὲ τὴν ἐν τῷ χρήματα ἤ κτήματα ἤ ὁποιανποτοῦν περιουσίαν),ὡς μὴ ἁρμόζειν αὐτῷ 20 τὸ »ἐκ τοῦ κόσμου οὐκ εἰσίν«, ἀληθῶς ὡς »ἐκ τοῦ κόσμου« ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκαν δάλων συμβήσεται αὐτῷ. ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτον μὴ ἔστω φιλόζωος, ἀλλὰ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· »ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ«· [*](4. 14 Joh. 17, 14. 16 — 6 Vgl. II. Kor. 4, 18 — 10 Psal. 118, 165 — 15 Vgl. I. Joh. 2, 15 — 20f Joh. 17, 14. 16 — 31 Gal. 6, 14 11/12 νόμον τοῦ θεοῦ] θν Μ 20/21 ἀληθῶς Kl, vgl. lat. ἀλλ' ΜΗ 11 nomen dei] legem tuam B 30 nostri] mei G)
v.10.p.239
οἱ γὰρ »ὄντες ἐν τῷ σκήωει« ἅγιοι στενάζουσι »βαρούμενοι« ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυστηρίῳ, ὅτι »μετασχηματίσει« ὁ θεὸς οὐ πάντων »τὸ σῶμα τῆς ταπεινώσεως«, ἀλλὰ τῶν Χριστῷ γνησίως μαθητευομένων. εἰς τὸ γενέσθαι αὐτὸ »σύμμορφον <τῷ σώματι> τῆς δόξης« τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριτοῦ μαθητῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ' οὐχ ἅψεται τῶν οὐκέτι »ἐκ τοῦ κόσμου«. εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ θεοῦ συγκαταβάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστίον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ' ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον.

[*](4ff II. Kor. 5, 4 — 9ff Phil. 3, 21 — 22 Vgl. Joh. 17, 14 (11) 5 βαρυνόμενοι Μ 13 <τῷ σώματι> Ηu 19 τῶν σκανδάλων < Μ 20 ἐὰν Kl, vgl. lat. ἵνα Μ Η 28 ἔρ- χεται Μ 12/13 corpori Koe 17 — 22 Christi (nam — mundo), sic] Christi *** (nam — mundo). si[c] Diehl. vgl. gr.)
v.10.p.240

Καὶ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι' ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάνδαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζητοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑρίσκει πολλάκις μὲν τοὺς πάντη ξένους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ »Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως« ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ' ἄν τις ὥσπερ πραγματείαν πακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου

[*](22 Matth. 11, 22 Par.)[*](3 εἶναι] τινὰ μὲν Μ 10 θεοσεβείας las lat.? 27 — 31 ? 35 τὸ < Μ)[*](1 est enim L 15 est y* < L | contingit μ contigit x 24/25 <signa —et> Kl nach Diehl Koe, vgl. gr. 25 correct(a)e y (Pasch))

v.10.p.241
παραστήσεις τὸ »ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ« καὶ τὰ ἐξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλίσαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέγραπται εἶναι περὶ τοῦ σκανδαλίζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐν <ε> νοοῦ- »εἰς τοὺς ἀδελφοὺς καὶ«τύπτειν »αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν«, ἵνα μὴ »εἰς χριστὸν« ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρα »γνώσει« ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’ οὕς »χριστὸς ἀπέθανεν« ἐφ’ οἶς »εἰς χρστὸν« ἁμαρτάνοντε τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι’ ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.

Μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ-

[*](7ff Matth. 18, 6 – 20ff Vgl. I. Kor. 8, 11f 19f ταῦτα — ἐφυλαξάμεθα ἂν] z. T von lat. in Z. 4f vorausgenommen, um „eine große P:eriode“ zu bilden Koe 19/20 ἐν <ε>νοοῦμεν Kl, vgl. lat. 34 ἀγάπης Μ 4 haec < B 4/5. 19 intellexerimus B 10 in] a G L 19 si < G a B L)
v.10.p.242

κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ· »ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα« (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνητὸν ἀποθνῇσκειν καὶ ἀνένδεκτον αὐτὸ μὴ ἀποθανεὶν, καὶ ἀνάγκη τρέφεσθαι τὸν ἐν σώματι — ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν —, οὕτως ἀνάγκη <ἐλθεῖν τὰ σκάνδαλα> καὶ ωἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα«, ἐπεὶ ἀνάγκη καὶ προϋφστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτονν γὰρ ἐστιν ἄνθρτωπον εὑρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρετήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κακία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι [*](3. 11 Luc. 17, 1 5/6 τὸ . . .αὐτὸ]l. τὸν . . .αὐτὸν? Kl 8 ἐν] + τῶ Μ 10 <ἐλθεῖν νίοις Κl, vgl. lat. αݲνݲοݲιݲςݲ M H 18 ἄνθρωπον <Μ 31 πάντως Ηu πάντας Μ Η 1 vernire] ut veniant L Pasch 5 mortale Koe, vgl. gr. Mortalem x (Pasch))

v.10.p.243
κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνάμεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ <οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται< μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγμη δὲ διὰ τοῦδέ τινος. διόπερ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατασκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώπους ζητοῦντα δι’ ὧν ἔλθῃ· ὡς γὰρ »ὁ θεὸς θάνατον οὐλ ἐποίησεν«, οὕτως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.

[*](18ff Vgl. Hieron. in Matth. 138 E: cum necesse sit in i sto mundo fieri 28f Vgl. Orig. hom. XIX (XVIII), 14 in Jer. (III, 172, 2f): οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς 10f <οἱ — ἐξοργίζονται> Diehl, vgl. lat. 18 ὡς] ῥχη? Μ 19 προιαιρουμένῃ Kl προαιρουμένη Μ Η 22 τινὰ Ηu τινὰς Μ Η 23/24 ζητοῦντα ἀݲνݲοݲυݲςݲ Μετὰ 15 scandala venire necesse est L 19 venerint ρ venerit x 28 proprii in] proprium B 29 nolen <tibu>s Kl, vgl. gr. pro virtute suscipere L)
v.10.p.244

[*](17 Matth. 5, 27f — 23 Matth. 5, 29f 2 vel] et G 6 vel] aut y 21 in] de B 23 manus] + tua Pasch 32 veniunt] + idem R + idest G c s. l. 33 homini y* hominem L)
v.10.p.245

Καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὁ ὀφ θαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως »εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ ἔχω«. εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ ὁφθαλμός· »χρείαν σου οὐκ ἔχω«, καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καἲ κεφαλήτις εἴη μακαρία καὶ πόδες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τηροῦσα »ἡ κεφαλὴ τοῖς ποσὶν« εἰπεῖν· »χρείαν ὑμῶν οὐκ ἔχω«. εἰ μέντοι τις εὐρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφαλὴ τῷ τοιούτῳ ποδί· »χρείαν σου οὐκ

[*](11 Jac. 1, 12 – 19. 25ff. 32f. 36 I. Kor. 12, 21 23 τι Kl nach lat. τὸ M H 34 εὑρεθείη] + in ecclesia lat.; gr. läßt auch S. 246f die “Kirche“ fort 24 <manus> Kl nach Diehl vgl. gr. 29 capiti G L)

v.10.p.246
ἔχω((, καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’ αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διασοθέν- τος τοῦ σκανδάλοθἐπὶ<ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε- νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι <τῆς κεφαλῆς> Χριστοῦ καὶ τοῦ ὄλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ- μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε- λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοὺ ὀφθαλμοῦ σω- θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ’ αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.

[*](13f. 25f Vgl. Eph. 1, 22 u. ö. 3 ἐλθεῖν H 7<ὅλον τὸ σῶμα> Diehl Kl, vgl lat. 13 <τῆς κεφαλῆς> K1 Koe, vgl. lat. 21 βεβλαμένου H 22 βεβλαμ- μένον<H 23 πυρός] danach in MHder A bswatz σύναται-σωθῶμεν S. 248, 22 _ 249, 32, umgestellt nach lat. von Kl 5 scandalizante Pasch scan- dalizanti x | toti B 14 corpori x 20 oculo illo B 21 mitti y* mittat L 24 intenebricatam ρ intenebricatum x 28 dici] + éé L)
v.10.p.447

Δυνατὸν δὲ τοῖς ῥητοῖς τού- τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά- των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἴν’ οὕτως ὀνομάσω) ξιλικῆς μελῶν ἡμῶν νενο- μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω- μεν γὰρ ἀφ’ ἑαυτῶν, ὡς χεῖρα ἢ πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πρὰττειν θέλοντας καὶ υἱὸν ἢ θυγα- τέρα (τὸ ὅσον ἐφ’ ἑαυτοῖς) ἀφιστάν- τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ ἀφιστάν- στοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν ))γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς(( σκόνδαλα ἡμῶν γίνων- ται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ ἑαυ- τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους

[*](5—12 Vgl. C 1 Nr. 207 Or. (?): οὐ τὰ μέλη ἐκκόπτειν διδασκόμεθα, ἀλλὰ τὰ πάθη τῶν μελῶν καὶ τοὺς εἰς τόπον μελῶν φίλους, εἰ καὶ ἐπιχειροῦσι τῷ (1. τοῦ ?) σκανδα— λίζειν. — Vgl. Π 203, 1—3 An.: τινὲς δὲ ὑπερβολικῷ φασιν ἐχρήσατο ῥήματι, διδάσκων ὅτι εἰ καλέσοι καιρὸς δεῖ καὶ σώματος ἀφειδῆσαι, ἵνα μὴ τὴν ψυχὴν βλάψω- μεν, μήτι γε φίλων καὶ οἰκείων κτλ. — Vgl. Hieron. in Matth. 139 C: itaque non frater, non uxor, non filii, non amici, non omnis affectus qui nos excludere potest a regno caelorum, amori domini praeponatur. — Vgl. Hieron. hom. in Matth. 17, 7ff (Anecdota Maredsolana III, 2, 375, 3ff): sciendum quoniam possit et aliter interpretari . . . si te carorum nomina, pater, mater, frater . . . scandalizant etc. — 18 Vgl. Röm. 8, 35? — 20f Vgl. Deut. 13, 6 12/13 ἐκκόψωμεν υ ἐκκόψομεν MH 17 ἑαυτῆς Η | ἐφιστάντας Η 24<et expellamus> Diehl, vgl.gr.)

v.10.p.248
ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ »οὐ μι- σεῖ τὸν πατέρα καὶ τὴν μητέρα« καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί- βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι- στόν, οὖτος οὐκ ἔστιν ἀφιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός <τις> σώζεται (μὴ σωζο- μένου αὐτῷ τοῦ πατρὸς <ἢ τῆς μη- τρός> ἀλλ’ ἐκείνων μὲν ἀπολλυμένων αὐτοςῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἐαυτοῦ οἰκίας εκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ <μετὰ τοιούτου ὀφθαλμοῦ> δύο ὀξθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’ οὕτως ὁνομλάσω) <πρακτικὸν καὶ> πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὲρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ σκανδαλίζων ὀφθαλμός· [*](1 Vgl. Luc. 14, 26 — 5 Vgl. Phil. 3, 8 — 31 Psal. 118, 48 2 καὶ 1] ἢΗ 7γε Kl τε MH 12<τις> Koe, vgl. lat. 13 <ἢ τῆς μητρός> Kl, vgl. lat. 15 ἵνα]+μὴ Μ 17 μονόμα- sicut sine L 17 quis x* qui ρ τος H 20 <μετὰ—ὀφθαλμοῦ>Diehl Kl Koe, vgl. lat. 23. 25 ἀμαρτηκὼς Μ 24<πρακτικὸν καὶ> Kl, vgl. lat. und Hu 2 et1 x out 2 8 in < L 9 <quis> Diehl, vgl. gr. 12 sine] sicut sine I. 17 quis x* qui?)
v.10.p.249
ἅτινα κρεῖττον ἀποβαλεῖν <κακὰ ὄντα> καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ- σελθεῖν εἰς τὴν ζωὴν *** οἱονεὶ χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢΗ μετ’ ἐκείνων τὴν ὅλην ὀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοὶς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν *** ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς <σκανδαλιζούσης>, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω- θῶμεν.

Ὁρᾶτε μὴκαταφρονή- σητε ἑνὸς τῶν μικρῶν τούτων. [*](2 Psal. 122, 1 — 5 Psal. 118, 59 12 <κακὰ ὅντα.> Diehl Koe. vgl. lat. 14 *** Koe, vgl. lat. 15 μονό- ματον H 25 *** DiehlKlKoe,vgl.lat. 29<σκανδαλιζούσης> DiehlKlKoe,vgl.lat. 12 abscindere μ 20 iny*<L 25 est + ut G 31f lat. versteht anders 36 in caelis<B)

v.10.p.250
δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω- πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὠς τινὶς μὲν αὐτῶν εἶναι μικροὺς ἐτέρους δὲ μεγάλους καὶ ἄλλους <τοὺς> μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαξορὰς ἐπὶ πλεῖον καὶ ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα- εύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαὶς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν’ οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς<ἄλλα>ἀνάλογον τοῖς σωματικοὶς τὴν μεταξύτητα. ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταζύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυλχάνειν· καὶ ἔστιν ἐκ τοῦ ἐφ’ ἡμῖν ἤτοι προκόπτειν τῇ

[*](20ff Vgl. Orig. tom. XX, 2 in Joh. (IV, 327, 19ff): καὶ σαφές γε ὅτι τὸ μὲν σπέρμα τινὸς ἔχει τοὺς λόλους τοῦ σπείραντος ἐν ἑαυτῷ ἔτι ἡσυχάζοντας καὶ ἀποκειμένους. . . ἐπεὶ δὲ ἀπὸ ἥθους κρίνεται καὶ ἔργων τὰ τέκνα τοῦ Ἁβραάμ, μήποτε ἀπό τινων σπερματικῶν λόγων, συγκαταβαλλομένων τισὶν ὡς οἶμαι ψυχαῖς, δεῖ χα- ρακτηρίζειν τοὺς ὄντας σπέρμα τοῦ Ἀβραάμ. - 29 Vgl. Luc. 2, 52 6 αὐτῶν<H 8<τοὺς> Koe 10 ὄντων]τῶν Μ 15 f τὴν (ἵν’ οὕτως εἴπω)] τὴν οὕτωςΗ 16μεγαλότητα]vgl. S. 259, 9 μεγαλειότητα Μ 18 <ἄλλα> Diehl 29 τοῦ Kl, vgl. Z. 25 τῶν ΜΗ 3 non oportet contempnere L 5 <hominum> Diehl Koe, vgl. gr. 22 alter autem] alius autem Luc 24 esse<B 26 <velmediocrem> K1 nach Diehl Koe, vgl. gr.)

v.10.p.251
ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἣ μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ »ὁ Ἰησοῦς προέκπτεν«. ὡς γὰρ ἐκ τοῦ ἐφ᾿ ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ »ἐν σοφίᾳ« προκοπὴ »καὶ χάριτι«, οὕτως καὶ ἐν »ἡλικίᾳ«· καὶ ὁ ἀπόστολος· »μέχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ«. καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτο[ν] τέλειον, »κατὰ τὸν ἔσω ἄνθρωπον« νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα »τὰ τοῦ νηπίου« καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ᾿ ὑποληπτέον εἶναί τι καὶ μέτρον πνευματικῆς ἡλικίας, ἐφ᾿ ὃ ἡ τελειοτάτη δύνται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ᾿ ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης | καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ [*](7 Luc. 2, 52 – 10 Vgl. Luc. 2, 52 – 12. 27 Eph. 4, 13 – 16 Vgl.) Röm. 7, 22 – 19 I. Kor. 13, 11 – 28 Vgl. Luc. 1, 46 [*](16 τοῦτο[ν] Diehl, vgl. lat. 27 ἐφ᾿ ὧ Μ 28 ψυχὴ + et lat. 29 μεγάλη γίνεσθαι] magnificatur a deo lat.) 30 οὕτως οὖν] kürzt gegen lat. [*](1 statura Gc. r. 3 in x* <μ 3–6 suscipiente . . . crescent B 27 proficit <perfecta> Diehl, vgl gr. 32 <Isaac et> Kl Koe)
v.10.p.252
γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ »ἔσται μέγας«. μεκροὶ δὲ τὰ »ἀρτιγέννητα βρέφη« <ἐν Χριστῷ *** »ἀρτιγέννητα βρέφη«>, »λογικὸν ἄδολον γάλα« ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λεγομένων τιθηνῶν δέονται καὶ τροφῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως· »καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦςι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχαυσαι αὐτῶν τροφοί σου«. ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγγελοι αὐτῶν οἰ ἄγοντες αὐτούς εἰσιν »ἐν κόλπῳ«, ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν »ὤμων« αἴροντες τὰς λεγομένας »θυγατέρας«, καὶ ἀπὸ τούτων εἰσὶ »τιθηνοὶ« μὲν οἱ λεγόμενοι »βασιλεῖς«, »τροφοὶ« δὲ αἰ ὀνομαζόμεναι »ἄρχουσαι«. καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὐπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ´ οἶμαι καὶ Μωςέα, πιστεύοντα ἐν τῇ τῶν μεγάλων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ »ὁ ἄγγελός μου προπορεύ- [*](2 Vgl. Luc. 1, 32 – 4. 7 I. Petr. 2, 2 – 8 ff (lat.) Vgl. l. Kor. 3, 1 – 3 — 15 Jes. 49, 22f – 22f Vgl. Jes. 49, 22f – Ex. 32, 34 vgl. 33, 14 1 Γαβριὴλ Hu, vgl. lat. σηρ ΜΗ 5 – 7 ἐν—βρέφη Kl nach Diehl, vgl. lat. 20 καταφρονήσετε Η 21 μικρῶν + τούτων λ 29 ὑπὸ] ἐπὶ Μ)
v.10.p.253
σεται ὑμῶν« τὸ »εἰ μὴ αὐτὸς συμπορεύῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν«· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ »κληρονόμος« — ᾗ »νήπιος« δὲ ὡς μηδὲν διαφέρων »δούλου« (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι — τὸ τῆς »δουλείας εἰς φόβον« ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς »δουλείας«, ἤδη δὲ τὸ τῆς »υἱοθεςίας«, ὅτε »ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον«, δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρευβάλλειν λέγεται ὁ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν« καὶ ῥύεσθαι »αὐτούς«. ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι »δουλείας [τῶν] εἰς φόβον« ἀγομένων (ἐπεὶ »παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐτούς«), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ »μετ’ αὐτοῦ εἰμι ἐν θηίψει«). καὶ ὅσον μέν ἐσμεν ἀτελελῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰακὼβ τὸ »ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ [*](1 Ex. 33, 15 – 4 f Vgl. 4, 1 – 7ff. 20 Vgl. Röm. 8, 15 – 13 I. Joh. 4, 18–16. 21 Psal. 33, 8 – 18–27 Vgl. Cv Nr. 19 Or.:… οὗτοι οἱ μικροὶ ὠς ἄν ἔτι φοβούμενοι θεὸν καὶ οὔπω ἀγαπῶντες ὑπὸ φρουροῖς ἀγγέλοις εἰσί (παρεμβαλεῖ γὰρ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν«), οἱ δὲ μεγάλοι ὑπ’ αὐτῷ τῷ κυρίῳ (περὶ γὰρ τοῦ τελείου ἐν τῷ ἐνενηκοστῷ Ψαλμῷ λέγει· »μετὰ σοῦ εἰμι ἐν θλίψει«) – 26 Psal. 90, 15 – 31 Gen. 48, 16 1 τῶ Μ 5 ᾗ Koe ἦ ΜΗ 15 κατὰ ταῦτα] καὶ τὰ τοιαῦτα M 20 f <τῶν>... [τῶν] Diehl Koe 26 τὸ <Μ 27 μὲν <Η 8. 12 1. timorem? Kl 12 ti morem G)
v.10.p.254
πάντων τῶν κακῶν«· τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ »τιθηνοὺς« εἶναι καὶ »τροφοὺς« καὶ »οἰκονόμους« καὶ »ἐπιτρόπους«, χωροῦμεν ἤδη ὑπ’ αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ.

Εἶτα πάλιν ζητήσαι ἄν τις, πότε τῶν δεικνυμέωνν ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶνς ἄγγελοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’ οὗ »διὰ λουτροῦ παλιγγενεςίας« (ᾧ ἐγεννήθησαν) »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα« ἐπιποθοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις »οὓς καὶ προέγνω καὶ προώρισεν« ἐσομένους »συμμόρφους« »τῆς δόξης« τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα,

[*](2 Vgl. Jes. 49, 22 f und Gal. 4, 2 – 6 ff Vgl. Harnack TU. 42, 4, 134 A. 2 – 11 Vgl. Tit. 3, 5 – 13 I. Petr. 2, 2 – 21 Röm. 8, 29 –22 Vgl. Phil. 3, 21 6 ζητήσαιεν Η 7/8 μικρῶν ὑπὸ τοῦ σωτῆρος Μ 11 λουτροῦ + τῆς Μ 12 ᾧ] <ἐν χ> ῳ Koe, vgl. lat. 20 ἐπιταχθέντες τούτοις Kl ἐπιταχθέντας τούτους MH 33 <ἄν> Diehl Koe 20 *** Diehl, vgl. gr. 23 vide B 32 qui] aliqui y | ut <y | quis x* qui ρ)

v.10.p.255
τὸ »ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου« καὶ τὸ »ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς« καὶ »ἀντελάβου μου ἐκ κοιλίας μητρός μου« καὶ »ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας« καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ »τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς«, πάντως ὐπὸ τῶν τηρούντων ἀγγέλων.

Πρὸς δὲ τὸ [*](3 Gal. 1. 15–10 Psal. 70, 6–11 Psal. 138, 13–12 Psal. 21, 11– 14 Jud. 1–31ff Vgl. Orig. hom. I, 7 in Ez. (VIII, 331, 30 ff): veni, angele, suscipe senem conversum . . . tribue ei »baptisma secundae generatinis« etc. 3 <ὁ> λ, vgl. lat. | ἀφορίσας υ ἀφώρισάς M H 10–17 gr. kürzt und stellt um 11 ἀντελάβου Kl, tector meus B vlg. LXX und lat., ἀντελάβετο ΜΗ 31 ff Lücke nach lat. schon Hu 1 <eum> Elt 15 et]+ in ρ 21 proferet ρ profert x 23 f protector meus B)

v.10.p.256
ὅτε »διὰ λουτροῦ« γεγόνα<σιν> »ἐν Χριστῷ« νήτιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ *** <ἀλλὰ κατὰ μὲν> τὸν καιρὸν τῆς ἀπιστίας ύπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ ἰδίου αἴματ[ς ἐξαγοράσας ἡμᾶς παραδίδωσιν άνίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέτοντι τὸ πρὸσωπον τοῦ θεοῦ.

Καὶ τρίτος δ’ ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων [*](1 Vgl. Tit. 3, 5 — 3 f Vgl. 1. Kor. 3, 1 — 4 ff Vgl. Tit. 3, 3 — 8 ff Vgl. I. Kor. 6, 9 f — 30 ff Vgl. Orig. hom. XXXV in Luc. (IX. 208, 26 ff): secundum meritum enim corum, quorum angeli sunt, aut semper aut nunquam. cel parum cel plus faciem dei angeli contemplabuntur etc. 1 γεγόνα<σιν> Kl, vgl. lat. γέγνε Η 3 νήπιοι Kl. vgl. lat. νήπιος M H 14 *** Hu, vgl. lat. 17 <ἀλλὰ κατὰ μὲν> Kl nach Diehl Koe, vgl. lat, 27 παραδίδωσι Η 26 f dm credentem in ihm B)

v.10.p.257
ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖ ἄνθρωπον ἀπὸ ἀπἲστίας εἰς πίστιν καὶ ἀπὶ ἀκολαςίας εἰς σωφροςύνην κἂὶ ἁπαξαπλῶς ἀπὶ καδίας εἰς ἀρετήν, οὅτω καὶ τὸν ἐγκχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνασθαι, ὕστερον δέ ξποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ τοσοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ προσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύτην ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερονξ πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰ μὲν οὖν καὶ ἐπ’ ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον ἢ μή, καὶ αὐτὸς εξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦτον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ [*](10 — 13 Vgl. C1 Nr. 208 Or.: αἱ διάνοιαι τῶν ἁγίων δίκην ἀγγέλων βλέπουσι τὸ πρόσωπον τοῦ πατρὸς τὸν φανταζόμενοι κτλ. — 17 ff Vgl. Röm. 8, 33 — 25 f Vgl. I. Kor. 7, 16 ? 8 ποτε < H 11 αὐτὸν] αὐτῷ Koe 20 ἀγγέλων Kl ἀγγέλους Μ Η 28 καὶ 2 < Η 34 λόγου Η)
v.10.p.258
παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου »κρούσαντος τὴν θύραν« προσῆλθεν ὑπακοῦσαι, »καὶ ἐπιγνοῦσα τῆν φωνὴν τοῦ Πέτρου«, εἰσδραμοῦσα »ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος«· θαυμάσαντες καὶ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι »ἔλεγον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι«. φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε δινᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φήσει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ ἀγγέλων τῳ ὡς μικρός τις καὶ φοβούμενος τὸν θεὸν οἰκονμεῖται, πότε δὲ ἤδη ὑπ’ αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθησεται ὅτι οὐ δεύμεθα μὲν [*](3 ff Vgl. S. 251, 30 ff — 8 ff Act. 12, 13 — 15 2/3 τοῦ ἐν οὐνοις πρς Μ 5 τοὺς < Η 17 Πέτρον] + πρὸ τοῦ πυλῶνος λ 25 καὶ < Μ 26 — 29 ὑπ’ — πότε δὲ < Η 26 <ἡμῶν> πότε ? Diehl 27 τῳ Kl τῶ Μ τῷ υ [τῷ] ὡς Hu τις Lo 32 λεχθήσεται Hu, vgl. lat. λεχθήσεσθαι Μ Η)
v.10.p.259
ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***, χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται· μὴ καταφρονήσητε ἑνὸς τούτων, δεικνυμένων πάντων τῶν μαθητῶν, ἀλλ’ ἑνὸς τούτων τῶν μικρῶν, <μικρῶν> δεικνυμένων ὑπὸ τοῦ βλέποντος μικρότητα καὶ μεγαλότητα ψυχῆς.

Ἄλλος δ’ ἂν λέγοι μικρὸς ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγχρώμενος τῷ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγς«, καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ <γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ> γινόμενος νήπιος ἐν μέσῳ πάντων <τῶν> πιστευόντων (κἂν ἀπόστολος, κἂν κπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος »ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«, οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦτθα τοὺς τελείους κατὰ τὸ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας« [*](12 ff Vgl. S. 230, 8 ff — 17. 32 Luc. 9, 48 — 25 I. Thess. 2, 7 2 *** Diehl, vgl. lat. 7/8 <μικρῶν> Diehl, vgl, vgl. lat. 17 γὰρ] δὲ Κoe, vgl. lat. 19 ἑαυτῶν Ha 20 — 22 <γινόμενος — καὶ> Diehl Kl Koe, vgl. lat. 23 <τῶν> Kl 31 γὰρ] l. γοῦν Elt 5 ne] nec G non Pasch 15 dicet Kl, vgl. gr. dicit x)

v.10.p.260
καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ »ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη« δόξει μὴ συνᾴδειν τῷ »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐδ᾿ ἀπόλοιτο ἄν· »εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ »τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης« καὶ τὰ ἑξῆς. ἀλλ᾿ ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, [*](1 Eph. 3, 8 — 4 Matth. 18, 6 — 9ff Vgl. Orig. comm. III in Cant. (VIII, 241, 11ff): »scandalizari« non potest grandis et perfecta, sed »pusilla« et rudis anima, sicut in Psalmo dicit: »pax multa diligentibus nomen tuum« etc. — 14 Psal. 118, 165 — 23 Röm. 8, 35 — 26 Röm. 8, 38) [*](1 καὶ ὡς] καθὼς Keo | εἶπε H 15 τὸ ὄνομα] τὸν νόμον λ. vgl. zu S. 120, 16 App. I 23 χωρίση Η 30 μεταπτωτική Keo 26/27 et — cetera < L 29 dicet Kl, vgl. gr. dicit x)
v.10.p.261
ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι Αὐτῷ τὴν προτέραν δικαιοςύνην. διὰ Τοῦτο λέγεται· »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων. Τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας.

Ἐὰν <δὲ> ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε ἔλεγξον 30 αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ Μόμου (18, 15[—18]). [*](3ff Vgl. Ez. 33, 13 — 7 Matth. 18, 6 — 16 Vgl. Matth. 18, 12 f 16 — 24 τὰ—ὁμιλίας] ,,mageres Und dazu falsches Exzerpt des Ori- Ginals“ Keo 16 δὲ < Μ 28 <δὲ> Koe, vgl. Lat. 18, 6 — 16 Vgl. Matth. 18, 12f 18/19 exponentes] lat. Denkt Nach Koe mit Recht an den Lukas- Kommentar, während gr. Dafür die Ihm allein bekannten Homilien zum Lukas setze 28 si autem] VI. Se- Cundum matheum. In illo tempore Dixit his petro: si L | peccaverit] + in te L)

v.10.p.262
Ὁ μὲν ἐπερειςάμενος τῇ λέξει <καὶ Τὴν> ὑπερβάλλουσαν τοῦ Ἱησοῦ φιλ- ανθρωπίαν παριστὰς φήσει ὅτι, τῶν ῥητῶν διαφορὰν ἁμαρτημάτων οὐχ ὑποβαλλόντων, περισςὸν ποίησουσι καὶ παρὰ τὴν χρηστότητα τοῦ Ἰησοῦ [*](12f Vgl. I. Kor. 5, 11 — 14 f Vgl. 28/29 <καὶ τὴν> Kl, vgl. Lat. 29/30 φιλανθρωπίαν τοῦ Ἰησοῦ Η 31 ῥητῶν <αὐτῶν τοῦ Ἰησοῦ> Koe, Vgl. Lat. I. Joh. 5, 16 — 15ff Vgl. I. Kor. 6, 9 8/9 publicanus + Omelia Ori- Genis de eadem lectione L 15/16 con- Cubitor—est 2] concubitores · factus Autem G L 19/20 solus] 1. <ut Dicat aliquis> solus Koe 24 post- Quam] priusquam L)
v.10.p.263
Οἱ προσυπακούοντες ἐπὶ τῶν ἐλατ- Τόνων < μόνων> ἁμαρτημάτων ταῦτα Χώραν ἔχειν λέγεσθαι. ἄλλος δέ τις καὶ τῇ λέξει ἐπερειδό- μενος καὶ μὴ ἔξωθεν προσυπα- κούειν θέλων ταῦτα μὴ περὶ παν- τὸς ἁμαρτήματος λέγεσθαι φήσει, ὅτι ὁ τὰ μεγάλα ἐκεῖνα ἀμαρτάνων οὐδὲ ἀδελφός ἐστιν, ἀλλ’ (εἰ ἄρα) ἀδελφὸς ἀνομαζόμενος, ὥς φησιν ὁ ἀπόστοος· »ἐὰν [δέ] τις ἀδελφὸς ἀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης (καὶ τὰ ἑξῆς) τῷ τοιούτῳ μηδὲ συνε- Σθίειν«. Οὐδεὶς γὰρ εἰδωλολάτρης ἀδελφὸς οὐδὲ πόρνος οὐδὲ πλεο- νέκτης· εἰ γὰρ ἔχει τι τούτων, δο- κῶν φορεῖν τὸ Χριστοῦ ὄνομα »ἀδελ- φὸς ὀνομαζόμενος« ἀλλ’ οὐκ ἀδελ- Φὸς ἐνδίκως ἂν λέγοιτο. ὥσ περ οὖν Φανταςίᾳ τῆς εἰς ὐπερβολὴν Κ<χρηστό- Τητος> Χριστοῦ ἐπιτριβῆς ἀφορμὰς Παρεῖχεν ὁ ἐπὶ παντὸς ἁμαρτήματος [*](17. 24. I. Kor. 5, 11 2< μόνων> Kl, vgl. Lat. 9 μὴ Elt Μήτε MH 11 ὁ< Η 12 ἐστι Η 17 [δὲ] Koe, vgl. Lat. 18 ᾖ λ, vgl. Lat. ἢ Μ Η 21 οὐδεὶς γὰρ] οὐδὲ Μ 23 ἔχειν τι τούτων ὁ δοκῶν φορεῖ Koe 27/28 τῆς und <κρηστότητος> Κl, vgl. Lat. Τοῦ Μ Η 28 ἐπιτριβ ῆς ist nicht zu ändern (gegen Hu), vgl. Orig.c. Cels. IV, 70 (I, 339, 23) 29 παρεῖχεν] + neglentibus lat. 2 peccata y* <L 10 defen- Dit BL 12 nominatur G 16 a] Inter B 23 *** Diehl Kl Koe, vgl. Gr. 24 et] tamen GL 25 nomi- Natur R G 26 ergo < Ga igitur Gc)
v.10.p.264
Λέγων τὰ τοιαῦτα εἰρῆσθαι, Κἂν φόνος ᾖ τὸ ἁμάρτημα ἢ φαρμα- Κία ἢ παιδοφθορία ἤ τι τῶν τηλι- κούτων, Οὕτως ἐκ τοῦ ἐναντίου ὁ τὸν ἀδελφὸν Διαστειλάμενος ἀπὸ τοῦ ἀνομαζο- Μένου ἀδελφοῦ Διδάξαι ἂν τὸν ἐπ’ ἐλάττοσι τῶν ἀνθρωπίνων ἁμαρτημάτων μὴ ἐπι- Στρέφοντα μετὰ τὸν ἔλεγχον ὡς ἐθνικὸν καὶ τελώνην λογισθῆναι ἐπὶ ἁμαρτήμασι τοῖς »μὴ πρὸς θάνα- τον« ἢ (ὡς ὠνόμασεν ἐν Ἀριθμοῖς ὁ Νόμος) τοῖς μὴ θανατηφόροις· ὅπερ Δόξαι ἂν ὠμότερον τυγχάνειν. Οὐ Γὰρ οἶμαι ταχέως εὑπεθήσεσθαί τινα τὸν μὴ τρὶς ἐπὶ τῷ αὐτῷ εἴδει τῆς ἁμαρτίας ἐλεγχθέντα, φέρ’ εἰπεῖν λοιδορίᾳ (καθ’ ἣν οἱ λοιδοροῦντες δυσφημοῦσι τοὺς πέλας) ἤτοι φυ- σιώσει ἢ πολυποςίᾳ ἢ λόγῳ ψευδεῖ καὶ ἀργῷ, ἤ τινι Τῶν ἐν τοῖς πολλοῖς.

Ζητήσεις οὖν, μήποτε λανθά- Νει τις κατὰ τὸν τόπον τήρησις καὶ [*](14 Ι. Joh. 5, 16 — 15 Vgl. Num. 18, 22 ¾ φθαρμακεία Ma 9 τὸν < Η | ἐπὶ Η 10/11 ἐπιστρέψαντα Η 15 ἐπ’ ἀριθμοῖς Μ 18 τινα + in ecclesia lat., vgl. Auch Z. 28 20 μὴ + iam lat. 23/24 ἤτοι φυσιώσει Kl nach Koe, Vgl. Lat. Und II. Kor. 12, 20 οἵ τε Θυμούμενοι Μ Η 6 — 7 <fratrem—fratre> Kl, vgl. Gr. 9 ex Diehl, vgl. Gr. Et x 10 etiam] Et G L 20/21 argutus G L Pasch 21 utputa + et B 23 in < ρ 25 men- Daci Elt mendacii x 27—29 quae—in- Veniuntur] Hinweis auf die Erfah- Rungen des Origenes in Alexandria Koe)

v.10.p.265
Τοὺς φανταςίᾳ τῆς τοῦ λόγου χρη- Στότητος καὶ πρὸς τοὺς τὰ μέγιστα ἡμαρτηκότας τὸ συγγνωμονικὸν δι- κόντας, καὶ τοὺς ἐπὶ τοῖς ἐλαχίστοις διδάσκοντας λογίζεσθαι <καὶ διὰ τοῦ- Το εὐξέως> ὡς ἐθνικὸν καὶ τελώνην Τὸν μετὰ <τὸ ἐλεγχθῆναι δὶς ἢ> τρὶς Τὰ βραχύτερα ἡμαρτηκότα ἀλλότριον ποιοῦντας τῆς ἐκκληςίας. Τὸ δὲ λανθάνον ἑκατέρους τοιοῦτόν Μοι φαίνεται· τὸ ἐκέρδησας τὸν ἐδελφόν σου ἐπὶ τοῦ μόνου ἀκού- σαντος τάξας ὁ λόγος, οὐκέτι αὐτὸ ἔθηκεν ἐπὶ τοῦ δεύτερον ἢ τρίτον Πταίσαντος καὶ ἐλεγχθέντος, ἀλλ’ ὡσπερεὶ μετέωρον εἴασε τὸ ἀνά- λογον τῷ ἐκέρδησας τὸν ἀδελ- φόν σου δεχθηςόμενον περὶ τοῦ δεύτερον ἢ τρίτον ἐλεγχθέντος. Οὐ Πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται ἢ πληγὰς λήψεται. Καὶ πρόσχες ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐπιμελῶς τῷ πρώτῳ μὲν λέγοντι· ἐάν σου ἀκούσῃ, ἐκέρ- δησας τὸν ἀδελφόν σου· τῷ δὲ Δευτέρῳ κατὰ τὴν λέξιν τόπῳ φάσ- Κοντι· ἐὰν δὲ μὴ ἀκούσῃ, πα- Ράλαβε μετὰ σεαυτοῦ ἕνα ἢ Δύο, ἵνα ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται Πᾶν ῥῆμα. Τί οὖν μετὰ τὸ σταθῆναι πᾶν ῥῆμα ἐπὶ δύο ἢ τριῶν μαρτύ- ρων ἔσται τῷ τὸ δεύτερον νουθε- τηθέντι, ἡμῖν ἐννοεῖν καταλέλοιπε. Καὶ πάλιν ἐὰν παρακούσῃ αὐ- [*](1 λόγου + inmensae lat., vgl. S. 262, 29f 5 <καὶ—εὐθέως> Kl, vgl. Lat. 7 <τὸ—ἢ> Kl, vgl. Lat. 28 σεαυτοῦ + <ἔτι> λ 34 τῷ < Η ¾ praeterit—loci< B 5 per- Tinere] + praetereat intellectus loci Huius B 7 vel] aut G 8 argutus BL)
v.10.p.266
τῶν, δῆλον δ᾿ ὅτι τῶν παραληφθέντων μαρτύρων, εἰπὸν (φησὶ) τῇ ἐκκλησίᾳ· καὶ οὐκ εἶπε τί πείσεται, ἐὰν μὴ ἀκούσῃ τῆς ἐκκλησίας, ἀλλ᾿ ἐδίδαξεν ὅτι ἐὰν τῆς ἐκκλησίας παρακούσῃ, δεῖ αὐτὸν εἶναι τῷ τρὶς νονθετήσαντι καὶ μὴ ἀκουσθέντι πρὸς] τὸ λοιπὸν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην. οὐ πάντως οὖν κερδαίνεται οὐδὲ πάντως ἀπολεῖται, ἀλλ᾿ ὅ τί ποτε πείσεται ὁ τὸ πρότερον μὲν μὴ ἀκούσας μαρτύρων δὲ δεηθείς, ἢ καὶ ὁ τούτων παρακούσας ἐπὶ τὴν ἐκκλησίαν δὲ ἀχθείς, ὁ θεὸς ἂν εἰδείη. ἡμεῖς γὰρ οὐκ ἀποφαινόμεθα κατὰ τὸ »μὴ κρίνετε, ἵνα μὴ κριθῆτε« <καὶ τὸ »μὴ πρὸ καιροῦ τι κρίνετε>, ἔως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«. Πρὸς δὲ τὸ δοκοῦν σκληρὸν πρὸς τοὺς τὰ ἐλάττονα ἡμαρτηκότας εἴποι τις ἂν ὅτι οὐκ ἔξεστι, δὶς ἑξῆς μὴ ἀκούσαντα τὸ τρίτον ἀκοῦσαι, ὡς διὰ τοῦτο μηκέτι εἶναι ὡς ἐθνικὸν καὶ τελώνην καὶ μηκέτι δεηθῆναι τοῦ ἐπὶ πάσης τῆς ἐκκλησίας ἐλέγχου; δεῖ γὰρ μεμνῆσθαι τοῦ »οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων«. καὶ [*](17 Matth. 7. 1 — 18 I. Kor. 4, 5 — 32 Matth. 18, 14 11 ἀπολεῖτε Η 17/18 <καὶ—κρίνετε> KI nach Hu, vgl. lat. 25 Diehl vermute eine Lücke, vgl. lat. in quarto audire 27 καὶ Koe ἤ MH 29 δεῖ] χρὴ Η 7. 24 argutus B L 9—10 <lucrifaciat aut omnino> Diehl, vgl. gr. 23—25 lat. entspricht schlecht gr. 22—25; ist ter und in quarto ungenau übersetzt (so Koe)?)
v.10.p.267
γὰρ εἴπερ δεῖ »τοὺς πάντας ἡμᾶς« παραστῆναι »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«, χρὴ ὅση δύναμις τὰ παρ᾿ αὑτὸν ποιεῖν, ἵνα μὴ περὶ πλειόνων κομίσηται φαύλων διὰ τοῦ σώματος πεπραγμένων, κἂν μέλλῃ περὶ πάντων ὧν ἐποίησε χειρόνων ἀπολαμβάνειν· φιλοτιμητέον δὲ περὶ πλειόνων εὐτοιιῶν μισθὸν κομίσασθαι. ἐπὶ »ᾧ μέτρῳ« μετροῦμεν. »ἀντιμετρηθήσεται« ἡμῖν καὶ »κατὰ τὰ ἔργα τῶν χειρῶν ἡμῶν συμβήσεται« ἡμῖν. καὶ οὐκ ἀπειροπλάσια μέν, ἤτοι δὲ διπλάσια ἢ ἑπταπλάσια λήψονται οἱ ἡμαρτηκότες ἐκ χειρὸς κυρίου τὰ ἁμαρτήματα, <ἔστι δὲ> ὅταν μὴ [καὶ] »κατὰ τὰ ἔργα τῶν χειρῶν« τινι ἀποδιδωῶται, ἀλλὰ πλείονα ὧν πεποίηκεν· Ἱερουσαλὴμ μὲν γάρ, ὡς ὁ Ἡσαΐας ἐδίδαξεν, »ἐδέξατο ἐκ χειρὸς κυρίου διπλὰ τὰ ἁμαρτήματα αὐτῆς«, οἱ δὲ γείτονες τοῦ Ἰσραὴλ (οἵτινές ποτ᾿ ἂν ὦσιν) ἑπταπλάσια λήψονται κατὰ τὸ ἐν Ψαλμοῖς οὕτως εἰρημένον· »ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλαςίονα εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδιςάν σε, κύριε«. καὶ ἄλλοι ἂν εὑρεθεῖεν τρόποι τῆς ἀνταποδόσεως, οὓς ἐὰν νοῶμεν, εἰσόμεθα ὅτι λυσιτελεῖ [*](1 ff II. Kor. 5, 10; vgl. o. S. 135, 20 ff — 13 Vgl. Matth. 7, 2 — 15 Jes. 3, 11 — 23 Jes. 40, 2 — 28 Psal. 78, 12 6 αὐτῶν M 11 εὐπορϊῶν M 19/20 <ἔστι δὲ> ὅταν μὴ [καὶ] Kl, vgl. lat. 21 ἀποδίδωται MH 17 <sed> Koe, vgl. gr. 19 <peccata> Diehl KI Koe, vgl. gr. 27 recipient Koe. vgl. Z. 18 und gr. recipiunt x)
v.10.p.268
μεθ᾿ ὁποσαοῦν ἁμαρτήματα μετανοεῖν, ἵνα πρὸς τῷ μὴ περὶ πλειόνων κολάζεσθαι ἡμᾶς καὶ περὶ ἀγαθῶν ἐλπίς τις ἡμῖν ὕστερόν ποτε τῶν πεπραγμένον ἀπολειφθῇ, κἂν πρὸ αὐτῶν μυρία ὅσα ἐπταισμένα τινὶ ᾖ· ἄτοπον γὰρ τὰ μὲν χείρονα λογισθῆναί τινι τὰ δὲ μετὰ τὰ χείρονα κρείττονα μηδὲν ὠφελεῖν, ἅπερ καὶ ἀπὸ τοῦ Ἰεζεκιὴλ τοῖς ἐπιμελῶς τηροῦσι τὰ περὶ τῶν τοιούτων ῥητὰ ἔστι μαθεῖν.

Καλῶς δέ μοι δοκεῖ συνῆφθαι τῷ μετὰ τὸ τρὶς νενουθετῆσθαι κριθέντι εἶναι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης τὸ ἀμὴν λέγω ὑμῖν (δηλονότι τοῖς κρίνασιν εἶναί τινα ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης), ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. [*](10 Vgl. Ez. 33 — 16 ff S. 266,23; vgl. auch S. 265, 6f. 10 4 ποτε ὕστερον Η 13 puriter] pariter G 14 sit < G L 18 emendaverit B 27 argutiones B)

v.10.p.269
δικαίως γὰρ ἔδησεν ὁ τρὶς νουθετήσας καὶ μὴ ἀκουσθεὶς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην. διόπερ ὁ τοιοῦτος δεδεμένος καὶ δεδικασμένος ὑπὸ τοῦ τοιουδὶ μένει δεδεμένος, οὐδενὸς τῶν ἐν οὐρανῷ ἀναλύοντος τοῦ δεδεκότος αὐτὸν τὴν ψῆφον. οὕτω δὲ καὶ ὁ ἅπαξ νουθετηθεὶς ἄξια ποιήσας τοῦ κερδηθῆναι, λυθεὶς διὰ τῆς νουθεσίας <τοῦ> κερδήσαντος αὐτὸν καὶ μηκέτι »σειραῖς τῶν ἁμαρτιῶν« ἑαυτοῦ περὶ ὧν ἐνουθετήθη δεδεμένος, λελυμένος κριθήσεται <δικαίως καὶ> ὑπὸ τῶν ἐν οὐρανοῖς. πλὴ τὰ ἐν τοῖς ἀνωτέρω μόνῳ τῷ Πέτρῳ δεδομένα ἔοικε δηλοῦσθαι δεδωκέναι πᾶσι τοῖς τὰς τρεῖς νουθεσίας προσαγαγοῦσι πᾶσι τοῖς ἡμαρτηκόσιν, ἵν᾿, ἐὰν μὴ ἀκουσθῶσιν, δήσωσιν ἐπὶ γῆς τὸν κριθέντα εἶναι ὡς ἐθνικὸν καὶ τελώνην ὡς δεδεμένου τοῦ τοιούτου ἐν τῷ οὐρανῷ. ἀλλ᾿ ἐπεὶ ἐχρῆν, εἰ καὶ κοινόν τι ἐπὶ τοῦ Πέτρου καὶ τῶν νουθετησάντων τρὶς τοὺς ἀδελφοὺς λέλεκται, ἐξαίρετόν <τι> ἔχειν τὸν Πέτρον παρὰ τοὺς τρὶς νουθετήσαντας, ἰδίᾳ [*](15 Vgl. Prov. 5, 22 — 18f Vgl. Matth. 16, 18f 9 δεδωκότος Ma Ha, corr. Me He 11 νουθετηθεὶς] + <καὶ>? KI 13 <τοῦ> KI 16 αὐτοῦ Μ 17f <δικαίως καὶ> KI mit Diehl Koe, vgl. lat. 20 δεδωκέναι] ergänze Ἰησοῦν? 22 ἵνα Μ 23 ἀκουσθῶσι H 32 <τι> Koe, vgl. lat. 6 alligatus + est L 7 alligatus Pasch <x 11 argutus B L | <semel> Diehl, vgl. gr. 19/20 data —data KI nach Pasch, vgl. gr. dicta —dicta x 33 arguerunt y* arguerant L | illie y)
v.10.p.270
τοῦτο προτέτακται ἐπὶ τοῦ Πέτρου τὸ »δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν<, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς«> τοῦ καὶ ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς καὶ τὰ ἑξῆς. καίτοιγε εἰ ἐπιμελῶς προςέχομεν τοῖς εὐαγγελικοῖς γράμμασι, καὶ ἐν τούτοις εὕροιμεν ἂν καὶ κατὰ ταῦτα, τὰ δοκοῦντα εἶναι κοινὰ πρὸς τὸν Πέτρον καὶ τοὺς τρὶς νουθετήσαντας τοὺς ἀδελφούς, πολλὴν διαφορὰν καὶ ὑπεροχὴν ἐκ τῶν πρὸς τὸν Πέτρον εἰρημένων παρὰ τοὺς δευτέρους. οὐ γὰρ ὀλίγη διαφορὰ τὸν Πέτρον εἰληφέναι τὰς »κλεῖδας« οὐχ ἑνὸς οὐρανοῦ ἀλλὰ πλειόνων, [καὶ] ἵνα, ὅσα ἐὰν δήσῃ »ἐπὶ τῆς γῆς«, ᾖ δεδεμένα οὐκ ἐν ἑνὶ <μόνον> οὐρανῷ ἀλλ᾿ ἐν πᾶσιν οὐρανοῖς, πρὸς τοὺς πολλοὺς <δὲ ὄντας> δέοντας ἐπὶ τῆς γῆς καὶ λύοντας ἐπὶ τῆς γῆς <οὕτω λέγεσθαι>, ὥστε ταῦτα δεδέσθαι καὶ λελύσθαι οὐκ ἐν »οὐρανοῖς«, ὡς ἐπὶ Πέτρου, ἀλλ᾿ ἐν [*](2 Matth. 16, 19 — 18 ff Vgl. Matth. 16, 19 1 προτέτακται] πέπρακται Μ 2 τὸ] τοῦ Μ | δώσωσι τὰς Η 3—6 <καὶ —οὐρανοῖς> KI, nach lat. 17 λεγομένων M 19 οὐχ ἑνὸς]τῆς βασιλείας τοῦ M 20 [καὶ] Koe, vgl. lat. 22 <μόνον> Koe, vgl. lat. 23 πᾶσι M | οὐρανοῖς Diehl Κοε, vgl. lat. αὐτοῖς M H 28 <δὲ ὅντας> KI, vgl. lat. 30 <οὕτω λέγεσθαι> KI, vgl. lat. 2 dicit x* dixit ρ 27 omnibus Pasch <x 32 uno caelo L)
v.10.p.271
οὐρανῷ ἑνί· οὐ γὰρ διαβαίνουσι τῇ δυνάμει, ὡς Πέτρος, ἵνα δήσωσιν ἢ λύσωσιν ἐν πᾶσιν »οὐρανοῖς«. ὅσῳ οὖν βελτίων ὁ δεσμεύων, <τοσοῦτον ὁ δεδεμένος πλεῖον ἢ ἐν ἑνὶ οὐρανῷ δέδεται, καὶ ὅσῳ βελτίων ὁ λύων> τοσοῦτον μακαριώτερος ὁ λελυμένος, ὡς πανταχοῦ τῶν οὐρανῶν εἶναι αὐτοῦ τὸ λελύσθαι.