Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Ἐλθόντων δὲ εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίσραχμα λαμβάνοντες τῷ Πέτρῳ (17, 24 [–27]).

Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη

[*](12 Hebr. 2, 14 4 οἰ μαθηταὶ <Η 15 Ἐλθόντων] vorher: Περὶ τῶν αἰτούντων τὰ διδραχμα Η 15/16 Καπερναοὺμ] diese Form nur hier, sonst Kαφαρναούμ M H 17 δίδραγμα durchweg M, H meist δίδραχμα 15 venisset ρ 16 usw. didrachma usw. ρ didragma usw. x 24 aut] an L)

v.10.p.207
ἤ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλών τῆς γῆς, ἀφ’ ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς γῆς τέλη ἤ κῆνσον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ καταδουλουμένους (ὡς »κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ. καὶ κατωδύνων αὐτῶν τὴν ζωήν«, καὶ »κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι’ οὕς δουλεύοντας ἀνάλογον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον »μορφὴν« τοῦ »δούλου« ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ »δούλου« ἐκείνου »μορφήν«, τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐτοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἕν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὅν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημμένον, γενομένου ἁλιέως »ἀνθρώπων«, ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε- [*](11 Εx. 1, 13f – 17. 20 Vgl. Phil. Marc. 1, 17 Parr. 7 <νἱοί> Κl, vgl. lat. 15 δουλεύοντες Μ 20 τέλος] ὡς δοῦλος Μ 25 τοῦ <Μ 27 τοῦ <20 τοῦ <Η 28 ἐτύγχανε Η 33 οἶς Ηu, vgl. lat. ὧ Μ Η 2, 7 – 18f Vgl. Ex. 1, 14 – 32 Vgl. 21 alium G L Pasch 29 adiuvatum R G L adiutum B salvatum Koe, vgl. S. 211, 34)
v.10.p.208
νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ’ αὐτοῦ <τὸ> ἔχον τὴν εἰκόνα »Καίσαρος« νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων »τὰ Καίσαρος« ἀποδιδότω αὐτὰ τῷ »Καίσαρι«, ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ »τὰ τοῦ θεοῦ τῷ θεῷ«. ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὤν »τοῦ θεοῦ τοῦ ἀοράτου«, οὐκ εἶχε τὴν εἰκόνα τοῦ »Καίσαρος« (ὁ γὰρ »ἄρχων τοῦ αἰῶνος τούτου οὐδὲν« εἶχεν ἐν αὐτῷ), διὰ τοὺτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> ἀπὸ οἰκείου τόπου | τῆς θαλάσσης τὴν εἰκόνα »Καίσαρος« λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβάνωσιν οἱ τὰ διδραχμα λαμβάνοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀναλαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ »Καίσαρος« εἰκὼν ᾖ πραὰ τῇ εἰκόνι »τοῦ

[*](2–27 Vgl. Matth. 22, 19–21 Parr. – 11ff Vgl. Orig. hom. XIII, 2 in Ez. (VIII, 445, 19ff): quia non habebat eam »imaginem«, quam petebatur, . . . docet, ubi valeat reppreiri »imago«, quae quaeritur: »uade« inquit »ad mare« etc. – 11. 27f Vgl. Kol. 1, 15 – 13f Vgl. Joh. 14, 30 2 <τὸ> Koe 7/8 ἀποδότω Μ 14f <οὐκ ἀπὸ ἰδίου, ἀλλ’> Kl Koe, vgl. lat. 10 sunt dei L | <autem> Koe, vgl. gr. 21 <eorum et> Diehl Koe, vgl. gr. 22 debitum x* Pasch debitam ρ 26f imaginem–dei] invisibilem deum L)
v.10.p.209

Καὶ κατ’ ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εῑναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδενὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἤ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέτρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἤ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἤ ἀπὸ τὼν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰησοῦς περὶ τούτων, οἵτινες ἀλλότριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύδεροι υἱοὶ τυγχάνοθσι. τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύδεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρτίας ἐστίν«, ἐλεύθεροι δὲ οἱ μείναιντες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή- [*](28 Joh. 8, 34 – 30ff Vgl. Joh. 8, 31f 2 <ἄν> Kl + <τῶν υἱῶν> Κoe, vgl. lat. 3 υἱοὶ <Μ 4 <τινὲς> Κl 15 ἀπὸ <Μ 7 ἀλλὰ Μ 18 φησὶ ιݲςݲ Η 20 εἰσὶ Η 31 <ἐν> Κl 10 <id ipsum filii> Kl nach Diehl Koe, vgl. gr. 15 aut] an L 17 quod y* tale aliquid existima dictum L 25 tale aliquid aestima dictum y* <L 27 autem] 1. enim ? Kl, vgl. gr. 31 <veritate> verbi[s] Diehl, vgl. gr.)

v.10.p.210
θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ’ αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὤν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς διδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ’ ἄν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθοποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱο ὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμβάνοντες, οὕς μὴ βούλεται σκανδαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ ἐπαινετῆς εἰσι φύσεως, καὶ ὅμως πεφρόντικε τοῦ μὴ σκανδαλισθῆναι αὐτούς, καὶ ὅμως κωλύει σκόνδαλόν τι αὐτοῖς γενέσθαι, ἵν’ [*](13 ἐστιν + ὁ Η 17f καὶ . . . καὶ . . . καὶ] l. ἤ . . . ἤ . . . ἤ ? Κl, vgl. lat. 24 ἑξῆς] ἐν αὐτῶ Μ 32 φύσεως] φρενῶς Μ 1 liberabit Kl liberavit x 5f didragma Caes. habentia μ didragemas Caes. habentes x 35 huiusmodi] lat. las τοιούτοις für τι αὐτοῖς (Koe))
v.10.p.211
ἤτοι μὴ χεῖρον ἁραρτάνοιεν, ἥ πρὸς τὸ (εἰ βούλονται) σωθῆναι ἥκοιεν ἐκ τοῦ ἀποδέξαθαι τὸν φεισάμενον αὐτῶν ἴνα μὴ σκανδαλισθῶσι. καὶ ὠς ἐκ ΧΨΡΙΨΙ γε ΠΑΡΑΚΛΗΣΕΨΣ (οὔτω γὰρ ἐρμηνεύσταιἡ Καφαρναού) παρακαλῶν <ελασ> τον μαθητὴν καὶ ἐλεύθερον αὐτὸν εἶναι καὶ υἱὸν <ἀπαγγέλων>, δίδωσιν αὐτῷ δύναμιν τοῦ ἀλιεῦσαι ἰχθὴν πρῶτον, ἴνα ἀναβάντος αὐτοῦ παρακληθῇ ὁ Πέτρος ἐπὶ τῷ ἀναβάντι καὶ ἀλιευθέντι, καὶ ἀπὸ τοῦ <ἐξ ἐνοιχθέντος αὐτοῦ τοῦ> στόματος εἰλῆφθαι τὸν στατῆρα ἀποσοθησόμενον τοῖς οἰκείοις τοῦ στατήσρος καὶ ἀπαιτοῦσιν ὡς ἴδιον τὸ τοιοῦτον νόμισμα.

Χαριέντως δ’ ἄν ποτε χρήσαιο τῷ ῥητῷ ἐπὶ φιλαφηύρῳ, μηδὲν ἀνὰ στόμα ἔκοντι ἤ τὰ περὶ τοῦ ἀργυρίου, ἐπὰν ἴδηας αὐτὸν ὐπό τινος Πέτρου τεθεραπευμένον, ἀφλόντος αὐτοῦ οὐ μένον ἐκ τοῦ στόματος καὶ τῶν λόγων, ἀλλὰ καὶ ἀπὸ ὄπὸ ὅλως διαθέσεως τὰν στατῆρα, σύμβολον ἄντα πάσης αὐτοῦ φιλαργυρίας. ἐρεῖς γὰρ τὸν τοιοῦτον ἐν θαλάσσῃ μὲν γεγονέναι καὶ τοπῖς ἀλμυροῖς τοῦ βίου πράγμασι καὶ τοῖς κύμασι τῶν τῆς φιλαργυρίας φροντίδδων καὶ μεριμνῶν, ἔχοντα ἐν τῷ στόματι τὸν στατῆρα ὄτε ἄπιστος ην καὶ φιλάργυρος, ἀναβεβηκέναι δὲ ἀπὸ τῆς

[*](5 Vgl. Wutz, Onom. sacra 40 1 ἁμαρτάνοιευ ἀμαρτάνειν Μ Η | ἥ Κl. Vgl. lat. καὶ Μ Η 3 ἥκοιεν Κoe, vgl. lat. καὶ 8 <ἔσασ> τον Diehl Koe, vgl. lat. 9 <ἀπαυγέλλων> Κl, vgl. lat. 14 <ἐξ—τοῦ> Κl mit Diehl Koe, vgl. lat. 4 sicut x* sic ρ 16 <qui> Koe)

v.10.p.212
θαλάσσης ἐν τῷ λογικῷ ἀγκίστρῳ συνειλημένον καὶ κεὐεργετούμενον (ὑπό τινος αὐτὸν διδάξαντος Πἐτρου τἠν ἀλήθειαν) μηκέτι ἔχειν ἔν τῷ στόματι τὸν στατῆρα ἀλλὰ ἀντ’ ἐκείνου τὰ ἔκοντα τὴν εἰκόνα λόγια τοῦ θεοῦ.

Ἔτι εἰς τὸ προσῆλθον οἰ τὰ δίδρακμα λαμβάνοντες τῷ Πέτρῳ παραθήσῃ ἀπὸ τῶν Ἀριθμῶν ὅτι ὐπὲρ μὲν τῶν ἁγίων κατὰ τὸν τοῦ θεοῦ νόμον οὐχ ἀπλῶς δίδραχμον δίδοται, ἀλλὰ δίδραχμον ἄγιον. γέγραπται γάρ· »καὶ λήψῃ πέντε σίκλους κλους κατὰ κεφαλήν, κατὰ τὸ δίδραχμον τὸ ἄγιον«. ἀλλὰ καὶ ὑπὲρ »πάντων τῶν υἱῶν Ἰσραὴλ« κατὰ κεφαλὴν δίδοται δίδραχμον ἄγιον. ἐπεὶ οὖν οὐχ οἶόν τε μετὰ τῶν ἁγίων διδοάχμων ἔχειν καὶ δίδραχμα (ἴν’ οὔτως οὐνομάσω) βέβηλα τὸν ἄγιον τοῦ θεοῦ, διὰ τοῦτο τοῖς λαμβάνουσι τὰ οὐχ ἄγια δίδραχμα καὶ ἐρωτήσασι τὸν πέτρον καὶ εἰποῦσιν· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδρακμα; προστάσσεει δοθῆναι στατῆρα (ἐν ᾦ ᾖν <δύο> δίδραχμα) ὁ σωτὴρ εὐρισκόμενον ἐν τῷ στόματι τοῦ πρώτου ἀναβάντος ἰχθύος, ἴνα δοθῇ ἀντὶ τοῦ διδασκάλου καὶ τοῦ μαθητοῦ.

[*](15 Num. 3, 47 — 17 Vgl. num. 3, 25? — 32ff Vgl. Hieron. in Matth. 137 A: quod saepe monui, etiam nuhc observandum est: causae querendae sunt signulorum domini dictorum atque factorum etc. 6. τὰ λόγια Η 21 ἵνα Μ 28 <> Kl, vgl. lat. 17 <caput, escundum> Kl Koe, vgl.gr. 26 solvet Gl 28/29 (duae) digragmae Gc L (duo) didragmata pasch)
v.10.p.213

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν (18, 1 [—6]);

Δυνάμενος ὁ Ματθαῖος ὑπ[ερ τοῦ διδαχθῆναι ἡμᾶς, τί τε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ ἠξίους οἱ μαθηταὶ τῷ Ἰησοῦ ἡμίουν παρ’ αὐτοῦ μαθεῖν πῶς τε ἀπελρίνατο πρὸς τὸ πύσμα αὐτῶν, αὐτὸ τοῦτο μόνον διηγήσασθαι, ὁ δὲ προσέθηκε κατὰ μέν τινα τῶν ἀντιγράφων· ἐν ἐκείνῆ τῇ ὤρᾶ προσῆλθον οἰ μαθηταὶ τῷ Ἰησοῦ, κατὰ δὲ ἄλλα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. καὶ ἀναγκαῖον μὴ ἀνεξέταστον ἐᾶσαι τὸ βούλημα τοῦ εὐαγγελιστοῦ. διάπεερ ἐπιστήσαντες τοῖς πρὸ τοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἤ ὥς ρᾳ,

[*](29 ff Vgl. Hieron. in Matth. 137 A: quia viderant pro Petro et domino idem tributum reditum, ex aequalitate pretii arbitrati sunt omnibus apostlis Petrum esse praelatum aui in redditione tributi domino fuerat comparatus, ideo interrogant, quis maior sit in regno caelorum — 29ff Vgl. Hautsch, TU. 34, 2 a, 58 3 Ἐν] vorher: Περὶ τῶν λεγόντων »τίς μείζων« καὶ περὶ τοῦ προσκληθέντος παιδίου ὑπὸ τοῦ Ἰησοῦ Η 5/6 μεῖξον Η 24 τῷ ΜcH αὐτῶ Μα 3 in illa hora] V secundum mathm. In illo tempore L 7 eum <Β 15 recipit + Omelia Origenis de eadem lectione L 16 posset ρ possit x 18 quod Gc B 23 hora x* 29 hora vel in illa die L)

v.10.p.214
σκοπήσωμεν εἰ οἶόν τέ ἐστιν ἀπ’ ἐκείνων ὀδὸν λαβεῖν πρὸς τὸ θεωρῆσαι ὠς ἀναγκίαν τῆν ἐν ἐκείηῃ τῇ ἡμέρᾳ ἤ ὥρᾳ προσθήκην. ἐληλύθεισαν τοίνυν εἰς τὴν »Καφαρναοὺμ« ὁ Ἰησοῦς ἄμα τοῖς μαθηταῖς ἔνθα »οἱ τὰ δίραχμα λαμβάνοντες τῷ Πέτρῳ προσῃλθον καῖ« ἐρωτῶντες »εἶπον« τὸ »ὁ διδάσκαλος ὑμμῶν οὐ τελεῖ τὰ δίδρακμα; «εῖτα ἀποκριναμένου πρὸς αὐτοὺς τοῦ Πέτρου καὶ εἰπόντος »ναί«, ὁ »Ἰησοῦς« προαπολογησάμενος περὶ τῆς δόσες τῶν διδράχμων πέμπει τὸν Πέτρον τῷ ἀγκίστρῳ ἀνασπάσοντα »ἰχθύν«, οὖ ἐν τῷ στόματι ἔφασκεν εὑρεθήσεσθαι »στατῆρ« τὸν δοθησόμενον ὐπὲρ ἑαυτοῦ καὶ Πέτρου. δοκεῖ οἶν μοι ὅτι μεγίστην νομίσαντες ταύτην εἴναι ὑπὸ τοῦ Ἰησοῦ πρὸς τὸν Πέτρον τιμὴν *(**καρίναντος αὐτὸν μείξον τῶν λοιπῶν γνωρρίμων) ἐβούλοντο, ὅπερ ὑπενόουν, ἀκριβῶσαι διὰ τοῦ πυθόμενοι τοῦ Ἰησοῦ ἀκοῦσαι παρ’ αὐτοῦ εἰ (ὡς ὐπελάμβανον) μείξονα κέκρικε τὸν Πέτρον αὐτῶν. ἄμα δὲ ἤλπιζον καὶ τὴν αἰτίαν εἴσεσθαι τοῦ προκεκρίσθαι τὸν Πέτρον τῶν λοιπῶν μαθητῶν. ταῦτ’ οὖν (οἶμαι) δηλῶσαι ὁ Ματθαῖος βουλόμενος ἐπήγαγε τῷ »ἐκεῖνον κα- [*](5—18 Vgl. Matth. 17, 24—27 — Matth. 17, 27 1 εἰ <Η 5 ἐληλύθεσαν Μc 10 τελεῖ] δίδώ Μ 12/13 ABBREV ἀπλολογησάμενος Μ 16 εὑρήσεσθαι Μ 21 *** Κl Koe, vgl, vgl. lat. 29 ταῦτα Μ 5 1. venerant? Keo, vgl. gr. 10 respondente Petro ~ L 11 et <dicente> etiam Diehl Kl Koe, vgl. gr. etiam et x 16 se] ihu GL 16/17 ego arbitro L 28 Petri elationis Koe, vgl. gr., revelationis x 29 discerent Diehl indicerent y indicarent L 30/31 adicit L)
v.10.p.215
βῶν (δηλον΄τι τὸν »στατῆρα«) δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ« τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ <ἥ ὥρᾳ> προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείξων ἐστὶν; τάχα δὲ βασιλείᾳ τῶν οὐρανῶν; τάχα δὲ καὶ ἀμφέβαλλον δια τὸ τρεῖς προκεκρίσθαι κατὰ τὴν μεταμόρφωσιν, ἀμφέβαλλον δὲ περὶ τοῦ τίς τῶν τριῶν μείξων εἶναι κέκριται παρὰ τῷ κυρίῳ. ὁ μὲν γὰρ Ἰωάννης ἀνέπεσεν »ἐπὶ τὸ στῆθος« αὐτοῦ δι’ ἀγάπην, καὶ ἀκόλουθον πρὸ τοῦ δείπνου τιμῆς ἐξαιρέτου σύμβολα πολλὰ αὐτοὺς ἐωρακέναι πρὸς τὸν Ἱωάννην ἀπὸ τοῦ Ἰησοῦ. ὁ δὲ Πέτρος ἐν τῇ ὁμολογίᾳ ἤκουσε μακάριος διὰ τὸ »σῦ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος ὁ υἰὸς τοῦ θεοῦ τοῦ ζῶντος«· [*](15 Vgl. Joh. 13, 25 — 23 Vgl. Math. 17, 27 – 27 Matth. 16, 16 (—18) 3 <ἤ ὥρᾳ> Κl, vgl. lat. 8 κατὰ τὴν μεταμόρφωσιν] gekürzter Ausdruck gegenüber lat. 9 δὲ<Μ 15—216, 10 gr. voller Kürzungen 4 putas <G 18 in cena] unrichtige Wiedergabe von δι’ ἀγάπην (Κοe) 18/19 secreta consilia aus ἐξαιρέτου u. σύμβολα mißverstanden? Elt 33 dico tibi L | quia <y)
v.10.p.216
πάλιν δὲ διὰ τὸ »ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων« περιεσπῶντο μήποτε οὐχ οὗτος εἴη ὁ μείζων, ἅτερος δὲ τῶν Ζεβεδαίου υἱῶν. τοσαῦτα μὲν διὰ τὸ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἢ ὥρᾳ, ἐν ᾗ γεγόνει τὰ περὶ τὸν »στατῆρα«.

Ἑξῆς δὲ κατανοητέον τὸ προσῆλθον αὐτῷ οἱ μαθηταί, ὡς μαθηταὶ διδασκάλῳ προβλήματα προτείνοντες καὶ ἐξετάζοντες, τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ μιμητέον γε ἐν τούτοις τοὺς τοῦ Ἰησοῦ μαθητάς· εἴ ποτε ζητούμενόν τι ἐν ἡμῖν μὴ εὑρίσκοιτο, μετὰ πάσης ὁμονοίας περὶ τοῦ ζητουμένου προσέλωμεν τῷ Ἰησοῦ, παρόντι ὅπου »δύο ἢ τρεῖς συνηγμένοι« ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ ἑτοίμῳ ἐν τῇ κατὰ δύναμιν παρουσίᾳ φωτίζειν τὰς καρδίας τῶν γνησίως αὐτῷ μαθη-

[*](11 Matth. 16, 23 — 18 Vgl. Matth. 17, 27 — 30 Vgl. Matth. 18, 20 — 31f Vgl. I. Kor. 4, 5?)[*](17 ἐγεγόνει McH, last. las ἐγεγώνει (Diehl) 21 διδασκάλῳ] τοῦ σݲρݲςݲM 30ὅπου <εἰσὶν> Koe | ἢ Kl, vgl. lat. καὶ M H)[*](8 propterea ρ 11 post] retro y Pasch 16 propterea L)

v.10.p.217
τεύεσθαι θελόντων πρὸς κατάληψιν τῶν ζητουμένων. οὐκ ἄτοπον δὲ καί τινι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων ἐν τῇ ἐκκλησίᾳ διδασκάλων προσελθόντας ἡμᾶς προτείνειν ἀνάλογόν τι πρόβλημα τῷ τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. τί μὲν οὖν ἤδη ἔγνωστο τοῖς μαθηταῖς τῶν κατὰ τὸ πύσμα τοῦτο; τί ἰσότησς τῶν ἀζιουμένων τῆς βασιλείας τῶν οὔρανῶν, κατειλήφεισαν, καὶ ὅτι (μὴ οὔσης ἴσότητος) ἔστι τις ὁ μείζων καὶ οὕτω καθεξῆς μέχρι τοῦ ἐλαχίστου. ὑποδαπὸς δὲ ὁ μείζων, καὶ ὅπως βιώσας ὁ ἐλάχιστος καὶ τίνες οἱ μεταξύ, ἔτι ἐξήτουν. εἰ μὴ ἄρα ἀκριβέστερον ἔστιν εἰπεῖν ὅτι, τίς μὲν ὁ ἐλάχιστος ιᾔδεισαν ἐκ τοῦ »ὃς ἐὰν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«, τίς δὲ ὁ πάντων μείζων οὐκ ἐγίνωσκον, εἰ καὶ κατελάμβανον τὸ »ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν«· μεγάλων μείζων (ὡς [*](6 ff Vgl. Harnack TU. 42, 4. 135 — 24 Matth. 5, 19 — 30 Matth. 5, 19 9 τι < Μ 18 — 21 gr. voll- ständiger als lat. 19 ὁποταπὸς Hu, vgl. S. 219, 7 22 ἔστιν < Μ 3 omnium] hominum G 6/7 doctorum x* doctorem ρ 20 minimus *** Diehl, vgl. gr. 23 qui GL 29 — 34 et quis — manifestum] lat. kürzt)
v.10.p.218
ἐν ἀνθρώποις) οὐκ ἦν αὐτοῖς σαφές. καὶ ὅτι μεγάλοι μὲν πλείους, οὐκ ἐπίσης δὲ μεγάλοι οἱ μεγάλοι, δηλώσει τὸ μέγας ὄνομα κείμενον ἐπὶ τοῦ Ἰσαάκ, »ὃς προβαίνων μείζων ἐγίνετο < ἕως οὗ μέγας ἐγένετο> σφόδρα σφόδρα«, εἰρημένον δὲ καὶ ἐπὶ Μψσέως καὶ ἐπὶ τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ πᾶε γε ὁμολογήσει ὅτι <εἰ> καὶ πάντες οὗτοι μεγάλοι ἦσαν κατὰ τὴν γραφήν, ἀλλὰ μείζων αὐτῶν ἦν σωτήρ. εἰ δὲ καθεξῆςι Ἰωάννης τοῦ Ἰσαὰκ καὶ τοῦ Μωσέως μείζων ἦν, οὗ »μείζων οὐδεὶς ἐν γεννητοῖς γυναικῶν« ἦν, ἢ οὐ μείζων μὲν ἴσος δὲ ἀμφοτέροις ἤ τινι αὐτῶν, οὐκ ἀκίνδυνον ἀποφήνασθαι. καὶ ἰκ τοῦ Ἰσαὰκ δὲ »προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο«, οὐχ ἁπλῶς ἀλλὰ μετὰ προσθήκης τῆς »σφόδρα« δὶς κατειλεγμένης, ἔστι μαθεῖν ὅτι διαφορά ἐστι μεγάλων, τινὸς μὲν ὄντος μεγάλου, ἑτέρου δὲ σφόδρα μεγάλου καὶ ἀλλου σφόδρα σφόδρα μεγάλου. ἐζήτουν τοίνυν οἱ μαθηταὶ προσελθόντες τῲ Ἰησοῦ μαθεῖν, τίς ἄρα μείζων [*](5 Gen. 26, 13 — 7 f vgl. Ex. 2, 11 (Hebr. 11, 24) — 9 Vgl. Luc. 1, 15 — 16 Luc. 7, 28 — 21 Gen. 26, 13 6 <ἕως—ἐγένετο> Kl, vgl. lat. 7 ἐπὶ] + τοῦ Η 10 <εἰ> KL, vgl. lat. | πάντες] οἱ ἄνδρες Μ 27 καὶ < Μ 2 quoniam x* quod μ 4 magni1 <sunt magni> Diehl, vgl. gr. 4,5 inpositum R G 21 positum x* propositum μ 22 <proficiens magnus fiebat> Kl Koe 23 valde2 < G 27 differentiae sunt L 29 <valde — alius> Kl, vgl. gr.)
v.10.p.219
ἐστὶν ἐκ τῇ βασιλείᾳ τῶν οὐρανῶν. καὶ τάχα ἐκεῖνοι μὲν ἐβούλοντο μαθεῖν ἀκούσαντες ἀπ᾿ αὐτοῦ τὺ τοιοῦτον· ὁ δεῖνα μ είζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὁ δὲ ἐπὶ τὸ καθολικώτερον ἀνάγει τὸν λόγον, δεικνὺς ὀποδαπὸς τῇ ποιίτητιμείζων οὐρανῶν, ὅντινα κατὰ τὰ δύναμιν ἐκ τῶν γεγραμμένων κατανοήσωμεν. <16.> Προσκαλεσάμενος γὰρ ὁ Ἰησοῦς παιδίου καὶ τὰ ἑξῆς.

Ἔστι δὲ πρότερον ἁπλῶςφ διηγήσασθαι. εἴποι δ᾿ ἂν ὁ κατὰ τὸ ἁπλοῦν διηγούμενος τὸν τοῦ σωτῆρος ἐν τούτοις λόγον. ὅτι, ἐὰν ἀνήρ τις ὢν ἐπὶ τοσοῦτον γεκρώσῃ τὰς ἀνδρικὰς επιθυμίας, »πνεύματι τὰς πράξεις τοῦ σώματος« θανατῶν καὶ »πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« περιφέρων, ὥστε παιδίου ἀγεύστου ἀφροδισίων καὶ ἀνεννοήτου ἀνδρικῶν κι

[*](23 — 222, 25 Vgl. Cluc Nr. 39 Or. – 30 Vgl. Röm. 8, 13 – 31 II. Kor. 4, 10 7 ὁποταπὸς M H, vgl. S. 217, 19 7/8 τῆς ποιόητος Μ 10/11 l. κατανοήσομεν? Koe 25 κατὰ τὸν ἁπλοῦν ἠγούμενος Μ 19 puer] parvulus L 21 unum < L)

v.10.p.220
νημάτων ἔχειν κατάστασιν, ὁ τοιοῦτος ἐστράφη καὶ γέγονεν ὡς τὰ παιδία. καὶ ὅσον γε προσέθηκε τῇ τῶν παιδίων περὶ τῶν τοιούτων κινημάτων καταστάσει, τοσούτῳ μᾶλλον <ἄλλων> τῶν ἀσκούντων καὶ ἐπὶ ἐπὶ τοσοῦτον <οὐκ> ἐλησακότων σωφροσύηνς [τὸ] μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. ὅπερ δὲ ἐπὶ τῶν κατὰ τὰ ἀφροδίσια λέγεκται περὶ τῶν παιδίων, τοῦτ᾿ ἂν λεχθείη καὶ περὶ τῶν λοιπῶν παθῶν καὶ ἀρρωστημάτων καὶ νοσημάτων τῆς ψυχῆς, εἰς ἃ μὴ πέφυκε τπαιδία ἐμπίπτειν, ὅσα τὸν λόγον μηδέπω συμπεπλήρωκεν· οἷον ἵνα στραφῇ τις καὶ ὁποῖόν ἐστι τὸ βραχὺ παιδίου πρὸς ἀργὴν τοιοῦτος γένηται ὢν ἀνήρ, καὶ ἁποῖόν ἐστι τὸ παιδίον πρὸς λύπην (ἔνθ᾿ ὅτε παρὰ τὸν καιρὸν τοῦ τεθνηκότος πατρὸς ἢ μητρὸς ἤ τινος φίλου, ὡς γελᾶν καὶ παίζειν κατ᾿ ἐκεῖνον τὸν χρόνον), τοιοῦτος ἂν γένοιτο ὁ στραφεὶς ὡς παιδία καὶ ἕξιν ἀναλαβὼν ἐκ λόγου τῆς λύπης ἀπαράδεκτον,ὥστε ὁπῖόν ἐστι πρὸς λύπην τὸ βραχὺ παιδίον αὐτὸν γενέσθαι. τὸ δ᾿ ὅνμοιον φήσεις περὶ τῆς καλουμένης ἡδονῆς, καθ᾿ ἣν ἀλόγως ἐπαίρονται οἱ φαῦλοι, ἣν οὐ πάσχει τὰ παιδία οὐδ᾿ οἱ στραφέντες καὶ γενόμενοι | ὡς τὰ παιδία.

[*](3 ὅσον Hu, vgl. lat. ὁσηρ M H 6 <ἄλλων> ΚL mit Diehl Koe, vgl. lat. 7 <οὐκ> Hu, vgl. lat. | [τὸ] Hu τί<πον> Keo 8 μεῖζον Η 10 δὲ] δὴ καὶ M 11 τοῦτο Μ 14 πεδΐα Η 16 ἵνα] + καὶ Η 17 βραχὺ < Η 22 φίλου Kl, vgl. lat. ἀδελφοῦ M H 8 praevalentibus y 11 dictum de parvulis L 14 et x* Pasch et ceteris μ 21/22 tempore y* in tempore L 24 ff gr. z. T. abdicas 27 dicas G 31 facti <L)
v.10.p.221

Ὠς μὲν οὖν πρὸς τὸ ἀκριβές, ἀποδέδεικται καὶ ἄλλοις ὅτι οὐδὲν τῶν παθῶν πίπτει εἰς τὰ μηδέπω συμπεπληρωκότα τὸν λόγον παιδία εἰ δ’ οὐδέν, δηλονότι οὐδὲ φόβος, ἀλλ’ εἰ ἄρα ἀνάλογόν τι τοῖς <ἄλλοις> πάθεσι, καὶ ταῦτα ἀμυδρὰ καὶ τάχιστα ἀνασκευαζόμενα καὶ θεραπευόμενα γίνεται ἐν τοῖς παιδίος, ὡς ἀγαπητὸν εἶναι ἐπὶ τοῦτο φθάσαι τὸν στραφέντα ὡς τὰ παιδία ὅσον ἔχει τῆς οἱονεὶ ὑποβολῆς τῶν παθῶν ὡς τὰ παιδία. καὶ περὶ φόβου τοίνυν τὰ ὅμοια τοῖς ἀποδεδομένοις νοήσεις ὅτι τὰ παιδία τὸν μὲν φόβον τῶν φαύλων οὐ πάσχει, ἄλλο δέ τι ὃ οἱ μὴ ἀκριβοῦντες τὰ τῶν παθῶν καὶ τῶν ὀνομάτων ἐκείνων λέγουσιν εἶναι φόβον, οἷον δὴ καὶ τὸ τῶν παιδίων ἀμνηςίκακον παρ’ αὐτοὺς τοὺς τῶν δακρύων καὶροὺς ἐν ἀκαρεῖ μεταβαλλομένων καὶ γελώντων καὶ συμπαιζόντων τοῖς νομιζομένοις λελυπηκέναι καὶ πεφοβηκέναι, ἀλλ’ οὐ κατὰ <τὴν> ἀλήθειαν ταῦτα ἐνηργηκόσιν.

[*](1 πρὸς τὸ] τουτο Μ 5 οὔδὲ Koe, vgl. lat. καὶ ὁ ΜΗ 7 <ἄλλοις> Diehl, vgl. lat. 13/14 ὑπερβολῆς C luc Nr. 39 15/16 ἀποδεδειγμένοις Μ 16 νοήσεις Κ Ι νοηθεῖεν Hu νοήσειεν M H 23 μὴ ἀκριβοῦντες Κ Ι nach C luc Nr. 39 διακριβοῦντες M H 26 δὴ K I Koe δὲ ΜΗ 31 τὴν < Μ 16 mal<or>um Koe, vgl. lat. 18–27 entspricht dies noch gr. 22 –28? 26 sicut] sic G 27 firme in pueris L)

v.10.p.222
οὕτω δὲ καὶ ταπεινώσει ἑαυτόν τις ὠς ὃ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον· οὐ γὰρ πίπτει ὐψηλοφροςήνη καὶ οἴησις εὐγενείας ἢ πλούτου ἤ τινος τῶν νομιζομένων μὲν οὐκ ὄντων δὲ ἀγαθῶν εἰς παιδίον. διόπερ ἔστιν ἰδεῖν τὰ κομιδῇ νήπια μέχρι τριῶν καὶ τεττάρων ἐτῶν ὅμοια τοῖς ἀγενέσι, κἂν εὐγενῆ εῖναι δοκῇ, καὶ μὴ μᾶλλον πάντως φιλεῖν δοκοῦντα τὰ πλούσια παιδία παρὰ τὰ πενιχρά. ἐὰν οὖν ὅπερ παρὰ τὴν ἡλικίαν πάσχει τὰ παιδία πρὸς τὰ τοὺς ἀνοή τους ἐπαίροντα τοιαῦτα πάθη, ἀπὸ λόγου ὁ τοῦ Ἰησοῦ μαθητὴς <ἀναλάβῃ>, ἐταπείωσεν ἑαυτὸν ὡς ὃ ἔδειξεν ὁ Ἰησοῦς παιδίον, οὐκ ἐπαιρόμενος ἐπὶ δοξαρίῳ οὐδὲ φυσιούμενος ἐπὶ πλούτῳ οὐδ’ ἐπὶ περιβλῇ οὐδὲ ὀγκούμενος ἐπὶ εὐγενείᾳ. μάλιστα δὲ τοὺς <τοιούτους>, οὓς ὁ λόγος ἀπέδειξε στραφέντας ὡς ὃ προσελάβετο ὁ Ἰησοῦς παιδίον, ἀποδεκτέον καὶ τιμητέον ἐπὶ τῷ Ἰησοῦ ὀνόματι, ἐπεὶ μάλιστα ἐν | τούτοις ἐστὶν ὁ Χριστός. καὶ διὰ τοῦτο λέγει τὸ καὶ ὃς ἂν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

[*](23 ff (μάλιστα—ἀποδεκτέον) C luc Nr. 39 ὁ τοιοῦτος γέγονεν ὡς τὰ παιδία (vgl. lat. Z. 26) 2 παρεκαλέσατο Μ 7 τὰ + μὴ λ 8 1. τεσςάρων? 13 παιδεία Η 15/16 <ἀνλάβῃ> Diehl Kl Koe, vgl. lat. 20 οὐδ’ ἐπὶ περιβολῇ < C luc Nr. 39 lat. 21 ἐυγενία Η 23 <τοιούτους> Kl, vgl. C luc Nr. 39 lat. | οὓς Kl ὡς MH 26 τιμητέον Kl, vgl. lat. μιμητέον ΜΗ 30 τοιοῦτον M 1 si<c> Kl 2 *** Diehl Kl Koe, vgl. gr. 6 f [cadit in puerum] Diehl, vgl. gr. 7 f <quia nimis> Kl 17 <humilis> Koe, vgl. gr. 19 offerens G 21 in <GL)
v.10.p.223

Τὸ δὲ ἑξῆς ἐργῶδες κατὰ ἀκολουθίαν τῶν προαποδεδομένων διηγήσασθαι. εἴποι γὰρ ἄν τις, πῶς ὁ στραφεὶς καὶ γενόμενος ὡς τὰ παιδία μικρός ἐστι τῶν πιστευότων εἰς τὸν Ἰησοῦν καὶ ἐπιδεκτικὸς τοῦ σκανδαλισθῆναι; πειραςώμεθα δὲ καὶ τοῦτο ἀκολούθως σαφηνίσαι. πᾶς ὁ τῷ Ἰησοῦ ὡς υἱῷ συγκαταθέμενος θεοῦ κατὰ τὴν ἀληθῆς περὶ αὐτοῦ ἱστορίαν καὶ ὁδεύων διὰ τῶν κατὰ τὸ εὐαγγέλιον πράξεων εἰς τὸ βιῶσαι κατ’ ἀρετήν ἐστράφη καὶ ὁδεύει πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, τοῦτον ἀμήχανον μὴ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. <ὁ δὲ μὴ στραφεὶς πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία τοῦτον ἀμἠχανον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν

[*](19 Psal. 118, 165 23 πᾶς Hu, vgl. lat. αῶς MH 28/29 πρὸς τὸ γενέσθαι ὡς τὰ] εἰς τὰ βιῶσαι κατὰ Μ 30 τοῦτο Η 32–224, 1 <ὁ—οὐρανῶν> Kl. vgl. lat. 2 istis <GL> 6 haec y 8 dicit GL 10 quasi] sicut L 30/31 <hone—caelorum> Kl, vgl. gr.)

v.10.p.224
οὐρανῶν.> πολλοὶ οὖν οἰ τοιοῦτοι, ἀλλ’ οὐ πάντες οἱ στραφέντες πρὸς τὸ γενέσθαι ὡς τὰ παιδία, ἐφθάκασιν ὡς ἐπὶ τὸ ἐξομοιωθῆναι τοῖς παιδίοις· ἀλλ’ ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς τὰ παιδία ὁμιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. ἐν παντὶ οὖν τῷ πλήθει τῶν πιστευόντων εἰσὶ καὶ οἱ ὡσπερεὶ ἄρτι στραφέντες περὶ τὸ γενέσθαι ὡς τὰ παιδία, οἵτινες κατ’ αὐτὸ τὸ ἐστράφθαι ἵνα γένωνται ὡς τὰ παιδία μικροὶ χρηματίζουσι, καὶ τούτων οἱ στραφέντες μὲν ἵνα γένωνται ὡς τὰ παιδία, πολὺ δὲ ἀπολειπόμενοι τοῦ γενέσθαι ἀκριβῶς ὡς τὰ παιδία, <μικροί εἰσι καὶ> ἐπιδέχονται τὸ σκανδαλισθῆναι· ὧν ἕκαστος τοσοῦτον ἀπολείπεται τῆς πρὸς αὐτὰ ὁμοιώσεως, ὅσον ἀπολείπεται τῆς ἀποδεδομένης τῶν παιδίων πρὸς τὰ πάθη ἕξεως. οἷς οὐ δέον ἀφορμὰς παρέχειν τοῦ σκανδαλισθῆναι· εἰ δὲ μή γε, ὁ σκανσαλίσας [*](19–22 Vgl. C v Nr. 19 Or.: ἐπεὶ οἱ μικροὶ εὐσκανδάλιστοί εἰσιν, ἵνα αὐτῶν μὴ καταφρονῶμεν μηδὲ μαρ’ ἡμῶν ἀπόληταί τις τῶν μικρῶν – 19 Vgl. I.Kor. 3, 1? 22 ἄκρως Η 23 <μικροί εἰσι καὶ> Kl Koe, vgl. lat. 2/3 quemadmodum puer< y 7–9 tanto . . . quanto B Pasch)
v.10.p.225
δεήσεται ὡς συμφέροντος αὐτῷ ἐπὶ θεραπείᾳ <ὁμαρτίας> τοῦ κρεμασθῆναι μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης. οὕτω γὰρ τίσας τὴν αὐτάρκη δίκην ἐν τῇ θαλάσσῃ (ὅπου ὁ »δράκων« ὅ »ἔπλασεν ὁ θεὸς ἐμπαίζεις αὐτῷ«) καὶ οὕτω τὸ συμφέρον πρὸς τὸ τέλος ὁ κολασθεὶς παθών, ἐν τοῖς ἑξῆς <ἔξω> ἔσται τῶν κατὰ τὸ πέλαγος τῆς θαλάσσης πόνων, οὕς ὑπέμεινε καθελκόμενος ὑπὸ τοῦ ὀνικοῦ μύλου. εἰσὶ γὰρ καὶ μύλων διαφοραὶ ὡς εἶναι τὸν μέν τινα αὐτῶν (ἵν’ οὕτως ὀνομάσω) ἀνθρωπικόν, ἄλλον δὲ ὀνικόν· καὶ ἀνθρωπικὸς μέν ἐστιν ἐκεῖνος, περὶ οὗ γέγραπται· »δύο« ἔσονται »ἀλήθουσαι ἐν« ἑνὶ »μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται«, ὀνικὸς δὲ ὁ περιτεθηςόμενος τῷ σκανδαλίσαντι. εἴποι δ’ ἂν τις, οὐκ οἶδα πότερον ὑγιῶς ἢ ἐσφαλμένως λέγων, ὀνικὸν εἶναι τὸ βαρὺ τοῦ φαύλου σῶμα καὶ κατωφερές , ὅπερ ἀναλήψεται ἐν τῇ ἀναστάσει <πᾶς ἁμαρτωλός>, ἵνα καταποντισθῇ ἐν τῇ ἀβύσσῳ λεγομένῃ πελάγει θαλασσίῳ, [*](7 Psal. 103, 26 — 18 Math. 24, 41 9 qui < Β 13 enim] autem μ (vgl. Pasch) 14 eorum G L 17 duo G 21 inponetur Diehl inponitur x 23 istis < G L Pasch | in Christum Pasch 24. 31 dimergatur G)
v.10.p.226
ὅπου ὁ »δράκων« ὅν »ἔπλασεν ὁ θεὸς ἐμπαίζειν αὐτῷ«. ἄλλος δὲ τὸ σκανδαλίζειν ἕνα τῶν μικρῶν ἀνοίσει ἐπὶ τὰς ἀοράτους ἀνθρώποις δυνάμεις· πολλὰ γὰρ καὶ ἀπὸ τούτων σκάνδαλα εἰς τοὺς δεικνυμένους ὐπὸ τοῦ Ἰησοῦ μικροὺς γίνεται. ἐπὰν δὲ σκανδαλίσωσιν τῶν δεικνυμένων ὑπὸ τοῦ Ἰησοῦ μικρῶν ἕνα πιστευόντων εἰς αὐτόν, ὀνικὸν μύλον τὸ φθαρτὸν σῶμα τὸ βαρῦνον ψυχὴν ἀναλήψεται, κρεμάμενον ἐκ τοῦ καθελκομένου αὐτὸν ἐπὶ τὰ τῇδε πράγματα τραχήλου, ἵνα διὰ τούτων 15 καθαιρεθῇ αὐτῶν τὸ οἴημα καὶ τίσαντες δίκην ἐν τῷ συμφέροντι αὐτοῖς διὰ τοῦ ὀνικοῦ μύλου γένωνται.

Καὶ ἄλλη δὲ διήγησις παρὰ τὴν ἁπλούστερον λεγομένην λελέχθω, εἴτε ὡς δόγμα<τος> εἴτε ὡς γυμναςίου ἕνεκεν. καὶ ζητήσωμεν ποῖον προσκαλεςάμενος παιδίον ὁ Ἰησοῦς ἔστησεν ἐν μέσῳ τῶν μαθητῶν. ὅρα δὲ εἰ δύνασαι τὸ ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἅγιον, ὑπὸ τοῦ σωτῆρος προσκληθὲν καὶ σταθὲν ἐν μέσῳ τῷ ἡγεμονικῷ τῶν μαθητῶν Ἰησοῦ, εἰπεῖν εἶναι ὅ προσεκαλέσατο ὁ Ἰησοῦς παιδίον, εἴτε βούλεται ἡμᾶς πάντα τὰ ἄλλα ἀποστραφέντας στραφῆναι πρὸς τὰ παραδείγματα ὑπὸ τοῦ ἁγίου ὑποβαλ-

[*](1 Psal. 103, 26 — 24—29 Vgl. Π 201, 7 An.: ὅπερ εἰ ἀναφέρεται εἰς τὸ ἅγιον πνεῦμα ζητήσεις. Vgl. Hieron. in Matth. 137 C: alii paruolum interpretantur spiritum sanctum, quem posuerit in cordibus discipulorum, utsuperbiam humilitate mutarent 8 σκανδαλίαωσι H | δεικνυομένων M 9 ἔνα <τῶν> ? Kl 13 ἐαυτὸν H 17 μύλου <τόπῳ> Diehl 20 δόγμα- <τος> Kl, vgl. lat. 25 ἑαυτὸν M 27 accepit] lat. las προσληφθὲν st. προσκληθὲν Koe 31 <subiectum> Diehl, vgl. gr.)

v.10.p.227
λόμενα πνεύματος,ὥστε ἡμᾶς οὕτω γενέσθαι ὡς τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, τὰ καὶ αὐτὰ στραφέντα καὶ ὁμοιωθεντα τῷ ἁγίῳ πνεύματι· ἅτινα παιδία ἔδωκεν ὁ θεὸς τῷ σωτῆρι κατὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον· »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοιἔδωκεν ὁ θεός«. καὶ οὐκ ἔστι γε εἰσελθεῖν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν μὴ στραφέντα ἀπὸ τῶν κοσμικῶν πραγμάτων καὶ ἐξομοιωθέντα τοῖς τὸ πνεῦμα τὸ ἅγιον πεφορηκόσι παιδίοις· ὅπερ πνεὔμα ἅγιον προσκαλεσύμενος ὁ Ἰησοῦς, ἀπὸ τῆς ἰδίας τελειότητος καταβεβηκὸς πρὸς ἀνθρώπους, ὡςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳτῶν μαθητῶν. δεῖ οὖν στραφέντα ἀπὸ τῶν κοσμικῶν ἐπιθυμιῶν ταπεινῶσαι ἑαυτόν, οὐχ ἁπλῶς ὡς τὸ παιδίον, ἀλλὰ κατὰ τὸ γεγραμμένον ὡς τὸ παιδίον τοῦτο. ἔστι δὲ τὸ ταπεινῶσαι ἑαυτὸν ὡς τὸ παιδίον ἐκεῖνο <τὸ ταπεινῶσαι ἑαυτὸν ὑπὲρ θεοῦ καὶ> τὸ μιμήσασθαι τὸ ὑπὲρ σωτηρίας ἀνθρώπων ταπεινῶσαν ἑαυτὸ πνεῦμα ἄγιον. ὅτι δὲ ὁ σωτὴρ καὶ τὸ ἅγιον πνεῦμα ἐξαπεστάλη ὑπὸ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, δεδήλωται ἐν τῷ [*](10 Jes. 8, 18 2/3 τὰ παιδία <τουτέστι τοὺς ἀποστόλους>, Kl nach Koe, vgl. lat. 24 αὐτόν M 27 αὐτὸν M 28/29 <τὸ— καὶ> Kl nach Diehl Koe, vgl. lat. 34 δεδήλωκεν Μ 11 mih i dedit B (L))
v.10.p.228
Ἡσαΐᾳ ἐκ προσώπου τοῦ σωτῆρος λέγοντι· »καὶ νῦν κύριος ἀπέστειλέ μεκαὶ τὸ πνεῦμα αὐτοῦ«. ἰστέον μέντοι ὅτι ἀμφίβολός ἐστιν ἡ λέξις· ἢ γὰρ ὁ θεὸς ἀπέστειλεν, ἀπέστειλε δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν σωτῆρα, ἢ (ὡς ἐξειλήφαμιεν) ἀμφότερα ἀπέστειλεν ὁ πατήρ, τὸν σωτῆρα καὶ τὸ ἅγιον πνεῦμα. [*](2. 14. 27 Jes. 48, 16 — 19 ff vgl. Orig. c. Cels. I, 46 (I,96, 22ff) — 31 ff Vgl. Matth.4, 1 Par.; vgl. Phil. 2,7; vgl. Röm. 8, 14 1 σωτῆρος]πρς Μ 2 λέγοντι Koe, vgl. lat. λέγοντος MH 22 ἣ] ἄρ᾿ M 4 me misit L 5—18 [quoniam—suum] Glosse des Übersetzers der damit die parallele Ausführung des gr.für Leser des lat. Textes passend macht Kl 8/9 habet similes L 13 gradu] casu G c. r. 18 suum] sanctum Leser)
v.10.p.229
μείζων οὖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὁ ταπεινώσας ἑαυτὸν παρὰ πάντας τοὺς ταπεινοῦντας ἑαυτοὺς μιμητικῶς ἐκείνου τοῦ παιδίου. πολλοὶ μὲν γὰρ οἱ θέλοντες ἑαυτοὺς ταπεινῶσαι ὡς τὸ παιδίον ἐκεῖνο, ὁ δὲ πάντη παραπλήσιος γενόμενος τῷ ταπεινώσαντι ἑαυτὸν παιδιῳ, ἐκεῖνος ἂν εὑρεθείη ὁ χρηματίαων πάντων μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. <δεῖ οὖν δέχεσθαι ἕν παιδίον τοιοῦτο> ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, μάλιστα ἐν αὐτῷ ὄντος τοῦ Ἰησοῦ. ὥσπερ δὲ τὸν Ἰησοῦν δέχεται, ὅς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι αὐτοῦ, οὕτως τὸν Ἰησοῦν ἀποδοκιμάζει καὶ ἐκβάλλει ὁ μὴ βουλόμενος δέξασθαι ἕν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. εἰ δὲ καὶ τῶν τοῦ ἁγίου πνεύματος ἀξιουμένων ἐστὶ διαφορά, πλεῖον ἢ ἔλαττον λαμβανόντων τοῦ ἁγίου πνεύματος τῶν πιστευόντων, εἶεν ἄν τινες οἱ μικροὶ τῶν εἰς θεὸν πιστεύοντων σκανδαλίζεσθαι δυνάμενοι, οὕς ἐκδικῶν σκανδαλισθέντας ὁ λόγος φησὶ περὶ τῶν σκανδα- [*](7 μεῖζον H 12 αὐτοὺς M 13 πάντα M 18/19 <δεῖ—τοιοῦτο> Kl, vgl. lat. 20 ὄντος M, vgl. lat. ὄντως H 21/22 δέχετε ὅς H 22 ἕν τῶν παιδίων H 24 οὗτος M 33/34 δυνάμενοι *** Koe, vgl. lat.) [*](7 est ergo B 11 volunt x* nolunt μ 16 ipse] ille L 18. 24 suscipere <unum> Koe, vgl. gr. 24<ex>pellit Diehl)
v.10.p.230
λισάντων αὐτοὺς τὸ συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. ταῦτα λελέχθω κατὰ τὰ ἐκκείμενα τοῦ Ματθαίου ῥητά.

Ἴδωμεν δὲ καὶ τὰ παραπλήσια ἀπὸ τὰ παραπλήσια ἀπὸ τῶν λοιπῶν. Μᾶρκος τοίνυν φησὶν ὅτι »διελέχθησαν ἐν τῇ ὁδῷ« οἱ δώδεκα, »τίς« αὐτῶν »μείζων« ἐστί· διὸ καὶ »καθίσας ἐφώνησεν« αὐτοὺς καὶ διδάσκει τίς ὁ μείζων, λέγων πρωτείων ὡς μείζονα τεύξεσθαι τὸν γενόμενον »πάντων« διὰ τῆς μετριότητος καὶ τῆς ἐπιεικείας ἔσχατον, ὥστε τὸν μὲν τοῦ διακονουμένου μὴ ἀναδέξασθαι τόπον τὸν δὲ τοῦ διακονοῦντος, καὶ τοῦτον οὐ πρὸς τινὰς μὲν τινὰς δ᾿ οὔ, ἀλλὰ πρὸς πάντας ἁπαξαπλῶς. πρόσχες γὰρ τῷ »εἴ τις θέλει πρῶτος γενέσθαι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος«. καὶ ἑξῆς τούτοις φησὶν ὅτι »λαβὼν παιδίον (δηλονότι ὁ Ἰησοῦς) ἔστησεν ἐν μέσῳ« τῶν μαθητῶν αὐτοῦ, »καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· ὅς ἐὰν ἕν τῶν παιδίων τοιούτων δέξηται ἐπὶ τῷ ἐμῷ ὀνόματι,

[*](15 ff Marc. 9,34f — 26 Marc. 9, 35 — 30 ff Marc. 9,36f — Vgl. Cluc Nr. 40 Or. 9 ἀπὸ] ἐπὶ Koe 14. 29 φησὶ H 15 διελέγχθησαν M 27 ἔστω M 29 καὶ] τῆ M 34 τοιούτων Kl Koe, vgl. lat. τούτων M<H | ἐπὶ]ἐν M 32 dicit B)

v.10.p.231
ἐμὲ δέχεται«. ποῖον δὲ ἄλαβε παιδίον καὶ ἐνηγκαλίσατο ὁ Ἰησοῦς κατὰ τὸν βαθύτερον ἐν τοῖς τόποις λόγον ἤ τὸ ἅγιον πνεῦμα; καὶ τούτῳ γε τῷ παιδίῳ ἐξωμοιώθησάν τινες, περὶ ὧν εἶπε τὸ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. κατὰ μέντοι τὸν Λουκᾶν »διαλογισμὸς« εἰς τοὺς μαθητὰς οὐκ ἀναβέβηκεν ἀλλ᾿ »εἰσῆλθε« περὶ τοῦ »τίς αὐτῶν εἴη μείζων«. καὶ »ἰδὼν ὁ Ἰησοῦς τὸν διαλογισμὸν τῆς καρίας αὐτῶν« (ἅτε ἔχων ὀφθαλμοὺς διαλογισμοὺς καρδιῶν βλέποντας »ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν« οὐδὲ ἐρωτηθεὶς) κατὰ τὸν Λουκᾶν ἔλαβεν παιδίον καὶ »ἔστησεν«, οὐ μόνον ἐν μέσῳ αὐτῶν, ὡς ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος εἰρήκασιν, ἀλλ᾿ ἤδη καὶ »παρ᾿ ἑαυτῷ καὶ εἶπε« τοῖς μαθηταῖς οὐ μόνον τὸ ὃς ἐὰν δύξηται ἓν παδίον τοιοῦτο ἢ »ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματίμου, ἐμὲ δέχται«, ἀλλ᾿ ἤδη καὶ ἐπναβεβηκότως τὸ »ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται«. [*](6 Marc. 9, 97 — 9 Luc. 9, 46 — 12 Luc. 9, 47 — 17 Vgl. Luc. 9 , 47f — 18 Marc. 9, 36 — 23f. 33 Marc. 9, 37 — 25. 35ff Luc. 9, 48) [*](6f τῶν παιδίων τούτων Μ 7 παιδίον H | τῶν ἐμῶ ὀνόματι M 11 μεῖζον H 17 ἔλαβεν] ἔλαβε τὸ H) [*](21 — 25 non ita — meo] lat. kürzt 31 illum y* < L 33 unum < ρ)
v.10.p.232
χρὴ οὖν κατὰ τὸν Λουκᾶν ἀκεῖνο τὸ παιδίον, αὗ λαβόμενος ὁ Ἰησοῦς »ἔστησεν αὐτὸ παρ’ ἑαυτῷ«, δέξασθαι «ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. Καὰ οὐκ οἶδα εἰ δύναταί τις μὴ τροπολυγῆσαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ἀνόματαί μου«. χρὴ γὰρ ἐκεῖνο τὸ παιδίον, ὅ τότε »ἔστησεν« ὁ Ἰησοῦς »παρ’ ἑαυ- τῷ λαβόμενος« αὐτοῦ, δέξασθαι ἕκα- στον ἡμῶν »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ. ζῇ γὰρ ὡς ἀθάνατον, καὶ χρὴ αὐτὸ ἀπ’ αὐτοῦ τοῦ Ἰησοῦ <κατασταθὲν παρὰ τῷ Ἰησοῦ> δέξασθαι »ἐπὶ τῷ ὀνόματι« τοῦ Ἰησοῦ, οἷ μὴ χωριζό- μενος ὁ Ἰησοῦς γίωεται παρὰ τῷ δε- χομένῳ τὸ παιδίον, ὡς κατὰ τοῦτο λελέχθαι τὸ »ὅς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνό- ματί μου, ἐμὲ δέχεται«. εἶτ’ ἐπεὶ ἀχώρστός ἐστι τοῦ υἱοῦ ὁ πατήρ, <ὁμοῦ καὶ ὁ πατῆρ> γίνε- ται παρὰ τῷ δεξεμένῳ τὸν υἱόν· [*](4ff Vgl. Luc. 9, 47f — 11. 25 Luc. 9, 48 — 14ff Vgl. Luc. 9, 47f — 28—233, 9 Vgl. Clue Nr. 40 Or., mit der Schlubemerkung: ἔοικεν οὗτος εἰς τὸ πνεῦμα τὸ ἅγιον τροπολογεῖν τὸ ταπεινὸν καὶ ἀπόνηρον παιδίον 19—20 <κατασταθὲν — Ἰησοῦ> Κoe, vgl. lat. 25—27 ὡς—δέχεται] lat. kürzt 29 <ὁμοῦ—πατὴρ> Diehl Koe, vgl. lat. 29 receperit L recipit y)
v.10.p.233
διὸ λέλεκται· »καὶ ὅς ἐὰν ἐμὲ δέξη- ται, δέχεται τὸν ἀποστείλαντά με«. ὁ δὲ δεξάμενος τὰ παιδίον καὶ τὸν σωτῆρα καὶ τὸν ἀποστείλαβτα αὐτόν, »μικρότερός« ἐστιν »ἐν πᾶσι« τοῖς Ἰησοῦ μαθηταῖς ἑαυτὸν σμικρύνων· ὅσον δὲ ἑαυτὸν σμικρύνει, τοσοῦτον γίνεται »μέγας« <ὑπ’> αὐτοῦ τοῦ ἐπιτέλλοντος σμικρύνειν αὐτὸν καὶ ποιοῦντος ἐπιδιδόναι εἰς μέγε- θος· πρόσχες γὰρ τῷ »ὁ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας«. ἀνέγνωμεν δὲ καὶ ἐν ἄλ- λοις »καὶ ἔσται μέγας«. κατὰ δὲ τὸν Λουκᾶν ἐὰν μή τις »δέξηται τὴν τοῦ θεοῦ βασιλείαν ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτύν«· καὶ ἔστιν ἀμφίβλος ἡ λέξις, ἤ γὰρ ἵνα ὁ δεχόμενος τὴν τοῦ θεοῦ βασι- λείαν γένηται ὡς παιδίον, ἤ ἵνα τὴν τοῦ θεοῦ βασιλείαν παραδέξη- ται γενομένην αὐτῷ ὡς παιδίον. καὶ τάχα ἐνταῦθα μὲν οἱ δεχόμενοι τὴν τοῦ θεοῦ βασιλείαν δέχονται αὐτὴν οὖσαν ὡς παιδίον, ἐν δὲ τῷ μέλλοντι αὐῶνι οὐκέτι ὡς παιδίον κατὰ τὸ μέ- γεθος τῆς τελειότητος ἐν τῇ (ἵν’ οὕ- τως ὀνομάσω) πνεματικῇ Ἠλικίᾳ [*](1 Luc. 9. 48 — 5.8 Vgl. Luc. 9, 48 — 12 Lue. 9,48 — 15 Vgl. Luc. 1, 15. 32 — 16 Luc. 18, 17 — 19ff Vgl. Luc. 18, 17 5 πᾶσι τοῖς] τοῦ|τοῖς Μ 8 <ὑπ’> Koe <ἀπ’> Diehl, vgl. lat. 9 ἐπι- τέλλοντος Κl nach Koe, vgl. lat. ἐπι- πλεῖον ΜΗ | αὐτὸν ΜΗ ἑαυτὸν ποι- οῦντος Cluc Nr. 40 13 πᾶσι Μ 27 κατὰ Koe καὶ ΜΗ 8 tanto μ < x)
v.10.p.234
ἐπιδεικνυμένης πᾶσι τοῖς ἐπὶ τοῦ παρόντος παραδεξαμένοις αὐτὴν οὖσαν ἐνταῦθα ὡς παιδίον.

Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων (18, 7[—14]). Καθ’ αὑτὴν μὲν καὶ ἀπολελυμένως εἴρηται ἡ τοῦ κόσμος φωνὴ <ἐν τῷ> »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος αὐ- τὸν οὐκ ἔγνω«. κατὰ δὲ τὴν πρός τι σχέσιν, μετὰ τῆς πρὸς ἐκεῖνο ἐπι- πλοκῆς οὗ κόσμος ἐστίν, ὠνόμα- σται ἐν τῷ »μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλαβηθεὶς προσκυνήςῃς αὐ- τοῖς καὶ λατρεύςῃς αὐτοῖς«. τὸ δ’ ὅμοιον φήσεις ἐν τῇ Ἐσθὴρ λελέ- χθαι περὶ αὐτῆς, ὅτε γέγραπται πε- ριελομένη »πάντα τὸν κόσμον αὐτῆς«. οὐ γὰρ ταὐτόν ε’στιν ἁπλῶς ὁ κόσμος καὶ ὁ κόσμος τοῦ οὐρανοῦ ἤ ὁ κό-

[*](18 Joh.1, 10—22 Deut. 4, 19 — 26ff Vgl. Hieron. hom. in Matth. 18, 7ff (Anecdota Maredsolana III, 2, 373, 13ff): mundum istum terrenum locum dicit, τὸν περισςὸν (l. περίγειον) τόπον λέγει: neque vero de caelo et terra intellegere debemus mundum etc. — 29 Esther 4, 17 (14, 2) und Judith 10, 4! 1 ἐπιδεικνυμένης Ηu ἐπιδεικνυ- μένοις Μ Η 16 καθ’ αὐτὴν Μ 17 τοῦ < Η | <ἐν τῷ> Ηu 30 ὁ < Μ 9 res est B)

v.10.p.235
σμος τῆς Ἐσθήρ. τὸ δὲ νῦν ἡμῖν ζητούμενον ἄλλο. νομίζω οὖν ὅτι οὐ τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημά ἐστι κατὰ τὰ θεῖα γράμματα ὁ κόσμος, ἀλλ’ ὁ περίγειος μόνος τόπος, καὶ οὗτος οὐ καθ’ὅλην νοούμενος τὴν γῆν, ἀλλ’ ὁ κατὰ τὴν ἡμετέραν οἰκουμένην· »ἐν τῷ κόσμῳ« γὰρ »ἦν τὸ ἀληθινὸν φῶς«, τῷ περιγείῳ τόπῳ τῷ κατὰ τὴν ἡμετέραν <οἰκουμένην> νοουμένῳ, »καὶ ὁ κόσος αὐτὸν οὐκ ἔγνω«, οἰ ἐν τῷ περιγείῳ τόπῳ ἄνθρωποι, τάχα δὲ καὶ αἱ οἰκεῖαι τῷ χωρίῳ τού- τῳ δυνάμεις. ἄτοπον γὰρ λέγειν τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς σύστημα, ὥστ’ εἐπεῖν ἄν ὅτι ἥλοις καὶ σελήνη καὶ ὁ χορὸς τῶν ἀστέρων καὶ οἱ ἐν ὅλῳ τῷ κόσμῳ τούτῳ ἄγ- γελοι οὐκ ἔγνωσαν »τὸ ἀληθινὸν φῶς« καὶ ἀγνοοῦντες αὐτὸ ἐτήρησαν τὴν ἐπιτεταγμένην αὐτοῖς ἀπὸ θεοῦ τάξιν. ἀλλὰ καὶ ὅταν λέγηται ὑπὸ τοῦ σωτῆρος ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· »καὶ νῦν δόξασόν με, πάτερ, παρὰ σεαυτῷ τῇ δόηῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί«, [*](13ff Vgl. Joh. 1, 9f — 18 Joh. 1, 10 — 30 Joh. 1, 9 — 35 Joh. 17, 5f 3 οὐ τὸ] ἐν τῶ Μ 15 <οἰκου- μένην> Kl Keo, vgl. lat. 32/33 a deo Diehl Koe, vgl. gr. ab eo x)
v.10.p.236
χρὴ ἀκούειν κόσμον λέγεσθαι τὴν καθ' ἡμᾶς ἐπὶ γῆς οἰκουμένην· ἀλλὰ καὶ ὁ σωτὴρ λέγων· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ«, τὸν ἐπίγειον τὰ ἀντικείμενα αὐτὸν λέγειν φάσκοντα· »κἀγὼ πρὸς σὲ ἔρχομαι, καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ καὶ ἐν τῷ κόσμῳ εἰμί«. ἀλλὰ καὶ ἐν τῷ2 »καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ« τὸν περίγειον τόπον τοῦτον νομιστέον. ἀπὸ γὰρ τούτου τοῦ κόσμου ἔδωκε τῷ υἱῷ ὁ ἀνθρώπους, περὶ ὧν ὁ σωτὴρ ῤρωτᾷ τὸν πατέρα μόνων, καὶ »οὐ περὶ τοῦ κόσμου« ὅλου τῶν ἀνθρώπων. σαφῶς δὲ οὗτος σημαίνεται καὶ ἐκ τοῦ »καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, [*](6 Joh. 17, 9 — 11. 17 Joh. 17, 11 (vgl. var. lect.) — 20 Joh. 17, 13f — 29f Vgl. Joh. 17, 9 — 32 I. Joh. 5, 19 — 35 Joh. 17, 14 13 ἐν τῷ] ἔγνω Η 20 καὶ < Μ 24 τοῦτον < Η 26—30 ἀπὸ—ἀνθρώπων] hier mit Diehl nach lat., hinter Z. 5 in M H)
v.10.p.237
ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου«· ἐμίσησε γὰρ ἡμᾶς (ἐξ οὗ μηκέτι σκοποῦμεν »τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα«) διὰ τὴν Ἰησοῦ διδασκαλίαν οὐ κόσμος ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς συνεστηκὼς πᾶς, ἀλλ' οἱ ἐπὶ γῆς μεθ' ἡμῶν ἄνθρωποι. τὸ »οὐκ εἰσὶν ἐκ τοῦ κόσμου« ἴσον ἐστὶ τῷ οὐκ εἰσὶν ἐκ τοῦ περιγείου τόπου· οὕτω δὲ καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ »ἐκ τοῦ κόσμου οὐκ εἰσὶν« ὡς οὐδ' αὐτὸς »ἐκ τοῦ κόσμου« ἦν. ἔτι δὲ καὶ τὸ »ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας« (δὶς εἰρημένον ἐν τῷ κατὰ Ἰωάννην) οὐκ ἀναφέρεται ἐπὶ τὰ κρείττονα τῶν ἀνθρώπων, ἀλλ' ἐπὶ τοὺς χρῄζοντας πιστεύειν ἀνθρώπους ὅτι ὁ πατὴρ τὸν υἱὸν εἰς τὸν τῇδε κόσμον ἀπέστειλε. καὶ παρὰ τῷ ἀποστόλῳ δὲ »ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ«.