Commentarium In Evangelium Matthaei (Lib. 12-17)
Origen
Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.
Ἐπεὶ δέ μηδέπω περιεργασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασανίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀναβιβασθέντες εἰς τὸ ὕφος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μεταμόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων »ἐν δόξῃ« μετ’ αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδομένος Πέτρος καὶ οἱ τῆς βροντῆς υἱοὶ« βούλοιντ᾿ ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοικήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ »τὴν ἔξοδον« λαλούσῃ τοῦ Ἰησοῦ »ἣν ἔμελλε πληροῦν«, καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον κοὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλήσεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ κολόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ἀλλ᾿ ἐπεὶ ἡ ἀγἀπη »οὐ ζητεῖ τὰ ἑαυτῆς«, τὸ νομιζόμενον τῷ Πέτρῳ κολὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς· διὸ
[*](4–164, 1 Β (Matthaei) I, 158, 5–12 An. - 12 Vgl. Luc. 9, 31 — 14 Vgl. Marc. 3, 17 - 19 Vgl. Luc. 9. 31 - 30 I. Kor. 13,5 - 31 Vgl. Matth. 17, 4)[*](7 εἴπομεν] εἴΠομεν καὶ Μ 15 αὐτοῖς Μ 24 εἶναι <τὸν Ἰησοῦν> Diehl 26 βουλομένους <ἐκ τῆς Χριστοῦ πρὸς αὐτούς,> Koe, vgl. lat.)[*](8 nunc < B 12 *** Kl 13 facere < > G L 20 proponens 28 faciamus, si vis L)καταβέβηκεν ἀπὸ τοῦ ὄρους« πρὸς τοὺς μὴ δυναμένους ἀναβῆναι ἐπ αὐτὸ καὶ ἰδεῖν αὐτοῦ τὴν μεταμόρφωσιν, ἵνα κἂν ὁποῖον χωροῦσιν αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ τὰ ἑαυτῆς« ζητοῦσαν ἀγάπην ἔχοντος ἐλεύθερον« μὲν εἶναι »ἐκ πόντων, πᾶσι« δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω, ἶνα τοὺς Πλείονας« αὐτῶν κερδήσῃ. εἴποι δ’ ἄν τις πρὸς τὰ ἀποδεδομένα περὶ ἐκστάσεως καὶ ἐνεργείας πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ μὴ εἰδὼς ὁ λέγει«, μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν. ὅτι παρὰ τῷ Παύλῳ τινές θέλοντες εἶναι νομοδιδάσκαλοι« οὐκ οἴδασι περὶ ὦν λέγουσιν, ἀλλ᾿ ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ »νοοῦντες« αὐτῶν τὸ βούλημα »διαβεβαιοῦνται« περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει κοὶ ὁ Πέτρος· μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι κοὶ τὰ ἑξῆς, ἐξῆς, »μὴ εἰδὼς ὃ λέγει«·»οὐ γὰρ ᾔδει τί ἐλάλει«. καὶ γὰρ εἴπερ σοφὸς »νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δέ χείλεσι φορεῖ τὴν
[*](6 I. Kor. 13, 5 — 7ff Vgl. I. Kor. 9, 19 - 16 Luc. 9, 33 — 18 ff Vgl. I. Tim. 1, 7 - 30 Luc. 9, 33 - Marc. 9, 6 - 32 Prov. 16, 23)[*](4 χωρῆσαι Μ 5 θεωρήσωσιν H 19 παιδοδιδάσκαλοι Μ)[*](8 ut + ciuu μ)επιγνωμοσυνην«, ο μη ουτως εχων οὐ νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος« οὐδὲ συνίησι τῆς φύσεως τῶν ὑπ’ αὐτοῦ λεγομένων.
Ἑξῆς τούτοις ἐστὶ τὸ ἔτι λαοῦντος αὐτοῦ, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς καὶ τὰ ἑξῆς. οἶμαι δέ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη- νὰς ὑφ’ ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι <αὐτοῦ> δείκνυσι <μίαν καὶ> κρείττονα ἵν’ οὕτως ὀνομάσω) καὶ πολλῷ διαφέρουσαν σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπισκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπεσκίασεν αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχάνουσαν πεποίηκεν αὐτοῖς εἰς παράδειγμα μελλούσης ἀναπαύσεως ὁ θεός· φωτεινὴ γὰρ νεφέλη ἐπισκιάζει τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμπομένους ὑπ᾿ αὐτῆς. τίς δ’ ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπισκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν πατρικὴ δύναμις, ἀφ᾿ ἧς ἔρχεται ἡ τοῦ πατρὸς φο)νή, μαρτυροῦσα τῷ υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ
[*](2 Prov. 16, 23 — 5ff Vgl. Harnack TU. 42, 4, 22 ? !)[*](5/6 τὸ—αὐτοῦ < M a add. i. m. 11 ἔμελλον Koe, vgl. lat. ἔμελλεν Μ H 12 <αὐτοῦ> Koe, vgl. lat. 13 καὶ> Kl, vgl. lat. 23 ἀναπαύσεως nach Koe, vgl. lat. u. S. 283, 6 ἀναστάσεως MH 26/27 λαμπομένους Μ 29 τοὺς δικαίους; ἢ ρ τοῖς δικαίοις· ἢ Μ H)[*](6 loquente + et G a L 20/21 reponsationem μ 23 eos] scos Diehl, vgl. gr.)προτρέπουσα τοὺς σκιαζομένους ὑπ αὐτῆς τούτου κοὶ μὴ ἄλλου τινὸς ἀκούειν; λέγει δ’ οὗτος, ὡς πάλαι οὕτως καὶ ἀεί, δι᾿ ὧν βούλεται. τάχα δέ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιάζουσα τοὺς δικαίους καὶ προφητεύουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος αὐτῇ καὶ λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ ἂν εἴποιμι καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην. 5 Πέτρος μέν οὖν λέγων· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν · φωτεινὴ γὰρ Πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος νεφέλη ἐπισκιάζει > τοὺς Ἰησοῦ γνησίους μαθητάς· ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας νεφέλη ἐπισκιάζει φωτεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς Προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μέν Μωσεῖ καὶ Ἠλίᾳ λέγει· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· ἀκούετε ἀυτοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ
[*](20 Vgl. Luc. 9, 31 — 27–168, 18 Vgl. C luc Nr. 34 Or. C Nr. 202 Or.)[*](4 οὗτος (οὕτως) Μ)] d. h. ὁ ὁ θεὄς Koe τὰ]Kl, vgl. lat. 16 ἀφ᾿ ἑαυτοῦ] 1. ἀπὸ τοῦ θεοῦ ? Kl 18 *** Kl Koe 19 καὶ + τοῦ H 20 > Diehl Kl Koe, vgl. lat. 24 <ὡς δῆλον> τῷ Koe 28 μωσῆ Μ 32 θεοῦ KI vgl. lat., ανου MH)[*](2 ea y eo L 6ff spiritus sanctus B L 8 et] atque L 19 *** Diehl Kl Koe, vgl. gr. 21 et1] lat. las καὶ statt ἢ)καὶ θεωρῆσαι αὐτὸν καθὼς ἦν »ἐν δόξῃ«. τάχα δὲ τοὺς μαθητὰς διδάσκει, ὅτι ὁ κυρίως υἱὸς τοῦ θεοῦ καὶ ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν κοὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς λευκὰ ὁμάτια.
Μετὰ δὲ ταῦτα γέγραπται, ὅτι ἀκούσαντες τῆς φωνῆς <ἐκ> τῆς νεφέλης τῆς μαρτυρούσης τῷ υἱῷ οἶ τρεῖς ἀπόστολοι, μὴ φέροντες τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωΠον τὸν θεόν· σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεάματος λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ αὐτὸν εἶναι τὸν εἰρηκότα· οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται«, Λ·αὶ ἰδόντες γενόμενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος· > τὴν περὶ αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλαβόντες, ὡς μὴ φέροντες τὰς τοῦ λό- aut discipulos docebat, quoniam qui proprie filius erat dei et dilectissimus apud deum, in quo conplacuit, quem praecipue oportet audire, ipse erat qui tunc est visus et transfiguratus splenduit (facie) sicut sol et vestimenta eius facta sunt sicut lumen.
[*](2 Vgl. Luc. 9, 31 — 14–169, 8 Vgl. C luc Nr. 33 Or., C l Nr. 203 Or. — 25 Ex. 33, 20)[*](12 f φωνῆς <ἐκ> τῆς Koe, vgl. S. 166, 27 φωτεινῆς las lat. 13 τῆς2 < 21 f πρόσχες—ὅτι] ἢ τάχα C luc Xr. 33 24 μωσῆ M 27 ff ἰδόντες— > Kl nach C luc Nr. 33)[*](8 <facie> Diehl Koe, vgl. 10 lumen G a B nubem G c L 24 dei] + vivi L + patris Pasch 30 <verbi splendores> Kl mit Diehl Koe, vgl. gr.)γου αὐγὰς ἐταπεινώθησαν »ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ«. *** ἀλλὰ μετὰ τὴν ἁφὴν τοῦ λόγου τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐδένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος κοὶ Ἠλίας ἡ προφητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ οὐχ ὥσπερ ἠσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἔν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος βούλημα Μωσῆς καὶ Ἠλίας »ὀφθέντες ἐν δόξῃ« καὶ συλλαλήσαντες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μεταδώσοντες, ὧν ἐλάλησε μετ’ αὐτῶν ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω εὐεργετηθεῖσιν ὑπ᾿ αὐτοῦ>, εὐεργετη-
[*](1 I. Petr. 5,6 — 7ff Vgl. Hieron. in Mattli. 131 D: postquam legis et prophetarum umbra discesserit, quae velamento suo apostolos texerat, utrumque in evangelio reperitnr — 15f Vgl. Luc. 9, 31 - 21 ff Vgl. Matth. 27, 52ff.)[*](2 θεοῦ] *** Kl + κοὶ τοῦτο ἔδειξαν, ὅτε ἔπεσον ἐπὶ Πρόσωπον αὐτῶν φοβηθέντες σφόδρα. ἐΠὶ τούτοις δὲ ἐλθὼν ὁ Ἰησοῦς βουλόμενος ἀνακτήσασθαι φοβηθέντος σφόδρα ἥψατο αὐτῶν, ἶνα ἐκ τῆς ἀφῆς αὐτοῦ καὶ τοῦ λόγου φήσοντος· ἐγέρθητε καὶ μὴ φοβεῖσθε) ἀναστῆναι δυνηθῶσιν καὶ ἐπᾶραι τοὺς ὀφθαλμούς C luc Nr. 33 (vgl. 34) 6 μόνον εἶδον τὸν Ἰησοῦν C luc Nr. 34 7 γὰρ < H | μόνον] οἶμοι Ciuc Nr. 33 16/17 συλλαλήσαντες H C luc Nr. 33, 34 συλλαλοῦντες Μ 18 ἐληλύθησαν H 20/21 <εὐεργετηθεῖσιν ὑπ᾿ αὐτοῦ> mit lat.)[*](7—13 lateinisch auf S. 169, 9—18 20 *** Kl, vgl. gr.)θησομένοις ὑπ᾿ αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε ἔμελλε »πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων«, ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι »εἰς τὴν« ἀληθῶς »ἀγίαν πόλιν«, τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφανίζεσθαι »πολλοῖς«. Μετὰ δέ τὴν ἐν τῷ ὄρει οἰκονομίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες πρὸς τὸν ὄχλον« ὑπηρετήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι
[*](6f Vgl. Luc. 19, 41 - 22 Vgl. Matth. 17, 14 - 31 Matth. 16, 20)[*](7 Ἰησοῦ] υἱοῦ Μ 22 τῶν ὄχλοων Μ 29 δὲ s. 1. H c. r.)[*](3 <vere> sanctam Koe, vgl. 9–18 spiritalis—facti] 168, 7–13 ἓν—πράγματα; die in gr., fiir die auch C luc 33 C l Nr. 203 eintritt, scheint ursprünglicher 31 propter hoc ea B L;)αὐτός ἐστιν ὁ Χριστός«. διὸ τὰ εἰς ἐκεῖνον εἰρημένα τὸν τόπον δύναται ἡμῖν εἶναι χρήσιμα κοὶ πρὸς τὸ προκείμενον, ἐπεὶ καὶ κατὰ ταῦτα βούλεται ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, κοὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμένον ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώπῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐτὸν τῇ ἀναστάσει, διὰ τοῦτο βούλεται τότε ταῦτα ὑπὸ τῶν ἀποστόλων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν ἀναστῇ.