Commentarium In Evangelium Matthaei (Lib. 12-17)
Origen
Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.
<Καὶ> τότε μέν δεικνύειν, εἰκὸς δ’ ὅτι μετὰ τοῦτο τοῖς χωρητικοῖς γινομένοις τρανότερον ἐδείκνυεν, οὐκέτι ὡς εἰσαγομένοις ἀρχόμενος δεικνύναι, ἤδη κοὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάντως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦτο ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ ἤρξατο δεικνύειν τοῖς μαθηταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γεγραμμένα ποθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων <τῶν μυστηρίων> τελείαν γνῶσιν καταλαμβάνει τότε λεκτέον ἀπὸ λογικῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ δὲ οὐκ ἐνεδέχετο προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλὴμ« ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν«, διὰ τοῦτο ἔδει οὐ-
[*](24f Luc. 13, 33 — 27 Matth. 10, 39)[*](1 τῶν] τοῦ M 3 δεῖξιν] λέξιν Koe, vgl. lat. 3/4 περὶ τούτου] περὶ τοῦ τοῦ 〈πάθους κοὶ τῆς ἀναστάσεως μυστηρίου οὐτοῦ〉 Koe, vgl. lat. imd Orig. in Joh. tom Χ, 35 (IV, 209, 30ff) 6 <Καὶ> Kl, vgl. lat. 7 δὲ Μ 8 γενομένοις Diehl, vgl. lat. 14 ἐτέλεσεν H 15/16 μαθηταῖς + αὐτοῦ H 16/17 τὰ γεγραμμένα αὐτὸν H 18/19 <τῶν Koe, vgl. lat.)[*](4 sermo rationabilis L 10 ostendere Koe, vgl. gr. 11 ostensione + demonstrabat L 12 si KI sic x 14 <omnino perfecit> Kl, vgl. utique et perfecit Pasch 14 15 ahquando + demonstrabat L 21 ostensione] ratione G 23 *** Koe, vgl. gr.)τὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἵνα πολλὰ παθὼν ἐν <Ἱεροσολύμοις καὶ ἀποκτανθεὶς ἐν> ἐκείνοις ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ποιήση ἐν τοῖς »ἄνω« Ἱεροσολύμοις, <καταλείπων καὶ> > καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς <Ἱερουσαλὴμ> μετὰ πάσης τῆς ἐν αὐτῇ λατρείας. ὅσον μὲν γὰρ »Χριστὸς« οὐκ »ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«, οὐδὲ συνηγέρθησαν αὐτῷ οἱ γινόμενοι σύμμορφοι τῷ θανάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός, οἱ καθαρισμοὶ καὶ τὰ λοιπά· ὅτε δὲ τοῦτο γέγονεν, οὐκέτι ἀλλὰ τὰ ἄνω. ἅτινα ἶνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν
[*](4 Vgl. I. Kor. 1.5, 20 — 5 Vgl. Gal. 4, 26 — 9. 16 Vgl. I. Kor. 15, 20 — 12 VgL Rom. 6, 5; 8, 29)[*](2 ;<Ἱεροσολύμοις—ἐν> Diehl Kl 4 ilUs < B 9 *** Koe, vgl. lat. 6f <καταλείπων καὶ> 18Vgl.gr. Ζ. 11f 19/20 iamtunc L und <Ἱερουσαλὴμ> Koe, vgl. lat. 23 culturae B)ἀπὸ τῶν ἐν αὐτῇ πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων τοῦ λαοῦ, ἵαν δοξασθῇ <μὲν> ὑπὸ τῶν χωρούντων τὰς εὐεργεσίας αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ γραφόμενα »μέλανι ἀλλὰ« τετρανωμένα »πνεύματι θεοῦ ζῶντος«, καὶ ἀποκτανθῇ μέν ἐν τοῖς κάτω Ἱεροσολύμοις, βασιλεύσῃ δέ ἀναστὰς ἐν »Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ«. τῇ τρίτη δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη, ἶνα ῥυσάμενος »ἀπὸ τοῦ πονηροῦ« κοὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν κοὶ ἡ ἀδικία καὶ ὁ πόλεμος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματιζομένου εἰς ἄγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι αὐτὰς <γενομένοις> υἱοῖς τοῦ τάς.
[*](10 Vgl. II. Kor. 3, 3 - 14 Vgl. Hebr. 12, 22 - 17 Psal. 2, 6f - 22 Vgl. Matth. 6, 13 - 23 Vgl. Joh. 8, 44 - 26 Vgl. II. Kor. 11, 13 — 29f Vgl. I. Thess. 5, 23 - 30 Matth. 28, 19)[*](3 <μὲν> Koe 34 <γενομένοις> Kl, vgl. lat. 1 τοῦ <Μ)[*](29 fuerant G)Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ »τοῦ θεοῦ τοῦ ζῶντος«, ἥττονα δέ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν κοὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ζῶντος θεοῦ« οὐδέν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ἤδει πω ὅτι »προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι«) εἶπεν·
[*](8ff Vgl. Orig. hom. in I. Regn. 28 (III, 291, 19f): μεγάλα ᾔδει περὶ Χρισιοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ. — 15. 24 Vgl. Matth. 16, 16 - 29 Rom. 3, 25)[*](30 ἑαυτοῦ Μ)[*](3 tibi esto B 4 qui] cui B L 4/5 sathanas B 12 dicens L 20 dei < G | eti] ac B 30 posuit Diehl | propitiatorem B (G) propitiationem L (Pasch))ἵλεώς σοι, κύριε. οὗ τὴν μέν πρόθεσιν ἀποδεξάμενος τῇ δέ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μέν τὴν πρόθεσιν οὖσαν δεξιὰν λέγει αὐτῷ· ὕΠαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ] δι᾿ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν <τὸ> ἀκολουθεῖν τῷ διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σατανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙΚΕΙΜΕΝΟΣ. εἰ δέ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ »τοῦ ζῶντος θεοῦ«, λέγο)ν αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ᾿ αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ κοὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν τοῦ υἱοῦ τοῦ θεοῦ ποιῆσαι αὐτόν, δι᾿ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δέ ὀπίσω πρότερον ἦν(πρὶν τοῦτο ἁμαρτεῖν)
[*](1–11 Vgl. Β (Matthaei) I, 139, 13–16 An. — 9f Vgl. Hieron. 126 D: satanas interpretatur adversarius sive contrarius — 10 Vgl. Wutz, Onom. sacra 747 — 13 Vgl. Matth. 16,16 –16 —118, 13 Vgl. Β (Cramer) I, 348, 1–8, (Matthaei) I, 139, 20—26)[*](6 [τὰ] Kl 7 <τὸ> + καὶ? Μ 12 ἐπετετιμήκει Μ 13 τοῦ θεοῦ τοῦ ζῶντος Μ 14 τὸ < 17 εἶναι] 1. ἰέναι Diehl Kl, vgl. lat. | ἀπίσω οὐτοῦ Koe)[*](3 xps y Pasch ihs L 10 interpretati sunt L 13 filio G 14 tibi esto B L 28 <antea> vgl. gr.)υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος. δῆλον ἐκ τοῦ δεῦτε ὀπίσω μου, κοὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«.
Ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν· ὕπαγε ὀπίσω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ· »πάντα ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι«) »ὕπαγε, σατανᾶ« χωρὶς τῆς ἀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι· διὸ ἔρηται τὸ δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«. τοιοῦτον δέ ἐστι καὶ τὸ »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος«. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν μέν ἐστι πρᾶγμα, ὅτε ὀπίσω κυρίου« τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει τὴν λέγουσαν ἐντολήν· ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου«. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτη τῶν Βασι-
in principio vocationis eorum ita est dictum ad eos: »venite post me, et faciam vos piscatores hominum; et relictis omnibus secuti sunt eum«.
[*](3 Matth. 4, 19 — 5f Matth. 4, 20; 19, 27 — 7ff Vgl. Hieron. in Matth. 127 A: diabolo dicitiir: i-ade retro, Petrus audit: vade retro me, hoc est: sequere sententiam meam — 10 Matth. 4, 9f — 19 Matth. 4, 19 — 21 Matth. 10, 38 - 25 Vgl. Hos. 11, 10 ? - 27 Vgl. Esra ’ 19, 26? - 30 Sap. Sir. 18, 30)[*](3 ἡμᾶς Μ 10 εἰπόντα οὐτῶ < M 21 οὐχ αἵρει Μ)[*](11/12 tibi dabo L 15 iesum] ipH G 21 tollat G a 27 *** Kl Koe, vgl. gr. 31 concupiscentiam tuam y 32 ne] non L <B)λειῶν πρὸς τὸν λαόν φησιν· »ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αυτου«. καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο <γὰρ> ευεργετων ποιει. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δέ ἐπὶ τοῦ πορόντος παραθέσθαι
[*](1 III. Regn. 18, 21 - 9 Matth. 4, 10 — 26 Psal. 6, 5 - 28 Vgl. Luc. 22, 61 f)[*](1 φησὶ H 13 <γὰρ> Kl, vgl. lat.)[*](1 regnorum + libro B L 7 diximus y* dicens L 8 dictvim est y* divertebantur L | quia < 9 vade satana y* ipse sathanas L ipse est sathanas μ | post y* ante L 10 autem y* ait: sed L 29 ubi ad conversionem B)ἀπὸ τοῦ κατὰ Ἰωάννην »στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε;« ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ »στραφεὶς« ἐπ᾿ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.