Commentarium In Evangelium Matthaei (Lib. 12-17)
Origen
Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.
Ὁ δέ βουλόμενος καὶ τὸ Χριστὸν αὐτὸν εἶναι κεκηρύχθαι πρότερον ὑπὸ τῶν ἀκουσάντων ἀποστόλων τὸ »ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· κοὶ ὁ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων« ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέλησε πρότερον <ἀμαυρότερον> <παρὰ> τῶν ἀποστόλων τὸ Χριστοῦ ὄνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς διανοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσι Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρων εγηγερμενος. οπερ εν ταις
qui confessus fuerit me corani hominibus« et cetera non apostolis, sed omnibus credentibus dicta sunt. secundum hoe ergo dicendum est, quod praemissa fuit illa doctrina quae factaestad apostolos, postea autem inplenda, ut videantur ea quidem, quae superius de adnuntiando Christo sunt dicta a Christo, non ad tempus pertinere quod fuit ante Christi resurrectionem, sed ad tempora post futura, haec autem quae mandat ut nemini dicant, timc apostoHs convenire.
[*](19 Matth. 10, 27 — 108, 13 Vgl. C luc Nr. 23 Or. - 31 f Vgl. I. Kor. 1, 23)[*](23/24 <ἀμαυρότερον> und <παρὰ> Kl nach C luc Nr. 23 vmd lat. 26 τοῦτο] τὸ H | πεμφθῆναι M)[*](15 apostoUs *** Koe, vgl. gr. 17 eum x esse μ? eum <esse> Diehl)ἀρχαῖς οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν· γέγραπται γὰρ ἐν τοῖς νῦν ἐξεταζομένοις ὅτι ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν ἀπὸ τῶν πρεσβυτέρων ἐπιβουλὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτη ἡμέρᾳ ἐκ νεκρῶν »ἀναστήσεται«, τί χρὴ νομίζειν ἐγνωκέναι πρότερον τοὺς μαθητευομένους παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ κοὶ κατηγγέλλετο αὐτοῖς Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλλετο οὐ τρανουσῃ τὰ κατ’ αὐτόν; καὶ γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, διαστελλόμενος τοῖς μαθηταῖς ἶνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, τηρῆσαι τὴν τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέρῳ καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί. εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπόστολοι καὶ πάντα ἑωρακότες »ἃ ἐποίει θαυμάσια« καὶ μαρτυροῦντες
[*](12 f Vgl. Luc. 18, 33 — 19ff Vgl. Hieron. in Matth. 125 C: jjotest autem fieri, ut idcirco ante passionem et resurrectionem se noluerit praedicari, ut completo postea sanguinis sacramento oportunius apostolis diceret: »euntes docete oynnes gentesn etc. — 31f Vgl. Matth. 21, 15; vgl. Luc. 4, 22?)[*](5 ὅτι Lo εἰ Μ H 14/15 μαθητευσομένους Μ 16 Ἰησοῦ ἢ ὅτι] Ἰησοῦ; ἤτοι Koe 18 κατηγγέλετο Μ 25 ὅτε Μ C luc Nr. 23 ὅτι H)[*](6 1. nunc? Diehl 9 scire L 18 <et> non μ)αὐτοῦ τοῖς λόγοις ὅτι »ῥήματα ζωῆς αἰωνίου« ἦσαν, ἐσκανδαλίσθησαν περὶ τὴν νύκτα τοῦ προδεδόσθαι αὐτόν, τί οἴει <ἂν> παθεῖν τοὺς <μανθάνοντας> μαθόντας, αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος τοῦτα διεστείλατο.
Ὁ δέ βουλόμενος τὰ εἰρημένα πρὸς τοὺς δώδεκα εἰς τοὺς μετὰ ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μηδέπω κατηγγελκέναι τοὺς ἀποστόλους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐτὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβούλετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ | ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ κοὶ σωτηρίῳ κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦλος ἔλεγε Κορινθίοις τὸ ἐγὼ δέ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«. διὸ πρότερον μέν ᾿Ιησοῦν,
[*](1 Vgl. Joh. 6, 68 — 15 Act. 17. 30 f — 33 I. Kor. 2, 2)[*](4 <ἂν> Koe 5 <μανθάνοτας> Kl, vgl. lat.)[*](8 propter — xps y* Pasch <L 20 viro Kl virum x 21 praestare f idem omnilDus L 28 det G c 31 et <L)τάδε τινὰ ποιοῦντα καὶ τοιάδε τινὰ αὐτὸν διδάσκοντα εἶναι ἐκήρυσσον. νῦν δ’ ὅτε Πέτρος Χριστὸν αὐτὸν εἶναι ὁμολογεῖ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, ὡς μὴ βουλόμενος κηρύσσεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’ εὐκαιρότερον κηρυχθῇ καὶ ἐσταυρωμένος, διαστέλλεται τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. παρίσταται δέ πως τοῦτ᾿ εἶναι τὸ βούλημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς Ἰησοῦν εἶναι Χριστὸν υἱὸν »τοῦ θεοῦ τοῦ ζῶντος«, ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον«) πιστεύειν εἰς Ἰησοῦν Χριστὸν σταυρωθησόμενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐγηγερμένον ἐκ νεκρῶν«) διδάσκει αὐτοὺς Πιστεύειν εἰς ’Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε
[*](4. 21 Vgl. Matth. 16, 16 — 24ff Vgl. I. Kor. 2, 2 - 29 Vgl. II. Tim. 2, 8 - 32 Kol. 2, 15)[*](4 1. ὡμολόγει? Kl, vgl. lat. 24–27 αὐτοὺς—πιστεύειν <H 28. 30 χν ιν H)[*](5 et haec2 <B)θριομβεύσος ἐν πορρησίᾳ ἐν τῲ ξύλῳ«, εἴ τις ἐπαισχύνεται τὸν Χριστοῦ σταυρόν, ἐπαισχύνεται τὴν οἰκονομίαν δι᾿ ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ »καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα· »δι᾿ οὗ« Χριστοῦ σταυρουμένου τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθησαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε τὸ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται« καὶ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν«, οὐκέτι τοσοῦτον ὁbον 〈πρότερον〉 δυναμένου τοῦ 〈ἄρχοντος τοῦ〉 κωλύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ αὐτοῦ.
Ἀναγκαῖον μέν οὖν τῷ κηρύσσεσθαι Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον« κηρύσσεσθαι αὐτόν· 〈ἐλλιπὲς δέ ἐστιν αὐτὸν μέν κηρύσσειν, τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν〉. κοὶ οὐχ οὕτως ἐλλιπἐς εἶνοί μοι φαίνεται
[*](5. llf Vgl. Kol. 2, 15 — 6. 9 (S.10f lat.) Gal. 6, 14 — 15 Joh. 16, 11 — 16 Joh. 12, 31 f — 21f Vgl. Marc. 10. 14Par. — 22 Vgl. Joh. 12, 32 — 28 Vgl. I. Kor. 2, 2)[*](10 τοῦ κόσμου Kl, vgl. lat. τῶ κόσμω Μ H 20 〈πρότερον〉 Kl, vgl. lat. 21 〈ἄρχοντος τοῦ〉 Diehl Kl, vgl. lat. 27 τῷ] 〈ἐν〉 τῷ Koe 29 — 31 〈ἐλλιπὲς — σιωπᾶν〉 Koe, vgl. lat .)[*](19 expellitur] vgl. das Präsens in Italahss. 28 <praedicando> Diehl, vgl. gr. | lesum Christum Pasch 30/31 praedicari Gc. r. B 32 inutilis μ inutile x)τὸ Ἰησοῦν εἰπεῖν τὸν Xριστον σιωπωμενου τινὸς των ἄλλων τεραστίων αὐτοῦ, ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν εσταυρωμενον. διόπερ τηρῶν τὸ τελειοτέρως κηρυχθῆναι ὑΠὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέγειν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀναστάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐδέ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ ἑξῆς· πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δείκνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰηοοῦ τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα τοῖς μαθηταῖς αὐτοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ πάσχοντα αὐτὸν
[*](3 Vgl. Matth. 1,23 - 4 Vgl. Mattli. 2, 2 — 7 Luc, 2.14)[*](1 εἰπεῖν KI, vgl. lat. εἶναι MH 1/2 σιωπουμένου Μ 11f σιωΠωμένου κτλ.] Exzerpt (vgl.lat.): ,,so kurz aber pflegte sich Orig. nicht ücken“ Koe 30 Ἰησοῦ] θῦ Μ)[*](16 interim ut nemini Pasch 20 resurrexit G)ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἔκαστον τοῖν ὁρωμένων, ὡς τοῖς μαθηταῖς τὴν λογικὴν δεῖξιν περὶ τουτου.