Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, εἰς ταῦτ' οὖν δοκεῖ μοι ὅτι, ὥσπερ »ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννυ«, μεθ' ὅν ἔληξεν ἡ προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσαντων ἐν τῷ λαῷ ἐξουσία (μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα) ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. ἐι γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἄν ἐδίκασεν ὁλκή [*](3. 4. 14 Vgl. Luc. 1, 17 — 4 Matth. 11, 14 — 7 Joh. 10, 41 — 9f Vgl. Luc. 9, 8 — 11 Marc. 6, 15 — 17 Matth. 4, 12 — 18f Matth. 11, 2f — 23 Vgl. Marc. 6, 17ff — 28 Matth. 11, 13. Vgl. S. 29, 9f. 27; Hautsch TU. 34, 2a, 43 1 ὁ < Η 2 τις ἄν Diehl 12 ὅς Diehl Koe 14 τῷ Kl τὸ ΜΗ 18 Ἰωάννης Koe 20 εἶπεν Η 27 ταῦτα Μ)

29
Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἁλλ'ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. καὶ τότε (οἶμαι) πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον. »οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἠγούμενος ἐξἸσραήλ, ἔως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«. τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἄν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιατευόντων χωρῇ, δοκούσης τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο, σύμβολον ποιῶν τοῦ (τὸ ὅσον ἐφ'ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ) κατᾳδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ'ἐλευθερίᾳ, ὡς τὸ πρότερον. τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὖτος δὲ ὁ Φίλιππος ἦν τετράρχης »τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας«. τινὲς μὲν οὖν οἴονται ὅτι ἀποθανόντος Φιλίππου, θυγατέρα καταλιπόντος Ἡρωδιάδα, ἔγημα τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.

Διόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος ὁ Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μηδὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικούτου ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃθείου πληρωθεὶς φρονήματος. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὐ γὰρ »ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου«. καὶὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι »τὸν προφητικὸν λόγον« καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ. ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία,θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἦς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ (τὰ γενέσεως ἀγαπῶντι πράγματα) αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν . μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν [*](3ff Anders in der fälschlich dem Origenes zugeschriebenen Homilie XVII in Gen. - 4 Gen. 49, 10 - 12 Vgl. I. Tim. 2, 7 - 15 Luc. 3, 1 - 16ff d. h. Josephus? Vgl. Harnack TU. 42, 4, 52; dazu slav. Josephus - 18ff Vgl. Deut. 25, 5 - 26 Marc. 6, 18 - Vgl. II Peter. 1, 19 5 ᾦ]ὅ Η 26 καὶ Κl mit V 28 kαὶ <Η 30 διδασκαλεία Η)

30
Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. ἀλλ'ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὁρχήσει ἁρίᾳ, ἥν οἱ μὴ ὁρχησάμενοι ὁνειδισθήσονται ἀκούοντες. »ηὑλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε«. καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγεπῶν πράγματα ἑορτάζει γενέρλιον. ἡμεῖς δὲ ἀπ' ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ'οὐδεμοιᾶς γραφῆς εὔρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. ἄδικος γὰρμᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης. καὶ γὰρ ὑπ'ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτοποιός ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὖ »μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶε ἐγήγερται«, περὶ οὗ ὁ σωτὴρ λέγει. »ἀλλὰ τί ἐξεληλύθατε;προφήτην ἱδεῖν;ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. ἀλλὰ εὐχαριστητέον τῷ θεῷ, ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, »ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος«.

»εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«. Ἔτι δὲ ὅρα τὸν λαόν, παρ'ᾦ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώματα, καταφρονεῖται δὲ προφητεία ἐπὶ πίνακι ἀντὶ ὅφου προσαγομένη. τὴν δὲ κεφαλὴν τῆς προφητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι. καὶ ἀποκεφαλίζεται ὁ προφήτης δἱ ὅρκους, ἐφ' οἶς μᾶλλον ἐπιορκεῖν ἢ εὐορκεῖν ἔδει. οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας καὶ τὸ δἰ εὐορκίας ἔγκλημα ἀναρέσεως προφητικῆς. καὶοὐ διὰ τοῦτο μόνον ἀποκεφαλίζεται, ἀλλὰ καὶ διὰ τοὺς συνανκειμένους, βουλομένους μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ἤ ζῆν. συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσειαὐτοῦ εὐφραινό- [*](3 Matth. 11, 17; Luc. 7,32 - 5ff Philo de ebr.§ 208 (I, 388M); Harnack TU. 42, 4, 21 verkennt die Beziehung auf Philo. Vgl. Orig. hom . VIII, 3 in Lev. (VI, 396,22ff) - 7 ff Vgl. Orig. in Lev. Hom. VIII, 3 (VI, 396,21ff); Orig. Sel. in Gen. 40, 20 (8,85 Lo). Vgl. Hier. in Matth. 101 C: nullum innenimus alium obseruasse diem natalis sui, nisi Herodem et Pharaonem - 10 Vgl. Gen. 40, 22 - 11 Matth. 11,11; Luc. 7, 28 - 12 Matth. 11,9; Luc.7,26 - 15 Psal. 87, 5f - 16 II. Kor. 13, 4 - 17- 31,3 Vgl. II 163, 13ff An. Cb Nr.28 Or. - 19ff Vgl.Hier.in Matth. 102E: nos Autem usque hodie cernimus in capite Iohannisprophetae Iudaeos Christum, qui caput prophetarum est, perdidisse 9 γὰρ]l.δὲ Κοe l. γοῦν? Κl 13 εἰ s. l. Hc 17 λαόν Κl λόγον ΜΗ 18f προσαγομένη]nuch Π 22 καὶ—εὐορκίας Κl nach Π 163, 19f (oὐ γὰρ ταὺτὸν ἔγκλημα ἐκ προπετείας ὄρκων καὶ ἀναίρεσις προφητικὴ δἰ εὐορκίας) 24 διὰkl)

31
μενοι. χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὁμνύοντας καὶ θέλοντας ἐμεδοῦν ὄρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὑ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὑδὲ ἡ τοῦ Ἡρώδου. ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν Ἰωάννην ὁ Ἡρώδης. καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται ὁ νῦν Ἰουδαίων λαὸς τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν ἐν φυλακῇ κατακλείσαντες »τὸν λόγον τὸν προφητικόν«,καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῃ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. ἀλλ'ἠμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας. »ὁστοῦν αὐτοῦ οὐ συντριβήσεται«.

Οἰ μαθηταὶ δὲ ἐλθόντες τοῦ Ἰωάννου θάττουσιν αὐτοῦ τὸ λείψανον, καὶἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. ὁδὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη. καὶ μετὰ τὴν τῶν προφητῶν ἀνάρεσιν ὄχλοι αὐτῷ ἡκολούθησαν ἁπὸ τῶν πανταχοῦ πόλεων. ὅντινα πολὺν ὅντα θεασάμενος ἐσπλαγχνίαθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσαιν ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ'ἰδίαν
(14,12.13[-14]).

Τὸ μὲν ῥητὸν διδάσκει ἡμᾶς ὅση δύναμις ἀπὸ τῶν διωκόντων καὶ τῆς προσδοκίας τοῦ διὰ τὸν λόγον ἐπιβουλεύεσθαι ἀναχωρεῖν. τοῦτο μὲνλ γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ'ἄν, τὸ δὲ δυνάμενονλ ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν σὐυοῖς προπετές ἐστι καὶ θρασύ. τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος. »ἐὰν διώκσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν«. ἐπελθόντα μὲν οὖν οὐ παρ' ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως. παρὸν [*](7 Vgl. Joh. 5, 46 - 10 Vgl. Π. Peter. 1, 19 - 11 Vgl. Tit. 2, 8 – 13 Joh. 19, 36 – 15-19 Vgl. Π 164, 18ff An. - 22 - 28 Vgl. C luc Nr.19 Or.(Π 164, 19 app. An.) Vgl. Hier. in Matth. 103 B: siue ideo recessit, ut nobis praeberet exemplum uitandae ultro tradentium se temeritatis — 26ff Vgl. Orig. c. cels. I, 65 (I, 118, 5ff); tom. XXVIII, 23 in Joh. (IV, 418, 24ff) — 28 Matth. 10, 23 2 ὅρκους +πρὸς τοὺς Μ 3 χρῆσις Π 6 λαὸς Κl λόγος Μ Η 12 πληρωθήσεις Η 13 αὐτοῦΚl mit Π 21 ἐν πλοίω ἐκεῖθεν Η 24 τὸν λόγον] auch C luc Nr. 19 τῶν λόγων Η 25 γένοιτο Μ 27 τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰωάννην Κl mit C luc Nr. 19 οὑ μ. ἐ. τ. κ. τ. Ἰ. τοῦ Ἰησοῦ Μ Η)

32
δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. ἐπεὶ δὲ μετὰ τὸ ἡρτὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ τιμᾶσθαι παρ'αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων (γεγενημένων, ὡς μὲν παρ'ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελπων, ὡς δ'ὑπολαμβάνει ὁ τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνξοις), ἀναχωρεῖ ὁ Ἰησοῦσ ἀπὸ τοῦ τόπου ἐν ᾦν προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. ἀναχωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα ὁ τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ'΄ ἐκείνων καὶ διδομένης »ἔθενι ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, γἐνηται ἐν τοῖς ἔθνεσι, καὶ δἰ αὐτὸν »πολλὰ«γένηται »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τὸν νόμον.

Ὅτε μὲν οὖν πάλαι ὁ λόγος παρὰ Ἰουδαίοις ἦν, οὐχ οὕτως ἦν παρ' αὐτοῖς, ὡς παρὰ τοῖς ἔθνεσι. διὸ λέ/λεκται ἐν πλοίῳ, τουτέστι τῷ σώματι, εἰς τὸν ἔρημον τόπον κατ'ἰδίαν΄γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. κατ'ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθενσι γίνεσθαι καὶ νενομισμένα. και οἱ ἐν τοῖς ἔθνεσιν ὅχλοι ἀκούσαντεσ λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶνλ καὶ τοῦτον κατ' ἰδίαν τυγχάνειν (ὡς προαποδεδώκαμεν) ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιθαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλθέναι νόμω. πεξῆ δὲ αὐτῷ, καὶ οὑκ ἐν πλοίῳ ἠκολούθησαν ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυγνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείῃ προαιρ΄έσει ἠκολουθηκότες τῇ εἰκονι τοῦ θεοῦ. καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς ἀτόν ἵνα τοῖς ἔω εξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. πολὺς δὲ [*](1 ff Vgl. Hier. in Matth. 103 C: postquam a Iudaeis rege Iudaeorum prophetae truncatum est caput . . . , Iesus transiit ad desertum ecclesiae lecum, quae uirum antea non habuerat — 8ff Vgl. Theophklakt: εἰς ἕρημονλ τόπον, εἰς τὰ ἔθνη τὰ ἔρημα τοῦ θεοῦ — 9ff Vgl. Matth. 21,43 — 11 Gal. 4, 26 — 11ff Vgl. Orig. hom. IX, 3 in Jer. (III,67, 13ff): <ἔρημος μὲν ἠ ἐκκλησίαx003E;ἔρημος αὕτη νόμου, ἔρημος αὔτη θεοῦ ἦν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται — 20φφ Vgl. Hier. in Matth. 104 A: secutae sunt eum trubae relinquentes civitates siaw. hoc est pristinas conyersationes et varietates dogmatum. egressus autem Iesus significat, quod turbe . . uires perueniendi non habuerint —24 Vgl. Kol. 1, 15; Π. Κοr. 4, 4 –26–38,27 Vgl. C luc Nr. 20 Or. 1 1. μετὰ τὸ ἐκτεθεῖθαιτὸ ῥητὸν?Κοe 5 ἀρώυμων ΜΗ 13 λόγος]νόμος Μ 26 ἔξω Κl, vgl. Orig. in Prov. 1,6 (Lomm. 13,221): oὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὐτῶν ὁ Ἰησοῦς, ἵνα τοῖω γενόμενος λαλήσῃ τὰς παραβολὰς κτλ.)

33
ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦθεοῦ λόγος, καὶ ἐκχάς τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισι εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας πικίλα καὶ παντοδαπὰ δαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήμαμτα.

Εἰ δὲ θέλεις ἰδεῖν παοιά ἐστι τῆς ψυχῆς ἀρρωστήματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος. καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἱδὼν καὶ σπλαγχνισθεὶς ἐπ'αὐτοῖς ἐθεράπευσεν. οὑ πᾶν δὲ ἁμάρτημα νούτου φρουρὰν εἶναι, ἀλλἀ ὅπερ ἐναπέσκλψεν ὅλ}η τῇ ψυχῇ. οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον και τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρυρὰν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὦν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώστημα, ἄξιον ἀπὸ τὴς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις, παικίλα ἔχουσιν ἁμαρτήματα, γράφων. »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί« ἄκουε γὰρ ἐν τούτοις τοῦ »καὶ« συνδέσμου, πλέκοντος καὶ συμπεπλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέονἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ'ἀμφοτέρους οἱ κοι\μώμενοι. οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πορὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεὶς εἰσι μόνον. οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾶ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὖτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυσίζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς. οἵτιντες »ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόλμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώμενοι. περὶ ὦν καὶ τῷ Ἡσαΐᾳ λέγεται τὸ [*](19 Ι. Κοr. 11,30—25f Vgl. Matth. 22,37 — 29 Vgl. Matth. 25,5 — 30 Jud. * 1 εἰσέρχεται Μ 4 τῷ]τὸ Ηu 13 δὲ <Η 18 δὴ] δὲ Μ 20 συνδέσμου]auch C luc Nr. 20 σύνδεσμον υ Koe 24 ὅλη Η 25 καρδία] χειρὶ Μ 27 γύναια Κl mit C luc Nr. 20 γυναῖκα Μ Η 32 κεναῖς] πολλαῖς Μ 33 μὲν + γὰρ Μ | ταῖς <Μ)

34
»ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ«. εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώωτων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῦσαι τί σημαίνεται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.

Μετὰ τοῦτό φησιν ὀ λόγος ὅτι ὀψίας δὲ γενομένης προςῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἠ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
(14,15[–21]).

Καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοῦς τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, »ἐθεράπευσε τοὺς ἀρρώστους«, ἵν’ ὐγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· οὐ γὰρ δύνανται οἱ ἔτι ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. ἀλλὰ καὶ ἐάν τις, δέον ἀκούειν τοῦ »δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου« καὶ τὰ λσιπά, τούτων μὲν μὴ κατακούῃκ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἢ ἄρρωστος γίνεται ἢ καὶ ἐκ τοῦ (ἵν´ οὕτως εἴπω) καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου δυνάμεως κοιμώμενος.

Ὀψίας δὲ γενομένης προςῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὅν ἔστιν εὐκαίρως εἰπεῖν τὸ »¬’εσχάτη ὥρα ἐστίν ὁ λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὀρῶντες τὴν τοῦ θείου [καὶ]νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. λέγουσι δ´ αὐτῷ τὸ καὶ ἡ ὥρα ἤδη παρῆλθεν, οἱονεὶ παρεληλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ [*](1 Jes. 29,8–13 Vgl. Marc. 6,41 Vgl. Matth. 14,14–17 I. Kor. 11, 28–19 f Vgl. I. Kor. 11, 30–22 I. Joh. 2, 18 3 ἐν]ἐπὶ Cluc Nr. 20 8 φησι Η 11 κόμας Η 16 καὶ ἐὰν] κἂν Cluc Nr. 20 17 ἐκ <Μ 18/19 μεταλαμβάνῃ υ Cluc Nr. 20 μεταλαμβάνει ΜΗ 20 ff. Inscr. Ὡριγένους—ια΄ ρ <ΜΗ 25 θείου Kl mit Cluc Nr. 20 θεοῦ καὶ ΜΗ 26 ἤδη Kl mit Cluc Nr. 20 27 άναφέροντες τὸν λόγον]? Κl, Lücke? Koe)

35
τὸν Ἰωάννην ἀποκεκεφαλίσθαι καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οἵ ἧσαν μέχρι Ἰωάννου, πεπαῦσθαι. παρῆλθεν οὖν (φασὶν) ἡ ὥρα, καὶ οὐ πάρεστι τροφὴ τῷ τὸν καιρὸν αὐτῆς μηκέτι ἐνεστηκέναι, ἵν’ οἱ ἐν τῇ ἐρήμῳ ἀκολουθήσαντές σοι νόμῳ καὶ προφήταις δουλεύσωσι. καὶ ἔτι φασὶν οἱ μαθηταί· ἀπόλυσον οὖν αὐτούς, ἵν’ ἕκαστος, εἰ μὴ δύναται ἀπὸ τῶν πόλεων, ἀλλ’ ἀπὸ τῶν κωμῶν, τῶν ἀτιμοτέρων χωρίων, κὠνήσηται βρώματα. ταῦτα μὲν ἔφασκον οἱ μαθηταί, ἀπογινώσκοντες τοῖς ὄχλοις εὑρεθήσεσθαι, μετὰ τὸ καταλελύσθαι τὸ γράμμα τοῦ νόμου καὶ πεπαῦσθαι προφητείας, παραδόξους καὶ καινὰς τροφάς. ἀλλ’ ὁ Ἰησοῦς ὅρα τί ἀποκρίνεται τοῖς μαθηταῖς, μονονουχὶ βοῶν καὶ σαφῶς λέγων· ὐμεῖς μὲν ὑπολαμβάνετε ὅτι, ἐὰν ἀπέλθωσιν ἀπ’ ἐμοῦ ὀ πολὺς ὄτε παραμενοῦσί μοι. ἐγὼ δὲ ὑμῖν ἀποφαίνομαι ὅτι, οὗ μὲν ὑπολαμβάνετε χρῄζειν αὐτούς, οὐ χρῄζουσιν (οὐ γὰρ χρείαν ἔχουσι τοῦ ἀπελθεῖν)· οὗ δὲ νομίζετε αὐτοὺς μὴ ἔχειν χρείαν (τουτέστιν ἐμοῦ ὡς μὴ δυναμένου αὐτοὺς τρέφειν), τούτου παρὰ τὴν ὑμετέραν προσδοκίαν χρείαν ἔχουσιν. ἐπεὶ οὖν παιδεύσας ὐμᾶς ἱκανοὺς ἐποίησα πρὸς τὸ διδόναι τοῖς δεομένοις λογικὴν τροφήν, ὑμεῖς δότε τοῖς ἀκολουθήσαςί μοι ὄχλοις φαγεῖν· ἔχετε γὰρ δύναμιν ἀπ’ ἐμοῦ λαβόντες τοῦ δοῦναι τοῖς ὄχλοις φαγεῖν, ᾗτινι εἰ ἦτε ἐπιστήσαντες, κατενοήσατε ἄν, ὅτι πολλῷ πλεῖον ἐγὼ δύναμαι αὐτοὺς θρέψαι, καὶ οὐκ εἰρήκειτε ἄν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

Ὁ μὲν οὖν Ἰησοῦς, δι’ ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἰκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον ἢ λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκὴ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φαςίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας,πέντε μὲν ἴσως αἰνισςόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν. δύο δὲ ἰχθῦς ἤτοι τὸν [*](1 f Vgl. Luc. 16, 16–31f Vgl. Orig. tom. XIII, 9 in Joh. (IV, 233, 20)— Vgl. Orig. c. Cels. VI, 65(II, 135,19ff) 1 ἀποκεφαλίσθαι Η 2 φασὶν Ηu φησιν ΜΗ Cluc Nr. 20 5 αὐτούς]\ τοὺς ὄχλους Cluc Nr. 20 | ἔκαστος]+κατὰ δύναμιν ὠνήσται ἑαυτοῦ Cluc Nr. 20 6 κομῶν Η 7 ταῦτα] καὶ ταῦτα Cluc Nr. 20 12 συστήματι Μ 13 ὅτε Kl ὅτι ΜΗ 17 ὑμᾶς ἱκανοὺς] ἡμᾶς χρείαν ἔχουσι Μa ὑμᾶς Χ. ἔ. Mc 20 ἐπιστάντες M 27 ἢ Κl Koe 28 βούλεται Η Cluc Nr. 20 δύναται Μ)

36
προφορικὸν καὶ τὸν ἐνδιάθετον λόγον, ὠσπερεὶ ὄψον τυγάνοντας τῶν ἐν ταῖς γραφαῖς αἰσθητῶν κειμένων, ἢ τάχα καὶ τὸν φθάσαντα ἐπ᾿ αὐτοὺς περὶ πατρὸς καὶ υἱοῦ λόγον. διὸ καὶ αὐτὸς »ἔφαγεν ἰχθύος ὀπτοῦ« ἀναστὰς »μέρος λαβὼν« ἀπὸ τῶν μαθητῶν, καὶ ἀποδεξάμενος ἣν ἐδύναντο ἐκ μέρους ἀπαγγεῖλαι αὐτῷ περὶ τοῦ πατρὸς θεολοτγίαν. ἡμεῖς μὲν οὖν οὕτως τῷ περὶ τῶν πέντε ἄρτων καὶ δύο ἰχθύων ἐπιβαλεῖν δεδυνήμεθα λόγῳ· εἰκὸς δὲ ὅτι οἱ μᾶλλον ἡμῶν συναγαγεῖν δυνάμενοι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθεύας παρ᾿ ἑαυτοῖς πλείονα καὶ κρείττονα δύναιντ᾿ ἂν ἀποδοῦναι περὶ τούτων νοῦν.

Παρατηρητέον μέντοι, ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ᾿ ὅτι πύρινοι οὔθ᾿ ὅτι κρίθινοι ἦσαν ὑποσημειωςάμενοι· ὁ δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὀμολογοῦσιν ἔχειν αὐτοὺς παρ᾿ ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ᾿ αὐτῷ ὅτι »ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια«. καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτὶσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν᾿ ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαὐτα, ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαγμοῖς γέγραπται· »αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν«, περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δύδεκα (οἶμαι) δώδεκα [*](1f Vgl. Harnack TU. 42, 4, 93–3 Vgl. Luc. 24, 42 – 4f Vgl. Luc. 24, 18ff ? 49ff ? – 15 Joh. 6, 9 – 24 Vgl. Marc. 6, 41 – 30 Psal. 80, 7) [*](2 αἰσθητῶς C luc Nr. 20 3 ἰχθύος ὀπτοῦ ἔφαγεν Μ 5 ἡμεῖς ΜΗ c.r. ὑμεῖς Η a 6 ἐπιβαλεῖν ρ ἐπιβάλλειν ΜΗ | εἰκῶς Η a 14 <ἔχειν< Kl 15 ὃς] ὃ υ 17 τῷ Kl τοῦ ΜΗ 23 τρίτον ΜΗ c τρίτων Η a 27 ἃ] ὅσα ? Diehl | ἧν + <ἀναλῶσαι< ? Koe 30 oὖν H c s. l. <MH a)

37
κοφίνους οὐχ ἡμιτελεῖς, ἀλλὰ πλήρεις. Λ·αί εἰσιν οἶμαι) μέχρι τοῦ δεῦρο καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος οἱ πλήρεις κόφινοι δώδεκα τῶν κλασμάτων ἄρτου ζῶντος, οὕς μὴ δύνανται οἱ ὄχλοι ἐσθίειν, παρὰ τοῖς τῶν ὄχλων κρείττοσι μαθηταῖς τοῦ Ἰησοῦ. ἦσαν δέ οἱ ἐσθίοντες ἀπὸ τῶν πέντε ἄρτων τῶν Πρὸ τῶν περισσευσάντων κοφίνων δώδεκα συγγενεῖς τῷ πέντε ἀριθμῷ μέχρι τῶν αἰσθητῶν φθάσαντες καὶ διὰ τοῦτο πεντακισχίλιοι· ἢ καὶ μέχρι τῶν αἰσθητῶν ἔφθασαν οἱ φαγόντες, ἐπεὶ καὶ οὗτοι ἀπὸ τοῦ ἀναβλέψαντος εἰς οὐρανὸν ἐτράφησαν καὶ εὐλογήσαντος καὶ κλάσαντος αὐτοῦς, καὶ οὐ παῖδες οὐδέ γυναῖκες, ἀλλ᾿ ἄνδρες. εἰσὶ γὰρ καὶ ἐν αἰσθηταῖς (οἶμαι) τροφαῖς διαφοραί, ὠς τινὰς μέ·ν αὐτῶν εἶναι τῶν καταργησάντων »τὰ τοῦ νηπίου«, τινὰς δὲ τῶν νηΠίων ἔτι καὶ σαρκίνων »ἐν Χριστῷ«.

Καὶ ταῦτα δέ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν· ὅπερ ἀμφίβολόν ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντακισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. τινὲς μέν οὖν, ὡς φθάσαντες εἰρήκαμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. εἴποι δ’ ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ᾿ ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις ἄνδρες ἦσαν· οἱ δέ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. τροπολόγει δέ μοι καὶ τοὺς παῖδος κατὰ τὸ οὐκ [*](6f Vgl. Orig. hom. III, 7 in Lev. (VI, 312, 9ff): quinque numerus frequenter, immo paene semper pro quinque sensibiis accipitur u. ö. — 11 Vgl. I. Kor. 13, 11 — 11 f Vgl. I. Kor. 3, 1 — 16ff Vgl. C marc Nr. 2 Or. (Ende) ? — 17ff Ältere “, vgl. Harnack TU. 42, 4, 21 — 20ff Vgl. Hier. in Matth. 106 B: midieres autem et parvoli, sexus fragilis et aetas minor, mimero indigni sunt. unde et in Numerorum lihro . . . servi et mulieres et parvoli et vulgus ignohile ahsque mimero praetermittitur — 22 Vgl. Niim. 1, 18 — 24 I. Kor. 3, 1) [*](5 τῶν1 + 〈πορόντων〉 Diehl Koe 6 αἰσθητῶν] οἰσθήσεων C luc Nr. 20 6f φθάσαντες—αἰσθητῶν] so Μ, vgl. auch C luc Nr. 20 < H 9 ἀλλ᾿ Μ C luc Nr. 20 ἀλλὰ H 10 Ε; Kl mit C luc Nr. 20 11 τῶν νηπίων ἔτι KI mit C luc Nr. 20 ἔτι τῶν νηπίων MH 13 οἱ <H 16 ἢ 〈λεκτέον〉 ὅτι ? Koe 20 εἴποι δ’ ἄν τις] εἰ δὲ πάντες ἐκ τῶν ἄρτων ἔφαγον, εἴποις ἄν C luc Nr. 20 21 1. ἀριθμοῦ? Kl, vgl. Ζ. 23 23 Ἰσραηλίταις M C luc Nr. 20 ἰσραηλίτες H)

38
ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς ἀλλ᾿ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν Χριστῷ«, καὶ τἀς γυναῖκας κατὰ τὸ »βούλομαι δέ τοὺς πάντας ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ«, τοὺς δὲ ἄνδρας κατὰ τὸ »ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου«. μὴ παρέλθωμεν δὲ ἀδιήγητον τὸ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε πέντε Λ·αὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν ηὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δέ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες. τι γὰρ σημαίνει τὸ κοὶ κελεύσας πάντας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου καὶ τί ἄξιόν ἐστι τῆς κελεύσεως Ἰησοῦ νοῆσαι κατὰ τὸν τόπον; νομίζω δὲ ὅτι τοὺς ὄχλους ἐκέλευσεν ἀνακλιθῆναι ἐν χόρτῳ (διὰ τὸ ἐν Ἡσαΐᾳ λελεγμένον »πᾶσα σὰρξ χόρτος«), τοτέστιν ποιῆσαι τὴν σάρκα καὶ ὑποτάξαι »τὸ φρόνημα τῆς σαρκός«, ἶν’ οὕτω τις δυνηθῇ ὧν εὐλογεῖ ἄρτων ὁ Ἰησοῦς μεταλαβεῖν.

Εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πόντων τοῖς ἴσοις λόγοις τρεφομένων, διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι· » καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν κοὶ πεντήκοντα«, τὸν δέ Λουκᾶν· » εἶΠε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα«. ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ τοῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, 〈ὄντος〉 ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακειμένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου, γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. οἶμαι δέ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς, πρὸς οὕς εἴρηται· »καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ«. καὶ ὥσπερ λέγοιτο ἄν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ κοὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν [*](2 II. Kor. 11, 2 — 3 I. Kor. 13, 11 — 12 Jes. 40, 6 — 13 öm. 8, 6 — 17 Marc. 6, 39 f — 19 Luc. 9, 14 — 22 ff Vgl. zur Zahlensymbolik Orig. Sel. in Psalmos (11, 370 Lo): κοὶ τὴν μονάδα δὲ πολὺ πρότερον, τήν τε πρώτην οὐτὴν καὶ τὴν ἐν δεκάσιν κοὶ τὴν ἐν ἑκατοντάσιν, κατά τινος οὐ τοὺς τυχόντας λόγους, vgl. Harnack TU. 42, 4, 110 ff — Vgl. Philo de mut. nom. § 228 (I, 613 Μ): ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός — 24 Vgl. Lev. 23, 15; Deut. 16, 9 — 26 Matth. 19, 28) [*](1 ἡμῖν Μ 4 δὲ Diehl 9 σημαίνει Benz Diehl Koe σημαίνοι Μ 14 Ε; ἰς Kl mit V C luc Nr. 20 17 1. πάντας ? Kl, vgl. S. 68, 4 21 τῶν ἑκατῶν H | 〈ὅντος〉 Koe 24 πεντίκοντα ἐτίας H | πεντικοστὴν H 25 τοῖς + ιβ΄ ? ΚΙ)

39
Ἰούδα καὶ οὕτω καθεξῆς, οὕτως εἴη ἄν καὶ κόφινος τροφῆς Ῥουβεὶμ καὶ ἄλλος Συμεὼν καὶ ἄλλος Λευΐ. οὐ κατὰ τὸν πορόντα δέ ἐστι λόγον νῦν τοσοῦτον ἐκβῆναι τοῦ προκειμένου, ὡς συναγαγεῖν τὰ περὶ τῶν δώδεκα φυλῶν κοὶ ἰδίᾳ τὰ περὶ ἑκάστης αὐτῶν καὶ εἰπεῖν, τίς ἑκάστη τοῦ Ἰσραὴλ φυλή.

Καὶ εὐθέο)ς ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἔως οὗ ἀπολύσει τοὺς ὄχλους (14, 22 —36]).

Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν᾿ ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ, ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελικῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὦν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. ἀρκεῖ δὲ ἐπὶ τοῦ πορόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ( ἔνθα οὐχ οἶοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι), τοιαῦτα· »ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι« καὶ τὰ ἑξῆς. κοὶ πόλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· » ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς«. οὐχ εὕρομεν δέ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν · ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ καλῶς ἔχων Ἰησοῦ τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. πόλιν ἐν ἄλλῳ τόπῳ · »λαλοῦντος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ« · ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὅν ἀπεκρίνατο »ἐκτείνας τὴν χεῖρα«, οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ᾿ » ἐπὶ τοὺς μαθητὰς, καὶ εἶπεν · ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«, καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ » ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«· »ὅστις ἄν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου [*](18 Matth. 5, —3 — 22 Matth. 12, 15 — 24 Vgl. Luc. 5, 31 — 26 ff Matth. 12, 46—50) [*](2 Λευῒ] 1. Ἰούδα ? KI, vgl. Ζ. 1 13 εἰσιν + οἱ Μ | 1. χρηματίζοντες Koe 23 τῶν <H 24 1. ὑγιαίνων ? ΚΙ 25 οὐχ’ ᾖ] οὐχὶ υ 28 ἐδηλώδη] 1. 〈ὑπό τινος〉 ἐδηλώθη ? Koe ἐδήλου τις ? KI | ὅν I. ὁ ὅ? KI 30 — 33 ἐν οὐρa- νοῖς — θέλημο τοῦ <H 33 ποιήσῃ KI ποιήσει M | Ε; Benz Diehl)

40
ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστί«. καὶ πόλιν ἐν ἄλλῳ τόπῳ γέγραπται ὅτι »πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει, κοὶ ἀλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς« · εἶτα μετὰ τὴν τοῦ σπόρου παραβολὴν »προσελθόντες«, οὐκέτι οἱ ὄχλοι ἀλλ᾿ οἱ μαθηταί, εἶπον αὐτῷ«, οὐΙχὶ »διὰ τί ἐν παραβολαῖς« ἡμῖν λαλεῖς «ἀλλὰ » διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;« ὅτε καὶ »ἀποκριθεὶς εἶπεν«, οὐ τοῖς ὄχλοις ἀλλὰ τοῖς μαθηταῖς τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, »τοῖς δέ λοιποῖς ἐν οὐκοῦν τῶν προσερχομένων τῷ ὀνόματι τοῦ Ἰησοῦ οἱ μέν γινώσκοντες τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν« μαθηταὶ χρηματίζοιεν ἄν· οἷς δὲ τὸ τοιοῦτον »οὐ δέδοται«, ὄχλοι οἱ τῶν μαθητῶν ἥττους λέγοιντ᾿ ἄν. πρόσχες γὰρ ἐπιμελῶς ὅτι τοῖς μαθηταῖς εἶπε τὸ »ὕμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«, Περὶ δέ τῶν ὄχλων τὸ ἐκείνοις δέ οὐ δέδοται«. καὶ ἐν ἄλλῳ τόπῳ ἀφίησι μὲν »τοὺς ὄχλους«, οὐχὶ δέ τοὺς μαθητάς, καὶ ἔρχεται »εἰς τὴν οἰκίαν« · » εἰς τὴν οἰκίαν« αὐτοῦ »προσῆλθον αὐτῷ«, οὐχὶ οἱ ὄχλοι » οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ«. ἀλλὰ καὶ ἐν ἄλλῳ τόπφ, ἡνίκα »ὀκόύσας« τὰ περὶ Ἰωάννου ὁ Ἰησοῦς ἀνεχώρησεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ ἰδίαν«, οἶ ὄχλοι ἠκολούθησαν αὐτῷ«, ὅτε »ἐξελθὼν εἶδε πολὺν ὄχλον, καὶ σπλαγχνισθεὶς ἐπ᾿ αὐτοῖς ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν«, τῶν οὐχὶ τῶν μαθητῶν · »ὀψίας δέ γενομένης προσῆλθον αὐτῷ«, οὐχ οἱ ὄχλοι ἀλλ᾿ » οἱ μαθηταί, λέγοντες« ὡς ἕτεροι τῶν ὄχλων) »ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς γό)μος ἀγοράσωσιν ἑαυτοῖς βρώματα«. ἀλλὰ καὶ ἡνίκα λαβὼν τοὺς Πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐραγὸν εὐλόγησε, καὶ κλάσας τοὺς ἄρτους«, οὐ τοῖς ὄΧλοις ἀλλὰ »τοῖς ἔδωκεν«, ἵνα οἱ μαθηταὶ δῶσι »τοῖς ὄχλοις«, μὴ χωροῦσιν ἀπ᾿ λαβεῖν ἀλλὰ μόγις διὰ τῶν μαθητῶν δεχομένοις τοὺς τῆς εὐλογίας Ἰησοῦ ἄρτους καὶ οὐδὲ τούτους πάντας ἐσθίουσι χορτασθέντες γὰρ οἱ ὄχλοι καταλελοίπασι »τὸ περισσεῦον« ἐν κοφίνοις οὖσι πλήρεσι δώδεκα), ***

Οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκίμενον ὅτι, χωρίσας ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς [*](2 Matth. 13, 2f — 3ff Matth. 13, 10 f — 7 Luc. 8, 10 — 8ff Vgl. Matth. 13, 11 — llff Matth. 13, 11 — 13 ff Matth. 13, 36 — 16 ff Matth. 14, 13—15 —22 —25 Vgl. C marc Nr. 3 Or. — 23 ff Matth. 14, 19—21) [*](2 f αὐτοῖς πολλὰ ἐν παραβολαῖς Μ H c ἐν παραβολαῖς αὐτοῖς πολλά H a 4 οὐχὶ] ov H 8 τῷ M H c.r. το H a | τοῦ <Μ 13 f καὶ ἔρχεται εἰς τὴν οἰκίον, οὐχὶ δὲ τοὺς μαθητάς Μ H ~ KI 26 δεχομένης H a 28 *** Koe, der etwa änzt 〈διοφοραὶ τῶν ὄχλο)ν κοὶ τῶν μαθητῶν Ἰησοῦ φανεραί εἰσιν〉 vgl. S. 39, 12 29 τοῦτο Hu ταύτας Μ H ταύτας τὰς λέξεις Κoe)

41
τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσει αὐτὸς τοὺς ὄχλους. οὐ γὰρ ἠδύναντα οἱ ὄχλοι εἰς τὸ πέραν ἀπελθεῖν, ὡς οὐ μυστικῶς Ἑβραῖοι οἴτινες ἑρμηνεύονται ΠΕΡΑΤΙΚΟΙ) · ἀλλὰ τοῦτο ἔργον ἦν τῶν Ἰησοῦ μαθητῶν, λέγω δέ τὸ εἰς τὸ πέραν καὶ ὐπερβῆναι »τὰ βλεπόμενα« καὶ σωματικὰ ὠς »πρόσκαιρα«, φθάσαι δέ ἐπὶ τὰ μὴ βλεπόμεν καὶ αἰώνια«. εὐεργεςσία οὖν αὐτάρκης ἦν τοῖς ὄχλοις ἀπὸ τοῦ Ἰησοῦ ὐτοῖς διδομένη, μὴ δυναμένοις διὰ τὸ ὄχλους εἶναι) ἀπελθεῖν εἰς τὸ πέραν, ἀπολυθῆναι ἀπὸ τοῦ Ἰησοῦ. ἥντινα ἀπόλυσιν οὐδεὶς ἔχει ἐξουσίαν ἀπολύειν ἢ ὁ Χριστὸς μόνος, καὶ οὐχ οἶόν τέ ἐστιν ἀπολυθῆναί τινα μὴ πρότερον φαγόντα ἄρτων ὧν ὁ Ἰησοῦς εὐλογεῖ, οὐχ οἶόν τε δὲ Ε; τῶν ἄρτων τῆς εὐλογίας Ἰησοῦ εἰ μὴ ὡς ἐκέλευσεν ὁ Ἰησοῦς ποιήσοντα κοὶ ἀνακλιθέντα »ἐπὶ τοῦ χόρτου« ὡς ἀποδεδώκαμεν). ἀλλ᾿ οὐδὲ τοῦτο οἷόν τε ποιῆσαι τοὺς ὄχλους μὴ ἀκολουθήσαντας τῷ Ἰησοῦ ἀπὸ τῶν ἰδίων πόλεων »ἀναχωρήσαντι εἰς ἔρημον τόπον κοτ’ ἰδίαν«. καὶ πρότερον μέν ἀξιούμενος ὑπὸ τῶν μαθητῶν ἀπολῦσαι »τοὺς ὄχλους«, οὐκ ἀπέλυσεν, ἕως ἔθρεψε τοῖς ἄρτοις τῆς εὐλογίας · νῦν δὲ ἀπολύει, τῶν μαθητῶν πρότερον ἀναγκασθέντων ἐμβῆναι εἰς τὸ πλοῖον , καὶ ἀπολύει αὐτοὺς κάτω που τυγχάνοντας κάτω γὰρ ἡ ἔρημος) · αὐτὸς δὲ ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ τοῦτο δὲ παρατηρητέον, ὅτι εὐθέο)ς μετὰ τό τραφῆναι τοὺς πεντακισχιλίους ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν. πλὴν οὐ δεδύνηνται οἱ μαθηταὶ προάγειν τὸν Ἰησοῦν εἰς τὸ πέραν, ἀλλὰ μέχρι τοῦ μέσου τῆς θαλάσσης φθάσαντες, βασανιζομένου τοῦ πλοίου τῷ τὸν ἄνεμον αὐτοῖς εἶναι ἐναντίον, ἐφοβήθησαν, »περὶ τετάρτην φυλακὴν« τῆς νυκτὸς ἐλθόντος πρὸς αὐτοὺς τοῦ Ἰησοῦ. καὶ εἰ μὴ ἀναβεβήκει εἰς τὸ πλοῖον ὁ Ἰησοῦς, οὔτ’ ἄν ὁ τοῖς πλέουσι μαθηταῖς ἐναντιούμενος ἐπαύσατο ἄνεμος οὔτ’ ἄν »διαπεράσαντες ἦλθον« εἰς τὸ πέραν οἱ πλέοντες. καὶ τάχα βουλάμενος τῇ πείρᾳ αὐτοὺς διδάξαι, ὅτι οὐχ οἶόν τέ ἐστι χωρὶς αὐτοῦ ἀπελθεῖν εἰς τὸ πέραν, ἠνάγκασε μὲν ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν· μὴ δυνηθεῖσι δ’ αὐτοῖς πλέον τοῦ μέσου τῆς θαλάσσης διελθεῖν ἐπιφανεὶς καὶ ποιήσας τὰ γεγραμ΄μένα, ἔΜεν ὅτι ὁ εἰς τὸ πέραν γιγνόμενος Ἰησοῦ αὐτῷ συμπλέοντος φθάνει ἐκεῖ. τί δὲ τὸ πλοῖον, εἰς ὁ ἠνάγκασεν ἐμβῆναι τοὺς μαθητὰς ὁ Ἰησοῦς, ἤ τάχα ὁ τῶν πειρασμῶν καὶ περιστάσεων ἀγών, εἰς ὅν ἀναγκαζόμενός [*](3 Vgl. Wutz, Onom. sacra 742 — 5 ff Vgl. II. Kor. 4, 18 — 11 f Vgl. Matth. 14, 19 — 12 f Vgl. Matth. 14, 13 — 15 Vgl. Matth. 14, 15 — 24 Vgl. Marc. 6, 48 — 27 Vgl. Matth. 14, 34) [*](4 τὸ Koe 5 πρόσκερα H a 10 τε < H 11 τινα 28 οὐχ ρ μὴ Μ H)
42
τις ὑπὸ τοῦ λόγου καὶ οἱονεὶ οὐΧ ἑκὼν ἔρχεται, βουλομένου τοῦ σωτῆρος γυμνάσασθαι τοὺς μαθητὰς ἐν τῷ βασανιζομένῳ τούτῳ πλοίῳ ὑπὸ τῶν κυμάτων καὶ τοῦ ἐναντίου ἀνέμου;

Ἐπειδὴ δέ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον δ᾿ τὴν λέΞιν ἀνέγραψε κοὶ ὀ Μᾶρκος ποιήσας · »καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ«), ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς παραλλαγῆς Παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης · οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητός, ἔχει δέ τι πλεῖον τὸ »τοὺς μαθητὰς αὐτοῦ« παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. τάχα οὖν ἕνα καὶ τῇ λέξει Παραστῶμεν, οἱ μέν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ· ὁ δέ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων κοὶ ἐναντίου ἀνέμου, οὐκ ἄν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισθεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. ἀναγκάζει μέν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν κοὶ ἐπέκεινα τῶν περιστάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης κοὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων , καὶ τῶν ἐναντίων ἀνἐμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τό πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. διόΠερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ’ ἑαυτοῖς πράξαντας, ἔνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν, αὐτῷ μὴ ἔχουσαν κύματα οὐδέ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. κοὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα. ὁ δέ Πέτρος εἶπε· κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐΠὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα· ὅστις κατὰ τὰς ἀρχὰς εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ) καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν [*](6. H Marc. 6, 45 —10 Zu ἄρθρον: Hautsch TU. 34, 2a, 46 — 13 ff Vgl. Hier. in Matth. 106 C: ostenditur invitos eos a domino recessisse, dum amore praeceptoris ne punctum quidem temporis ab eo volunt separari — 20 Vgl. Marc. 6, 47) [*](3 κοὶ <H 4 μαθητὰς + αὐτοῦ M 5—7 ὀλίγον — πέραν < 5 Ε; Kl 9 πλεῖον] πλοῖον Μ 20 αὐτὰς Koe αὐτοὺς Μ H 22 παλαίοντες] 1 παλαίοντος, ? Kl, παλαίοντες 〈κύμοσι κοὶ Ε; ? Koe 24 ἑαυτοῖς Kl ἑαυτοὺς MH 28 — 29 ὁ δὲ — ὕδατα < H)

43
Ἰησοῦν, ἐΠεὶ δέ ἐδίστασεν, εἶδεν ἰσχυρὸν τὸν ἄνεμον, οὐκ ὄντα ἰσχυρὸν τῷ ἀποθεμένῳ τὴν ὀλιγοπιστίαν καὶ τὸν δισταγμόν. καὶ ἀναβάντος τοῦ Ἰησοῦ μετὰ Πέτρου εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος, μηδὲν ἔτι δυνάμενος ἐνεργεῖν εἰς οὐτὸ ἀναβάντος τοῦ Ἰησοῦ.

Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ , ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ᾿ αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. παρατήρει δέ ἐπεὶ »πιστὸς ὁ θεός«, οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπέρ ὃ δύνανται), τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον , ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον (ἕως ἄξιοι τῆς θείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ ἀναβάντος αὐτοῦ διαπεράσει καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ), τοὺς δὲ ὄχλους ἀπολύσας , οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους πλοίου κοὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίον προσεύξασθαι. περὶ τίνος δέ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δέ τῶν μαθητῶν, ἔνα ἀναγκασθέντες ὑπ᾿ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἄν ὅτι ὅτι τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχὴν οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης κοὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.

Ὁ μέν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, δέ, ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνησκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντος κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσοι. εἶτ᾿ ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως [*](6 ff Die von Hieronymus wiederholte Wendung scheint doch zu bedeuten, daB in ᾿ Exemplar der ἑρμηνεία das Wort Γενησαρέτ fehlte (vgl. z. B. Wutz, Onom. sacra 182 ΚΗΠΟΣ ΑΡΧΟΝΤΩΝ), aber wohl nicht, dafi zu ᾿ Zeit ,,das neutestamentliche Onomastikon noch gar nicht vorhanden “ (so Wutz a. Ο. XX, A. 1) — Vgl. Hier. in Matth. 109 A: si scirernus ( !), quid in nostra lingua resonaret Gennesareth etc. — 7 Vgl. I. Kor. 10, 13 — 10 Vgl. Marc. 6, 47 — —22 Vgl. Cc Nr. 49 Or. ? — 25 f Vgl. Jac. 1, 2) [*](8 ὁ Μ H c i. m. ὧν H a 12 λαλοῦτος — Ε; KI 20 f μήθ’ — κυμάτων <H | μήθ’ Kl Koe μηδ’ M(H) 26 ἀνάγκαι H 27 αὐτὸν M c αὐτῶν M a H)

44
αὐτὰ ἐπὶ ποσὸν διανηξώμεθα, λογιζώμεθα ὅτι τὸ πλοῖον ἡμῶν μέσον ἐστὶ τῆς θαλάσσης τότε, βασανιζόμενον ὑπὸ τῶν κυμάτων βουλομένων ἡμᾶς ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν. ἀλλ᾿ ἐπὰν τὸ πνεῦμα τοῦ πονηροῦ βλέπωμεν ἀντιπρᾶττον ἡμῶν τοῖς πράγμασιν, ἐννοήσωμεν ὅτι τότε ἡμῖν ἐναντίος ἐστὶν ὁ ἄνεεμος. ἐπὸν οὖν ταῦτα πάσχοντες τρεῖς φυλακὰς τῆς νυκτὸς τοῦ ἐν τοῖς πειρασμοῖς σκότους διανύσωμεν, κατὰ τὸ δυνατὸν ἀγωνιζόμενοι καλῶς καὶ τηροῦντες ἑαυτοὺς πρὸς τὸ μὴ ναυαγῆσαι »περὶ τὴν πίστιν« ἤ τινα τῶν ἀρετῶν, πρώτην φυλακὴν τὸν πατέρα τοῦ σκότους καὶ τῆς κακίας, καὶ δευτέραν τὸν υἱὸν αὐτοῦ τὸν ἀντικείμενον καὶ ἐπαιρόμενον »ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα«, καὶ τρίτην τὸ ἐναντίον τῷ ἁγίῳ πνεύματι πνεῦμα, τότε πιστεύωμεν ὅτι τετάρτης φυλακῆς, ὅτε »ἡ νὺξ προέκοψεν ἡ δὲ ἡμέρα ἤγγικεν«, ἐλεύσεται πρὸς ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ, ἶν’ εὐτρεπίσῃ ἡμῖν τὴν θάλασσαν περιπατῶν ἐπ αὐτῆς. καὶ ἐπὰν ἴδωμεν τὸν λόγον ἡμῖν ἐπφανιζόμενον, ταραχθησόμεθα μὲν πρὶν τρανῶς καταλαβεῖν ὅτι ὁ σωτὴρ ἡμῖν ἐπιδεδήμηκεν, οἰόμενοι ἔτι φάντασμα θεωρεῖν, καὶ φοβούμενοι κεκραξόμεθα· ἀλλ᾿ αὐτὸς εὐθέως ἡμῖν λαλήσει λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ θερμότερον κινούμενος ἀπὸ τοῦ θαρσεῖτε εἴ τις ἐν ἡμῖν εὑρεθείη Πέτρος, ὁδεύων μέν »ἐπὶ τὴν τελειότητα« οὐδέπω δέ τοιοῦτος γεγενημένος, καταβὰς ἀπὸ τοῦ πλοίου, ὡς ἔξω τοῦ πειρασμοῦ γινόμενος ἐκείνου ἐν ᾧ ἐβασανίζετο, περιπατήσει μέν κατ’ ἀρχὰς βουλόμενος ἐλθεῖν πρὸς τὸν Ἰησοῦν ἐπὶ τὰ ὕδατα, ὡς ἔτι δέ ὀλιγόπιστος καὶ ὡς ἔτι διστάζων ἄψεται ἰσχυρὸν τὸν ἄνεμον καὶ φοβηθήσεται κοὶ ἄρξεται μὲν καταποντίζεσθαι, οὐ πείσεται δέ τοῦτο διὰ τὸ τὸν Ἰησοῦν μεγάλῃ καλεῖν φωνῇ καὶ λέγειν αὐτῷ· κύριε, σῶσόν με. εἶτ᾿ εὐθέως »ἔτι λαλοῦντος« τοῦ τοιούτου Πέτρου καὶ λέγοντος· κύριε, σῶσόν με, ἐκτενεῖ τὴν χεῖρα ὁ λόγος, ὀρέγων τῷ τοιούτῳ βοήθειαν, κοὶ ἐπιλήψεται αὐτοῦ ἀρξαμένου καταποντίζεσθαι καὶ ὀνειδίσει αὐτῷ ἐπὶ τῇ ὀλιγοπιστίᾳ καὶ τῷ δισταγμῷ. πλὴν τήρει ὅτι οὐκ εἶπεν · ἄπιστε, ἀλλά · ὀλιγόπιστε, καὶ ὅτι λέλεκται · εἰς τί ἐδίστασας, ἔχων μέν τι τῆς πίστεως, κλίνων δὲ καὶ πρὸς τὸ ἐναντίον οὐτῇ;

καὶ ἐπὶ τούτοις γε Λ·οὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀναβήσονται [*](1 Vgl. Orig. Exh. 14 (I, 14, 8) zu διανήχεσθαι — 3. 8 Vgl. I. Tim. 1, 19 — 9 f Vgl. II. Thess, 2, 3 f — 12 öm. 13, 12 — 19 Vgl. Hebr. 6, 1 — 25 Vgl. Jes. 58, 9) [*](4 βλέπωμεν υ βλέπομεν Μ H 4/5 ἐννοήσομεν Koe 5 ἐναντίως H a 11 πιστεύωμεν Kl Koe, vgl. Ζ. 1. 4 πιστεύομεν MH 20 τῶν πειρασμῶν M a | ἐκείνου <Μ 30 ἐδίστασας] + ἦν ἦν γὰρ Koe | κλίνον H 31 ἀναβήσονται Koe, vgl. Matth. 14, 32 ἀναβήσεται Μ H)

45
εἰς τὸ πλοῖον καὶ κοπόσει ὁ ἄνεμος καὶ οἱ ἐν τῷ πλοίῳ ἐννοήσαντες ἀφ᾿ οἵων διεσώθησαν κινδύνων, προσκυνήσουσι λέγοντες, οὐκ ἁπλῶς· θεοῦ υἱὸς εἶ (ὡς καὶ οἱ δύο δαιμονιζόμενοι) ἀλλ᾿· ἀληθῶς θεοῦ υἱὸς εἶ· ὅπερ λέγουσιν οἱ ἐν τῷ πλοίῳ μαθηταί, οὐ γὰρ ἄλλους τῶν μαθητῶν νομίζω τοῦτο εὐρηκέναι.

Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γὴς, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ Ἰησοῦς. τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμμένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ᾿ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν (οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό), καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κραστέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ᾿ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ »αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη« καὶ »προσελθοῦσα ὄπισθεν« καὶ ἁψαμένη »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι »ἔλεγεν ἐν ἑαυτῇ·εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθῄ- σομαι« — τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ »παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς«. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ᾿ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ᾿ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην (εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν· »ἡ πίστις σου σέσωκέ σε«), καὶ αὐτὸς ἐπιστήσεις.

Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Ξαρισαῖοι καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν
(15, 1.2 [ — 9]).

[*](3 Vgl. Matth. 8, 28 — 17ff Matth. 9, 20f — 21 Luc. 8, 44 — 29 Matth. 9, 22)[*](8 σεσωσμένων H c.r. ἐσομένων MH a | ὑπὸ]ἀπὸ Μ a 11 τῷ Kl 19 ὄτι Kl ὅτε M H 20 〈τὸ σύμφωνον〉 Elt 22 τῆς Diehl τοῦ Μ H 25 μόνον M 27 ὅ́ση H 28 εἰρημένου Hu εἰρημένη Μ H | 〈ἐκνην〉 Elt 33 ἐσθίωσι Μ)
46

Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖον καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα »διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ« τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ᾿ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ᾿ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα κἄν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὄσοι ἥψαντο διεσώθησαν«, τηνικάδε προσῇλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ κααπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἄν »μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ« ἁψαμένους, φιλαιτίως δέ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἄν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων , εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ.

Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον · οὐ γὰρ πρὸ τοῦ παθεῖν »ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου« ὁ ἐν τῷ παθεῖν ὑπέρ ἀνθρώπων γενόμενος ὑπέρ ἡμῶν κατάρα«. ἀλλ’ ὡσπερεὶ καθηκόντως καὶ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος« ἐγένετο, »ἵνα Ἰουδαίους κερδήσῃ«, τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι [*](8 Matth. 14, 34 — 9 Vgl. Matth. 14, 32 — 10 Matth. 14, 35 f — 15 Vgl. Matth. 14, 36 — 27 Gal. 3, 13 — 29 I. Kor. 9, 20 — 32 Vgl. Act. 16, 3 — Vgl. Act. 18; 21, 23 ff) [*](1 Ὁ < H 6 ἀπέρχονται H 14 τὴν ἐν ] μὲν τὴν M 16 ἐγκαλοῦντες + τοῖς μαθητοῖς〉 Lo (vgl. Hu) 21 τὸ περὶ s. 1. H c.)

47
πλὴν πάνυ φαίνονται φιλεγκλήμονες οἱ Περὶ μὲν ἐντολῆς θεοῦ μηδέν ἔχοντες ἐγκαλεῖν τοῖς Ἰησοῦ μαθηταῖς, μόνον δέ περὶ πρεσβυτέρων παραδόσεως μιᾶς. καὶ μάλιστα ἐμφαίνεται οὕτως τὸ φιλέγκλημον, ὅτι παρ᾿ αὐτοῖς τοῖς ἰαθεῖσιν ἀπὸ τοῦ κακῶς ἔχειν Προσάγουσι τὸ ἔγκλημα, τῷ μέν δοκεῖν κατὰ τῶν μαθητῶν τό δ’ ἀληθὲς τὸν διδάσκαλον διαβάλλειν προαιρούμενοι · ὅτι κοὶ παράδοσις ἦν τῶν πρεσβυτέρων τὸ νίπτεσθαι ὡς ἀναγκαῖον Πρὸς εὐσέβειαν. ᾤοντο γὰρ κοινὰς μέν καὶ ἀκαθάρτους εἶναι χεῖρας τὰς τῶν μὴ νιψαμένων πρὸ τοῦ ἀρτοφαγεῖν, καθαρὰς δέ καὶ ἁγίας γεγονέναι τὰς τῶν ἀποπλυνομένων ὕδατι, οὐ συμβολικῶς, ἀλλ᾿ ἀνάλογον τῷ κατὰ τὸ Μωσέως νόμῳ. ἡμεῖς δέ οὐ κατὰ τὴν τῶν παρ’ ἐκείνοις πρεσβυτέρων παράδοσιν, ἀλλὰ κατὰ τὸ εὔλογον καθαίρειν πειρ(όμεθα ἑαυτῶν τὰς πράξεις καὶ οὕτως τὰς τῶν ψυχῶν νίπτεσθαι χεῖρας, ὅταν μέλλωμεν ἐσθίειν οὕς αἰτοῦμεν ἀπὸ τοῦ φίλου ἡμῖν θέλοντος εἶναι Ἰησοῦ »τρεῖς ἄρτους« · »κοιναῖς« γὰρ καὶ »ἀνίπτοις« κοὶ οὐ καθαραῖς χερσὶν οὐ χρὴ τῶν ἄρτων μεταλαμβάνειν.

Ὁ δέ Ἰησοῦς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μέν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτο)ς ἔχουσα · » τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν’ εὖ σοι γένηται, καὶ γένη μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι«, ἡ δέ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον » ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ κοὶ τὴν αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶΠεν, ἔνοχος ἔσται«. ἀλλ᾿ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν, ἥν ἐξέθετο ὀ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · »ὅς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω« κοὶ ὁ κακολογῶν Μέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω«. οὕτως μέν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι.

Τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ γραμματεῦσιν ὁ σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν , κατανοητέον. κοὶ ὁ μὲν θεὸς εἶπε· »τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου«, διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι [*](9 Vgl. Rom. 2, 27 ? — 10 ff Vgl. Hier. in Matth. 110 A: »manus«, id est opera, non corporis sed animae lavandae sunt, ut fiat in illis verhum dei — 13 f Vgl. Luc. 11,5 — 14 f Vgl. Marc. 7, 2 — 18 Ex. 20, 12 — 21 Lev. 20, 9 — 25 Ex. 21, 15 f — 32 Ex. 20, 12) [*](1 πάνυ] πόλιν H 5 ὅ〈τι〉 Koe 6 παράδωσις H a, corr. H c 9 Ε; Elt 10 πρεσβυτέρων παρ᾿ ἐκείνοις Μ 33 γονεῦσιν Μ)

48
τὸν ἐξ αὐτῶν γεννώμενον. ταύτης τῆς πρὸς τοὺς γονεῖς τιμῆς μέρος ἦν καὶ τὸ κοινωνεῖν αὐτοῖς τῶν βιωτικῶν χρειῶν εἰς διατροφὰς καὶ σκεπάσματα, καὶ εἴ τι ἄλλο οἶός τε ἦν χαρίζεσθαί τις τοῖς ἑαυτοῦ γονεῦσιν. οἱ δὲ Φαρισαῖοι καὶ οἱ γραμματεῖς τοιαύτην ἐναντιουμένην τῷ νόμῳ παράδοσιν ἐκδεδώκασιν, ἀσαφέστερον ἐν τῷ εὐαγγελίῳ κειμένην, ᾗ οὐδ᾿ αὐτοὶ ἐπιβεβλήκειμεν ἄν, εἰ μὴ τῶν Ἑβραίων τις ἐπιδέδωκεν ἡμῖν τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα. ἔσθ᾿ ὅτε, φησίν, οἱ δανεισταὶ δυστραπέλοις περιπίπτοντες χρεώσταις καὶ δυναμένοις μὲν μὴ βουλομένοις δὲ ἀποδιδόναι τὸ χρέος, ἀνετίθεσαν τὸ ὀφειλόμενον εἰς τὸν τῶν πενήτων λόγον, οἶς ἐβάλλετο εἰς τὸ γαζοφυλάκιον ὑπὸ ἑκάστου (ὡς ἐδύνατο) τῶν βουλομένων αὐτοῖς κοινωνεῖν. ἔλεγον οὖν ἔσθ᾿ ὅτε τοῖς ὀφείλουσι κατὰ τὴν οἰκείαν διάλεκτον· κορβᾶν ἐστιν ὃ ὀφείλεις μοι, τουτέστι δῶρον· ἀνέθηκα γὰρ αὐτὸ εἰς λόγον τῆς εἰς θεὸν εὐσεβείας τοῖς πένησιν. εἶτα ὁ χρεώστης, ὡς μηκέτι ἀνθρώποις, ἀλλὰ τῷ θεῷ ὀφείλων καὶ τῇ εἰς αὐτὸν εὐσεβείᾳ, οἱονεὶ συνεκλείετο πρὸς τὸ καὶ μὴ βουλόμενος ἀποδοῦναι τὸ χρέος, οὐκέτι μέν τῷ δανειστῇ, ἤδη δὲ εἰς τὸν λόγον τῶν πενήτων τῷ θεῷ ἐξ ὀνόματος τοῦ δανειστοῦ. ὅπερ οὖν ὁ δανειστὴς ἐποίει τῷ χρεώστῃ, τοῦτό ποτέ τινες τῶν υἱῶν τοῖς γονεῦσιν, καὶ ἔλεγον αὐτοῖς ὅτι, ἄν ἐξ ἐμοῦ ἐμοῦ ὠφεληθῇς, πάτερ ἢ μῆτερ, τοῦτο ἴσθι ἀπὸ τοῦ κορβᾶν λαμβάνειν, ἐκ τοῦ λόγου τῶν θεῷ ἀνακειμένων πενήτων. εἶτα ἀκούοντες οἱ γονεῖς ὅτι κορβᾶν ἐστιν ἀνακείμενον τῷ θεῷ τὸ διδόμενον αὐτοῖς, οὐκέτι ἐβούλοντο λαμβάνειν, εἰ καὶ πάνυ ἔχρῃζον τῶν ἀναγκαίων, ἀπὸ τῶν υἱέων. οἱ οὖν πρεσβύτεροι τοιαύτην παράδοσιν εἰς τοὺς ἀπὸ τοῦ λαοῦ ἔλεγον ὅτι, ὅστις ἄν τῷ πατρὶ ἢ τῇ μητρὶ εἴπῃ τὸ διδόμενόν τινι αὐτῶν κορβᾶν εἶναι καὶ δῶρον, οὗτος οὐκέτι ὀφειλέτης ἐστὶ πρὸς τὸν πατέρα ἢ τὴν μητέρα ἐν δόσει τῶν πρὸς τὰς τοῦ βίου χρείας. [*](3 ff Vgl. C c Nr. 51 Or. ? Hier. in Matth. 111 B: hanc providentissimam dei legem volentes scribae Pharisaeique subvertere . . . docuerunt pessimos filios . . . vel certe ipsi parentes, quae deo consecrata cernebant, ne sacrilegii crimen incurrerent declinantes egestate conficiebantur . . . haec pessima Pharisaeorum traditio de alia occasione veniebat: multi habentes obligatos aere alieno et nolentes sibi creditum reddere, delegabant sacerdotibus, ut exacta pecunia ministeriis templi et eorum usibus deserviret — 5 ff Vgl. Hamack TU. 42, 4, 21f, der den Bericht des Hebräers zu Unrecht beanstandet — 12 Vgl. Marc. 7, 11 — 16 ff Vgl. Theophylakt: ὁ οὗν χρεώστης, ὡς τῷ θεῷ ἐκ τότε ὀφείλων, καὶ ἄκων κατέβαλλε. — 19 ff Vgl. Psal. 9, 33. 35; Jac. 2, 5) [*](1 τὸν M H c. r. τῶν H a 3 τις Kl 5 ἐκδεδόκασιν H 5/6 ἐπιβεβλήκειμεν Kl ἐΠιβεβλήκαμεν Μ H 6 1. ἐπέδωκεν ? Koe 14 τῷ] τὸ Η 15ff δανιστῇ usw. H 24 καὶ] 1. ἢ ? Koe | οὕτως H a 25 τὴν < H)
49
τούτην οὖν ἐλέγχει ὡς οὐχ ὑγιῶς ἔχουσαν παράδοσιν ὁ σωτήρ, ἀλλὰ ἐναντιουμένην τῇ ἐντολῇ τοῦ θεοῦ. εἰ γὰρ ὁ μέν θεὸς λέγει τὸ τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἡ δέ παράδοσις ἔλεγεν· οὐκ ὀφείλει τιμᾶν τὸν πατέρα ἢ τὴν μητέρα τῇ δόσει ὁ ἀναθεὶς τῷ θεῷ ὡς κορβᾶν τὸ δοθησόμενον ἄν τοῖς γεγεννηκόσι, δῆλον ὅτι ἠκυροῦτο ἡ τοῦ θεοῦ Περὶ τιμῆς γονέων ἐντολὴ ὑπὸ τῆς τῶν Φαρισαίων καὶ γραμματέων παραδόσεως, λεγούσης μηκέτι δεῖν τιμᾶν τὸν πατέρα καὶ τὴν μητέρ(ι τὸν ἅπαξ ἀνατεθεικότα τῷ θεῷ ὅ ἔλαβον ἄν οἱ γεγεννηκότες. καὶ ὡς φιλάργυροί γε οἱ Φαρισαῖοι, ἶνα τῇ προφάσει τῶν πενήτων λαμβάνωσι καὶ τὰ δοθησόμενα ἄν τοῖς γονεῦσί τινος, τὰ τοιαῦτα ἐδίδασκον. καὶ μαρτυρεῖ γε αὐτῶν τῇ φιλαργυρίᾳ τὸ εὐαγγέλιον λέγον · »ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, κοὶ ἐξεμυκτήριζον αὐτόν«.

Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων ἢ ὅπως ποτέ ἀρχόντων τοῦ λαοῦ μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἄν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων κοὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν »πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν«, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὅς μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · »ἠδύνατο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων καὶ δοθῆναι πτωχοῖς«, τὸ δ’ ἀληθὲς »κλέπτης ἦν κοὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάστα- ζεν«. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν ὡς καὶ ὁ Ἰούδας) ὑπέρ πενήτων, τὰ δέ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος᾿ Ἰούδα. δι᾿ ἅ ὡς γάγγραινα) νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ ὁ διόβολος ἔβαλεν αὐτοῦ »εἰς τὴν καρδίαν« τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον »τὸ πεπυρωμένον« περὶ τούτου »βέλος« ὕστερον αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ) ἐπλήρωσεν αὐτόν. [*](8 ff Vgl. Theophylakt : καὶ οὕτως ἐμέριζον οὐτοὶ μετὰ τῶν παιδίων τὰ χρήματα, καὶ οἱ γονεῖς κατελιμάνοντο ἀγηροκόμητοι. — 11 Luc. 16, 14 — 20 I. Tim. 6, 5 — 22 Marc. 14, — 24 Joh. 12, 6 — 25 ff Vgl. Harnack TU. 42, 4, 136 — 28 Vgl. Joh. 13, 2 — 29 Vgl. Eph. 6, 16 — 30 Vgl. Lue. 22. 3; Joh. 13, 27) [*](1 οὐχ ὡς Μ 1 f umzustellen : παράδοσιν ὡς οὐχ ὑγιῶς ἔχουσαν? 1 Koe 8 ἄν <H 11 πάντα] auch V, fehlt jetzt in Μ infolge Beschneidung des Randes 18 σωτῆρος Ε; Koe 21 Ε; Koe 22 Περὶ] Η τὰ ρ 23 τριακοσίων δηναρίων Μ 24 ἔχο)ν + καὶ H 26 ὁ <H 27 ἑαυτοῦ Μ τιθείη ἂν Diehl Koe)

50
καὶ τάχα ἐπὰν λέγη ὁ ἀπόστολος · »ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία«, διὰ τὴν Ἰούδα λέγει φιλαργυρίαν , ἥτις ῥίζα πόντων τῶν κακῶν ἐστι τῶν κατὰ τοῦ Ἰησοῦ.

Ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς ὁ σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μέν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δέ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ (φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου) λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὅς ἄν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἄν, πῶς οὐ παρέλκει τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς κοὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ κοὶ τὸν λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω; ἀλλὰ μήΠοτε ὅς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὅ ἄν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἰοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δέ τῇ ὑιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μέν ἐντολὴν παραβαίνουσι πορεύονται γὰρ »ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτως«), παραβαίνουσι δέ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μέν Περὶ τιμῆς πατρὸς κοὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἄν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω , τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἄν ἐφυλάξατε.

Μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει· »καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν« καὶ τὰ ἑξῆς. κοὶ προείπομέν [*](1 I. Tim. 6, 10 — 5 Vgl. Ex. 20, 12 — 6 Vgl. Lev. 20, 9 — Vgl. Ex. 21, 16; Deut. 27, 16 — 24 Vgl. Luc. 1, 6 — 32 Jes. 29, 13) [*](1 λέγει H o ἀπὸ τῆς str. Koe 6 τῶν ἄλλων Kl τὴν ἄλλην Μ H 16 ὄν < H 19 υἱοὺς Hu (nach Erasmus) ὑμᾶς M H 27 κακολωγῶν 29 ταύτες H 30 ταύτας H)

51
γε, ὅτι οὐκ αὐταῖς λέξεσιν ἀνέγραψεν ὁ Ματθαῖος τὸ προφητικόν. εἰ δέ δεῖ διὰ τὸ εὐαγγέλιον χρησάμενον αὐτῷ) κατὰ τὸ δυνατὸν αὐτὸ διηγήσασθαι, προσληψόμεθα τὴν ἀνωτέρω λέξιν, χρησίμως οἶμαι) ἡμῖν τετηρημένην εἰς διήγησιν τῆς ἐν τῷ εὐαγγελίῳ ἀπὸ τοῦ προφήτου εἰλημμένης. ἔχει δέ οὕτως ἀπ᾿ ἀρχῆς τὸ ἐν τῷ Ἡσαΐᾳ ῥητόν· »ἐκλύθητε καὶ ἔκστητε. κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδ’ ἀπὸ οἴνου· ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως, κοὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν κοὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά. καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα πάντα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὅ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες· ἀνάγνωθι ταῦτα · κοὶ ἐρεῖ· οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ · ἀνάγνωθι τοῦτο· κοὶ ἐρεῖ· οὐκ ἐπίσταμαι γράμματα. καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος« καὶ τὰ ἑξῆς ἕως τοῦ »οὐαὶ οἱ ἐν κρυφῆ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν«.

Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν »τοὺς ὀφθαλμοὺς« τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων »πνεύματι κατανύξεως«, ἐπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν τὰ κρυπτὰ« ἄρχοντας αὐτῶν. ἅπερ οἶμοι) γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ · γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλο)ν μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, »ὡς λόγοι βιβλίου ἐσφραγισμένου«. τὸ δέ »ἐσφραγισμένου« εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ κοὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχὴν διὰ τὸ μὴ εἰδέναι γράμματα) ἀναγνῶναι αὐτὸ δυναμένοις κοὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσκουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. καλῶς οὖν ἐπιφέρει 〈τού〉τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστλὰς μανῇ κοτ’ αὐτοῦ, οἶς καὶ κραιπαλήσει κατ᾿ αὐτοῦ »πνεύματι κατανύξεως«, ὅ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀνξίους τοῦ βλέπειν) κοὶ τῶν προφητῶν αὐτῶν καὶ τᾶ)ν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν ὁ λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. ἐΠὰν δέ γέ- [*](5 Jes. 29, —13 — 14 Jes. 29, 15 — —52, 5 Vgl. Jes. 29, —13 — 24 ff Vgl. Orig. tom. V, 7 in Joh. (IV, 104, 8 ff) u. ö.) [*](28 〈τού〉τοις Kl I ἀπὸ ρ ὑπὸ MH 30 ποτισθήσεται M H c ποτεσθήσεται H a 33 ἔστοι αὐτοῖς Μ 34 1. πέπονθε νῦν ? Kl)

52
νηται τὰ προφητικὰ αὐτοῖς «ὡς λόγοι βιβλίου ἐσφραγισμένου«, οὐ τοῖς μὴ εἰδόσιν ἀλλὰ καὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματα, τότε εἶπεν ὁ κύριος μόνῳ »τῷ στόματι« ἐγγίζειν τὸν λαὸν τῶν Ἰουδαίων θεῷ · καὶ »τοῖς χείλεσι« τιμᾶν αὐτόν φησι, διότι »ἡ καρδία αὐτῶν« διὰ τὴν εἰς τὸν Ἰησοῦν ἀπιστίαν πόρρω ἐστὶν ἀπὸ κυρίου.

Καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἄν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δέ σέβονταί με· οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ. ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε τὴν σοφίαν« αὐτῶν τῶν παρ’ αὐτοῖς σοφῶν οὐκέτι γάρ ἐστι σοφία παρ᾿ αὐτοῖς ὡς οὐδέ προφητεία), ἀλλὰ κοὶ »τὴν σύνεσιν τῶν συνετῶν« τοῦ λαοῦ κατορώρυχέ που κοὶ ἔκρυφεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. διὸ κἄν δοκῶσι βουλήν τινα »βαθέως« ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται · κἄν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν καὶ ἡμέρας, ἀλλὰ σκότους διὰ βραχέων δέ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφητείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. ἐμνήσθη δὲ καὶ Μᾶρκος, ἀφ᾿ οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· »οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ Πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, κοὶ ἄλλα τινά ἐστιν ἅ παρέλαβον κρατεῖν, βαΠτισμοὺς ποτηρίων καὶ ξεστῶν κοὶ χαλκείων καὶ κλινῶν«.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς
(15, 10 — 20).

Σοφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ Δευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ’ οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ [*](8 f Vgl. I. Kor. 2, 4 f. 13 — 9 ff Vgl. Jes. 29, 14. 15 — 16 Vgl. Joh. 3, 19 ff — 21 Marc. 7, 3. 4 — 29 Vgl. Lev. 11; Deut. 14 — 30 ff Vgl. Harnack TU. 42, 4, 78) [*](10 τῶν τῶν H a 12 οὐδὲ Diehl Koe οὔτε MH 15 ἐπαγγέλονται Μ ἐπαγγέλωνται H 16 <καὶ ἡμέρος〉 Diehl 18 Ε; καὶ mit ρ 20 οἱ < 31 ὀλίγῳ] λόγω M 32 τὸν <H)

53
τοῦ στόματος , καὶ μάλιστα ἐΠεὶ καὶ ἐν τῷ κατὰ τὸν Μᾶρκον ταῦτα ἔλεγεν ὁ σωτὴρ »καθαρίζων πάντα τὰ βρώματα«, δῆλον ὅτι οὐ κοινούμεθα μέν ἐσθίοντες ἅ Ἰουδαῖοί φασι τῷ γράμματι τοῦ νόμου δουλεύειν ἐθέλοντες) εἶναι ἀκάθαρτα, τότε δέ κοινούμεθα ὅτε, δέον τὰ χείλη ἡμῶν δεδέσθαι »αἰσθήσει« καὶ ποιεῖν ἡμᾶς οἶς λέγομεν »ζυγὸν καὶ σταθμόν«, λέγομεν μὲν τὰ παρατυχόντα διαλογιζόμεθα δέ τὰ μὴ δέοντο, ἀφ᾿ ὧν ἡ πηγὴ ἡμῖν ἔρχεται τῶν ἁμαρτημάτων. καὶ πρέπον γέ ἐστι θεοῦ νόμῳ ἀπαγορεύειν τὰ ἀπὸ κακίας καὶ προστάσσειν τὰ κατ᾿ ἀρετήν, τὰ δέ τῷ ἰδίῳ λόγῳ ἀδιάφορα ταῦτα ἐᾶν ἐπὶ χώρας, δυνάμεν διὰ τὴν προαίρεσιν καὶ τὸν ἐν ἡμῖν λόγον ὁμαρτανόμενα μέν κακῶς πράττεσθαι, κατορθού μενα δὲ γίγνεσθαι καλῶς. ταῦτα δέ τις ἐπιπελῶς νοήσας, ὄψεται ὅτι καὶ τὰ νομιζόμενα ἀγαθὰ οἶόν τέ ἐστι κακῶς καὶ ἀπὸ πάθους λαβόντα ἁμαρτάνειν, καὶ τὰ λεγόμενα ἀκάθαρτα δυνατὸν κατὰ λόγον ἐν χρήσει ἡμῖν γινόμενα λογίζεσθαι καθαρά. ὥσπερ γὰρ τοῦ μὲν ἁμαρτάνοντος Ἰουδαίου ἡ εἰς ἀκροβυστίαν λογισθήσεται τοῦ δὲ κατορθοῦντος ἀπὸ τῶν ἐθῶν ἡ ἀκροβυστία εἰς περιτομήν, οὕτως τὰ μὲν νομιζόμενα καθαρὰ λογισθήσεται εἰς ἀκάθαρτα τῷ μὴ δεόντως αὐτοῖς μηδέ ὅτε δεῖ μηδέ ὅσον δεῖ μηδὲ ὅθεν δεῖ χρωμένῳ, τὰ δέ λεγόμενα ἀκάθαρτα »πάντα« γίνεται καθαρὰ τοῖς καθαροῖς· τοῖς γὰρ μεμιασμένοις καὶ ἀπίστοις οὐδέν καθαρόν, ἐπεὶ μεμίανται αὐτῶν καὶ ὁ νοῦς κοὶ ἡ συνείδησις«· καὶ ταῦτα, μεμιασμένα, ἅπαντα ποιεῖ μιαρὰ ὧν ἄν ἅψηται, ὡς πόλιν ἐκ τοῦ ἐναντίου ὁ καθαρὸς νοῦς κοὶ ἡ καθαρὰ συνείδησις πάντα ποιεῖ καθαρά, κἂν δοκῇ ἀκάθαρτα τυγχάνειν · οὐδὲ γὰρ ἀπὸ ἀκολασίας οὐδὲ ἀπὸ φιληδονίας οὐδὲ μετὰ διακρίσεως περιελκούσης εἰς ἑκάτερα οἱ δίκαιοι χρῶνται τοῖς βρώμασιν ἢ πόμασι, μεμνημένοι τοῦ »εἴτε ἐσθίετε εἴτε πίνετε ἕτε τι ἄλλο ποιεῖτε, εἰς δόξαν θεοῦ ποιεῖτε«.

Εἰ δέ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἁπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κοτ’ αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ἡμῶν. ἡμῶν. ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα ἢ μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δέ) καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ »εἰς δόξαν θεοῦ« αὐτοῖς [*](2 Marc. 7, 19 — 4 f Vgl. Prov. 15, 7 — 5 Vgl. Sir. 28, 25 — 14 ff Vgl. Rom. 2, 25 f — 18 Tit. 1, 15 — 25 I. Kor. 10, 31 — 33 Vgl. I. Kor. 10, 31) [*](1 κοὶ ἐν TcJ) <H | ἐν rco κατὰ s. 1. M c | τὸν <Μ 1/2 ἔλεγεν ταῦτα H 12 f ἀγαθὰ — λεγόμενα < M 12 ἐστι + τὸν ? Koe 13 ἀκάθαρτα] 14 μὲν Diehl 17 εἰς] εἰς] Μ 22 ἡ < Μ 23 οὐ γὰρ H 25 ἄλλο τι Μ)

54
κεχρήμεθα οὐδὲ ἐν ὀνόματι Χριστοῦ, οὐ μόνον τῆς περὶ τοῦ εἰδωλόθυτα εἶναι ὑπολήψεως κατακρινούσης τὸν ἐσθίοντα, ἀλλὰ καὶ τῆς περὶ τούτου διακρίσεως. »ὁ γὰρ διακρινόμενος κατὰ τὸν ἀπόστολον) ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως · πᾶν δὲ ὅ οὐκ ἐκ πίστεως ἁμαρτία ἐστίν«. »ἐν πίστεως« μὲν οὖν ἐσθίει ὁ πεπιστευκὼς μὴ ἐν εἰδωλείοις τεθύσθαι τὸ ἐσθιόμενον μηδέ πνικτὸν αὐτὸ εἶναι ἢ αἶμα, οὐκ »ἐκ πίστεως« δέ ὁ περὶ τούτων τινὸς διακρινόμενος · καὶ κοινωνὸς δέ τῶν δαιμονίων« γίνεται ὁ καὶ αὐτὰ εἰδὼς »δαιμονίοις« τεθύσθαι καὶ οὐδὲν ἧττον χρώμενος μετὰ μεμολυσμένης τῆς περὶ τῶν δαιμονίων κοινωνησάντων τῷ θύματι φαντασίας. καὶ ὁ ἀπόστολος μέντοι ἐπιστάμενος μὴ τὴν φύσιν τῶν βρωμάτων αἰτίαν εἶναι βλάβη( τῷ χρωμένῳ ἢ ὠφελείας τῷ ἀπεχομένῳ, ἀλλὰ τὰ δόγματα καὶ τὸν ἐνυπάρχοντα λόγον, εἶπε · »βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ θεῷ · οὔτε γὰρ ἐὰν φάγωμεν περισσευόμεθα, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. καὶ ἐπείΠερ ἠπίστατο τοὺς μεγαλοφυέστερον νοοῦντας κατὰ τὸν νόμον, τίνα τὰ καθαρὰ καὶ τίνα τὰ ἀκάθαρτα, ἀποστάντας τῆς περὶ τοῦ χρῆσθαι ὡς καθαροῖς καὶ ἀκαθάρτοις διαφορᾶς καὶ δεισιδαιμονίας οἶμαι) ἐν διαφόροις, ἀδιαφορῖν τῇ χρήσει τῶν βρωμάτων καὶ διὰ τοῦτο ὑπὸ Ἰουδαίων ὡς παρανόμους κρίνεσθαι, διὰ τοῦτο εἶπέ που· μὴ οὖν κρινέτω τις ὑμᾶς ἐν βρώσει ἢ ἐν πόσει« καὶ τὰ ἑξῆς, διδάσκων ἡμᾶς ὅτι τὰ μέν κατὰ τὸ γράμμα σκιά ἐστι τὰ δ’ ἀληθῆ τοῦ νόμου ἐναποκείμενα τούτοις νοήματα μέλλοντό ἐστιν ἀγαθά, ἐν οἷς ἔστιν εὑρεῖν, τίνα τὰ καθαρὰ τῆς ψυχῆς πνευματικὰ βρώματα καὶ τίνα τὰ ἀκάθαρτα ἐν λόγοις ψευδέσι καὶ ἐναντίοις βλάπτοντα τὸν τρεφόμενον ἐν αὐτοῖς· »σκιὰν γὰρ εἶχεν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν«.

Ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. τόν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς, καὶ τοῦτ’ ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων · ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν [*](3 Röm. 14, 23 — 5 ff Vgl. Rom. 14, 23 — 6 Vgl. Act. 15, 20. 29; 21, 25 — 7 ff I. Kor. 10, 20 — 8 f Vgl. I. Kor. 8, 7 — 12 I. Kor. 8, 8 — 18 Kol. 2, 16 — 20 ff Vgl. Hebr. 10, 1 — 23 Hebr. 10, 1 — 25 ff Vgl. Matth. 7, 28 f — 32 Vgl. Joh. 15, 1) [*](5 εἰδωλείοις ρ εἰδωλίοις MH 9 κοινωνισάντων H 16/17 οἶμαι ἐν διαφόροις <M 17 ἀδιαφορεῖν Hu οὐ διαφορεῖν Μ ἐνδιαφορεῖν H 19 ὑμᾶς λ ἡμᾶς MH 30 Περὶ Kl vgl. S. 56,34 παρὰ MH)

55
Χριστόν. πῶς γὰρ ἠδύναντο εἶναι φυτεία τοῦ πατρὸς οἱ ἐπὶ τοῖς Ἰησοῦ σκανδαλισθέντες λόγοις, ἀφιστᾶσι μέν τοῦ μὴ »μὴ μηδέ γεύσῃ μηδέ θίγῆς, ἅ ἦν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κοτὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων«, προσάγουσι δέ τὸν συνετὸν ἑαυτῶν ἀκροατὴν τῷ »τὰ ἄνω« περὶ τούτων ζητεῖν κοὶ »μὴ τὰ ἐπὶ γῆς«, ὡς οἱ καὶ ἐπεὶ διὰ τὰ μοχθηρὰ δόγματα οὐ φυτεία ἦσαν τοῦ ἐν οὐρανοῖς πατρὸς οἱ Φαρισαῖοι, διὰ τοῦτο ὡς Περὶ ἀνιάτων αὐτῶν λέγει τοῖς μαθηταῖς τὸ ἄφετε αὐτούς· ἄφετε διὰ τοῦτο ὅτι τυφλοὶ ὄντες, δέον αὐτοὺς αἰσθάνεσθαι τῆς τυφλότητος καὶ ζητεῖν ὁδηγούς, οἱ δὲ καὶ ἐπαγγέλλονται ἀναισθητοῦντες τῆς ἑαυτῶν τυφλότητος ὁδηγεῖν τυφλούς, οὐ λογιζόμενοι ἐμπεσεῖσθαι εἰς βόθυνον, περὶ οὗ ἐν Ψαλμοῖς γέγραπται· »λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὅν εἰργάσατο«. ἀλλαχοῦ μέν οὖν γέγραπται ὅτι ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος · καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«, ἐνταῦθα δὲ ὀρέγει χεῖρα τῷ ὄχλῳ, προσκαλεσόμενος αὐτὸν καὶ ἀφιστὰς τῆς ῥητῆς τῶν κατὰ νόμον ἐρωτημάτων ἐκδοχῆς, ὅτε πρῶτον μέν ἔλεγεν αὐτοῖς· ἀκούετε καὶ συνίετε, οὐδέπω συνιεῖσιν ὧν ἤκουον, ἑξῆς δέ ὡς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκπορευόμενον.

Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν· οἵτινές φασιν ὅτι οὐκ ἔστιν ὁ Ἰησοῦ Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τόν Μωσέως νόμον οἰομένων θεὸν εὐσεβεῖν. αὐτὸς εἶπεν ὁ Ἰησοῦς τοὺς Φαρισαίους, οἵ ἦσαν λατρεύοντες τῷ κτίσαντι τόν κόσμον καὶ τὸν νόμον θεῷ, οὐκ] εἶναι φυτείαν ἥν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. εἴποιεν δ’ ἄν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ »εἰσαγαγῶν« καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐκκξελθόντα λαὸν »εἰς ὄρος κληρονομίας« ἑαυτοῦ, εἰς ἕτοιμον κατοικητήριον« ἑαυτοῦ, εἶπεν ἄν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι ππασα φυτεία ἥν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. πρὸς ταῦτα δὲ φήσομεν, ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο »τὰ νοήματα«, ὡς μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκοῦντες τῇ ἀδι- [*](2 Kol. 2, 21 f — 5 Vgl. Kol. 3, 1 f — 11 Psal. 7, 16 — 13 Matth. 5, 1 — 27 Ex. 15, 17 — 32 f Vgl. II. Kor. 4, 4 — II. Thess. 2, 12) [*](5 Ε; λ 14 οὐτῶ̣ <H 22 ὁ ιݲ ςݲ χݲ ςݲ ὁ οݲυݲνݲιݲοݲςݲ Μ 23 αὐτὸς Ε; Koe 25 οὐκ1] KI Koe | οὐκ2 Μ H <ρ 26 εἴποιεν KI vgl. φοσιν Ζ. 22 εἴποιε Μ H 1 οὐκ ἄν] κἂν H 29 ἑπὶ] zu str, Koe | ὅτι] τὸ H)

56
κίᾳ« ὑπὸ τοῦ θεοποιηθέντος ἀπὸ τῶν υἱῶν τοῦ αἰῶνος τούτου καὶ διὰ τοῦτο λεγομένου παρὰ τῷ Παύλῳ θεοῦ »τοῦ αἰῶνος τούτου«. καὶ μὴ νομίσῃς Παῦλον ἡμῶν ἀληθῶς εἶναι λέγειν αὐτὸν θεόν · ὡς γὰρ μὴ οὖσα θεὸς »ἡ κοιλία« τῶν ὑπερτιμώντων τὴν ἡδονὴν φιληδόνων μᾶλλον ἤ φιλοθέων λέγεται ὑπὸ Παύλου εἶναι »θεὸς« αὐτῶν, οὕτως μὴ ὢν θεὸς ὁ ἄρχων τοῦ αἰῶνος τούτου, περὶ οὗ φησιν ὁ σωτήρ · »νῦν ὁ ὄρχων τοῦ κόσμου τούτου κέκριται«, θεὸς εἶναι λέγεται τῶν μὴ βουληθέντων τὸ »πνεῦμα τῆς υἰοθεσίας« λαβεῖν, ἴνα γένωνται υἱοὶ τοῦ αἰῶνος ἐκείνου καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν«, καὶ διὰ τοῦτο μεινάντων ἐν τῇ υἱότητι τοῦ αἰῶνος τούτου. ταῦτα δέ μοι ἔδοξεν, εἰ καὶ παρεκβατικῶς εἴρηται, ἀναγκαίως παρειλῆφθαι διὰ τὸ τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. τίνες δή; οἱ Φαρισαῖοι, ὧν ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα«, ὄντων »ἀπίστων« παρὰ τὸ μὴ πεπιστευκέναι εἰς Ἰησοῦν Χριστόν, καὶ ἐτύφλωσεν εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ τοῦ Χριστοῦ«. οὐ μόνον δὲ ἀπ᾿ ἐκείνων φευκτέον ὀδηγεῖσθαι τυφλῶν τῶν αἰσθανομένων δεῖσθαι ὁδηγῶν, παρὰ τὸ μηδέπω αὐτοὺς ἀπειληφέναι τὴν δύναμιν τοῦ δι᾿ αὑτῶν βλέπειν · ἀλλὰ γὰρ καὶ ἐπὶ πόντ(ον τῶν ἐπαγγελλομένων ὁδηγεῖν ἐν ὑγιεῖ διδασκαλίᾳ ἐπιμελῶς ἀκουστέον, καὶ κρίσιν ὑγιῆ τοῖς λεγομένοις προσακτέον, μήποτε κατ ἄγνοιαν τυφλῶν καὶ μὴ βλεΠόντων τὰ π[ράγματα τῆς ὑγιοῦς διδασκαλίας ὁδηγούμενοι, τυφλοὶ καὶ αὐτοὶ διὰ τὸ μὴ βλέπειν τὸν νοῦν τῶν γραφῶν τυγχάνοντες φανῶμεν, ὡς ἀμφοτέρους, τόν τε ὁδηγοῦντα καὶ τὸν ἐμπεσεῖν εἰς τὸν βόθυνον, περὶ οὗ προειρήκαμεν.

Ἑξῆς δέ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκΠορευόμενον ἐκ τοῦ στόματος) τὸ φράσον ἡμῖν τὴν παραβολήν. πρὸς ὁ ὁ σωτήρ φησι τὸ ἀκμὴν κοὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, κοὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον , ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ κοὶ προχωροῦν ἀπ᾿ αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ γόμου κοὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. δύο γὰρ νοουμένων [*](2 Vgl. II. Kor. 4, 4 — 4 ff Vgl. Phil. 3, 19 — 5 f Joh. 16, 11 — 7 Vgl. Rom. 8, 15 — 8 f Vgl. Luc. 20, 35. (36) — 11 ff II. Kor. 4, 4. 6) [*](2 τοῦ παύλου Μ 3 ἡμῶν Hu ἡμᾶς Μ H 17 αὐτοὺς Hu αὐτῶν M Η | αὑτῶν υ οὐτῶν Μ αυτῶν H 22 τὸν K1 28 ἡμεῖς Η)

57
κατὰ τὸν νόμον, διακονίας τε »θανάτου« τῆς ἐντετυπωμένης »γράμμασι« καὶ οὐδὲν οἰκεῖον ἐχούσης πρὸς τὸ πνεῦμα, καὶ διακονίας ζωῆς τῆς νοουμένης ἐν τῷ πνευματικῷ νόμῳ, οἱ μέν δυνάμενοι ἀπὸ διαθέσεως ἀληθευούσης λέγειν τὸ »οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι«, κοὶ διὰ τοῦτο ὁ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή«, οὗτοι ἦσαν φυτεία ἥν ἐφύτευσεν ὁ οὐράνιος πατήρ· οἱ δέ μὴ τοιοῦτοι ἀλλὰ τὸ ἀποκτεῖνον »γράμμα« περιέποντες μόνον οὐκ ἦσαν φυτεία τοῦ θεοῦ, ἀλλὰ τοῦ πωρώσαντος αὐτῶν τὴν καρδίαν καὶ κάλυμμα ἐπιθέντος αὐτῇ, ἰσχύον ἐν ἐκείνοις ὅσον οὐκ ἐπέστρεφον πρὸς τὸν κύριον · »ἐὰν γάρ τις ἐπιστρέψῃ πρὸς τὸν κύριον, περιαιρεῖται τὸ κάλυμα · ὁ δέ κύριος τὸ πνεῦμά ἐστιν«.

Εἴποι δ’ ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἄν νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν· οὕτως οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἄν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. καὶ ἔστιν οἶμαι) ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως, οὕτο)ς ἐμοὶ δοκούσης ἔχειν. ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ᾿ ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα (»ὁ« γὰρ »διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως«), καὶ ὥσπερ οὐδέν καθαρὸν οὐ παρ’ αὐτό ἐστι τῷ μεμιασμένῳ κοὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον »διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. εἰ γὰρ τοῦτο, ἡγίαζεν ἄν καὶ τόν ἐσθίοντα »ἀναξίως« τοῦ κυρίου, καὶ οὐδεὶς ἄν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο τοιοῦτον γάρ τι ὁ Παῦλος παρέστησεν ἐν τῷ »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί«). καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. οὕτω δέ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’ αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, »ὑστερούμεθα« ἀγαθοῦ τινος οὔτε ἐκ τοῦ φαγεῖν »περισσεύομεν« ἀγαθῷ τινι. τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισσεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα · ὡς τοιοῦτο εἶναι τὸ πορὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ »οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. [*](1ff Vgl. II. Kor. 3, 7 — 4 Rom. 7, 14 — 5 Rom. 7, 12 — 7 Vgl. II. Kor. 3, 6 — 7 ff Vgl. II. Kor. 3, 14 —16 — 9 II. Kor. 3, 16 f — 17 Vgl. I. Kor. 8, 7 — 18 Rom. 14, 23 — 21 Vgl. I. Tim. 4, 5 — 22/23 Vgl. I. Kor. 11, 27 — 24 I. Kor. 11, 30 — 28 ff Vgl. I. Kor. 8, 8 — 33 I. Kor. 8, 8) [*](22 ἡγίαζεν] ἡγίαζε γὰρ H 22/23 ἀναξίως] + τὸν ἄρτον ρ (cf. in notis))

58
εἰ δέ πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται, καὶ τὸ ἁγιαζόμενον βρῶμα διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« κατ’ αὐτὸ μέν τὸ ὑλικὸν εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται. κατὰ δέ τὴν ἐπιγενομένην αὐτῷ εὐχὴν »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« ὡφέλιμον γίνεται καὶ τῆς τοῦ νοῦ αἴτιον διαβλέψεως, ὁρῶντος ἐπὶ τὸ ὠφελοῦν · καὶ οὐχ ἡ ὕλη τοῦ ἄρτου ἀλλ᾿ ὁ ἐπ᾿ αὐτῷ εἰρημένος λόγος ἐστὶν ὁ ὠφελῶν τὸν μὴ »ἀναξίως« τοῦ κυρίου ἐσθίοντα αὐτόν. καὶ ταῦτα μέν περὶ τοῦ τυπικοῦ καὶ συμβολικοῦ σώματος. πολλὰ δ’ ἄν καὶ περὶ αὐτοῦ λέγοιτο τοῦ λόγου, ὅς γέγονε »σὰρξ« καὶ »ἀληθινὴ βρῶσις«, ἥντινα ὁ φαγὸ)ν πόντο)ς »ζήσεται εἰς τὸν αἰῶνα«, οὐδενὸς δυνομένου φαύλου ἐοθίειν αὐτήν · εἰ γὰρ οἶόν τε ἦν ἔτι φαῦλον μένοντα ἐσθίειν τὸν γενόμενον σάρκα λόγον, ὄντα καὶ ἄρτον ζῶντα, οὐκ ἂν ἐγέγραΠτο ὅτι »πᾶς ὁ φαγὸ)ν τὸν ἄρτον τοῦτον ζήσεται εἰς τὸν αἰῶνα«.

Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ᾿ αὐτῆς πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος) διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον , ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ᾿ αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος — ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ᾿ αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἄν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. πηγὴ οὖν καὶ ἀρχὴ πόσης ἁμαρτίας διαλογισμοὶ πονηρί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ᾿ ἄλλο τι τῶν τοιούτων ἔσονται. διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· κοὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν ὁ κύριος« »φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«, »μεταξὺ« Πόντων »τῶν λογισμῶν« ἀνθρώπων »κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. τοιοῦτοι δ’ εἰαὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ᾿ ὅτε καὶ τὰ δοκοῦντα ἀγαθὰ καὶ ( ὅσον ἐΠὶ τῇ κρίσει τῶν πολλῶν) ἐπαινετὰ ψεκτὰ ποιεῖν. ἐὰν γοῦν ποιῶμεν »ἐλεημοσύνη« ἔμπροσθεν τῶν ἀνθρώπων«, ἐν τοῖς [*](3 Vgl. I. Tim. 4,5 — 5 Vgl. Rom. 12, 6 — 7 Vgl. I. Kor. 11, 27 — 10. 12 Vgl. Joh. 1, 14 — 10 f Vgl. Joh. 6, 55. 51. 57 — 13 Joh. 6, 51. 58 — 17 —26 Vgl. C v Nr. 16 Or. = C marc Nr. 4 Or. ? — 27/28 Vgl. I. Kor. 4, 5 — 29 Rom. 2, 15 — 33 ff Vgl. Matth. 6, 1 f) [*](2 ἐκβάλεται H 12 ἐσθίηβν H 18 λογισμοί Μ 22 που] τοῦ H 26 οὔτε ἄλλο Μ 27 ἑκάστῳ] πάντα πιστὸν V < H 33 οὖν ποιοῦμεν Η)

59
διαλογισμοῖς ἡμῶν σκοποῦντες »τὸ θεαθῆναι« τοῖς ἀνθρώποις φιλάνθρωποι κοὶ ἐπὶ φιλανθρωπίᾳ δοξασθῆναι, ἀπέχομεν »τὸν« ἀπὸ τῶν ἀνθρώπων »μισθόν«· καὶ ἁπαξαπλπῶς πᾶν τὸ γινόμενον μετὰ τοῦ ἔν τῷ πράττοντι συνειδότος ἐπὶ τῷ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων« οὐκ ἔχει τέλος ἀπὸ τοῦ βλέποντος ἐν τῷ κρυπτῷ« κοὶ ἀποδιδόντος τὸν μισθὸν τοῖς έν τῷ κρυπτῷ καθαροῖς. οὕτως οὖν καὶ ἡ δοκοῦσα ἁγνείαν, ἐὰν διαλογισμοὺς ἔχη̣ τοὺς ἐπὶ κενοδοξίᾳ ἢ φιλοκερδίᾳ, καὶ ἡ νομιζομένη ἐκκλησιαστικὴ διδασκαλία, ἐὰν ἐν λόγῳ κολακείας ἀνελευθερία γίνηται ἢ προφάσει πλεονεξίας ἢ ζητοῦντός τινος τὴν ἀπὸ ἀνθρώπων ἐπὶ διδασκαλίᾳ δόξαν, οὐκ ἔοτι λελογισμένη ὑπὸ τῶν τεθέντων ἀπὸ τοῦ θεοῦ »ἐν τῇ ἐκκλησίᾳ« πρῶτον ἀποστόλων, δεύτερον προφητῶν, κοὶ τρίτον διδασκάλων. τὸ δ’ ὅμοιον ἐρεῖς κοὶ ἐΠὶ τοῦ ὀρεγομένου »ἐπισκοπῆς« διὰ τὴν παρὰ ἀνθρώποις δόξαν ἢ τὴν ἀπὸ ἀνθρώπων κολακείαν ἢ τὸν ἀπὸ τῶν προσιόντων τῷ λόγῳ πορισμὸν ( διδόντων προφάσει εὐσεβείας). ὁ γοῦν τοιοῦτος ἐπίσκοπος οὐ »καλοῦ ἔργου ἐπιθυμεῖ« οὐδέ δύναται εἶναι ἀνεπίληπτος οὐδὲ νηφάλιος οὐδέ σώφρων, μεθύων ὑπὸ δόξης καὶ ἀκολάστως αὐτῆς ἐμφορούμενος. τὸ δέ αὐτὸ κοὶ περὶ πρεσβυτέρων καὶ διακόνων ἐρεῖς. ταῦτα δέ, εἰ καὶ δόξομέν τισιν ἐν παρεκβάσει εἰρηκέναι, ὅρα εἰ μὴ ἀναγκαίως λέλεκται διὰ τὸ πηγὴν εἶναι πόντων τῶν ἁμαρτημάτων τοὺς πονηροὺς διαλογισμούς, δυναμένους μολῦναι καὶ τὰ εἰ χωρὶς αὐτῶν πράττοιντο) δικαιώσαντα ἄν τὸν ποιήσαντα. τίνα μέν οὖν τὰ κοινοῦντα, κατὰ δύναμιν ἡμῖν ἐξήτασται. τὸ δέ ἀνίπτοις χερσὶ φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον· ἄνθρωπον· ἀλλ᾿, εἰ δεῖ τολμήσαντα εἰπεῖν, κοινοῖ τὸ ἀνίπτῳ καρδίᾳ ὁτιποτοῦν φαγεῖν, ὅ πέφυκε τὸ ἡγεμονικὸν ἡμῶν ἐσθίειν.