Commentarium In Evangelium Matthaei (Lib. 10-11)
Origen
Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.
Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ(13, 36[ — 43]).
Ὄτε μέν μετὰ τῶν ὅχλων ἐστὶν ὁ Ἰησοῦς, οὐκ ἔστιν αὐτοῦ ἐν τῇ οἱκίᾳ, ἔξω γὰρ τῆς οἱκίας οἱ ὄχλοι· καὶ τῆς φιλανθρωπίας αὐτοῦ ἔργον ἐστὶ καταλιπεῖν τὴν οἱκίαν καὶ ἀπιέναι πρὸς τοὺς μὴ δυναμένους ἥκειν πρὸς αὐτόν. αὐτάρκως δὲ τοῖς ὄχλοις διαλεχθεὶς ἐν παραβολαῖς ἀφίησιν αὐτοὺς καὶ ἔρχεται εἰς τὴν ἑαυτοῦ οἱκίαν, ἔνθα προσέρχονται αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀπομείναντες μετὰ τῶν ἀφεθέντων ὑπ' αὐτοῦ. καὶ ὅσοι γε γνησιώτερον ἀκούουσι τοῦ Ἰησοῦ, πρῶτον ἀκολουθοῦσιν αὐτῷ, εἶτα πυνθανόμενοι περὶ τῆς μονῆς αὐτοῦ ἐπιτρέπονται ἱδεῖν αὐτήν, καὶ ἐλθόντες ὁρῶσι »καὶ αύτῷ« μένουσι, πάντες μέν τὴν ἡμέραν ἐκείνην«, τάχα δέ τινες αὐτῶν καὶ ἐπὶ πλεῖον. καὶ τὰ τοιαῦτά γε οἶμαι οἶμαι ἐν τῷ· κατὰ Ἰωάννην εὐαγγελίῳ διὰ τούτων· »τῇ ἐπαύριον πόλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο«. ἔτι εἰς παράστασιν τοῦ ὅτι τῶν ἐπιτραπέντων σὺν τῷ Ἰησοῦ πορεύεσθαι καὶ ἰδεῖν αὐτοῦ τὴν οἰκίαν ὁ διαφέρο)ν καὶ ἀπόστολος γίνεται, ἐπιφέρεται τούτοις · ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων ὑπὸ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ«. κοὶ ἡμεῖς οὖν, εἴπερ βουλόμεθα μὴ ὡς ὄχλοι ἀκούειν τοῦ Ἰησοῦ, οὕς ἀφιεὶς καὶ] ἔρχεται εἰς τὴν οἱκίαν, ἐξαίρετόν τι παρὰ τοὺς ὄχλους ἀναλαμβάνοντες οἱκειωθῶμεν τῷ Ἰησοῦ, ἶν’ ὡς μαθηταὶ αὐτοῦ ἐλθόντι [*](10 Vgl. Joh. 1, 37—39 — 14 Joh. 1, 35 — 17 Joh. 1, 40—20ff Vgl. Orig. c. Cels. III, 21 (I, 217, 22ff): παραβολῶν, ὧν τοῖς ἔξω ἐλάλησεν ὁ Ἰησοῦς, τηρῶν αὐτῶν τὴν σαφήνειαν τοῖς ὑΠερβεβηκόσι τὰς ἐξωτερικὰς ἀκοὰς καὶ κατ' ἰδίον αὐτῷ »ἐν τῇ οἱκίᾳ« προσερχομένοις) [*](Inscr. H V | ἐκ < υ | εὐαγγέλιον V < H | ι' V ια' υ < HV 6 ἀπιέναι Kl ἀπεῖναι HV 13 αὐτῶν < αὐτοῦ Koe | τὰ < V 14 διὰ] περὶ V 20 ἀφιεὶς Diehl ἀφίησι καὶ Η)
Μετὰ ταῦτα ἀποκριθεὶς εἶπεν ἁπὸ τοῦ· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου *** περὶ ὦν εἰ καὶ κατὰ τὸ δυνατὸν ἠμῖν ἐν τοῖς πρὸ τούτων διειλήφαμεν, οὐδὲν ἧττον καὶ νῦν λελέξεται τὰ δυνάμενα ἐκείνοις προσαρμόσαι, εἰ καὶ καθ’ ἑτέραν διήγησιν ἔχει λόγον. καὶ πρόσχες γε, εἰ δύνασαι τὸ καλὸν σπέρμα τοὺς υἱοὺς τῆς βασιλείας πρὸς τοῖς προαποδεδομένοις καὶ ἑτέρως λαβεῖν, ὅτι ὄτι ἐν τῇ ἀνθρωπίνῃ φύεται ψυχῇ καλά, ταῦτα ὑπὸ τοῦ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« λόγου θεοῦ σπείρεται γεννήματα τυγχάνοντα τῆς τοῦ θεοῦ ὡς εἶναι τοὺς περὶ ἑκάστου ὑγιεῖς λόγους τοὺς υἱοὺς τῆς βασιλείας. κοιμωμένων δὲ τῶν μὴ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ πραττόντων λέγοντος· γρηγορεῖτε καὶ προσεύχεσθε, ἴνα μὴ εἰσέλθητε εἰς πειρασμόν«, ὁ διόβολος ἐΠιτηρῶν ἐπισπείρει τὰ καλούμενα ζιζάνια, μοχθηρὰ δόγματα, ταῖς καλουμένοις ὑπό τινων φυσικαῖς ἐννοίαις καὶ σπέρμασι καλοῖς τοῖς ἀπὸ τοῦ λόγου. κατὰ δὲ τοῦτο ἀγρὸς καὶ ὁ κόσμος πᾶς λέγοιτο ἄν, καὶ οὐ μόνον ἡ ἐκκλησία τοῦ θεοῦ· ἐν γὰρ παντὶ κόσμῳ ὁ μὲν υἱὸς τοῦ τοῦ ἀνθρώπου ἔσπειρε τὸ καλὸν σπέρμα, ὁ δὲ πονηρὸς τὰ πονηρὸς ξιζάνια, ἄπερ εἰσὶν οἱ μοχθηροὶ λόγοι, οἱ ἀπὸ κακίας υἱοὶ τοῦ πονηροῦ. δεήσει δὲ γενέσθαι ἐΠὶ τέλει τῶν πραγμάτων (ὃ καλεῖτα συντέλεια τοῦ αἰῶνος) ἵν’ οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ ἀναλέξωνται τὰ προσπεφυκότα τῇ ψυχῇ δόγματα δόγματα καὶ παραδῶσιν αὐτὰ εἰς ἀνάλωσι, τῷ λεγομένῳ [*](1 Zu φρασις vgl. Hautsch TU. 34, α, 36f — —3, 17 Vgl. C Nr. 180 Or. vgl. II 156, ff. An. — 17 Joh. 1, 2. — 21 Matth. 26, 41) [*](7 ἁπλᾶ ρ ἁπλῶς H 11 ἀπὸ τοῦ H αὐτοῖς Hu | σπείρον H 12 *** Kl, 1. etwa ἔως τοῦ» ὁ ἔχων ὦτα ἀκουέτω« 14 15 γε < V 17 f θεὸν Ηc. r. und (für θεοῦ) υἱοῦ Hc. r. (ἴσως 18 σπείρεται Kl nach C Nr. 180 II 22 ζηζάνια H 28 ὄ (Hu) Nr. 180 II ὄς H 30 παραδῶσιν Kl mit Cl Nr. 180 II παραδώσουσιν H V | φλεγομένῳ Cl Nr. 180 (II cod. Me))
Ἀλλ' ἐπεὶ ἀνωτέρω ἐφάσκομεν εἰς τὸ τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ὅτι οὐχ ὡς τὸ πρότερον διαφόρως λάμψουσιν οἱ δίκαιοι, ἀλλ' ἔσονται οἱ πάντες ὡς εἷς ἥλιος, ἀναγκαίως ἐκθησόμεθα τὸ φανὲν ἡμῖν εἰς τὸν τόπον. ἔοικεν ὁ Δανιήλ, φῶς τοῦ κόσμου« ἐπιστάμενος τοὺς συνιέντος καὶ τοὺς πολλοὺς τῶν δικαίων διαφέροντας τῇ δόξῃ, εἰρηκέναι τὸ καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν διακαίων τῶν πολλῶν ὡς οἶ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι«. καὶ ὁ από- στολος δὲ ἐν τῷ »ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴν γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ, οὔτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν« τὰ αὐτὰ λέγει τῷ Δανιήλ, τὸν νοῦν ἀπὸ τῆς προφητείας αὐτοῦ τοῦτον λαβών. ζητήσει οἶν τις, πῶς οἱ μὲν περὶ διαφορᾶς τοῦ ἐν τοῖς δικαίοις λέγουσι φωτός, ὁ δὲ σωτὴρ τοὐναντίαν· ὡς εἷς ἥλιος λάμψουσιν. ὑπολαμβάνω οὖν, ὅτι παρὰ μέν τὴν ἀρχὴν τῶν ἐν τοῖς σωζομένοις μσκστιδμῶν, ὅτι οὐδέπω ἐκαθάθησαν οἱ μὴ τοιοῦτοι, τὰ τῆς διαφορᾶς γίνεται τοῦ τῶν σωζομένων φωτός· ἐπὰν δέ, ὡς ἀποδεδώκαμεν, συλλεγῇ ἀπὸ τῆς βασιλείας ὅλης Χριστοῦ πάντα τὰ σκάδαλα καὶ οἱ ποιοῦντες τὴν ἀνομίαν λο- [*](8 Psal. 34, 16 — 9 Vgl. Matth. 5, 16 — 10 usw. εῖς kein Textwort gegen Hautseh TU. 34, 2a, 37f — 21 Vgl. Matth. 5, 14 - 23 Dan. 12, 3 Θ' — 25 I. Kor. 15, 41 f — 29ff Vgl. Orig. hom. IX, 3 in Ez. (VIII, 412, 8ff)) [*](1 καίειν < Cl Nr. 180 II 5 οἱ] οὐ II 6f καὶ ὡς περὶ ἑαυτοὺς 7 θυμοθύσονται H 14 τοὺς οἰομένους < V 16 παραβολῆς + οὐ 21 ἐπιστάμενος Ηa ἐπισταμένως Hc. r. 28 ζητήσει Kl ζητήσαι H)
Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὑρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν(13,44).
Τὰς μὲν προτέρας παραβολὰς τοῖς ὄχλοις εἶπε · ταύτην δὲ καὶ τὰς ἑξῆς αὐτῆς δύο, οὐ παραβολὰς ἀλλ' ὁμοιώσεις πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν τυγχανούσας, ἔοικεν ἐν τῇ οἰκίᾳ γενόμενος πρὸς τοὺς μαθητὰς εἰρηκέναι· περὶ ἧς ὁ προσέχων τῇ ἀναγνώσει ἐξεταζέτω καὶ τῶν ἑξῆς δύο, μήποτε οὐδέ παραβολαί εἰσιν’ ἐπ' ἐκείνων μέν γὰρ οὐκ ὤκνησεν ἡ γραφὴ καθ' ἑκάστην προτάσσειν τὸ ὄνομα τῆς παραβολῆς, ἐπὶ δέ τούτων τὸ αὐτὸ οὐ πεποίηκεν. καὶ εἰκότως γε τοῦτο πεποίηκεν. εἰ γὰρ τοῖς ὄχλοις ἐλάλησεν »ἐν παραβολαῖς« καὶ »ταῦτα πάντα ἐλάλησεν ἐν παραβολαῖς καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς« οὐ τοῖς ὄχλοις δέ ἐλθὼν εἰς τὴν οἰκίαν« διαλέγεται ἀλλὰ τοῖς προσελθοῦσιν αὐτῷ μαθηταῖς ἐν αὐτῇ, δῆλον ὅτι οὔκ εἰσι παραβολαὶ τὰ ἐν τῇ οἰκιᾳ λελαλημένα· τοῖς γὰρ »ἔξω« ἐν παραβολαῖς λαλεῖ καὶ οἶς »οὐ δἐδπται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν«. φήσει τις οὖν’ εἰ μή εἰσιν αὗται παραβολαί, τί εἰσιν; μήΠοτε οὖν τῇ λέξει τῆς γραξῆς ἀκολυθοῦντες φήσομεν, ὅτι ὁμοιότητές εἰσι. διαφέρει δέ ὁμοιότης παραβολῆς· γεγραπται γὰρ [*](7 Matth. 5, 16 — 7ff. Vgl. Orig. tom. II, 23 in Joh. (IV, 79, 26ff) — 8ff Vgl. Orig. de princ. IV, 2, 4 (V, 312, 7) — 8 Vgl. Prov. 3, 3 (var. lect.) — 11 Eph. 4, 13 — 16 Vgl. Matth. 13, 3 — 18 Vgl. Matth. 13, 36 — 18ff Vgl. Matth. 13, 3. 24. 31. 33 — 22ff Vgl. Orig. c. Cels. III, 21. 46 (I, 217, 20ff. 242, 13ff) — 23 Vgl. Matth. 13, 3–22; 13, 34 — 24 Vgl. Matth. 13, 36 26 Vgl. Marc. 4, 11 — Matth. 13, 11 — 29–5, 10 Vgl. Clue Nr. 15 Or.) [*](4 hier hier beginnt cod. Μ fol. lr, ebenso Barb. gr. 575 fol. lr 7 ἡμῶν H 14 πάλιν] vorher: Περὶ τῆς παραβολῆς τοῦ θησαυροῦ τοῦ κεκρυμμένου ἐν τῷ ἀγρῷ H 25 δηλῶν Μ)
Καὶ ἐν τούτῳ ζητητέον ἰδίᾳ τὸν ἀγρὸν καὶ ἰδιᾳ τὸν κεκρυμμένον ἐν αὐτῷ θησαυρόν, καὶ τίνα τρόπον εὑρὼν τοῦτον κεκρυμμένον τὸν θησαυρὸν ὁ ἄνθρωπος ἀπὸ τῆς χαρᾶς ἄπεισι καὶ πωλεῖ ὄσα ἔχει, ἴνα ἀγοράσῃ τὸν ἀγρὸν ἐκεῖνον. ζητητέον δὲ καὶ τίνα ἐστὶνα ἄ πωλεῖ. δοκεῖ δή μοι κατὰ ταῦτα ἀγρὸς μὲν εἶναι ἡ γραφὴ καταφυτευθεῖσα τοῖς φανεροῖς τῶν ῤητῶν τῆς ἱστορίας καὶ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν λοιπῶν λοιπῶν (πολλὴ γὰρ φυτεία καὶ ποικίλη ἐστὶ καὶ ἡ τῶν τῆς ὅλης γραφῆς), ὁ δὲ ἐν τῷ ἀγρῷ κεκρυμμένος θησαυρὸς τὰ καὶ ὑποκείμενα τοῖς φανεροῖς φανεροῖς τῆς σοφίας »ἐν μυστηρίῳ« ἀποκεκρυμμένης καὶ τῷ χριστῷ, »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας κοὶ γνώσεως ἀπόκρυφοι«. ἄλλος δ’ ἄν λέγοι ἀγρὸν μὲν εἶναι τὸν ἀληθῶς πλήρη, »ὅν εὐλόγησε κύριος«, τὸν Χριστὸν τοῦ θεοῦ«, τὸν δ’ ἐν αὐτῷ κεκρυμμένον θησαυρὸν τὰ εἰρημένα παρὰ τῷ Παύλῳ κεκρύφθαι ἐν Χριστῷ, λέγοντι περὶ Χριστοῦ τὸ »ἐν ᾦ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«. τὰ ούράνια τοίνυν πράγματα καὶ ἡ βασιλεία τῶν οὐρανῶν ὥσπερ ἐν εἰκόνι γέγραπται τοῖς γραφαῖς, αἴτινές εἰσιν ἡ βασιλεία τῶν οὐρανῶν, [*](1 Marc. 4, 30 –15 —16, 22 Vgl. Cl 181 Or. II 157, 16ff An. Cluc Nr. 16 Or. CP Nr. 56 Or. — 15 ff Vgl. Orig. de princ. IV, 3, 11 (V, 340, 3ff): κοὶ ἐπιστήσωμεν εἰ μὴ τὸ βλεπόμενον τῆς γραφῆς κοὶ τὸ ἐπιπόλαιον αύτῆς καὶ πρόχειρον ὁ πᾶς ἐστιν »ἀγρὸς« πλήρης παντοδαπῶν τυγχάνων φυτῶν, τὰ δὲ ἐναποκείμενα καὶ οὐ Πᾶσιν ὁρώμενα . . « οἱ θησαυροὶ τῆς συφίας καὶ γνώσεως ἀπόκρυφοι«. — 19 Vgl. I. Kor. 2, 7 — 20. 24 Kol. 2, 3 — 21f Vgl. Gen. 27, 27 — 22 Vgl. Luc. 9, 20 — 24ff Vgl. Hier. in Matth. 97 D: thesaurus iste, nn quo sunt omnes thesauri sapientiae et «, aut deus verbum est . . . aut sanctae scripturae) [*](1 ὁμοιώσωμεν υ ὁμοιώσομεν MH 8 περιεκτικήν KI mit Cluc Nr. MH 9 ἀντιδιαστολὴν + Ψ δὲ Cluc Nr. 15 12 τοῦτον κερυμμένον τὸν] τὸν κεκρυμμένον M 14 ἀγοράσει H | πωλῆ H 18 ἐν Hu 20 + ἐν ? Kl 21 ἀπόκρυφολι + φανερωθείσης Koe, vgl. Rom. 22 δὲ H 24 εἰσὶ Μ | τῆς2 <Π)
Γενόμενος δέ κατὰ τὸν τόπον ζητήσεις, πότερον ἡ βασιλεία τῶν οὐρανῶν μόνῳ τῷ θησαυρῷ ὡμοίωται τῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς ἄλλον νοεῖν τῆς βασιλείας τὸν ἀγρόν, ἢ ὄλῳ τούτῳ ὡμοίωται ὡμοίωται > καὶ τῷ> κεκρυμμένῳ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὡς τὴν τῶν βασιλείαν εἶναι κατὰ τὴν ὁμοίωσιν καὶ τὸν ἀγρὸν καὶ τὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ θησαυρόν. ἐλθὼν δέ τις ἄνθρωπος εἰς τὸν ἀγρόν, εἴτε τὰς γραφὰς εἴτε τὸν Χριστὸν τὸν ἐκ φανερῶν καὶ κρυπτῶν συνεστηκότα, εὑρίσκει τὸν κεκρυμμένον τῆς σοφίας θησαυρόν, εἴτε ἐν Χριστῷ εἴτε ἐν ταῖς γραφαῖς ἐμπεριερχόμενος γὰρ τὸν ἀγρὸν καὶ ἐρευνῶν τὰς γραφὰς καὶ ζητῶν νοῆσαι τὸν χριστὸν εὑρίσκει τὸν ἐν αὐτῷ θησαυρόν), καὶ εὑρὼν κρύπτει, οὐκ ἀκίνδυνονεἶναι νομίζων τὰ τῶν γραφῶν ἀπόρρητα νοήματα ἢ τοὺς ἐν Χριστῷ θησαυροὺς » σοφίας καὶ γνώσεως« ἐκφαίνειν τοῖς τυχοῦσι, καὶ κρύψας ἄπεισι πραγματευόμενος, πῶς ἀγοράσει τὸν ἀγρὸν ἤτοι ἤτοι τας γραφάς, ἴνα ἴδιον κτῆμα αὐτὰς ποιήσῃ, λαβ(ὸν ἀπὸ τῶν τοῦ θεοῦ »τὰ λόγια τοῦ θεοῦ« ἄ πρῶτον Ἰουδαῖοι »ἐπιστεύθησαν«. κοὶ ἀγοράσαντος τοῦ μαθητευθέτος Χριστῷ τὸν ἀγρὸν ἀπαίρεται απ' ἐκείνων ἡ βασιλεία τοῦ θεοῦ« ἥτις ἐστὶ κατ' ἄλλην παραβολὴν ἀμπελὼν) καὶ δίδοται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, τῷ διὰ τῆς πίστεως ἀγοράσαντι τὸν ἀγρὸν ἐκ τοῦ πεπρακέναι πάντα τὰ ὑπάρχοντα καὶ μηδέν τῶν πρότερον ὑπαρχόντων (κακία δὲ αὐτῷ) ἔτι ἔχειν παρ' ἑαυτῷ. τὸ δέ ἐφαρμόσεις, ἐφαρμόσεις, κἄν ἀγρὸς ὁ ἔχων τὸν κεκρυμμένον θησαυρὸν ὁ Χριστὸς ᾖ· οἱ γὰρ »ἀφέντες πάντα« καὶ ἀκολουθοῦντες αὐτῷ οἱονεὶ κατ’ ἄλλον λόγον πεπράκασι τὰ ὑπάρχοντα αὐτῶν, ἴνα διὰ τοῦ πεπρακέναι καὶ ἀπο ἀποδεδόσθαι δόσθαι ἐκεῖνα ἀντ' ἐκείνων καλὴν βοηθουμένους αὐτοὺς εἰληφέναι απὸ θεοῦ ὠνήσωνται τῆς πολλῆς τιμῆς καὶ ἀξίας τοῦ ἔχοντα τὸν ἔχοντα θησαυρὸν κεκρυμμένον ἐν ἑαυτῷ ἀγρόν.
Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν άνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας(13, 45 [46]).
Ἐπειδὴ ἡ βασιλεία τῶν οὑρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς [*](14 Vgl. KoL 2, 3 — 16 Vgl. Rom. 3, 2 — 18 Matth. 21, 43 — 23 Vgl. Luc. 5, 11 — 26f Vgl. Orig. c. Cels. VII, 33 (II, 184, lOf)) [*](5 — 6 ἄλλον — ὡς < H 5 1. ἄλλο? Kl 5f <τῷ 7 εἶναι Kl ἔχειν MH 9 τὸν2] τῶν H 13 ἀκίνδυνον Kl mit Cluc Nr. 16 ἀκίνδυνα MH 14 ἐκφαίνειν] μὴ ἐμφαίνων ΙΙ 16 f πρῶτοι οἱ II 18 ἀπαίρεται Diehl ἀφαιρεῖται MH 22 αὐτῷ] ταῦτα Cluc Nr. 16 25 Εδόσθαι Koe 26 τῆς] 1. ἕνεκεν τῆς Koe ? vgl. e. Cels. VIII, 53 (II, 269 31 μὲν < Η)
Λέγεται δέ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδιᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, λαμβάνοντος λαμβάνοντος τοῦ ζώου πλείονας κοὶ μεταβολάς, ἔως τελειωθῇ, ἔτι δὲ καὶ τοῦτο ἱστόρηται, ὅτι διοίγεται, ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζώου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολωτου περιαυγὴς γίνεται κοὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐκηχλυμένης καὶ ἀνμωάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν, ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δέ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶνται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δέ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς κοὶ παρὰ τοῖς ἐμφανεστέροις (καθὰ ὁ ἀναγράψας ἔλεγε τῶν λίθων) ἀφυμνεῖσαθαι. ἔτι δὲ κοὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν, καὶ τὸ χρῶμα λευκότατον καὶ [*](8ff Vgl. Plinius a.. O. IX, 35 § 107f: has ubi genitalis anni stimularit hora, pandentes se quadam oscitatione impleri roscido conceptu tradunt, grauidas postea eniti, partumque concharum esse margaritas, pro qualitate roris accepti: si purus influxerit, candorem conspici; si vero turbidus, et fetum sordescere ... si fulguret, conprimi conchas ac pro ieiunii modo minui; si vero etiam tonuerit, pavidas ac repente conpressas quae vocant physemata efficere ... hos esse concharum abortus. — 19 ff Vgl. Theophrast. de lapid. 6: τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ κοὶ ὁ μαργραρίτης καλούμενος διαφανὴς μὲν Tfj φύσει κτλ. — 22 ff Vgl. Aelian a. O. Χ, 13 (I, 248, 4ff): δοκοῦσι δὲ ἄρα . . . οἱ ayav λευκοὶ κοὶ οἱ μεγάλοι κάλλιστοι . . . φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ ευπεριγραφον) [*](1 ἐν δία H | τοιύτων Ha 4 τοῦτον Μ 8 χάσμοι Ηa 9 οὐράνιον H 10 ἀθολότου H 11 ἐπιχλυμένης H 12 μεταλάβοι Kl, vgl. Ζ. 13 μεταλάβη Μ H 14 *** Diehl, der erganzt τῇ πείνῃ ἐλαττοῦται, δὲ βροντήσαι, 19 διαλάμπει Hu διαλάμπειν MH 22 ἐστιν ἐστιν Η)
Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλέια τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἄν εἴρητο ζητοῦντι καλοὺς μαργαρίας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις κοὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν (ἵν' οὕτως ονομάσω) οἱ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὔς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. ὁ δέ ἀγελάρχης τῶν μαργαριτῶν, ᾦ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφη- [*](1ff Vgl. Aelian a. Ο. XV, 8 (I, 372, 24ff): δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐγὰς ἀμβλυτέρας ἔχειν κοὶ σκοτωδεστέρας. Plinius a. Ο. IX, 35 § 1 1 6: in Britannia parvos atque decolores nasci certum est. IX, 35 § 115: in nostro mari reperiri solebant crebrius circa Bosporum Thracium; rufi ac parvi in conchis quas myas appellant — 8ff Vgl. Plinius a. O. IX, 35 § 115: at in Acarnania quae vocatur pina gignit . . . enormes et feri colorisque marmorei — 18 ff Vgl. Hier. in Matth. 98 A: bonae margaritae, quas quaerit institor, lex et prophetae sunt . . . unum autem est pretiosissimmn margaritum scientia salvatoris etc. — 19–24 Vgl. Cv Nr. 15 Or. (Anfg) = C Nr. 182 Or. (Anfg): ἦσαν ὁ νόμος καὶ οἱ προφῆται, καὶ ἐν αὐτοῖς εὑρἰσκεται ὁ μόνος πολύτιμος μαργαρίτης Χριστός — 21 Vgl. Jac. 1, 18? — 23ff Vgl. Clemens Alex. Paed. ΙΙ, 12, 4 (I, 228, 1ff.): ὁ δὲ πολυτίμητος μαργαρίτης . . . τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν κτλ. — 23 Vgl. Luc. 9, 20) [*](2 τὴν < H 4 κνεφοδέστερος H 17 εἴρηται H 19 ζήτει Kl MH | ἴνα H 23 πολύτιμος C Nr. 182)
Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ »ζητεῖτε, καὶ εὑρήσετε« καὶ τὸ πᾶς ὁ ζητῶν εὑρίσκει«. τί γὰρ »ζητεῖτε«, ἢ τί »πᾶς ὁ ζητῶν εὐρίσκει«; ἀποτολμήσας εἴπω· τοὺς μαργαρίτας καὶ τὸν μαρ- γραίτην, ὄν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κατᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· »τὰ πάντα ἐξημιώθην, ἴνα Χριστὸν κερδήσω«, »πάντα« λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ »Χριστὸν κερδήσω« τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μέν οὖν λύχνος τοῖς ἐν σκότει, καὶ χρεία λύχνου ἔως ἀνατείλῃ ὁ ἥλιος · τιμία δέ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’ οἶμαι ὅτι καὶ τῶν προφητῶν) καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾖ μαρτυρῶν ὁ πατἠρ φησίν· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὄν ηὐδόκησα«. ἀλλ' »οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης«, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπέρ »τῆς ὑπερβαλλούσης δόξης«, ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις »καταργηθήσεται, ὄταν ἔλθῃ τὸ τέλειον«. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύσουσα »ἐπὶ τὴν τελειότητα« [*](4. 8 Matth.7, 6 — 6 Matth. 5, 1 — 12 Vgl. Luc. 13, 29 — 18 Matth. 7, 7f — 21ff Phil. 3, 8 — 21 f Vgl. Hier. in Matth. 98 B: similis Pauli apostoli . . . ut Christum lucri faciat — 23 Vgl. Luc. 1, 79 Apoc. 22, 5 — 24 Vgl. II. Kor. 3, 7 — 26 Matth. 3, 17 — 27. 29 II. Kor. 3, 10 — 29 Vgl. II. Kor. 3, 11 — 30 I. Kor. 13, 10 — 31 Vgl. Hebr. 6, 1) [*](10 *** KI, 1. etwa ζητεῖν διδάσκοντος 13 βορᾶν MH 16 οἱ < 19 ἀποτολμίσας H 20 ἀπο Diehl 22 κοὶ] ἴνα υ 24 1. τίμιον Kl, vgl. Ζ. 23 | Μωσέως] s. zu S. 23,26ff)
»Τοῖς πᾶσι τοίνυν ὁ χρόνος, κοὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανός«, καὶ ἔστι τις »καιρὸς τοῦ συναγαγεῖν τοὺς καλοὺς μαργαρίτας) λίθους«, καὶ καιρὸς μετὰ τὴν συναγωγὴν συναγωγὴν τοῦ αὐτῶν τοῦ εὑλοὺς μαργαρίτας) μαργαρίτην, ὄτε καθήκει καθήκει ἀπελδόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἴνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ Πολλοῦ πολλοῦ τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα »ἐπὶ τὴν τελειότητα« χάριν ἔχειν τῇ εἰσαγωγῇ ὠς χρησίμῳ γενομένη κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον κοὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.
Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν(13, 47[ — 50]).
Ὤσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἄ ταῦτα γίνεται, ἀλλ' ἡ μέν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ (φέρε εἰπεῖν) κηρογραφουμένη είκὼν τῆς ἐπιφανείας μετὰ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σώζει τὰς εἰσοχὰς καὶ τὰς ἐζοχὰς ἀλλ' ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ [*](1 Vgl, Gal. 4, 4 — Iff Vgl. Gal. 4, 2. 1 — 5f Vgl. I. Kor. 13, 10 — 5 11 Phil. 3, 8 — 9 Vgl. I. Kor. 13, 9 — 13 Vgl. Phil. 3, 8 — 14f Vgl. Luc. 13, 7ff — 16 Pred. 3, 1 — 17 Vgl. Precl. 3, 5 — 24 Vgl. Hebr. 6, 1) [*](25 χρησίμῳ υ χρησίμως Μ H 25 κατὰ τὰ | κατὰ τὰ H 26 τελείως ἐννοούμενον Κλ (nach Hu) τελείωσιν νοούμενον MH)
Διὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπιστρέφοντος ἐπὶ τὴν τήρησιν τῶν Βείων ἐντολῶν τοιαῦτα γέγραπται· καὶ »καὶ ὁἄνομος ἐὰν ἀποστρέψῃ έκ ποσῶν άνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ τὰ ἑξῆς ἕως τοῦ ὡς [*](13ff Orig. de or. 29, 13 (II, 387, 26ff) frgm. in Joh. 3, 19 (IV, 518, 13) u. ö. Vgl. Harnack TU. 42, 4, 62 A. 1 — 18 Gen. 1, 20 — 19 Gen. 1, 21 — 26 Vgl. Marc. 4, 20 — 32ff Ez. 18, 21 — 34 Ez. 18, 23) [*](1 τὰ < H 3 τὰ1 < H 4ff Ση περὶ ὁμοιοτήτων i. m. H 10 καὶ < H 11 συναγούση Μ 30 — 13, 2 ἀναλυομένους — προκοπῆς <H)
Τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις. σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλοων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. καὶ ὥσπερ [*](3. 4 Ez. 18, 24 — 6ff. 10 Vgl. Ez. 18, 21 — 13ff Vgl. Ez. 18, 24 — 16f Vgl. Matth. 7, 18 — 19f Ez. 18, 24 — 26—15, 12 Vgl. Cl Nr. 183 Or. (?) Π 159, 1 ff. An. C luc Nr. 18 Or. — 26ff Vgl. Orig. hom. XVI, 1 in Jer. (III, 132, 5ff.): τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον. Vgl. Hier. in Matth. 98 D: contexuerunt sibi ex veteri et novo testamento sagenam evangelicorum dogmatum et miserunt eam in mare huius saeculi, quae usque hodie in mediis fluctibus tenditur, capiens de salsis et amaris gurgitibus etc.) [*](3 ἐκ] ἀπὸ M 5 τὴν < H 7 πόσος < H 9 λεχθ είη Kl mit V 10 ἑαυτοῦ H 11 πῶς—δεύτερα < H | μετέβαλεν υ 21 ὡμοιῶσθαι υ<M ὁμοιῶσθαι Η 26ff σαγήνης (Hu) C1 Nr. 185 Π σαγήνη MH 26 κακῶν Μ)
Δύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς γένους συνα- γαγούςῃ δηλῦν τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. οἱ δὲ διακονη- σάμενοι τῇ βληθείςῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἰ προσελθόντες ἄγγελοι καὶ διακονησά- μενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλόσσης τὴν σαγήνην οὐκὲ φέρουσιν ἐπὶ τὸν ἔφω αὐτῆς αὐγιαλον, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι »τὸ πλήρωμα τῶν ἐθνῶν« εἰς αὐτῆν »εἰσέλ- θῃ«. ὅταν δὲ εἰδέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κότω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αὐγιαλόν· ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἕνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα κατασήσωσι κατὰ τὰ ὀνομαζόμενα ἀνταῦθα αὐτῶν ἐγ- γεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· οὕτως [*](15 Matth. 5, 17 — 24f Vgl. Matth. 4, 11 — 27 Vgl. Röm. 11, 25 — 4 φέρε Μ 13 *** Koe, etwa: ἄνω καὶ κάτω φερομένων 13 νηχο- μένων Κl νηχόμενον ΜΗ 21 τὸ] τῆ Μ 21 γένους Κl mit Cluc Nr. 18 24 ἄγγελοι] + καὶ ἅγιοι Π cod. Me | διακομισάμενοι Μ 26 τοῦ] τοῦδε τοῦ Cluc Nr. 18 28 ἔλθη Η 29 τὸν] τῶν Η)
Τούτοις δὲ οὐκ ἀκολουθεῖ, ὅπερ οἴονταί τενες, ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ σωζόμενοι· πῶς γὰρ δύναται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐις ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παραβάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες, τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων (ἀλλ’ οὐδὲ τούτων πάωτων) διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶτὸ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«, ἔνθα οὐκ εἴρηται· πάντας »ἀγγελοι«. οἴδαμεν καὶ τὸ »ἀγγέλους καρινοῦμεν«, ὅπου μὴ λέλεκται· πάντας »ἀγγέλους«. τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν ωενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. διὸ μὴ ξενιζώμεθα, ἐὰν πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἐγγέλων ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. ἀλλ’ εἴθε μὴ πλείους τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός. ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ, ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάτα, οἷς παραβάλλονται ἤ ὁμοιοῦνται, παραλαμβάνονται ἀλλ’ εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον ἤ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὐπεθῆναι (τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω [*](6 Matth. 13, 41f — 19 I. Pet. 1, 12 — 20 I. Kor. 6. 3 — 30ff Vgl. S. 12, 4 ff — 33ff Vgl. Orig. hom. XVI, 1 in Jer. (III, 132, 13ff)) [*](2 [αὐτοὺς]? Kl | μέσων Μ 15 τῶν ἁγίων] vgl. Z. 13 ἁγίων Η 19 ἅ] τὸ Μ 21 ὅπου] ἔνθα Μ 24. 27 μέσων Μ 26 ἀδύνατον Η)
Συνήκατε ταῦτα πάντα; λέγουσι ναί(13, 51 [52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς (ὡς καὶ περὶ τούτου ἐκίδαξεν ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης) οὐκ ἀγνοῦν ἐρωτᾷ, ἀλλ’ ἅπαξ ἀναλαβὼν ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἕν καὶ τὸ ἐρωτᾶν. καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους »ὡς εἴ τις τροπφορήσαι ἄνθρωπος τὸν υἱὺν αὐτοῦ« πυνθάνεται, ὡς ἐν τῷ »Ἀδάμ, ποῦ εἶ«; καὶ »ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου«; βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτη- ματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ ὅτι καὶ οἱ μαθηταῖ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἐναγκαίως λέγται οὐ τὸ ταῦτα μόνον (δεικτικὸν ἔν) οὐδὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον· »θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ διῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν«. ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς »ἀγράμματοι« ἐν ταῖς Πράξεσι λέγονται »καὶ ἰδιῶται«; εἰ δ’ ἦσαν »ἀγράμματοι καὶ ἰδιῶται«, πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; λεχθείη δ’ ἄν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης »ἀγράμματοι [*](6 Ez. 22, 17 f — 7 Ez. 22, 22 — 13ff Vgl. Joh. 2, 24f — 14—20 Vgl. II 160, 1ff — 14ff Vgl. Orig. tom. X. 6 in Joh. (IV, 176, 24f) — 16 Deut. 1, 31 — 17 Gen. 3, 9 — Gen. 4, 9 — 22—18,7 Vgl. C1 Nr. 184 Or. = Cb Nr. 27 Or. — 25 Act. 4, 13 — 28 ff. 31 Vgl. Act. 4, 13 2 ἅ] οὕς ? Μ 4 μὲν] <Μ 6 τούτοις Μ 8 οἶκος + τοῦ Μ 14 ἀλλὰ Μ 15 γε] δὲ Μ 16 ὅλων] ἀγγέλων Μ 18 τις < Η 18f οὐκ —ἀποφαντικῶς z. T. zerstört in M 21 ἀποφένεται Η ράξεσι < Μ)
Οὕτως δέ τις διηγήσεται καὶ τὸ »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑοκριταί«, ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. ἔνθα ζητήεις, εἰ ὥστερ νομιδὸς γραμματεὺς οὕτως ἔσται καὶ εαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκύων καὶ λέγων »ἅτινά ἐστιν ἀλληγορούμενα«, οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι (τηρουμένης τῆς κατὰ τὰ γενομενα ἱστορίας) τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ ᾖ μαθήματα »πνευματικὰ πονηρίας«, ἀλλ’ ἐναντίως ἔχοντα πωευματικῖς πονηρίας πωευματικὰ ἀγαθότητος. μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὰ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰρ παρα- λαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικά, ἀνομαζόμενα βασιλείαν οὐρανῶν. καὶ καθ’ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως τῶν οὔτως ἀποδεδομένων οὐρανῶν. οὕτω δὲ καὶ τροπολογήσεις τό »μετα- νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν«, ἵν’ οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευ- ματικῇ διδασκαλίᾳ, καλουμένῃ βασιλείᾳ οὐρανῶν. διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἀγγύς τις γένηται τοῦ χωρῆαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν.
Εἰ δὲ ταῦτόν ἐστιν ὑποστάσει (εἰ καὶ μὴ ἐπινοίᾳ) βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὕς λέγεται· »ἡ βασιλεία τοῦ θεοῦ ἐν- τὸς ὑμῶν ἐστι«, πρὸς πούτους ἄν λέγοιτο καὶ τὸ »ἡ βασιλεία« τῶν οὐρανῶν [*](4f Vgl. Gal. 5, 18; Röm. 2, 27 — 5ff Vgl. Orig. c. Cels. VII, 18 (II, 170, 1ff) — 9 Matth. 23, 13 — 12 Gal. 4, 24 — 15 Vgl. Eph. 6, 12 — 24 Matth. 4, 17 — 29 Joh. 1, 2 — 33.34 Luc. 17, 21 10 μραμματέως Μ 11 ἐστὶ Η 20 οὐρανῶν] τοῦ οὐνου Μ 21 ἐπι- τυγχάνομεν Μc 23 περισσεύοντα] πιστεύων C1 Nr. 184)
Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βσιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστιε πρφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καὶ (κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφὴν) πᾶς ὅστις μὴ προφέρει ἐν τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, οὐκ ἔστι γραμματεὺς μαθητευεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. συνάγειν οὖν παντίτρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν διὰ τοῦ προσέχειν »τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ« καὶ »ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτὸς« οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς [*](2 II. Kor. 3, 16f — 5f I. Kor. 1, 5 — 9 Matth. 6, 20 — 10f. 16f. 18ff Vgl. Matth. 6, 20 — 13 Prov. 25, 20a — 16 Matth. 6, 21 — 17 Psal. 26, 3— 19 Joh. 10, 8 — 21 Eph. 2, 6 — 22 Phil. 3, 20 — 30 I. Tim. 4, 13 — 31 Psal. 1, 2 — 32ff Vgl. Harnack TU. 42, 4, 4 A. 2 2 ὅτι Ηu ὅτε Μ Η 5 μεμαθητεῦσθαι ρ 11 ὅτε Μ | ἅψεσθαι Μ 13 σὴς—καὶ Lo 21 καὶ1 + κλέπτειν Κoe 26 προσφέρει Μ 31 νόμῳ + τοῦ Μ)
Ἐπεὶ δὲ ὁ ὁμοιούμενός τινι ἔτερός ἐστι παρ' ἐκεῖνον ᾦ ὁμοιοῦται, ἔσται ὁ μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁ ὁμοιούμενος, ἔτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὄς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. μήπ[οτε οὖν ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς, προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ κατὰ τὸν καιρὸν τῆς διδασκαλίας καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ' αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ »ἡμέρᾳ καὶ ἡμέρᾳ«, παλαιὰ δἐ τὰ »ἐκ γράμμασιν ἐντετυπωμένα λίθοις« καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἴνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρστάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ ἑαυτῷ ὄμοιον, ἔως ὁ μαθητὴς »γένηται ὡς ὁ διδάσκαλος«, μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν τὸν Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«. δύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὦν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. περὶ δὲ τούτων τῶν [*](1 Vgl. Hebr. 10, 1 — 3 Vgl. II. Kor. 3, 2 — 4 Vgl. I. Kor. 2, 13 — 7ff Vgl. II. Kor. 13, 1 — 9f Vgl. Orig. hom. IX, I in Jer. (III, 64, 20ff) — 20f Vgl. II. Kor. 4, 16 — 21 II. Kor. 3, 7 — 22 Vgl. Ez. 11, 19; Orig. de princ. III, 1 (V, 219, 5) — 25 Matth. 10, 25 — 27 I. Kor. 11, 1) [*](13 δὲ <Μ | ὁ <Η 14 ὁ μὲν] ὁ δὲ καὶ Μ καὶ ὁ μὲν Diehl 21 ἀνακαινουμένῳ Κοe ἀνακαινουμένων Μ Η | ἀεὶ] hinter ἀνακαινουμένων Η 22 καὶ] 1. ἤ ? ΚΙ 26 τὸν2 υ<Μ Η 31ff Ση ταῦτα ὡς ἀναγκαιότατα i. m. H)
Καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ(13, 53 [—58]).
Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι, ὄτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς (ὡς ἐξεδώκαμεν) ὁμοιότησι τὸ καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον ἤ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἤ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἤ τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς«, οὐχ οἶόν τε λέγειν τοῖς μαθηταῖς (ἄτε οὐκ οὖσι τῶν ἔξω) ἐν παραβολαῖς ἐκείνοις τὸν σωτῆρα μελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολὰς ἤ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα ἤ δύο γένη εἶναι παραβολῶν ἤ μηδ' ὄλως εἶναι παραβλὰς ἄ ὠνομάσαμεν ὁμοιώσεις. πρόσχες δὲ ὄτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολάς, ἄς ὄτε ἐτέλεσε μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ ὁ Μᾶρκος δέ φησι· »καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει [*](2 Lev. 26, 10f — 6 Vgl. Röm. 7,6 — 8 II. Kor. 6, 16 (Lev. 26, 12) — 12ff Vgl. S. 4, 16ff — 23 Luc. 8, 10 — 25 Vgl. Marc. 4, 11 — 33 Marc. 6, 1 — 34f Matth. 2, 23 3 ἐξοίσεται Η 5 τῶν 1 <Η 8 ἑαυτοῖς Μ 18 πάντα] ταῦτα Μ 20 καὶ <Μ 23 ἀνενεκτέον Η 25 ἐκείναις Diehl 26 τὸ + καὶ Μ 30 ἑαυτοῦ Η 31 ἐτέλεσε] ἔλεγε Μ)
Τὸ δὲ τούτῳ πόθεν ἡ σοφία αὔτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ »καὶ πλεῖον Σολομῶντος ὦδε«. καὶ δυνάμεις μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱὸν οὐδὲ πιστεύοντες (εἰ καὶ ἐλέγετο) ἀλλ' ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ ὄλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελίζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ᾤοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἤ τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἴνα μὴ τὸ κριθὲν ἐκεῖνον σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ· »πνεῦμα ἄγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἄγιον καὶ τὴν ἐπεσκιακυῖαν αὐτῇ δύναμιν ἐξ ὔψους. καὶ [*](2 Vgl. Matth. 2, 1 — 7 I. Kor. 1, 23 — 8f Vgl. I. Tim. 3, 16 — 9 Vgl. Röm. 10, 18; II. Thess. 3, 1 — 11 Vgl. Eph. 2, 12 — 17 Matth. 12, 42 — 26f Vgl. Π 161, 5f — 27ff Vgl. Harnack TU. 42, 4, 37 — 29ff Vgl. Harnack a. O.: ,,ein wichtiges Stück in der beginnenden Nariologie“ — 31 Luc. 1, 35 2 γεγέννηται ΚΙ γεγένηται Μ Η 5 οὔσης Koe | Ἰουδαίας] zerstört in M am Zeilenanfang Γαλιλαίας V 7 τις] + γε Η 15 σχιζόμενος Koe 19 Μωσῇ] vgl. zu S. 23, 26ff 23 oὐχὶ μݲηݲρݲ Μ 27 εἶναι s. 1. Mc)
Ἰάκωβος δέ ἐστιν οὖτος, ὄν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών· »ἔτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου«. ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὔτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύ, ὡς Φλάβιον Ἰώσηπον, ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παρασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα. καὶ »τὸ θαυμαστόν ἐστιν«, ὄτι τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστὸν οὐδὲν ἦττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. λέγει δὲ ὄτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν στολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὄστις ἐν τῶ προοιμίῳ εἴρηκεν· »Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου«. περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνἐσεως ὡς ὁ Ἰησοῦς. μήτποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα (ὡς ὑπελάμβανον) Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων ἀρρένων, οὐδὲν δ' ἦττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. καὶ γὰρ ἀλλαχοῦ λέγουσι· »πῶς οὖτος γράμματα οἶδε μὴ μεμαθηκώς;« ὦν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλσσόμενοι οὐκ ἐπίστευον μὲν ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺσ τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων, ἄς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.
[*](5 Gal. 1, 19 — 7ff Vgl. Orig. c. Cels. I, 47 (I, 97, 2ff) II, 13 (I, 143, 24ff) und Schürer 4 I, 581ff; Harnack TU. 42, 4, 51 — 12 Vgl. Joh. 9, 30 — 16 Jud. 1 — 17f Vgl. Zahn, Forschungen 6, 1900 passim — 23 Vgl. Epiphanius haer. 78, 7, 6 (III, 457, 16f):τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο. — 26 Joh. 7, 15 — 29 Vgl. Luc. 24, 16 — 30 Vgl. Kol. 2, 15 1 ἀν(??)ρῶν ἔχ(??)ιν Μ 2 ἄλλη Μc ἄλλην Μa H 7 Φλάυιον Μ 9 καταστραφπηναι Μ 11f καὶ τὸ] vgl. Joh. 9, 30 καίτοι Ηu 15 1. τῇ οὐρανἰᾳ χάριτι? Εlt 23 τεσσάρων] τεσάρων Μ| ἀρρένων ΚΙ 24 mit μηδ' ἐκ παι schließt in M fol. 8v, es fehlt dann ein Blatt; M beginnt wieder auf S. 25, 23)Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ παάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστονυ τῶν προφητῶν ἐν τῇ πατρίδι ἀτιμωθέντος), ἥ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημπενα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. εἰ δὲ καθολιόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές (οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαΐμ οὔθ' Ἱερεμίας ἐν Ἀναθώθ), τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τἀχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· »τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;« παρὰ δὲ τῷ Παύθλῳ ἐν τῇ παρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὄμοια λέλεκται· »ὑμεῖς δὲ μιμηταὶ ἐγενἠθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χρριστῷ Ἰησοῦ, ὄτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων«. οὐκ ἐστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἤ γὰρ οὐδ' ὄλως οἴδασιν αὐτὸν ἤ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομεής αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἄν Χριστῷ τῷ παραστήσαντι, ὄτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν« ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὔτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης. Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἄ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ' οἶς εἶπε· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα [*](11 Vgl. Marc. 6, 4 — 12 Vgl. I. Kor. 10, 18 — 14 Act. 7, 52 — 17 I. Thess. 2, 14f — 26ff Vgl. Joh. 5, 46 — 29 Röm. 2, 23 — 32 ff Vgl. orig. hom. I, 13 in Jer. (III, 11, 14): ἄ πέπονθεν Ἱερεμίας ἀναγέγραπται κτλ. — 33 Jer. 20,9 9 ἐλεβαλμαουλα V | [ὁ] ΚΙ 15 καὶ ἀπέκτειναν Koe 24 δὲ< Vgl 26ff Μωσῇ] die Formen ohne υ überwiegen in den Haupthandschriften, ebenso im dat. μωση über μωσει 28 τὸ Koe 29 τῆς s. 1. H c 32 χρήσιμον Koe χρήσιμα Η)
Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. διὰ τούτων δὲ διδασκόμεθα, ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται«, ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ' (ὡς ὁ Μᾶρκος ἀνέγραψεν) οὐδὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ »οὐκ ἠδύνατο ἐκῖ οὐδεμίαν ποιῆσαι δύναμιν«· οὐ γὰρ εἶπεν »οὐκ« ἤθελεν, ἀλλ' »οὐκ ἠδύνατο«, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὅν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν, ὅτι πρὸς τούς εἰπόντας· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;« εἶπε· »διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν«, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· »ὀλιγόπιστε, εἰς τί ἐδίστασας;« ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψατιτο »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι ἰαθήσεται, »ἰάθη παραχρῆμα«, καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· »τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ«. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι [*](1 Vgl. Luc. 6, 22 — 2 Luc. 6, 23 — 3 Vgl. Matth. 18, 15? — 4ff Vgl. Matth. 5, 10—12 — 8ff Vgl. Orig. hom. XIV, 14 in Jer. (III, 120, 4ff): τί οὖν παράδοξον, εἰ θέλων τις ζηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; — 13 Μatth. 25, 29 — 16ff Marc. 6, 5 — 20f Matth. 17, 19f — 22 Matth. 14, 31 — 23 Vgl. Marc. 5, 28; 6, 56 — 24 Vgl. Luc. 8, 47 — 25 Marc. 5, 31; Luc. 8, 46 — 27f Vgl. Harnack TU. 42, 4, 101 — 29 Matth. 17, 20 2 ταυτὰ V ταῦτα Η 7 ταυτὰ Η V 9 1. προφητῶν Koe (wegen ἐν ἐκείνος Ζ. 10) 15 ἀνέγραψε Η 21 Πέτρον καταποντίζεσθαι V 23 ἀλλὰ μόνον] hiermit setzt M wieder ein: fol. 16r)
Δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ (μᾶλλον δὲ τὸ περιέχον) ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας (μᾶλλον δὲ ὁ προνοῶν οὐ ποιήσαι ἄν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλλοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ »βλαστησάτω ῃ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα«), οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἄν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· »κἄν γάρ τις ᾖ τέλειος« ἐν πίστει« ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ« δυνάμεως« ἀπούσης εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« τῇ σωφροσύνῃ, ὡς »ἐν υἱοῖς ἀνθρ;φωπων, τῆς ἀπὸ σοῦ« σωφροσύνης »ἀπούσης, εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, »τῆς ἀπὸ σοῦ« δικαιοσύνης ἀπού σης καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν »εἰς οὐδὲν λογισθήσεται«. ὅθεν »μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰδχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ«· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.
Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης Ἰωάννης ὁ βαπτιστής(14, 1. 2[—11]).
Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. διαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας [*](6f Marc. 6, 5 — 10 Vgl. Orig. de princ. III, 1, 19 (V, 232, 6) — 15 Gen. 1, 11 — 16f Vgl. I. Kor. 12, 10 — 20ff sap. sal. 9, 6 — 26 Jer. 9, 23 — 32 Vgl. Harnack TU. 42, 4, 84 A. 1 6 οἷπεν + μόμνον Koe 11 1. περιέχον? Hu 16 ῆ Kl δὲ Μ Η 22—23 ἤ—λογισθήσεται < Μ 24/25 ἀπούσης Hu 27 τοῦ < Η)
Λέγοι δ' ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὶ τοῦ λαοῦ, ἀφ' ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. ἀλλ' οὐδὲ ταύτην τὴν ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι ὁ μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἕξ τυγχάνων. τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι [*](12 Vgl. Matth. 13, 55g (vgl. Marc. 6, 3 var. lect.) — 15 Marc. 11, 32 — 17 Marc. 11, 30 — 19f Vgl. Luc. 1, 22. 19 — 25—28, 8 C1 Nr. 186 Or. II 163, 1ff An. Hier. in Matth. 100 C: quidam ecclesiasticorum interpretum causas quaerit, quare Herodes ista sit suspicatus etc. — 28f Vgl. Luc. 1, 24—26. 36 4 [ὡς] Kl vgl. S. 26, 33 8 αὐτὸς] ὁ αὐτὸς υ 9 αὐτῶν Hu αὐτοῦ Μ Η 11 παντὶ] + τῷ ? Kl 20 ναῷ Μ Η c. r. λαῷ Η a V | δὴ < Μ 22 ὁ 30 Hc < M Ηα 23 ἐκ] ἀπὸ Μ 29 πλεῖων Η)