Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

8. Πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιΐας, οὐδενός ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὀρῶν ὅτι ἐπεὶ τόδε γέγονε τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον τόδε ἀκολουθεῖ, οὐ ὑποστάντος τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. ὤσπερ γὰρ εἴ τις ὀρῶν τινὰ διὰ ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπετείαν ἀλογίστως ἐπιβαίνοντα ὀδοῦ ὀλισθηρᾶς, εἰ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται· οὔτω νοητέου τὸν θεόι προςωρακότα ὁποῖος ἔσται ἐκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾷν, καὶ ὅτι ἁμαρτήσεται τάδε ἢ κατορθώκει τάδε. καὶ εἰ χρὴ λέγειν οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου [*](11) ἁμαρτησομένου ὀ θεὸς, ὅταν ἁμαρτάνῃ), ἀλλὰ παραδοξότερον μὲν ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι ἔγνωσται· διαστολῆς δὲ δεῖται. εἰ μὲν γὰρ τὸ ‘πάντως ἔσταιʼ οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπαναγκὲς προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται διʼ [*](20 om. ὅταν ἁμαρτάνῃ ABC 25 δίδομεν BC; δίδωμεν Α 29 παριστῶσαι C Εu)

196
[*](Ps cix (cviii) 12,16 f.) ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· Μηδὲ γενηθήτω [*](ΑBC Eu) οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ· ἀνθʼ ὧν οὐκ ἐμνήσθη ποιήσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ θέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ. εἰ δέ τις διηγήσεται τὸ πάντως ἔσται,ʼ καὶ τοῦτο σημαίνειν αὐτὸ λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν· τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι.

9. Σαφέστερον δὲ τοῦτο οὕτως ἐροῦμεν. εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸν θεὸν φρονῆσαι περὶ αὐτοῦ ὅτι προδότης ἔσται. εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων ἐνδεχομένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὖ ἡ γνῶσις ἐνδέχεται καὶ ἑτέρως γενέσθαι· καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ θεοῦ ὅτι ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ θεὸς εἴποι ἂν, οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω χρησμὸν φέρε εἰπεῖν περί τινος διδοὺς ἐρεῖ ὅτι οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δὲ ἔστι τοῦ σωφρονῆσαι καὶ τοῦ ἀκολαστῆσαι. ὦν [*](12) ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χείρονι· [*](7 καὶ τοῦτο] καὶ τὸ A; κατὰ τὸ Εu 19 ἐνδεχομένου] ἐνδεχο- μένων AB; γεγονότων Εu 20 ἐνὶ αὐτῶν]] ἐνὶ αὐτοῦ B; ἐν αὐτῶ A Εu 24 τάδε Εu 31 χείρονι· τῆ] χειρίστη Εu)

197
[*](ABC Eu) τῇ κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς καὶ βιῶσαι βεβουλημένος κατʼ αὐτό. οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιρρέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν καὶ λόγου προτρεπτικοῦ. πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλʼ οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὀρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον.

10. Ὅτι μέντοι γε ἡ πρόγνωσις τοῦ θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρός τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν γραφῶν ὁ θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προστοιησάμενος τὸ προεγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὡσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. [*](Jer xxvi (xxxiii)3) οὐ γὰρ ἀγνοῶν ὁ θεὸς πότερον ἀκούσουσιν ἢ οὒ φησίν· Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν· ἀλλʼ οἱουεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνύς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ προκαταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπʼ αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν δυναμένοις ἐν τῷ ἀγωνίσασθαι καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου· καὶ οὕτω γὰρ οἶον ἐμπόδιον γένοιτʼ ἂν ἠ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. πάντα γοῦν χρησίμως ὀ θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν. ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτριψε δʼ ἂν [*](5 τε] δὲ Εu οὐ] ὁ BC 9 προκατείληφε B εἰρημένοις C Εug 12 ἐγνωκέναι Εu ἀκούοντες BC 15 ἀκούσουσιν] μετανοήσουσιν B; ἂν μεταγνοῖεν C 22 καλὸν] + ἡ πρόγνωσις AB 24 om. ἡ πρόγνωσις ABC)

198
δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ [*](AΒC Εu) ἁμαρτίᾳ τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. ἄμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ, τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ ὅτι πάντως ἔσται ἀγαθός. πρὸς οἶς ἔχομεν γὰρ καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα [*](13) δὲ ἡ γνῶσις τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύει τὴν ἄσκησιν. διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ οὔτε εἰ πονηροὶ ἐσόμεθα.