Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

5. Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθʼ ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ [*](10 βασιλεύοντος Εu; βασιλέων ὄντως 12 om. ἑορτὴν ABC 15 ἐποίησεν] + ἐν Εu 18 ἐκαλεσεν ABC 28 om. τοῦ θεοῦ A Eu)

192
οἰκοδομῇ τοῦ ναοῦ γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, [*](ABC Εu) [*](Is xlv 1 ff.) ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· Οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχύν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ δρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίφω καὶ μοχλοὺς σιδηροῦς συνθλάσω· καὶ δώσω σοι θησαυροὺς σκοτεινὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε. σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διά τὸν λαὸν. ὃν εὐεργέτησεν ὁ [*](8) Κῦρος, ὁ θεὸς μὺ γινώσκοντι αὐτῷ τὴν καθʼ Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθυιν πλειόνων ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἐλλήνων τῶν ἀναγραψάντων τὰ [*](cf. Dan ii 37 ff.) περὶ τὸν προφητευθέντα Κῦρον. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε, τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετʼ αὐτόν. δείκνυνται δὲ διὰ τῆς εἰκόνος· χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα τὸν ἐπικαλούμενον [*](Dan iii 5 ff.) Λαγὼν, οὕτω προφητεύεται· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάνουτα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη [*](3 om. οὐ B 6 προπορεύσομαι ABC 7 ὁμαλιῶ] +καὶ C Εug 8 συγκλάσω A 10 σου] +ὁ B 26 λαγον A; λάγου C 29 ἴδον B 29, 30 ἐνώπιον] ἀνάμεσον (bis) B 31 ἰδον AB )
193
[*](ABC Εu) πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ· καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα· καὶ ἐν τῷ ἰσχῦσαι αὐτόν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα τέσσαρα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἐν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν. τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἶον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρά, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως. ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ, Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ [*](Lc xxi 20) στρατοπέδων τὴν ερουσαλὴμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἠ ἐρήμωσις αὐτῆς. προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τέλος τῆς κατασκαφῆς Ἰερουσαλήμ.

6. Ἀποδεδειγμένου τοίνυν τμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι [*](9) κινεῖσθαι, ἐναντιοφορούντων τῶν καλουμένων πλαναμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἂ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε ἐνεργούντων ἢ πασχόντων), ἀλλʼ αἱ δυνάμεις, ἂς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν ἐν τοῖς ἐξῆς δείξομεν. σανθέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων [*](7 om. τέσσαρα Εu 12 ναζαρὲτ AC Eu 18 συμβεβηκὸς] τὸ Eu 31 ἡσθανθέντες A; θέντες C; συνέντες Eu)

194
τὴν ἰδίαν τάξιν παραβεβηκότων καὶ ἐπὶ τῇ τοῦ γένους [*](ABC Eu) ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφʼ ὥν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἂ σημαίνειν ὁ λόγος φησί· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα· (α’) πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφʼ ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφʼ ἡμῖν σώζεται· (β’) καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· (γʼ) καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὸ σημεῖα ἔκκειται· (δʼ) τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται.

[*]((α᾿))

7. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοί τινες τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφʼ ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὸ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἦ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφʼ ἡμῖν καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον καὶ τὸ τῶν ἀρετῶν ἀπόδεκτον τῶν τε κακιῶν ψεκτόν. καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιήσειν τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος καὶ [*](10) ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ἔγνω ὁ θεός· εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτόν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται [*](6 om. τὰ AB 7 ἐξ αἰώνος ὄντος B 12 ἔγκειται ABC 19 προέσθαι ABC 22 ψεκτόν] τὸ μεμπτόν ABC 23 ποι- ῆσαι Eu 23—25 om. ἀψευδης- ἀδικήματα B 24 om. καὶ AC 26 τὸ] μὴ B; γὰρ C 30 ἔρχονται ABC)

195
[*](ABC Εu) καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφʼ ἧμῖν σώζεσθαι.