Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

7. Φαμὲν δʼ ὅτι ὁ καθʼ ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Mωσῆς ἐν τῇ τοῦ Δευτερονομίου [*](599) ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα, [*](Deut xxxii 8 f.) λέγων· Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθυῶν κατὰ ἀριθμόν ἀγγέλων θεοῦ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. τὰ δὲ περὶ τῆς διανεμήσεως τῶν ἐθυῶν ὁ αὐτὸς Μωσῆς ἐν τῷ ἐπιγεγραμμένῳ βιβλίῳ [*](Ge xi 1 ff.) Γένεσις ἐν ἱστορίας τρόπῳ φησὶν οὕτως· Καὶ ἦν πᾶσα ἡ [*](1 C. Cels. v. 28 ad fin. 2 ἐκκειμένας] Hoesch.; ἐγιειμένας U+05D0ABC (sed v. supr. p. 178 ll. 12, 15) 8 ταραστησομεν 17 νόμων U+05D0AC; om. B 21 διανεμήσει πρὸς τινα U+05D0 31 οὔτω φησί ABC)

183
[*](U+05D0ABC) γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινήσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεναὰρ, καὶ κατῴκησαν ἐκεῖ. καὶ μετʼ ὀλίγα· Κατέβη, φησὶ, κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὅν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος Ἰδοῦ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπʼ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν αὐτῶν, ἴνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίου αὐτοὺ. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος ὁ θεὸς τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατά τήν σύγχυσιν τῶν διαλέκτων, ἐν ἧ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ γῆς, τοιαῦτα περὶ τῆς σοφίας εἴρηται· Αὕτη καὶ ἐυ ὁμονοίᾳ πονηρίας ἐθνῶν [*](wisd x 5) συγχυθέντων ἔγνω τὸν δίκαιον, καὶ ἐφύλαξεν αὐτὸν ἄμεμπτον τῷ θεῷ, καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξε.

8. Πολὺς δʼ ὁ λόγος καὶ μυστικὸς ὁ περὶ τούτων, ᾧ ἁρμόζει τό· Μυστήριον βασιλέως κρύπτειν καλόν· ἴνα [*](Tob xii 7) μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἄγια διδῶται τοῖς κυσὶ, μηδʼ οἱ μαργαρῖται παραβάλλωνται [*](cf. Mt vii 6) χοίροις. ἀσεβὲς γὰρ τὸ τοιοῦτον, προδοσίαν περιέχον τῶν ἀπορρήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς γέγραπται· Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, [*](Wisd i 4) οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας. ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν [*](2 σεναάρ AC 8 om. ἐκεῖ C 9 om. τὴν φωνῆν C αὐτοῦ] αὐτῶν U+05D0 (οῦ superscripto) 10 κύριος αὐτοὺς ABC 11 15 om. καὶ ἐπαύσαντο– τῆς γῆς C 12 αὐτῆς AB 17 ἐπὶ] + τῆς U+05D0 19, 20 ἀμέμπτως Αvid 20 om. τῶ AB 24 ῥιπτεῖται U+05D0*A 25 δίδοται U+05D0* om. τοῖς ABC παραβ.]- τοῖς AC 27 λόγων BC)

184
τῆς ἱστορίας παραστῆσαι τρόπον, ἴνʼ αἱ δυνάμενοι ἑαυτοῖς [*](U+05D0ABC) ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον.

9. Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινὶ διαλέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρός ἀλλήλους τηρείσθωσαν ἐν τῇ θεία διαλέκτῳ· καὶ ἔστωσαν ἀκίνητοι τῶν ἀνατολῶν, εἰς ὅσον εἰσὶ τὰ τοῦ φωτὸς καὶ τοῦ ἀπὸ τοῦ φωτὸς ἀιδίου ἀπαυγάσματος φρονοῦντες. καὶ οὗτοι, ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν [*](600) φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σεναὰρ, ὅπερ ἑρμηνεύεται Ὀδόντων ἐκτιναγμός κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ διʼ ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ. εἶτα τὰ τῆς ὕλης συναγαγεῖν θέλοντες καὶ κολλᾷν τὰ μὴ πεφυκότα κολλᾶσθαι οὐρανῷ, ἵνα διὰ τῶν ὑλικῶν [*](Ge xi 3) ἐπιβουλεύσωσι τοῖς ἀΐλοις, λεγέτωσαν· Δεῦτε, πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτάς πυρί. ὡς οὗν κρατύνοντες καὶ πηγνύντες τά πήλινα καὶ ὑλικὰ, καὶ τὴν πλίνθον λίθον ποιεῖν θέλοντες καὶ τὸν πηλὸν ἄσφαλτον, καὶ διὰ τούτων οἰκοδομεῖν πόλιν καὶ πύργον οὗ ὅσον ἐπὶ [*](cf. Ge xi 4) τῇ ὑπολήψει αὐτῶν ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, παραδιδόσθωσαν ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς ἀπό ἀνατολῶν κινήσεως ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον αὐτοῖς γεγενημένης, καὶ κατὰ τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν πλίνθων εἰς λίθους καὶ τοῦ πηλοῦ εἰς ἄσφαλτον καὶ τῆς ἐκ τούτων οἰκοδομῆς, ἀγγέλοις ἐπὶ πλεῖον ἢ ἐπʼ ἔλαττον χαλεπωτέροις, καὶ τοιοῖσδε ἢ τοιοῖσδε, ἕως τίσωσι δίκας ἐφʼ οἶς τετολμήκασι· καὶ ὑπὸ τῶν ἀγγέλων ἀγέσθωσαν ἔκαστος τῶν ἐμποιησάντων τὴν οἰκείαν ἑαυτοῖς διάλεκτον ἐπὶ τὸ μέρη τῆς γῆς κατὰ τὴν ἑαυτῶν ἀξίαν, οἵδε μὲν ἐπὶ τὴν φέρʼ εἰπεῖν καυσώδη χώραν ἄλλοι δʼ ἐπὶ τὴν διὰ τὸ κατεφύχθαι κολάζουσαν τοὺς ἐνοικοῦντας, καὶ οἱ μὲν ἐπὶ τὴν δυσγωργητοτέραν ἄλλοι δὲ [*](6, 7 om. καὶ–φωτὸς AC 6 om. τοῦ (sec.) U+05D0 9 σενααρ U+05D0*AC δ ABC 1 κατοικήτωσαν U+05D0A 15 αὐτοὺς U+05D0 19 οὐρανοῦ] + κατὰ τὰ ὐπεραιρομενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ A 21 πλέον ΑBC 22 om. τὴν A BC 27, 28 om. κατα τ. ἐ. ἀξίαν ABC)

185
[*](ABC) ἐπὶ τὴν ἔλαττον τοιαύτην, καὶ οἱ μὲν ἐπὶ τὴν πεπληρωμένην θηρίων οἱ δὲ ἐπὶ τὴν ἐπʼ ἔλαττον ἔχουσαν αὐτά.