Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

10. Εἶτα εἴ τις δύναται ὡς ἐν ἱστορίας σχήματι, ἐχούσης μέν τι καὶ καθʼ αὐτήν ἀληθὲς, ἐμφαινούσης δέ τι καὶ ἀπόρρητον, ἰδέτω καὶ τοὺς τὴν ἐξ ἀρχῆς διάλεκτον τετηρηκότας τῷ μὴ κεκινηκέναι ἀπʼ ἀνατολῶν μένοντας ἐν τῇ ἀνατολῇ καὶ τῇ ἀνατολικῇ διαλέκτῳ· καὶ νοείτω τούτους μόνους γεγονέναι μερίδα κυρίου καὶ λαὸν αὐτοῦ τὸν καλούμενον [*](cf.Deut xxxii 9) Ἰακώβ, γεγονέναι δὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· καὶ οὗτοι μόνοι ἐπιστατείσθωσαν ὑπὸ ἄρχοντος οὐκ ἐπὶ κολάσει παρειληφότος τοὺς ὑπʼ αὑτῷ, ὥσπερ οἱ ἀλλοι. βλεπέτω δʼ ὁ δυνάμενος ὡς ἐν ἀνθρώποις ἐν τῇ τούτων πολιτείᾳ τῶν τεταγμένων κατὰ τὴν διαφέρουσαν μερίδα τῷ κυρίῳ γενομένας ἁμαρτίας, πρότερον μὲν ἀνεκτὰς καὶ τοιαύτας ὡς μὴ πάντη ἀξίους εἶναι αὐτοὺς τοῦ ἐγκαταλείπεσθαι, ὕστερον δὲ πλείονας μὲν ἀλλʼ ἔτι ἀνεκτός· καὶ τοῦτʼ ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον, καὶ ἀεὶ θεραπείαν προσαγομένην, καὶ ἐκ διαλειμμάτων τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας [*](601) χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, σπερεῖ παιδευθέντας, ἐπανελθεῖν εἰς τὸ οἰκεῖα· ὔστερον δὲ βλεπέτω αὐτοὺς παραδιδομένους χαλεπωτέροις ἄρχουσιν, ὡς ἄν ὀνομάσαιεν αἱ γραφαὶ, Ἀσσυρίοις, εἶτα Βαβυλωνίοις. εἶτα προσαγομένων θεραπειῶν ὁράτω τούτους οὐδὲν ἢττον αὐξοντας τά ἁμαρτανόμενα, καὶ διὰ τοῦτʼ ἐπισπειρομένους ὑπὸ τῶν διαρπαζόντων αὐτοὺς ἀρχόντων τῶν λοιπῶν ἐθνῶν ταῖς ἄλλαις μερίσιν. δʼ ἄρχων αὐτῶν ἐπίτηδες παροράτω διαρπαζομένους αὐτοὺς ὑπὸ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀρχόντων· ἴνα καὶ αὐτὸς εὐλόγως, ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθυῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο [*](2 om. ἐπʼ ABC 4 κατʼ αὐτὴν 9 om. δὲ ABC)

186
ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθʼ [*](U+05D0AB(CXD)) ὃυ βιωτέον· ἵνα αὐτους ἀναγάγῃ ἐπὶ τέλος, ἐφʼ ὅπερ ἀνῆγε τοὺς μὴ ἁμαρτάνοντας ἀπὸ τοῦ προτέρου ἔθυους. καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν, ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστίν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. ἀλλʼ, ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω, παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τά μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι·' ἀφʼ ὧν καὶ ὁ Κέλσος λαβὼν τὰς ἐκκειμένας εἶπε λέξεις.

11 Ἐπεὶ δʼ οἱ κινήσαντες ἀπὸ ἀνατολῶν διʼ ἃ ἥμαρτον [*](cf. Ro i 28, 26, 24) παρεδόθησαυ εἰς ἀδόκιμον νοῦν καὶ εἰς πάθη ἀτιμίας καὶ ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, ἴνα κορεσθέντες τῆς ἁμαρτίας μισήσωσιν αὐτήν· οὐχ ὑποκεισόμεθα τῷ Κέλσου ἀρέσκοντι φάσκοντος ‘διὰ τοὺς νενεμημένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ παρʼ ἑκάστοις ὀρθῶς πράττεσθαι·’ ἀλλὰ καὶ βουλόμεθα οὐχ ‘ὅπη ᾖ ἐκείνοις φίλον ’ ποιεῖν τὰ παρʼ ἐκείνων. ὁρῶμεν γὰρ ὅτι ὅσιον μὲν τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα λύειν ἐστὶ νόμοις κρείττοσι καὶ θειοτέροις, οἶς ὡς δυνατώτατος ἔθετο Ἰησοῦς, [*](cf. Ga i 4) ἐξελόμενος ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, [*](cf. 1 Co ii 6) καὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀνόσιον δὲ τὸ μὴ ἐπιρρίψαι ἑαυτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι δυνατωτέρῳ, πρός ὃυ εἶπεν ὁ θεὸς, [*](Ps ii 8) ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν· Aἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἄθνη τὴν κληρονομίαν σου, καὶ [*](1 τε] γε ABC 14 om. λαβὼν U+05D0 ἐγκειμένας AC; ἐκκ. (γ superscr.) 20, 21 ὀρθῶς πρατ.] post hoc deest fol. in C 21 om. ἢ AD 22 om. παρʼ 25 αἰῶνος τοῦ ἐνεστ.] ἐνεστ. αιῶνος ABD 28 ἀποδειχθέντι] + καθαρωτέρῳ καὶ AD)

187
[*](U+05D0ABD) τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. καὶ γὰρ αὐτὸς [*](602) γέγονε προσδοκία ἡμῶν τῶν ἀπὸ ἐθνῶν πιστευσάντων εἰς [*](cf. Ge xlix 10) αὐτὸν καὶ τὸν ἐπὶ πᾶσι θεὸν πατέρα αὐτοῦ.

Περὶ εἱμαρμένηϲ καὶ πῶϲ προγνώϲτου ὄντοϲ το θεοῦ τῶν ὑφ᾿ ἑκάϲτου πραττομένων τὸ ἐφ ἡμῖν ϲώζεται. καὶ τίνα τπόπον οἱ ἀϲτέρεϲ οὐκ εἰϲὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποιϲ, ϲημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρςπο πεπὶ τούτων γνῶϲιν ἀκριβῶϲ ἔχειν οὐ δύνανται, ἀλλὰ δυνὰμεϲι θείαιϲ τὰ ϲημεῖα ἔκκειτσγ καὶ τίϲ ή τούτων αίτία. τομου τρίου τῶν εἰϲ τήν γένεϲιν. “καὶ ἔϲτωϲαν είϲ ϲημεῖα καὶ εῖϲ καιροὺϲ καὶ εἰϲ ἡμέραϲ [*](Ge i 14) καὶ εἰϲ ἐνιαυτούϲ.”

[*](AB(CXD) Eu)

1. Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἀστέρων τυγχάνοντας, τῶν σφόδρα ἀναγκαιοτάτων ἐστὶ διαλαβεῖν· οὐ μόνον πολλῶν ἐθυῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν πλανωμένων [*](4) ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς, καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον, τάχα δὲ καὶ ἀλόγων ζώων· ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβανομένων περισπωμένων μὴ ὅρα ἠνάγκασται τὰ ἀνθρώπων πράγματα, καὶ dμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἱ ἀστέρες κατὰ τοὺς διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν. ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφʼ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον καὶ πράξεις ἀποδέκτας πάλιν τε οὖ [*](9 ἔγκειται AB 10 Rn. 11. 3. Εus. Praep. Εv. vi. 11. 14 ἄστρων Εu 16 om. πολλῶν Εu 18 om. ἀστέρων ΑBD 19 τῶν ἐπὶ τῆς] ἐπὶ ΑBD 20 περὶ] rursus inc. C ἀνθρώπων] C Εug 22 τὰ] +τῶν C Εu 24 ἐπιτέλλουσιν Εui)

188
ψεκτάς. ἄπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ [*](ABC Εu) κρίσεως οἶχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ήμαρτηκότας ὡς κολασθησομένους, τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γινόμενον. καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφʼ οἶς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται μάταιος, ἥ τε Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία, κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς τοῦ θεοῦ διὰ Χριστοῦ ἐκκλησίας· εἰ μὴ ἄρα κατὰ τοὺς οὕτω τολμῶντας καὶ Χριστός, ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος, πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρός τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου, ἀλλὰ τῶν ἀστέρων. οἶς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων [*](5) ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι. πυθοίμεθα δʼ ἂν αὐτῶν, τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἴνʼ οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι, ἕτεροι δὲ ἀγρίων ζώων κατάστασιν ἀνειληφότες, τῷ τὴν φορὰν τοῦ παντός τοιούτους αὐτούς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πἄν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν καὶ ἀνδροφονίαις καὶ πειρατείαις; καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπʼ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὔστινας οἱ τῶν γενναίων προϊστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος, τῷ θεῷ προσγράφουσι πάντων τῶν κακῶς καὶ ψεκτῶς πραττομένων τὰς αἰτίας;