Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

9. Ὅρα τοίνυν εἰ διά τινος παραδείγματος, ᾦ ὁ ἀπόστολος ἐν τῇ πρὸς βραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι [*](cf. Ro ix 18) πῶς μιᾷ ἐνεργείᾳ ὁ θεὸς ὂν μὲν ἐλεεῖ ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρʼ ἑαυτοῖς κακοῦ τὸ σκληρύνεσθαι, σκληρύνειν λεγόμενος τὸν [*](He vi 7 f.) σκληρυνόμενον. Γῆ, φησὶν, πιοῦσα τὸν ἐπʼ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις διʼ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν. οὐκοῦν μία ἐνέργεια ἡ κατὰ τὸν ὑετόν· μιᾶς δὲ ἐνεργείας οὔσης τῆς κατὰ τὸν ετὸν, ἡ μὲν γεωργηθεῖσα γῆ καρτοφορεῖ, ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἄν δόξαι εἶναι τὸ λέγειν τὸν ὕοντα· Ἐγὼ τοὺς καρποὺς ἐποίησα καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ· ἀλλʼ εἰ καὶ δύσφημον, ἀλλʼ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτʼ ἂν καρποὶ οὔτʼ ἄν ἄκανθαι γεγόνεισαν· τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρεύσαντος, ἀμφότερα γεγένηται. ἐκφέρουσα γοῦν ἀκάνθας καὶ τριβόλους ἡ πιοῦσα γῆ τὸν ἐπʼ αὐτῆς ἐρχόμενον πολλάκις ὑετόν ἀδόκιμος καὶ κατάρας ἐγγύς. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· [*](1 εὐγνωμονῆ AC; ἀγνώμων ἢ cat 2 δικαίως cat; om. C 4 ἴσταται cat 9 om. ῶ A om. ὁ C cat 14 ἑαυτοῦ cat 22 om. μὲν B 25 om. ἄν (sec.) C cat 26 ἐγεγόνεισαν C cat 27–29 om. ἐκφέρουσα-έγγύς cat 29 ὑετὸν πολλάκις A)

161
[*](ABC cat) τὸ δὲ ὑποκείμενον, ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν. οὕτω τοίνυν καὶ τὸ [*](118) γινόμενα ὑπὸ τοῦ θεοῦ τεράστια οἱονεὶ ὑετός ἐστιν· αἱ δὲ προαιρέσεις αἱ διάφοροι οἱονεὶ ἡ γεγεωργημένη γῆ ἐστὶ καὶ ἡ ἠμελημένη, μιᾷ τῇ φύσει ὡς γῆ τυγχάνουσα.

10. Ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε φωνὴν προϊέμενος ὅτι Ἐυὼ τήκω καὶ ξηραίνω, ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι, οὐκ ἂν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμένον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ ξηραινομένου δὲ τοῦ πηλοῦ· οὕτως ἡ μία ἐνέργεια ἡ διά Μωσέως γινομένη σκληρυμμὸν μὲν ἤλεγχε τὸυ τοῦ Φαραώ διὰ τὴν κακίαν αὐτοῦ, πειθὼ δὲ τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις. καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τήν καρδίαν Φαραὼ, λέγοντος· Ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε· τριῶν γὰρ ἡμερών [*](cf. Ex viii 28) πορεύσεσθε, καὶ τὰς γυναῖκας ὑμῶν καταλείπετε· καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρός τά τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὸ σημεῖα, οὐ μήν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν· Σκληρυνῶ τὴν καρδίαν Φαραώ· ὑπʼ αὐτοῦ ἐνηργεῖτο, τοῦ θεοῦ δηλονότι. οὐκ ἄτοπον δὲ καὶ ἀπὸ τῆς συνηθείας τὰ τοιαῦτα παραμυθήσασθαι· πολλάκις τῶν χρηστῶν δεσποτῶν φασκόντων τοῖς διὰ τὴν χρηστότητα καὶ μακροθυμίαν ἐπιτριβομένοις οἰκέταις τό· Ἐγώ σε πονηρὸν ἐποίησα, καὶ Ἐγώ σοι αἴτιος γέγονα τῶν τηλικούτων ἁμαρτημάτων. δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι [*](119) καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας φησὶ πρὸς τὸν ἁμαρτάνοντα· [*](Ro ii 4 f.) τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ [*](5 om. ἡ ABC 15 ἀποτενεῖται A cat 16 πορεύεσθε cat καταλείψετε cat 21 om. τοῦ θεοῦ δηλονότι cat 22 om. τῆς B 24 καὶ] + τὴν AC 30 om. καὶ τῆς ἀνοχῆς cat)

162
θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου [*](ABC(cat)) καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ. ἂ γὰρ λέγει πρὰς τὸν ἁμαρτάνοντα ὁ ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως νοηθείη ταύτα ἀπαγγελλόμενα αὐτῷ, κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ καρδίαν θησαυρίζοντος ἑαυτῷ ὀργήν· τῆς σκληρότητος οὐκ ἂν οὑτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει, ἦ ἐγεγόνει μὲν, μὴ τὰ τοσαῦτα δὲ καὶ τηλικαῦτα.

11. Ἀλλʼ ἐπεὶ δυσπειθεῖς αἱ τοιαῦται διηγήσεις καὶ βίαιοι εἶναι νομίζονται, ἴδωμεν καὶ ἀπὸ προφητικοῦ λόγου, τί φασιν οἱ πολλῆς χρηστότητος θεοῦ πεπειραμένοι, καὶ μὴ [*](Is lxii 17 f.) βιώσαντες καλῶς ἀλλά μετὰ ταῦτα ἁμαρτήσαντες. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὀδοῦ σοῦ; ἴνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; ἐπίστρεφον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρόν τι κληρονομήσωμεν τοῦ ὄροῦς τοῦ [*](Jer. xx 7) ἁγίου σου. καὶ ἐν τῷ Ἱερεμίᾳ· Ἠπάτησάς με, κύριε, καὶ [*](Is lxiii 17) ἠπατήθην, ἐκράτησας καὶ ἐδυνάσθης. τὸ γάρ· Ἵνα τί ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν, τοῦ μὴ φοβεῖσθαι τὸ ὄνομά σου; λεγόμενον ὑπὸ τῶν ἐλεηθῆναι παρακαλούντων, ἐν [*](120) ἤθει λεγόμενον τοιοῦτόν ἐστιν· Ἵνα τί ἐπὶ τοσοῦτον ἐφείσω ἡμῶν, οὐκ ἐπισκεπτόμενος ἡμᾶς ἐπὶ ταῖς ἁμαρτίαις, ἀλλὼ καταλιπὼν ἕως εἰς μέγεθος ἔλθῃ πταισμάτων τὰ ἡμέτερα; ἐγκαταλείπει δὲ μὴ κολαζομένους τοὺς πλείονας, ἴνα τε τὰ ἑκάστου ἤθη ἐκ τοῦ ἐφʼ ἡμῖν ἐξετασθῇ, καὶ φανεροὶ μὲν ἐκ τῆς γενομένης βασάνου οἱ κρείττους γένωνται, οἱ δὲ λοιποὶ [*](Sus 42) μὴ λαθόντες, οὐχὶ θεόν—πάντα γὰρ οἶδε πρὸ γενέσεως αὐτῶν—ἀλλά τὰ λογικὰ καὶ ἑαυτούς, ὕστερον τύχωσιν ὁδοῦ θεραπείας· οὐκ ἂν ἐγνωκότες τὴν εὐεργεσίαν, εἰ μὴ ἑαυτῶν [*](3 om. καὶ (sec.) A om. τοῦ A 5 om. νοηθείη ταῦτα ἀπαγγ. 6 αὐτῶ cat 7 θησαυρίζοντα cat 9 σημεῖα ἐγεγόνει] hic ex- plicit cat om. τὰ (sec.) C 30 ὁδῶ AB)

163
[*](ABC) κατεγνώκεισαν· ὅπερ συμφέρει ἑκάστῳ, ἵνα αἴσθηται τῆς ἰδιότητος τῆς ἑαυτοῦ καὶ τῆς χάριτος τῆς τοῦ θεοῦ. ὁ δὲ μή αἰσθανόμενος τῆς ἰδίας ἀσθενείας καὶ τῆς θείας χάριτος, κἂν εὐεργετῆται μὴ ἑαυτοῦ πεπειραμένος μηδὲ ἑαυτοῦ κατεγνωκὼς, οἰήσεται ἴδιον εἶναι ἀνδραγάθημα τὸ ἀπὸ τῆς οὐρανίου χάριτος αὐτῷ ἐπιχορηγηθέν. τοῦτο δὲ οἴημα, ἐμποιῆσαν καὶ φυσίωσιν, αἴτιον ἔσται καταπτώσεως· ὅπερ νομίζομεν καὶ περὶ τόν διάβολον γεγονέναι, ἑαυτῷ χαρισάμενον ἃ εἶχε προτερήματα ὅτε ἄμωμος ἦν. Πᾶς γὰρ ὁ [*](cf. Lc xiv 11) ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὡς πᾶς ὁ ταπεινῶν ἑαυτόν ὑψωθήσεται. κατανόει δὲ ὅτι διὰ τοῦτο ἀποκέκρυπται ἀπὸ [*](cf. Mt xi 25; 1 Co i 29) σοφῶν καὶ συνετῶν τὰ θεῖα, ἵνα, ὥς φησιν ὁ ἀπόστολος, μὴ καυχήσηται πἅσα σὰρξ ἐνώπιον τοῦ θεοῦ· καὶ ἀποκεκάλυπται [*](121) νηπίοις, τοῖς μετά τὴν νηπιότητα ἐπὶ τὰ κρείττονα ἐληλυθόσι καὶ μεμνημένοις ὅτι οὐ παρὰ τὴν ἑαυτῶν αἰτίαν τοσοῦτον ὅσον παρά τὴν ἄρρητον εὐεργεσίαν ἐπὶ πλεῖστον ὅσον μακαριότητος ἐληλύθασιν.