Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

12. Οὐκοὺν ἐγκαταλείπεται θείᾳ κρίσει ὁ ἐγκαταλειπόμινος, καὶ μακροθυμεῖ ἐπί τινας τῶν ἁμαρτανόντων ὁ θεὸς οὐκ ἀλόγως, ἀλλʼ ὡς αὐτοῖς συνοίσοντος ὡς πρός τὴν ἀθανασίαν τῆς ψυχῆς καὶ τὸν ἄπειρον αἰῶνα τοῦ μὴ ταχὺ συνεργηθῆναι εἰς σωτηρίαν, ἀλλά βράδιον ἐπὶ ταύτην ἀχθῆναι μετὰ τὸ πειραθῆναι πολλῶν κακῶν. ὥσπερ γάρ τινα καὶ ἰατροὶ δυνάμενοι τάχιον ἰσασθαι, ὅταν ἐγκεκρυμμένον ἰὸν ὑπονοῶσιν ὑπάρχειν περὶ τὰ σώματα, τὸ ἐναντίον τῷ ἰάσασθαι ἐργάζονται, διά τὸ ἰᾶθαι βούλεσθαι ἀσφαλέστερου τοῦτο ποιοῦντες· ἡγούμενοι κρεῖττον εἶναι πολλῷ χρόνῳ παρακατασχεῖν τινὰ ἐν τῷ φλεγμαίνειν καὶ κάμνειν ὑπὲρ τοῦ βεβαιότερον αὐτὸν τὴν ὑγείαν ἀπολαβεῖν, ἤπερ τάχιον μὲν ῥῶσαι δοκεῖν ὕστερον δὲ ἀναδῦναι καὶ πρόσκαιρον γενέσθαι τὴν ταχυτέραν ἵασιν· τὸν αὐτὸν τρόπον καὶ ὁ θεὸς, γινώσκων τὰ κρύφια τῆς καρδίας καὶ προγινώσκων τὰ [*]( συμβαίνει C. 24 καὶ] οἱ A)

164
μέλλοντα, διὰ τῆς μακροθυμίας ἐπιτρέπει τάχα καὶ διὰ τῶν [*](ABC) ἔξωθεν συμβαινόντων ἐφελκόμενος τὸ ἐν κρυπτῷ κακόν, ὑπὲρ τοῦ καθᾶραι τὸν διʼ ἀμέλειαν τὰ σπέρματα τῆς ἁμαρτίας κεχυρηκότα, ἵνα εἰς ἐπιπολὴν ἐλθόντα αὐτά τις ἐμέσας, [*](122) εἰ καὶ ἐπὶ πλεῖον ἐν κακοῖς γεγένηται, ὕστερον δυνηθῇ καθαρσίου τυχών τοὺ μετά τὴν κακίαν ἀναστοιχειωθῆναι. θεὸς γὰρ οἰκονομεῖ τὰς ψυχὰς οὐχ ὡς πρὸς τὴν φέρʼ εἰπεῖν πεντηκονταετίαν τῆς ἐνθάδε ζωῆς, ἀλλʼ ὡς πρὸς τόν ἀπέραντον αἰῶνα· ἄφθαρτον γὰρ φύσιν πεποίηκε τὴν νοερὰν καὶ αὐτῷ συγγενῆ, καὶ οὐκ ἀποκλείεται ὡσπερ ἐπὶ τῆς ἐνταῦθα ζωῆς ἡ λογικὴ ψυχὴ τῆς θεραπείας.

13. Φέρε δὲ καὶ τοιαύτῃ εἰκόνι ἀπὸ τοῦ εὐαγγελίου [*](Mt xiii 5 f.) χρησώμεθα. ἔστι τις πέτρα ὀλίγην ἔχουσα καὶ ἐπιπόλαιον γῆν, εἰς ἣν ἄν πέσῃ τὰ σπέρματα ταχὺ ἀνθεῖ, ἀλλʼ ἀνθήσαντα, ἐπεὶ ῥίζαν οὐκ ἔχει, ἡλίου ἀνατείλαντος καυματίζεται καὶ ξηραίνεται. καὶ αὔτή ἡ πέτρα ἀνθρωπίνη ἐστὶ ψυχὴ, διὰ τὴν ἀμέλειαν σκληρυνθεῖσα καὶ διὰ τὴν κακίαν ἀπολιθωθεῖσα· λιθίνη γὰρ οὐδενὶ ἔκτισται ὑπό θεοῦ καρδία, ἀλλʼ ἀπὸ τῆς πονηρίας τοιαύτη γίνεται. ὡσπερ οὖν, εἰ ἐγκαλοῖ τις τῷ γεωργῷ μὴ τάχιον τὰ σπέρματα ἐπὶ τὴν πετρώδη γῆν βαλόντι, ὁρῶν ἄλλην τινὰ πετρώδη γῆν λαβοῦσαν τὰ σπέρματα καὶ ἀνθοῦσαν, ἀποκρίναιτο ἄν ὁ γςωηργὸς ὅτι Βράδιον σπερῶ τὴν γῆν ταύτην ἐπιβαλών τὰ δυνάμενα παρακατασχεῖν τὰ σπαρησόμενα, κρείττονος ἐσομένου τῇδε τῇ γῇ τοῦ βραδυτέρου καὶ ἀσφαλεστέρου παρὰ τήν τάχιον εἰληφυῖαν καὶ ἐπιπολαιοτέρως· πεισθείημεν ἂν ὡς εὐλόγως λέγοντι τῷ γεωργῷ καὶ ὡς ἐπιστημόνως πεποιηκότι· οὕτῳ καὶ ὁ μέγας πάσης φύσεως γεωργὸς ὑπερτίθεται τὴν νομισθεῖσαν ἂν τάχιον εὐποιίαν, ἵνα [*](123) μὴ ἐπιπόλαιος γέηται. ἀλλʼ εἰκός τινα ἡμῖν πρὸς ταῦτα ἀνθυπενεγκεῖν· Διὰ τί δέ τι τῶν σπερμάτων πίπτει ἐπὶ τήν ἐξ ἐπιπολῆς ἔχουσαν τὴν γῆν οἱονεὶ πέτραν οὖσαν ψυχήν ; [*](13 καὶ ἐπιπόλεον ἔχουσα B 18 ὑπὸ] ἀπὸ A B 28 om. καὶ B)

165
[*](ABC) λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι βέλτιον τῇδέ τινι προπετέστερον βεβουλημένῃ τὰ κρείττονα, καὶ οὐχὶ ὀδῷ ἐπʼ αὐτὰ ὁδευσάσῃ, τυχεῖν οὗ βεβούληται· ἴνα ἑαυτῆς ἐπὶ τούτῳ καταγνοῦσα τὴν κατὰ φύσιν γεωργίαν μακροθυμήσῃ ὕστερον πολλῷ χρόνῳ λαβεῖν. ἄπειροι γὰρ ἡμῖν, ὡς ἄν εἴποι τις, αἱ ψυχαὶ καὶ ἄπειρα τὰ τούτων ἤθη καὶ πλεῖστα ὅσα τὰ κινήματα καὶ αἱ προθέσεις καὶ αἱ ἐπιβολαὶ καὶ αἱ ὁρμαί· ὧν εἶς μόνος οἰκονόμος ἄριστος καὶ τοὺς καιροὺς ἐπιστάμενος καὶ τὰ ἁρμόζοντα βοηθήματα καὶ τὰς ἀγωγάς καὶ τὰς ὁδοὺς, ὁ τῶν ὅλων θεὸς καὶ πατὴρ, ὁ εἰδώς πῶς καὶ τὸν Φαραὼ ἄγει διὰ τοσῶνδε καὶ καταποντισμοῦ, εἰς ὃν οὐ καταλήγει οἰκονομία τοῦ Φαραώ. οὐ γὰρ ἐπεὶ κατεποντώθη ἀνελύθη· Ἐυ γὰρ χειρὶ θεοῦ καὶ ἡμεῖς καὶ οἱ [*](Wisd vii 16) λόγοι μῶν, πᾶσά τε φρόνησις καὶ ἐργατιῶν ἐπιστήμη. καὶ ταῦτα μὲν μετρίως εἰς ἀπολογίαν περὶ τοῦ ἐσκληρύνθαι [*](cf. Ex vii 14) τὴν καρδίαν Φαραὼ, καὶ περὶ τοῦ· Ὃν θέλει ἐλεεῖ, ὃν δὲ [*](Ro ix 18) θέλει σκληρύνει.

14. Ἴδωμεν δὲ καὶ τὸ ἐκ τοῦ Ἰεζεκιὴλ λέγοντος· Ἐξελῶ τὰς λιθίνας καρδίας ἀπʼ αὐτῶν καὶ ἐμβαλῶ σαρκίνας, ὅπως ἐν τοῖς δικαιώμασί μου πορεύωνται καὶ τὰ προστάγματά μου φυλάσσωσιν. εἰ γὰρ ὅτε βούλεται ὁ θεὸς ἐξαίρει τάς λιθίνας καρδίας καὶ ἐντίθησι σαρκίνας, ὥστε τὰ προστάγματα αὐτοῦ φυλάττεσθαι καὶ τηρεῖσθαι [*](124) τὰς ἐντολὰς, οὐκ ἔστι τὴν κακίαν ἀποθέσθαι ἐφʼ ἡμῖν. τὸ γὰρ ἐξαιρεθῆναι τὰς λιθίνας καρδίας οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν κακίαν, καθʼ ἣν σκληρύνεταί τις, περιαιρεθῆναι ἀφʼ οὗ ὁ θεὰς βούλεται· καὶ τὸ ἐγγενέσθαι καρδίαν σαρκίνην, ἵνα ἐν τοῖς προστάγμασί τις πορεύηται τοῦ θεοῦ καὶ φυλάσσῃ αὐτοῦ τὰς ἐντολάς, τί ἄλλο ἐστὶν ἣ εἰκτικὸν γενέσθαι καὶ μὴ ἀντίτυπον πρὸς τὴν ἀλήθειαν καὶ πρακτικὸν τῶν ἀρετῶν; εἰ δὲ ταῦτα ἐπαγγέλλεται ὀ θεός ποιεῖν, καὶ [*](1 τινι] τῆ γῆ C 11 τοσῶνδε] τούτων δὲ A; τόσων B 14 ἐργατειῶν C; ἐργασιῶν A 20 πορεύσωνται C)

166
πρὶν ἀφελεῖν αὐτὸν τὰς λιθίνας καρδίας οὐκ ἀποτιθέμεθα [*](ABC) αὐτὰς, δῆλον ὅτι οὐκ ἐφʼ ἡμῖν ἐστὶν ἀποθέσθαι τὴν κακίαν· καὶ εἰ οὐχ ἡμεῖς τι πράττομεν ἵνα ἐγγένηται ἡμῖν ἡ σαρκίνη καρδία, ἀλλά θεοῦ ἐστὶν ἔργον, οὐχ ἡέτερον ἔργον ἔσται τὸ κατʼ ἀρετὴν βιοῦν, ἀλλὰ πάντη θεία χάρις. ταῦτα μὲν ἐρεῖ ὁ ἀπὸ τῶν φιλῶν ῥητῶν τό ἐφʼ ἡμῖν ἀναιρῶν. ἡμεῖς δὲ ἀποκρινούμεθα τούτων οὓτως ἀκούειν δεῖν λέγοντες ὅτι, ὥσπερ ὁ ἐν ἀμαθία καὶ ἀπαιδευσίᾳ τυγχάνων, αἰσθανόμενος τῶν ἰδίων κακῶν ἤτοι ἐκ προτροπῆς τοῦ διδάσκοντος ἢ ἄλλως ἐξ ἑαυτοῦ, ἐπιδίδωσιν ἑαυτὸν ᾦ νομίζει δύνασθαι αὐτὸν χτιραγςγήσειν ἐπἱ παίδευσιν καὶ ἀρετήν, ἐπιδιδόντος δὲ τούτου ὁ παιδεύων ἐπαγγέλλεται ἐξελεῖν τὴν ἀπαιδευσίαν καὶ ἐνθήσειν παιδείαν, οὐχ ὡς οὐδενός ὄντος εἰς τὸ παιδευθῆναι καὶ φυγεῖν τὴν ἀπαιδευσίαν ἐπὶ τῷ ἑαυτὸν προσαγηοχότι θεραπευθησόμενον, ἀλλʼ ὡς ἐπαγγελλόμενος βελτιώσειν τὸν βουλόμενον· οὔτως ὁ θεῖος λόγος ἐπαγγέλλεται τῶν προσιόντων τὴν κακίαν ἐξαιρεῖν, ἣν ὠνόμασε λιθίνην καρδίαν, οὐχὶ ἐκείνων οὐ βουλομένων ἀλλʼ ἑαυτοὺς τῷ ἰατρῷ τῶν καμνόντων παρςσχηκότων· ὤσπερ ἐν τοῖς εὐαγγελίοις εὑρίσκονται οἱ κάμνοντες προσρχόμενοι [*](125) τῷ σωτῆρι καὶ ἀξιοῦντες ἰάσεως τυχεῖν καὶ θεραπευόμενοι. καὶ ἔστι φέρʼ εἰπεῖν τὸ τοὺς τυφλοὺς ἀναβλέφαι ἔργον, κατά μὲν τὸ ἠξιωκέναι πιστεύσαντας δύνασθαι θεραπεύεσθαι, τῶν πεπονθότων, κατὰ δὲ τὴν ἀποκατάστασιν τῆς ὁράσεως, τοῦ σωτῆρος ἡμῶν. οὓτως οὖν ἐπαγγέλλεται ὁ λόγος τοῦ θεοῦ ἐμποιήσειν ἐπιστήμην τοῖς προσιοῦσιν, ἐξελὼν τὴν λιθίνην καὶ σκληρὰν καρδίαν, ὅπερ ἐστὶ τὴν κακίαν, ὑπὲρ τοῦ τινα πορεύεσθαι ταῖς θείαις ἐντολαῖς καὶ φυλάσσειν τὰ θεῖα προστάγματα.