In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Καὶ ἀνάγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. τοῦτο τὸ ῥητὸν πρώην καὶ ἐν τῷ ψαλμῷ ἐνέπεσεν, καὶ ἐλέγομεν, πῶς ὁ θεὸς »ἀνήγαγεν νεφέλας νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. ἅπερ χρεία ἐστὶν ἐπαναλαβεῖν, τοῖς μὲν εἰδόσιν εἰς ἐπιτράνωσιν καὶ ὑπόμνησιν τῶν εἰρημένων, τοῖς δὲ ἐπιλαθομένοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. ἐλέγομεν δὲ τοὺς ἀγίους εἶναι νεφέλας. τὸ γὰρ »ἡ ἀλήθειά σου τῶν νεφελῶν« οὐ δύναται ἀναφέρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας· ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύσωσιν· ὡς οὐσῶν γὰρ νεφελῶν, αἶς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ αὐτὸν ὑετόν«. ἐπὶ μὲν οὖν τούτων τῶν νεφελῶν, ἐὰν μὴ ὑετὸς οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα ἢ τὴν χώραν ὑετόν, ἀλλ' ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται. ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ [*](1 Vgl. Matth. 5, 3 usw. — 2 ff. Vgl. I Kor. 15, 49. Vgl. de or. 26, 6 (Orig. II, 362, 28 ff.): ὁ μὲν γὰρ ἁμαρτάνων .... ἐστὶ »ἐστὶ »γῆ«, εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, νοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν »τὸ θέλημα« τοῦ θεοῦ .... οὐρανός ἐστιν, Fragm. 97 in C. — 7 ff. Vgl. Matth. 6, 19. 20. — 10 Vgl. 1 Kor. 15, 49. — 11 Vgl. auch Psal. 134, 7. — 11ff. Vgl. Sei. in Psal. 134, 7 (Lo 13, 133): Νεφέλη ἐστὶ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγοις πεπιστευμένη κτλ. — 17 Psal. 35, 6. — 19 Vgl. Jes. 5, 6. — 22 ff. Jes. 5, 6. — 26 ff. Vgl. I ön. 18.) [*](2 ἢ Co aict Η ἡ S | 8 ἐπι Scorr. ἐπειS* | 15/16 εἰς — νοουμένου] textnm sermonis agnoscant, quem timc, prout voliiinms, exposuimus H | 17 ἐλέγομεν nach H: diximus | 17–20 Hierzu Fragm. 25 in C: Ἀνάγει—θεοῦ | 18 ἀψύχους ἀψύχως S* w. e. seh. | 20 ἐκπέμπουσιν S | 23 τῶν] + qnue ex denso acre dicuntur constarc H, wohl nur ückung | 26 τρίτῃ Co Ι ὅπου] ὅτε Blass Koetschau quando Η ὁ τὸν S.)

59
Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης »ὡς ἴχνος ἀνδρὸς« καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν. ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν«. οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν. Μωσῆς νεφέλη ἦν καὶ ὡς νεφέλη ἔλεγεν· »πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα στόματός μου. προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. εἰ μὴ ἡν νεφέλη, οὐδέποτ' ἂν εἶπε. ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου«. ὡς νεφέλη λέγει· »ὡσεὶ ὅμβρος ἐπ' ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου έξλακεσα«. οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει· »ἄκουε, οὐρανέ, καὶ ἐνωτίξου, γῆ, ὅτι κύριος ἐλάλησεν«. καὶ ἐπειδήπερ καὶ αὐτὸς ἡν νεφέλη, νεφέλη, ὄλεγεν νεφέλας τοὺς συμπροφητεύοντας αὐτῷ, φησὶν προφητεύων· »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν«.

Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς ἀνάγων ἐστὶν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. πῶς ἀπ’ »ἐσχάτου τῆς γῆς«; φησὶν ὁ σωτήρ. »ὁ θέλων έν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος«. ἐτήρησεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἡν ἔσχατος έν τούτῳ τῷ κκόσμῳ. διό φησιν· »δοκῶ γάρ, ὁ θεὸς θεὸς τοὺς ἀποστό- λους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις«. εἴ τις οὖν οὖν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὑτος γίνεται νεφέλη. καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· »μακάριοι« γὰρ »οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ«. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ »δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν( κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας 241r | ἀπ' »ἐσχάτου τῆς γῆς« ἀναγάγῃ με.

[*](1 Vgl. Ι Kön 18, 44. — 4 Jes. 5, 6. — ff. Deut. 32, 1-3. Vgl. in Lev. IG, 2 (Lo 9, 430f.). — 12 Jes. 1, 2. - 14 Jes. 5, 6. — 18 Mark. 9, 35. — 19ff. Vgl. Hier. Comm. 913. — 20 I Kor. 4, 9. — 26 Luk. 6, 20. — 30 I Kor. 4, 9.)[*](3 ὅταν ἀναξία Co cum iiidigna H | 4 τυγχάνῃ .... ἐντελοῦμαι Co τυγχάν [sic] .... ἐντελλοῦμαι S | 8/9 εἰ—μου nach Η: Si non fuisset nuhes, numquam dixisset: Exspedentur ut plunia verha mea | 13 ἔλεγεν δὲ] et sciebat H | 22 ἐστι] + sanctus Η (vgl. Ζ. 5) | 27 τοῦ θεοῦ] eoelorum H | 32 ἀπόστολος ] sim apostolus Η ἀπο- στόλους ὡ S.)
60

»Καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν«. λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλή- λαις προστριβομένων. ὅπερ γὰρ συμβαίνει περὶ τοὺς πυροβόλους λί- θους ἐπὶ γῆς, ἕνα δύο λίθων προσκρουσάντων πῦρ γενγθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν. προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή. διὸ ὡς ἐπίπαν ἡ άστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἡχον τοῦ συγ- κρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς.

εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν. ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή.

»Ἀστραπὰς« οὐν ὁ θεὸς »εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ανέμους ἐκ θησαυρῶν αὐτοῦ«. ἀρα οὑν οὑτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, »πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «, »πνεῦμα φόβου θεοῦ«, »πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ«. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· »ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«.

»Ἀνήγαγεν« οὐν »νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ άστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ«. καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυροὺς τούτους ἐλπίζομεν καταντή- [*](1ff. Vgl. Anecdota Maredsolana ed. G. Morin III, 2, 143, 4 ff. — 21ff. Vgl. Jes. 11, 2. 3. — 22 Vgl. II Tim. 1, 7. — 25 Kol. 2, 3. Vgl. Hier. Comm. 914. — 29 | Kor. 12, 8. 9.) [*](1–8 Hierzu Fragm. 26 in C: Δέγουσιν— ἀστραπῆς Ι 3/4 ἐπὶ λίθων C | 13/14 οὕτως — συνάγαγε] Poles et fu ipse ... inrenire H | 18 ἆρα οὖν nach Η: Ergone ὅρα οὖν S | θησαυροῖς] + Dei H | 19 ἢ Co et H ἠ S | 20-31 Hierzu Fragm. 27 in C: Κατὰ — ἑξῆς | 24/25 τὰ -- ἔστίν et istorum spirituum inrenire thcsauros H.)

61
σεσθαι. καὶ ἐπεὶ εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. ὅ δὲ λέγω τοιοῦτόν ἐστιν. ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται· φησὶ γὰρ ὁ ἀπόστολος »ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάματι«. καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾦ κατοικοῦσιν. διὸ παρὰ τῷ Παύλῳ λέλεκται· »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«. καὶ ὥσπερ κτῶμαι τὸν »ἕνα πολύτι- μον μαργαρίτην(( διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· »ἐξήγαγεν« γὰρ »ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ».

»Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως((. εἰ πᾶς ἄνθρωπος ἐμωράνθη ἀπὸ γνώσεως, καὶ Παῦλός ἐστιν ἄνθρωπος, Παῦλος ἐμωράνθη ἀπὸ γνώσεως >ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους ἐμωράνθη ἀπὸ γνώσεως >δἰ ἐσόπτρου βλέπων< ἐν πολλοστημόριον καί, εἰ ἔστιν εἰπεῖν, ἀπειροστημόριον βλέπων καὶ καταλαμβάνων τῶν πραγμάτων. ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. ἔστιν ἁμαρτήματα τῆς Ιερουσαλήμ, ἁμαρτήματα καὶ Σοδόμων, ἀλλὰ συφκρίσει τῶν χειρόνων ἁμαρτημάτων τῆς Ἱερουσαλὴμ δικαιοσύνη ἐστὶν τὰ Σοδόμων ἁμαρτή- ματα· »ἐδικαιώθη« γάρ φησι »Σόδομα ἐκ σοῦ«. ὥσπερ οὐν οὐχὶ δικαιοσύνη τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀλλὰ ὡς πρὸς τὴν πλείονα δὲ ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ τοῦ γνῶσις, ἡ Παύλῳ γνῶσις, ὡς πρὸς τὴν γνῶσιν ἐκείνην τὴν οὖσαν έν τοῖς οὐρα- νοῖς, ὡς πρὸς τὴν τελείαν γνῶσιν μωρία ἐστίν. διὰ τοῦτο »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. τοιοῦτόν τι οἶμαι καταλαμβάνων ὁ Ἐκκλησιαστὴς ἔλεγεν. »εἶπα. σοφισθήσομαι. καὶ αὐτὴ ἐμακρύνθη ἀπ ἐμοῦ μακρὰν ὑπὲρ ὅ ἠν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό«;

Μέλλει τι ἐπιτολμᾶν ὁ λόγος καὶ λέγειν, ὅτι τὸ ἐπιδημῆσαν τῷ βίῳ ἐκώνωσεν ἑαυτό, ἵνα τῷ κενώματι αὐτοῦ πληρωθῇ ὁ κός- [*](4 Ι Kor. 15, 23. — 9 Κοί. 2, 3. — 10 Vgl. Matth. 13, 46. — 12 Vgl. Apok. 17, 14 19, 16. — 17ff. Vgl. I Kor. 13, 9. — 24 Vgl. Ezech. 16, 51. 52. Vgl. in Matth. Comm. 76 (Lo 4, 391): Et quod dicit Ezechiel ad Jerusalem: »justificata est magis Sodoma ex «. Const. Apost. II, 60. Ropes Tu XIV, 2, 42 f. - 30 Pred. Sal. 7, 24. 25. — 33 Vgl. Phil. 2, 7.) [*](1 ἐπεὶ] nach H: quia Ι 5 συμφύρεται Ru miscentur Η συμφέρεται S | 9 καὶ] <H | 11 πολλῶν] + alias H | 26 δὲ Co sed H | γνῶσις] < Η, Recht | 33 ἑαυτὸ] ἐαυτὸν S.)

62
μος. εἰ δὲ ἐκένωσεν ἑαυτὸ ἐκεῖνο τὸ ἐπιδημῆσαν τῷ βίῳ, ἐκεῖνο τὸ κένωμα σοφία ἠν. »ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. εἰ ἐγὼ εἰρήκειν· »τὸ μωρὸν τοῦ θεοῦ«, πῶς ἂν οἱ φιλαίτιοι ἐνεκάλεσάν μοι; πῶς ἂν ἐμέμψαντό μοι; πῶς ἂν μὲν εἰρημένων τῶν νομιξομένων καὶ αὐτοῖς καλῶν, τούτου δὲ ὡς οἴονται οὐ Ι καλῶς εἰρημένου κατηγορήθην, διότι εἶπον »τὸ μωρὸν τοῦ θεοῦ«; νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γὴν σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν ἐπιδημήασαν τῷ κόσμῳ εἰναι »τὸ μωρὸν τοῦ θεοῦ«. ὡς γὰρ πρὸς ἐκείνην τὴν σοφίαν, ἣν οὐ χωρεῖ ἐπὶ γῆς τόπος, ὡς πρὸς ἐκείνην τὴν σοφίαν τὴν ὑπερουράνιον, τὴν ὑπερκόσμιον, τοῦτο τὸ ἐπιδημῆσαν μωρὸν τοῦ θεοῦ. ἀλλὰ τοῦτο »τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. ποίων ἀνθρώπων; οὐ τῶν μωρῶν λέγω, ἀλλὰ σοφώτερόν ἐστι καὶ τῶν σοφῶν ἀνθρώπων. κἂν τοὺς σοφοὺς εἴπῃς τοῦ αἰῶνος τούτου εἴτε ἄρχοντας εἴτε προφήτας, τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου »τὸ μωρὸν τοῦ θεοῦ«, ὅ διηγησάμην, »σοφώτερον τῶν ἀνθρώπων ἐστίν«.

Παράδοξόν τι μέλλει λέγειν ὁ λόγος, ὅτι »ἡ σοφία τοῦ κόσμοι μωρία παρὰ τῷ θεῷ ἐστιν«, καὶ »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου«. ἀρα ἐν σοφίᾳ ἐφώρανει. τὴν σοφίαν τοῦ κόσμου; καὶ δύναται χωρῆσαι τὴν σοφίαν, ἱν ἐλεγχθῇ μωρὰ εἶναι, ἡ τοῦ κόσμου σοφία; ἀγωνίζεται γὰρ ἡ σοφία τοῦ θεοῦ πρὸς τὴν σοφίαν τοῦ κόσμου, ἵνα ἐλεγχθῇ πρὸς αὐτήν; ἀλλ' ὀλίγου τινὸς χρεία ἐστὶν ὅπερ ὀλίγον μωρὸν τοῦ θεοῦ έστιν, ἵνα τούτῳ τῷ βραχεῖ μωρῷ τοῦ θεοῦ μωρανθῇ ἡ σοφία τοῦ κόσμου καὶ ἐλεγχθη οὐ γὰρ ἔφερεν ἡ σοφία τοῦ κόσμου τούτου τὴν σοφίαν τοῦ θεοῦ. οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι »τὸ μωρὸν τοῦ θεοῦ« »ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου«, δεδόσθω με ἀγωνίξεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιξόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε. ἆρα χρείαν ἔχω διαλεκτικῆς | πρὸς ἐκεῖνον ἢ θεωρημάτων βαθυτέρων, ἐὰν ᾖ μωρὰ αὐτοῦ τά νοή- ματα; οὐχ ἑνός μοι λεξιδίου χρεία ἐστὶν ὀλίγῳ δριμυτέρου παρὰ τὴν [*](2f. Ι Kor. 1, 25. — 6 Vgl. Ι Kor. 1, 25. — 7 Vgl. Ι Kor. 3, 10? — Vgl. Ι Kor. 9 — 5? — 13. 17 Ι Kor. 1, 25. — 16 Vgl. Ι Kor. 2, S. — 19 Vgl. Ι Kor. 3, 19. Vgl. Hier. Comm. 914. — 20f. Vgl. I Kor. 1, 20. — 24f. 28 Vgl. I Kor. 1, 25. — 28 Vgl. I Kor. 1, 20.) [*](1 ἑαυτὸ nach H: se Ι 9 ἀποστόλοις, πᾶσαν] cactcris apostolis H, vielleicht richtig | 11 οὐ nach H: non o=yn S | 17/18 τῶν ἀνθρώπων] honunibiis Η, zu streichen? | 22 δύναται potestYL δύνασαι S | σοφίαν] + Dci H | 24 ὁσπερ S* ὁπερ S1 | 32 ἐàν — νοήματα] < H | 33 ὀλίγῳ] ὀλίγου S.)

63
ἐκείνου λέξιν,, ἵνα ἐλέγξαι δυνηθῶ τὴν ἐκείνου μωρίαν; οὕτως ἕνα μωρανθῇ ἡ σοφία τοῦ κόσμου τούτου, οὐ χρεία τῆς σοφίας τοῦ θεοῦ ἀγωνιζομένης πρὸς αὐτήν αὐτὴ γὰρ κάτω ἐστίν), ἀλλὰ ἀρκεῖ τὸ μωρὸν τοῦ θεοῦ, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν((. καὶ πάντα τὰ ἐναντία ὁ σωτήρ μου καὶ κύριος ἀνείληφεν, ἵνα τοῖς ἐναντίοις λύσῃ τὰ ἐναντία, καὶ ὴμεῖς ἰσχυροποιηθῶμεν ἀπὸ τῆς ἀσθενείας Ἰησοῦ καὶ σοφισθῶμεν ἀπὸ τοῦ μωροῦ τοῦ θεοῦ καὶ εἰσαχθέντες ἐν τούτοις δυνηθῶμεν ἀναβῆναι ἐπὶ τὴν σοφίαν, ἐπὶ τὴν ἰσχὺν τοῦ θεοῦ, Χριστὸν Ἰησοῦν, ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Άμήν.

Κατὰ μὲν τὴν ἱστορουμένην παρουσίαν τοῦ κυρίου ἡμῶν Ίησοῦ Χριστοῦ γέγονεν αὐτοῦ ἡ ἐπιδημία σωματικῶς καθολική τις καὶ ἐπι- λάμψασα ὅλῳ τῷ κόσμῳ, ὅτε »ὁ λόγος σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«. »ἦν« γὰρ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίξει πάντα ἄν- θρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἡν, καὶ ὁ κόσμος δἰ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἠλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον«. χρὴ μέντοιγε εἰδέναι ὅτι καὶ πρό- τερον ἐπεδήμει, εἰ καὶ μὴ σωματικῶς, ἐν ἑκάστῳ τῶν ἁγίων, καὶ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ ταύτην τὴν βλεπομένην πάλιν ἡμῖν ἐπιδημεῖ. καὶ εἰ βούλει τούτων ἀπόδειξιν λαβεῖν, πρόσεχε τῷ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀκούσατε« καὶ τὰ [*](4 | Kor. 1, 25. — 19 Job. 1, 14. — 20 Job. 1, 9–11. — 24 Vgl. Kol. 2, 9.) [*](3 αὐτήν nach Η: (cum) ea αὐτόν S | αὐτὴ] αὐτη S quae Η αὕτη Co | 11 αἰ- ῶνας] + saeculorum H | Ἀμήν] + ὁμιλία ή S | 13 λέγων Co LXX dicens Η ἀπὸ τῶν S | 16 Homilia VIH | 20 —23 ἦν — παρέλαβον] H | 27 ἀκούσατε] Audi Η.)

64
ἑξῆς. τίς γὰρ ἐστιν »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου« εἴτε πρὸς Ιερεμίαν εἴτε πρὸς Ἡσαΐαν εἴτε πρὸς Ἰεξεκιὴλ εἴτε πρὸς ὁνδήποτε ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεόν; ἐγὼ οὐκ οἶδα ἄλλον λόγον κυρίου ἢ τοῦ- τον, περὶ οὗ εἴρηκεν ὁ εὐαγγελιστὴς τὸ »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἠν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.

Καὶ ταῦτα δὲ ἡμᾶς εἰδέναι χρή, ὅτι οὓς μάλιστα ἔστιν ὄνασθαι, πρὸς ἔκαστον ἐπιδημία ἐστὶν τοῦ λόγου. τί γάρ μοι ὄφελος, εἰ ἐπιδεδήμηκεν ὁ λόγος τῷ κόσμῳ, ἐγὼ δὲ αὐτὸν οὐκ ἔχω; ἐκ δὲ τοῦ ἐν- αντίου, εἰ καὶ μηδέπω ὅλῳ τῷ κόσμῳ ἐπιδεδήμηκεν, δὸς δέ με γεγονέναι κατὰ τοὺς προφήτας, ἐγὼ ἔχω τὸν λόγον. καὶ εἴποιμι ἂν ὅτι ὁ Χρι- στὸς γέγονε πρὸς Μωσέα, πρὸς Ὶερεμίαν, πρὸς Ὴσαΐαν, πρὸς ἕκαστον τῶν δικαίων, καὶ τὸ εἰρημένον ὑπ' αὐτοῦ πρὸς τοὺς μαθητάς. »ίδού, ἐγώ εἰμι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος« ἔργῳ ἐσᾠξετο καὶ ἐγίνετο καὶ πρὸ τῆς ἐπιδημίας αὐτοῦ· ἡν γὰρ μετὰ Μωσέως καὶ ἦν μετὰ Ἡσαΐου καὶ μετὰ ἑκάστου τῶν ἁγίων. πῶς δύνανται ἐκεῖνοιξ λόγον θεοῦ λελαληκέναι τοῦ λόγου τοῦ θεοῦ μὴ ἐπιδημήσαντος αὐτοῖς; ταῦτα δὲ μάλιστα καθ' ἡμᾶς τοὺς ἐκκλησια- στικοὺς ἀναγκαῖόν ἐστιν γινώσκεσθαι, οἵτινες θέλομεν τὸν αὐτὸν εἶναι θεὸν νόμου καὶ εὐαγγελίου, τὸν αὐτὸν Χριστὸν καὶ τότε καὶ νῦν > εἰς πάντας τοὺς αἰῶνας. ἔσονται δὲ οἱ διακόπτοντες τὴν θεό- τητα τὴν πρεσβυτέραν τῆς ἐπιδημίας τοῦ σωτῆρος, ὅσον ἐπὶ τῇ ἑαυτῶν ὑπολήψει, ἀπὸ τῆς θεότητος τῆς ἐπαγγελλομένης ὑπὸ Ἰησοῦ Χριστοῦ. ἡμεῖς δὲ ἕνα οἴδαμεν θεὸν καὶ τότε καὶ νῦν, ἔνα Χριστὸν καὶ τότε καὶ νῦν. ταῦτα διὰ τὸ ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων«.

Τί οὖν καὶ ἡμεῖς ἀκούσωμεν; »ἀκούσατε τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλήσατε πρὸς ἄνδρας Ἰούδα καὶ πρὸς τοὺς κατοι- κοῦντας ἱερουσαλήμ«. ἄνδρες Ἰούδα ἡμεῖς ἐσμεν διὰ τὸν Χριστόν· [*](1 ff. Vgl. in Job. Tom. 2, 1 (Br I, 56, 6 ff.): χρήσιμον τοίνυν συναγαγεῖν εἰς τοῦτο λόγον ἀναγεγραμμένον γεγονέναι πρός τινας .... πῶς οῦν λόγος λόγος ἐγενήθη πρὸς .... Ἱερεμίαν περὶ τῆς ἀβροχίας ἐπισκοπητέον, ἵν' ὡς παρακείμενον εὑρεθῆναι δυνηθῇ πῶς ὁ λόγος ἦν πρὸς τὸν θεὸν θεὸν — 3 Vgl. Joli. 1, 1. — 4 Job. 1, 1. — 12 Matth. 28, – 20 ff. Vgl. de or. 29, 12 (Orig. II, 387, 6): τοῖς διακόπτουσι τὴν θεότητα κτλ., de princ. 11, 4. 5 (Lo 21, 165 — 185), u. Ö.) [*](2 Ἰεζεκιήλ — ὁνδήποτε] quemlibet pro[hetarum? | ἢ Lietzmann An ille est Η 6 οὓς—ὄνασθαι] haee sit utilitaw credentium, si H | ὄνασθαι] ὀνᾶσθαι S ἐνοῦσθαι Co | 8 ἔχω Hu vgl. Z. 10 habecnn Η ἔγνων S | 12 δικαίων] sanctorum Η | 14 καὶ ἐγίνετο] < H | αὐτοῦ] + quem omnibus manifestavit Η | 16 πῶς] + cnim H | 19 (leuni H | 20 καὶ nach Η: et | αἰῶνας] + saeculorum, Amen H | ἔσονται Co siuit Η ἴσονται S | 24 νῦν] + et unum Spiritum sanctiim, cum Patre, et Filio scmpitcrnum vgl. TU NF I, 3, 27 | 26 οῦν] + dicoi H.)

65
πρόδηλον γὰρ ὅτι ἐζ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν«, καὶ τὸ ὄνομα τοῦ ἱούδα ἑὰν παραστήσω κατὰ τὴν γραφὴν ἐπὶ τὸν Χριστὸν ἀναφερόμενον, ἄνδρες Ἰούδα οἱ ἀπιστοῦντες τῷ Χριστῷ Ἰουδαῖοι οὐκ ἔσονται, ἀλλ' ἡμεῖς ὅσοι πιστεύομεν ἐπὶ τὸν Χριστόν. »Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου. αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( »σὲ αἰνέσαισαν«. οὐκ ἐκεῖνον τὸν Ἰούδαν τὸν υἱὸν τοῦ Ἰακὼβ οἱ ἀδελφοὶ αὐτοῦ ᾔνεσαν. τοῦτον δὲ τὸν Ἰούδαν αἰνέσουσιν οἱ ἀδελφοί, ἐπεί φησιν οὖτος ὁ Ἰούδας· »διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε((. οὐ λέγεται πρὸς ἐκεῖνον τὸν Ἰούδαν. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου( ποῦ εὑρίσκεται ἐπὶ νώτου τῶν ἐχθρῶν τὰς χεῖρας ἐκεῖνος ὁ Ἰούδας ἐπιτιθείς; ἡ ἱστο- ρία οὑδὲν τοιοῦτον ἀνέγραψεν περὶ αὐτοῦ. ἐὰν δὲ νοήσῃς τὴν ἐπι- δημίαν τοῦ κυρίου Ἰησοῦ καταργοῦντος τὸν διάβολον, ἀπεκδυομένου »τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας« καὶ δειγματίζοντος καὶ θριαμβεύοντος ἐν τῷ ξύλῳ, ὁρᾷς πῶς ἐπὶ τοῦτον τὸν Ίούδαν πεπλήρωται ἡ λέγουσα προφητεία. »αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου«. εἰ τοῦθ’ οὕτως ἔχει, λέγει δὲ ὁ λόγος νῦν »πρὸς ἄνδρας Ἰούδα«, πρὸς τίνας ἂν λέγοι ἢ πρὸς τοὺς τοὺς πιστεύοντας ἐπὶ τὸν Χριστόν, διὰ τὴν φυλὴν Ἰούδα λεγόμενόν πως καὶ Ἰούδαν;

»πρὸς ἄνδρας Ἰούδα« λέγεται ὁ λόγος Μαὶ πρὸς τοὺς κατοικοῦντας Ἱερουσαλήμ«. αὕτη ἐστὶν ἡ ἐκκλησία. ἔστιν Ι γὰρ ἡ πόλις τοῦ θεοῦ ἡ ἐκκλησία, ἡ Ὅρασις τῆς εἰρήνης, ἐν αὐτῇ έστιν] ἡ εἰρήνη ἥν ἤγαγεν ἡμῖν, εἴγε ἐσμὲν τέκνα εἰρήνης, πληθύνεται καὶ ὁρᾶται.

[*](1 Hebr. 7, 14. — 2 ff. Vgl. in Joh. Tom. 1, 22 (Br I, 28, 13 ff.): Οἱ δὲ προφῆται παρὰ ταῦτα καὶ ἑτέροις ὁνόμασιν αὐτὸν καλοῦσιν· ὁ μὲν Ἰακὼβ ἐν τῇ πρὸς τοὺς υἱοὺς εὐλογίᾳ Ἰούδαν κτλ., vgl. in Gen. Hom. 17, 4, u. Ö. — 4 Gen. 49, 8. — 7ff. Vgl. in Job. Tom. 19, 5 (Br II, 7, 24 ff.): ἐν ἀπορρήτῳ δὲ καὶ οὐ γνωστῶς πᾶσιν ἔλεγον ἢ ἔγραφον τὸν θεὸν πατέρα, ἕνα μὴ προκαταλάβωσι τὴν διὰ τοῦ Ἰησοῦ ἐκκενου- μένην [1. ἐκκεχυμένην?] παντὶ τῷ κόσμῳ χάριν, πάντας καλοῦντος ἐπὶ τὴν υἱοθεσίαν .... κατὰ τὸ γεγραμμένον· Διηγήσομαι κτλ. — 8 Psal, 21, 23. — 10 Gen. 49, 8. — 13 Vgl. Ι Kor. 15, 24 Kol. 2, 15. — 16 Gen. 49, 8. — 21 Vgl. Apok. Job. 3, 12 Vgl. Sei. in Psal. 45, 5 (Lo 12, 331): πόλις θεοῦ ἤτοι ἡ ἐκκλησία κτλ. — Vgl. Onom. Sacra Ι, 174, 91: Ἰερουσαλὴμ ὅρασις εἰρήνης, u. ö. Vgl. Philo de somn. II I, 691 Μ: ἡ δὲ θεοῦ πόλις ὑπὸ Ἑβραίων Ἱερουσαλὴμ καλεῖται, ἦς μεταληφθὲν τοὔνομα ὅρασίς ἐστιν εἰρήνης. — 22 Vgl. Job. 14, 27? — Vgl. Luk. 10, 6 Eph. 2, 3 ?)[*](2 κατὰ τὴν γραφὴν nach Η: juxta Scripturas καὶ τὴν γραφὴν S καὶ τὴν ἀπογραφὴν Co | 9 οὑ] < Hu mit H | 13 Ἰησοῦ] mei Jesu Christi H | 16 εἰ τοῦθ' Co οὐθ' S | 17 ἄνδρας mit Η: viros ἄνδρα S (der hexaplarische LXX cod. 88 hat ἄνδρα, doch überwiegt in S selbst die Lesart ἄνοδρας vgl. S. 64, 27. 28 65, 3 u. 66, 2) | 18. ἢ Co ἡ S | 19 πρὸς ἄνδρας Ἰούδα] Co (vgl. zu Ζ. 17) πρὸς ἄνδρα ἰούδαν S < Η | λέγεται] Fit quoque H | 21 τοῦ θεοῦ] magni Regis H | 22 ἐστιν] < Η w. e.)
66

»Ἀκούσατε« οὖν τοὺς λόγους τῆς διαθήκης ταύτης, καὶ λαλή- σατε πρὸς ἄνδρας Ἰύδα καὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ. καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραὴλ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἡς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν( τίς μάλιστα ἀκούει »τῶν λόγων τῆς διαθήκης ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«; ἆρά γε οἱ πιστεύοντες ἐπ’ αὐτὸν ἢ οἱ μηδὲ Μωσεῖ πιστεύειν ἀποδεικνύμενοι ἐκ τοῦ μὴ πε- πιστευκέναι ἐπὶ τὸν κύριον; φησὶ γὰρ ὁ σωτὴρ πρὸς ἐκείνους. »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσετε«; οὐκοῦν ἐκεῖνοι εἰς Μωσῆν οὐ πεπιστεύκασιν, ἡμεῖς δὲ πιστεύοντες εἰς Χριστὸν πιστεύομεν τῇ διαθήκῃ τῇ διὰ Μωσέως, καὶ πρὸς ἡμᾶς λέγεται, ἵνα μὴ κατάρατοι γενώμεθα· ἐπικατάρατος ὁ ἄν- θρωπος ὅς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαθήκης, ἧς ἐνετειλάμην τοῖς πατράσιν((. ἐκεῖνοι οὖν ἔχουσιν τὸ ἐπικατάρατοι εἶναι. οὐ γὰρ ἤκουσαν »τῆς διαθήκης, ἧς ἐνετείλατο ὁ θεὸς τοῖς πατράσιν«.

»Ἐν ἡμέρᾳ« φησὶν »ᾖ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς«. καὶ ἡμᾶς ἐξήγαγεν ὁ θεὸς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς«, μάλιστα κατὰ τὸν νοήσαντα τὸ γεγραμμένον μένον ἐν τῇ Ἀποκαλύψει Ἰωάννου, ὅτι ὁ τόπος τόπος »ὅπου κύριος αὐ- τῶν ἐσταυρώθη καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος«. εἰ γὰρ »πνευματικῶς καλεῖται Αίγυπτος«, οὐκ οὐκ ἔστιν δὲ αὕτη ἡ Αἵγυπτος ἡ πνευματικῶς καλουμένη Αἴγυπτος, αἰσθητὴ γάρ, δῆλον ὅτι ἐὰν νοήσῃς τὴν τὴν πνευματικῶς καλουμένην Αἴγυπτον καὶ ἐξέλθῃς ἀπ’ αὐτῆς, σὺ εἶ ὁ ἐξελθὼν »ἐκ γῆς Αἰγύπτου καὶ ἐκ τῆς καμίνου τῆς σιδηρᾶς« καὶ λέγεται πρὸς σέ· »ἀκούσατε τῆς φωνῆς μου καὶ ποιήσατε κατὰ πάντα« ταυτα.

Εἶτ' ἐπαγγελία τοῦ θεοῦ ἐστι πρὸς τοὺς ἀκούοντας, ἐὰν ποιήσωσιν ἅ ἐντέταλται, λέγουσα· καὶ ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν«. οὐ πᾶς ὁ λέγων [ὁ] λαὸς εἶναι θεοῦ λαὸς ἔστιν ἐκεῖνος οὗν ὁ ἐπαγγειλάμενος εἶναι λαὸς θεοῦ »οὐ λαός μου ὑμεῖς« ἤκουσαν ἐν τῷ »διότι οὐ λαός μου ὑμεῖς«, καὶ ἐρρήθη πρὸς τὸν λαὸν ἐκεῖνον »οὑ λαός μου«, καὶ πάλιν οὗτος ὁ λαὸς ἐκλήθη λαός. [*](8 Job. 5, 46. 47. — 18 ff. Vgl. de or. 13, 4 (Orig. II, 328, 13 ff.). — 20 Apok. Joh. 11, 8. — 31 ff. Vgl. Hos. 1, 9. 10 2, 23.) [*](3 ὁ θεὸς] < H | Ἰσραὴλ Co LXX Ι 4 διαθήκης] + hujus H | 7 μηδὲ ωσεῖ Η: nee Moysi (vgl. Hu) μηδαμῶς S | 11 μωüσῆν S | 14 διαθήκης] + huJKS H | 21 σόδα S* i. T. μα a. R. Scorr. | 22 Αἴγυπτος 1] Aegijptiis qiiispiam H | 28 εἶτ nach H: Deinde ἥ τ’ S | 30 — S. 68, Ζ. 1 Hierzu Fragm. 29 in C: Τοιγαροῦν — ζωὴ | ὁ streichen Blass Koetschau Ι 33 ὁ] ὁ οὐ Blass.)

67
»αὐτοὶ« γὰρ »παρεξήλωσάν με ἐπ' οὐ θεῷ« περὶ ἐκείνων δὲ λέγει), »παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς«.

γεγόναμεν οὖν ἡμεῖς τῷ θεῷ εἰς λαόν, καὶ >ἡ δικαιοσύνη τοῦ θεοῦ τῷ λαῷ τῷ < τῷ ἀπὸ τῶν ἐθνῶν. οὗτος γὰρ ὁ λαὸς τίκτεται ἀθρόως, καὶ ἐν τῷ προφήτῃ δὲ εἴρηται. »εἰ ἐτέχθη ἔθνος εἶς ἅπαξ«. ἐτέχθη δὲ ἔθνος εἰς ἅπαξ, ὅτε ἐπιδεδήμηκεν ὁ σωτὴρ καὶ ἐπίστευσαν ἐν μιᾷ ἡμέρᾳ χιλιάδες πέντε καὶ προσετέθησαν ἄλλῃ ἡμέρᾳ χιλιάδες τρεῖς. καὶ ἔστιν ἰδεῖν ὅλον λαὸν τικτόμενον λόγῳ θεοῦ καὶ άθρόως τίκτουσαν τὴν στεῖραν, τὴν πρότερον οὐ τεκοῦσαν, πρὸς ἣν λέγεται. »εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ὴ οὐκ ώδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα(. ἔρημος μὲν ἡ ἐκκλησία· νόμου, ἔρημος αὔτη θεοῦ ἡν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται.

Τί οὖν μοι ἐπαγγέλλεται ὀ θεός; »ἔσεσθέ μοι εἰς λαὸν κἀγὼ ἔσομαι ὑμῖν εἰς θεόν((. οὐκ ἔστιν πάντων θεὸς ἀλλ' ἢ ἐκείνων οἷς χαρίζεται ἑαυτόν, ὅσπερ ἐχαρίσατο ἑαυτὸν τῷ πατριάρχῃ ἐκείνῳ ᾧ Ι εἶπεν. »ἐγὼ θεὸς σός«, καὶ πάλιν ἄλλῳ »ἐγὼ ἔσομαί σου θεός«, καὶ περὶ ἑτέρων »ἔσομαι αὐτῶν θεός(. πότε οὖν ἄρα ἡμεῖς ἐπιτυγχάνομεν, ὁ καθ’ ἕκαστον λέγω, εἰς τὸ τὸν θεὸν εἶναι ἡμῶν θεόν; εἰ δὲ θέλεις μαθεῖν, τίνων ἐστὶν ὁ θεὸς καὶ τίνι χαρίξεται τὴν ἑαυτοῦ ἐπίκλησιν, ἐγὼ φησὶν θεὸς Ἀρβαάμ, θεὸς Ἰσαάκ, θεὸς . καὶ διηγούμενος τὸ τοιοῦτον ὁ σωτήρ φησιν· »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων«. τίς ὁ νεκρός; ὁ ἀμαρτωλός, ὁ μὴ ἔχων τὸν εἰπόντα. ἐγώ [*](1 Deut. 32, 21. — 4 Vgl. Psal. 21, 32. — 6 Jes. 66, –8 Vgl. Act. 4, 4. — Vgl. Act. 2, 41. — 11ff. Gal. 4, 27 (Jes. 54, 1). Vgl. in Matth. Tom. 10, 23 (Lo 3 62 f.) : ἀναχωρεῖ ὁ Ἰησοῦς .... εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα .... πολλὰ γένηται τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, μήτε νόμον μήτε προφήτας δεδιδαγμένης, ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον, in Job. Tom. 28, 24 (Br II, 143). — 13 ff. Vgl. Hier. Comm. in Gal. 5, 27: Virum habuit synagoga Legem . . . . Sterilis vero Ecciesia, sine viro Christo .... diu jacuit in deserto .... exclamat Dominus per prophetam: Si est gens nata simul: quando una die in Actibus apostolorum tria millia et quinque millia hominum crediderunt (aus Origenes abgescbrieben). — 19 Gen. 17, 1. — Gen. 35, 11? — 20 Exod. 29, 45. — 23 Vgl. Exod. 3, 6. — 24 Mattb. 22, 32 Par. — 25 Vgl Job. 11, 25.) [*](7 εἰς ἅπαξ Co LXX in semel H | ἐτέχθη — ἅπαξ 2] < H | ἐπιδεδήμηκεν] ascendit ad coelos Η (= ἐπαναβέβηκεν?) | 13 ἔρημος μὲν ἠ ἐκκλησία vgl. H (Deserta Ecclesia α Lege) u. d. Parallelen | 14 νόμον] + habebat et Deiim H, w. e. scb. frei | 20 ἔσομαι] + inquit (od.: quid) H | πότε οὖν ἄρα] Putasne aliquando H | 21 θέλεις] + plenius Η | 23 Ἀβραάμ u. Ἰσαάκ] + καὶ C + et Η.)

68
εἰμι ἡ , ὁ ἔχων νεκρὰ ἔργα, ὁ μηδέπω μετανοήσας ἀπὸ νεκρῶν ἔργων, περὶ ὧν φησιν ὁ ἀπόστολος. »μὴ πάλιν θεμέλιον καταβαλλό- μενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων«. εἰ τοίνυν »ὁ θεὸς οὐκ ἔστιν νεκρῶν θεὸς ἀλλὰ ξώντων«, καὶ οἵδαμεν τίς ἐστιν ὁ ζῶν, ὅτι ὁ πολιτευόμενος κατὰ Χριστὸν καὶ μένων μετ' αὐτοῦ, εἰ βουλόμεθα ἕνα ἡμῶν ᾖ ὁ θεός, ἀποταξώμεθα τοῖς ἔργοις τῆς νεκρότητος, ἵνα τὴν ἐπαγγελίαν αὐτοῦ πληρώσῃ τὴν λέγουσαν· »καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς θεόν, ὅπως στήσω τὸν ὅρκον μου ὅν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«. τήρει γὰρ ὅτι λέγει· »στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι«, ὡς μηδέπω δεδωκὼς αὐτοῖς τὴν »γῆν τὴν ῥέουσαν γάλα καὶ μέλι«. αὕτη γὰρ οὐκ ἔστιν ἡ γῆ, ἣν λατο ὁ θεὸς »ῥέουσαν γάλα καὶ μέλι«, ἀλλ’ ἔστιν ἐκείνη, περὶ ἧς ἐδίδασκεν ὁ σωτὴρ λέγων· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γην«.

Εἶτα πρὸς τὰ προειρημένα ὑπὸ τοῦ κυρίου ἀποκρίνεται ὁ προ- φήτης, πρὸς τὸ »ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς τῆς διαθήκης ταύτης«, καί φησι· »καὶ ἀπεκρίθην καὶ εἶπα. γένοιτο, κύριε«. τί »γένοιτο, κύριε«; ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ τοῖς λόγοις τῆς διαθήκης ταύτης. »καὶ εἶπεν κύριος πρός με· ἀνά- γνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ«. καὶ τοῖς ἔξω ἀναγινώσκομεν τοὺς λόγους τοῦ θεοῦ προσκαλούμενοι αὐτοὺς ἐπὶ σωτηρίαν. »ἀκούσατε τοὺς λόγους τῆς ταύτης καὶ ποιήσατε αὐτούς. καὶ οὐκ ἐποίησαν. καὶ εἶπεν κύριος πρός με· εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦ- σιν Ἱερουσαλήμ«. ἡ μέλλομεν μετανοεῖν ἐπὶ τοῖς εἰρημένοις ἁμαρτή- μασι περὶ ἀνδρῶν Ἰούδα, εἰδότες ὅτι ἐσμὲν οἱ ἄνδρες Ἰούδα, Ἰούδα, τὸν Χριστὸν Ἰούδα προφητευθέντα καὶ λεχθέντα; μήποτε γὰρ ἐπεὶ ἐν ἡμῖν εἰσιν ἁμαρτωλοί τινες καὶ παρὰ τὸν ὀρθὸν λόγον πράττοντες, [*](2 Hebr. 6, 1. — 3 Vgl. Matth. 22, 32 Par. — 12 Vgl. Hom. 2, 4 in Psal. 38 (Lo 12, 173 f.): Est et alia quaedam terra, illa, de qua Scriptura dieit, fluens lac et mel, quam Salvator in Evangeliis repromittit mansuetis etc. — 14 Matth. 5, 5.) [*](5 καὶ μένων μετ' αὐτοῦ] et fit particeps ejus H | εἰ] et siH Ι Q ἵνα] ut et Η | 7 αὐτοῦ] + in nobis H | –15 Hierzu Fragm. 30 in C: Τῶν — γῆν | 12 τὴν Blass | 12/13 ἣν — ἐκείνη] quam pollicitus est deus, terra fluens lac et mel; sed illa est terra H | 13 ἀλλ' ἔστιν εκείνη nach Η (s. ob.) ἀλλὰ περὶ ἐκείνης S ἀλλ’ ἐκείνη Co | 19 ἐμμενεῖ Diels ἐμμένει S auxiierit H | 22–26 Hierzu Fragm. 31 in Ἀναγινώσκομεν — Ἱερουσαλήμ | 24 καὶ οὐκ ἐποίησαν] < H | 26—S. 69, 1 ἦ — προφήτης] Si peccaverimus nos qui uiri Juda proptcr Christum uocamur et invenfi fuerint in nostro numero peccatores de nobis dicitur H | 26 ἦ Lietzmann τί Blass εἰ S(H) | 28 λεχθέντα Co vgl. S. 65, 19 ἐλεγχθέντα S | 29 τὸν ὁρθὸν Co τῶν ὁρθῶν S.)

69
διὰ τοῦτο λέγει ὁ προφήτης· »εὑρέθη σύνδεσμος έν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ«. ὅταν γὰρ εὑρεθῇ ἔν τισιχρηματίζουσιν ἀπὸ τῆς ἐκκλησίας σύνδεσμος ἀδικίας καὶ σύνδεσμος τῶν ἁμαρτημάτων, ὥστ᾿ ἂν ἐφαρμόσαι αὐτοῖς τὸ ἐπὶ τοῦ ἁμαρτωλοῦ τὸ »σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται«, λέγοι ἂν ὁ θεός· »εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα( ἀλλὰ μὴ εὑρεθείη σύνδεσμος ἐν ἡμῖν. πῶς δὲ οὐχ εὑρίσκεται σύνδεσμος ἐν ἡμῖν, εἰ καὶ μέχρι τοῦ δεῦρό ἐστιν σύνδεσμος ἔν τισιν; »λῦε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων, πᾶσαν συγγραφὴν ἄδικον διάσπα. διάθρυπτε πεινῶντι τὸν ἄρτον σου«.

»Εὑρέθη« οὖν »σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλήμ. ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας«. τίνων; οὐ λέγει ἁπλῶς τῶν πατέρων. τίς ἡ προσθήκη; »ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας | τῶν πατέρων αὐτῶν τῶν πρότερον«; ἐλέγομεν ταῦτα λέγεσθαι πρὸς ἡμᾶς καὶ καὶ τοὺς ἐν ἡμῖν ἁμαρτάνοντας. πῶς οὖν οἱ ἐν ἡμῖν ἁμαρτάνοντες ἐπεστράφησαν οὐκ ἐπὶ τὰς ἀδικίας τῶν πατέρων«, ἀλλὰ »τῶν πατέρων αὐτῶν τῶν πρότερον«; μήποτε οὖν διττοί εἰσιν οἱ πατέρες ἡμῶν, καὶ ἔστιν μὲν ἐν ἡμῖν εἶδος πατέρων τὸ χεῖρον· πρὶν πιστεῦσαι γὰρ υἱοὶ ἦμεν φέρ᾿ εἰπεῖν τοῦ διαβόλου, ὡς δείκνυσιν ὁ λόγος ὁ εὐαγγελικὸς λέγων· »ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ«, ὅτε δὲ πεπιστεύκαμεν, γεγόναμεν υἱοὶ θεοῦ. ἐπὰν οὐν ἁμαρτάνωμεν, ἐπιστρέφομεν ἐπὶ τὰς ἀδικίας οὐχ ἁπαξαπλῶς τῶν πατέρων, ἀλλὰ τῶν πρότερον πατέρων. εἰς δὲ τὸ παραστῆσαι ὅτι διττοὶ ἡμῶν εἰσιν οἱ πατέρες, χρήσομαι ῥητοῖς ἀπὸ τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ οὕτως ἔχουσιν· »ἄκουσον, θύγατερ, καὶ ἔδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου«. πατὴρ λέγει· »ἐπιλάθου τοῦ οἴκου τοῦ πατρός σου«· ὡς γὰρ πατὴρ λέγει· ἄκουσον, θύγατερ«. οὐκοῦν διττοὶ οἱ πατέρες ἡμῶν εἰσιν. ἀλλὰ »ἐπιλάθου τοῦ οἴκου τοῦ οἴκου] τοῦ πατρός σου« τοῦ προτέρου. [*](4 Pro ν. 5, 22. — 8 Jes. 58, 6. 7. — 21 Job. 8, 44. — 24 ff. Vgl. in Joh. Tom. 1, 39 (Br I, 54, 17 ff.): προσώπων γίνονται ἐπὶ πλεῖον ἐναλλαγαὶ, ὥστε καὶ ἐνθάδε δύνασθαι ἀπὸ τοῦ· Ἄκουσον, θύγατερ· τὸν πατέρα λέγειν. — 26 ff. Psal. 44, 11. — 28 ff. Vgl. Sel. in Ps. 44, 11 (Lo 12, 328): »Κλῖνον τὸ οὖς σου«, πρὸς τὴν ἐκκλησίαν φησὶν ὁ πατήρ.) [*](2 — 8 Hierzu Fragm. 32 in C: Κὰ)ν — προσέθηκεν | 4 ἐφαρμόσαι — τὸ2] id quod de peccatore dieitur, eis valeat convenire Η | αὐτοῖς τὸ nach Η Diels Lietzmann | 7 εἰ nach H: si (vgl. auch Ru) ἠ S | 8 λῦε] Sed: Solve Η | 9 συναλλαγμάτων Hu συναλαγμάτων S | 13 οὐ λέγει nach Η: non ait λέγε S | 17 τὰς ἀδικίας Ru ταῖς ἀδικίαις S | 18 αὐτῶν nach Η: suorum | 18 — S. 70, 14 Hierzu Fragm. 33 in C: Καὶ—κατορθώσωμεν | 20 ὡς nach Η: ut οὓς S | 22 οὖν] + post haec Η | 25 μδ΄ S | 27/28 πατὴρ — σου] < Η | 30 τοῦ οἴκου2] streicht Co inquit Η.)

70
ἐὰν ἐπιλαθόμενός σου τοῦ οἴκου τοῦ προτέρου πάλιν ἐπιστρέψῃς ἐπὶ τὰ ἁμαρτήματα, σὺ πεποίηκας τὰ λεγόμενα ἐνθάδε ἁμαρτήματα.

»Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον«. ἔλεγον ὅτι καὶ ὁ διάβολος πρότερον ἦν ἡμῶν πατήρ, πρὶν γένηται ἡμῶν ὁ θεὸς πατήρ, εἴγε καὶ νῦν οὐκ ἔστιν ἡμῶν ὁ διάβολος πατήρ· ὅπερ παραστήσομεν καὶ ἀπὸ τῆς Ἰωάννου καθολικῆς ἐπιστολῆς, ἐν ᾗ γέγραπται· »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«. εἰ »πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται«, οἱονεὶ τοσαυτάκις ἐκ τοῦ διαβόλου γεγεννήμεθα ὁσάκις ἁμαρτάνομεν. ταλαίπωρος οὖν οὗτός ἐστιν, ὃς ἀεὶ γεννᾶται ἐκ τοῦ διαβόλου, ὥσπερ πάλιν μακάριος ὁ ἀεὶ γεννώμενος ὑπὸ τοῦ θεοῦ. οὐ γὰρ ἅπαξ ἐρῶ τὸν δίκαιον γεγεννῆσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλ’ ἀεὶ γεννᾶσθαι καθ’ ἑκάστην πρᾶξιν ἀγαθήν, ἐν ᾗ γεννᾷ τὸν δίκαιον ὁ θεός. ἐὰν οὖν ἐπιστήσω σε ἐπὶ τοῦ σωτῆρος, ὅτι οὐχὶ ἐγέννησεν ὁ πατὴρ τὸν υἱὸν καὶ ἀπέλυσεν αὐτὸν ὁ πατὴρ ἀπὸ τῆς γενέσεως αὐτοῦ, ἀλλ᾿ ἀεὶ γεννᾷ αὐτόν, παραστήσω καὶ ἐπὶ τοῦ δικαίου παραπλήσιον. ἴδωμεν δὲ τίς ἡμῶν ἐστιν ὁ σωτήρ. »ἀπαύγασμα δόξης«. τὸ ἀπαύγασμα τῆς δόξης οὐχὶ ἅπαξ γεγέννηται καὶ οὐχὶ γεννᾶται· ἀλλὰ ὅσον ἐστὶν τὸ φῶς ποιητικὸν τοῦ ἀπαυγάσματος, ἐπὶ τοσοῦτον γεννᾶται τὸ ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ. ὁ σωτὴρ ἡμῶν σοφία ἐστὶν τοῦ θεοῦ. ἔστιν δὲ ἡ σοφία »ἀπαύγασμα φωτὸς ἀιδίου«. εἰ οὖν ὁ σωτὴρ ἀεὶ γεννᾶται, καὶ διὰ τοῦτο λέγει· »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« οὐχὶ δέ· πρὸ δὲ πάντων βουνῶν γεγέννηκέν με, ἀλλά· »πρὸ πάντων βουνῶν γεννᾷ με«), καὶ ἀεὶ γεννᾶται ὁ σωτὴρ ὑπὸ τοῦ πατρός, οὕτως καὶ σὺ ἐὰν ἔχῃς τὸ τῆς υἱοθεσίας πνεῦμα, ἀεὶ γεννᾷ σε ἐν αὐτῷ ὁ θεὸς καθ’ ἕκαστον ἔργον, καθ᾿ ἕκαστον διανόημα, καὶ γεννώμενος οὕτως γίνῃ ἀεὶ γεννώμενος υἱὸς θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[*](7/8 Ι Joh. 3, 8. — 8 ff. Vgl. in Joh. Tom. 20, 13 (Br II, 53, 3 ff.): ὅσον ποιοῦμεν ἁμαρτίας, οὐδέπω τὴν ἐκ τοῦ διαβόλου γένεσιν ἀπεκδυσάμεθα, κἂν πιστεύειν εἰς τὸν Ἰησοῦν νομιζώμεθα. — 17. 20 Vgl. Hebr. 1, 3. — 20 Vgl. Ι Kor. 1, 24. — 21 Weish. Sal. 7, 26. — 22. 24 Prov. 8, 25. — 25 Vgl. Rom. 8, 15.)[*](1 ἐὰν] + igitur Η | σου τοῦ οἴκου] domum patris tui Η | 2 σὺ πεποίηκας] incidisti in Η οὐ πεποίηκας S | 4 ἔλεγον] + dudum Η | 5 διάβολος Co (vgl. H) διάβος S [sic] | 6 καθολικῆς] < Η | 8 εἰ πᾶς Co Si omnis Η εἶπας S | 25 ück findet s. in ’ Apologie c. 4 (in lat. Übers. Migne PG 17, 564), vgl. TU NF I, 3, 112 f. | 23/24 ἀλλὰ — με] sed generat me Pamph. < Η | 24 καὶ ἀεὶ] semper Η | 25 ἐὰν — πνεῦμα] si tarnen adoptionis habes Spiritusn H | 2526 γεννᾶ σε — ὁ θεός] generaris α Deo Η | 28 Ἀμήν] + ὁμιλία θ΄ S.)
71

Εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοις τε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν· »ὁ« γὰρ »διδάσκων ἄνθρωπον γνῶσιν« ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγραπται. καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων· »καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. <»ὁ πατὴρ« δὲ »ὁ ἐν διδάσκει ἤτοι καθ᾿ αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’ εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης· »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι«· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς ἐὰν δὲ γνωρίζοντός σου ἐμοὶ γνῶ, »τότε« ὄψομαι τὰ ἐπιτηδεύματα αὐτῶν« καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως.

Ταύτα ὁ προφήτης. εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει· »ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ«. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ [*](5 ff. Vgl. Euseb. (Gh II, 73): Θεοῦ γὰρ δεῖται διδασκάλου τὸ τῆς οἰκονομίας μυστήριον κτλ. — 7 Psal. 94, 10. — 9 Vgl. Matth. 23, 8. 9. Vgl. Barnard Τ St V, 5, 26. — 19 ff. Vgl. Euseb. Eclog. propb. III, 33 (TU NF I, 3, 51 f.). — Vgl. Hier. Comm. 922: Omnium Ecclesiarum iste est consensus, ut sub persona Jeremiae a Christo haec dici intelligant. — 24 Jes. 53, 7.) [*](1 τοῦ] + Ite (= βαδίσατε) Η | 4 Homilia VIII Η | 11 ὁ πατὴρ δὲ ὁ ἐν τοῖς οὐρανοῖς nach Η: Pater autem quiest in coelis | 13 ἢ] zu streichen? Blass | φέρ᾿ εἰπεῖν] ut ad ininora veniamus Η vgl. TU NF I, 3, 27 Α 2 | 1 7 γνῶ] ipotuero nasse quod nescio Η | ἐπιτηδεύματα] cogitationes Η | 18 ποίας Hu cuius Η ποία S | 19 εἶτα nach H: Deinde εἶ δὲ S εἰ δὲ Co | 21 καὶ] < Η | 25 κείραντος] + se Η | ἐκεῖ) et ibi Η | αὑτοῦ nach Η: se ipse αὐτοῦ S.)

72
»ἐγὼ« φησὶν ὡς ἀρνίου ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων«. οὐκ εἶπεν τί οὐκ ἔγων. οὐ γὰρ εἴρηκεν· οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν· οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν· οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ᾿ ἁπλῶς »οὐκ ἔγνων«. σοὶ οὐν καταλέλοιπεν ἐξετάξειν τίοὐκ ἔγνω. καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ »τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν«· γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν. ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιοσύνην.