In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ἐπ᾿ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅτι μὲν ἐσταύρωσαν αὐτὸν Ι Ἰουδαῖοι, δῆλον τοῦτό ἐστιν καὶ παρρησίᾳ τοῦτο κηρύσσομεν. πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ »ἐλογίσαντο ἐπ᾿ ἐμὲ λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«, ἔργον ἐστὶ νοῆσαι. ὁ τοῦ Ἰησοῦ ἄρτος ὁ λόγος ἐστὶν ἐν ᾧ τρεφόμεθα. ἐπεὶ τοίνυν διδάσκοντος αὐτοῦ ἐν τώ λαῷ ἠθέλησαν τὸ σκάνδαλον έν] τῇ διδασκαλίᾳ αὐτοῦ προσθεῖναι διὰ τοῦ σταυρῶσαι αὐτόν, εἶπον· »βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ὅταν γὰρ τῷ λόγῳ τῆς Ἰησοῦ διδασκαλίας προσάπτηται τὸ ἐσταυρῶσθαι τὸν διδάσκαλον, εἰς τὸν ἄρτον αὐτοῦ ξύλον ἐμβέβληται. ἐκεῖνοι μὲν οὖν ἐξ ἐπιβουλῆς βουλευσάμενοι λεγέτωσαν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«. ἐγὼ δὲ παραδοξότερον ἐρῶ· τὸ ξύλον ἐμβληθὲν εἰς τὸν ἄρτον αὐτοῦ κρείττονα τὸν ἄρτον πεποίηκεν. παράδειγμα λαμβάνω ἀπὸ τοῦ Μωσέως νόμου· τὸ ξύλον βληθὲν εἰς τὸ πικρὸν ὕδωρ ἐποίησεν αὐτὸ . οὕτως τὸ ξύλον τοῦ πάθους Ἰησοῦ Χριστοῦ ἐλθὸν εἰς τὸν λόγον πεποίηκεν τὸν ἄρτον αὐτοῦ γλυκύτερον. πρὶν ἔλθῃ γοῦν εἰς τὸν ἄρτον αὐτοῦ τὸ ξύλον, ὅτε ἄρτος μόνον ἦν καὶ ξύλον οὐκ ἦν ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, »εἰς πᾶσαν τὴν γῆν« οὐκ »ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ«. ἀλλ᾿ ἐπεὶ προσ- [*](1 Vgl. Jes. 53, 7. — 4ff. — 4 ff. Vgl. Hier. Comm. 922: subauditur peccatum; juxta illud quod ab apostolo dicitur: Qui cum non cognovisset peccatum etc. — 5 II Kor. 5, 21. — 10ff. Vgl. Hier. Comm. 922. — 14 Vgl. Jon. 6, 48ff. — 14ff. Vgl. Euseb. (Gh II, 74): τῷ γὰρ τροφίμῳ τῆς αὐτοῦ διδασκαλίας ἐμποδίζειν οἰόμενοι διὰ τὸ ξύλον τοῦ σταυροῦ συμπλακὲν αὐτῷ κωλύειν ἐνόμιζον τοὺς ἀπογεύεσθαι τῶν αὐτοῦ μαθητῶν ἐθέλοντας, διὰ τὸ σκάνδαλον τοῦ σταυροῦ. — 20ff. Vgl. Philo de migr. Abr. I, 441 M. — 22 Vgl. Exod. 15, 25. — 26 Psal. 18, 5.) [*](1 ἐπὶ σφαγὴν] < Η | 2 ἔγνω Co cognoverit Η ἔγνων S | 3 ἁμαρτίαν] sive injustitiam Η | 9 καὶ] < Η | 10 αὐτὸν] Dominum Η (1. τὸν #x772;? | πῶς δὲ τοῦτο ἐφαρμόσεις τῷ] quomodo vero aptabimus ei, quod dicitur Η | 12 λέγοντες] + hoc quod infertur Η | 13 καὶ] < Η | 15 ἠθέλησαν] + quidmn Η | streicht Blass < Η | 16 εἶπον] + venite (= δεῦτε) Η | 20 καὶ] < Η admirabile quiddam Η | 22 λαμβάνω] accipe Η | νόμου] + Sicut Η | 24 λόγον] doctrinam ejus Η.)

73
έλαβεν δύναμιν ὁ ἄρτος διὰ τοῦ ξύλου τοῦ βληθέντος εἰς αὐτόν, διὰ τοῦτο ὁ λόγος τῆς διδασκαλίας αὐτοῦ νενέμηται ὅλην τὴν οἰκουμένην. καὶ τότε τὸ ξύλον [ὃ] σύμβολον ἦν τοῦ πάθους Ἰησοῦ, δι᾿ οὗ τὸ πικρὸν ὕδωρ γλυκὺ γίνεται· ἐγὼ γὰρ λέγω ὅτι ὁ νόμος μὴ νοούμενος πικρὸν ὕδωρ ἐστίν, ἐὰν δὲ ἔλθῃ τὸ ξύλον Ἰησοῦ καὶ ἡ διδασκαλία τοῦ σωτῆρός μου ἐπιδημήσῃ, γλυκάζεται καὶ ἥδιστος γίνεται ὁ Μωσέως νόμος ἀναγινωσκόμενος καὶ γινωσκόμενος.

Εἶπον οὖν· »δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ«.

λέγουσιν δὲ καὶ τὸ »ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. οὕτως αὐτὸν ἀπέκτειναν, ὡς ἐξαφανίζοντες αὐτοῦ τὸ ὄνομα. ἀλλὰ ὁ Ἰησοῦς οἶδεν πῶς ἀποθνῄσκει καὶ διὰ τί. διό φησιν· »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«· ὥστε ὁ θάνατος τοῦ Ἰησοῦ στάχυς σίτου γίνεται ποιῶν πολλαπλασίονα καὶ πολύχουν τὸ ἐσπαρμένον. ὡς εἰ καθ᾿ ὑπόθεσιν μὴ ἐσταύρωτο μηδὲ τεθνήκει, ἔμεινεν ἂν μόνος ὁ κόκκος τοῦ σίτου, καὶ πολλοὶ οὐκ ἐγένοντο ἐξ αὐτοῦ. πρόσχες οὐν αὐτοῦ τῇ λέξει, εἰ μὴ τοῦτο βεβούληται λέγειν· »ὁ κόκκος τοῦ σίτου ἐὰν μὴ πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει«. ὁ θάνατος τοῦ Ἰησοῦ τούτους πάντας ἐκαρποφόρησεν, εἰ δὲ ὁ θάνατος τοσούτους ἐκαρποφόρησε, πόσους καρποφορήσει ἡ ἀνάστασις;

»Κύριε τῶν δυνάμεων κρίνων δίκαια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἔδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν«. προφητικῶς ταῦτα εὔχεται, ἰδεῖν τὴν παρὰ τοῦ θεοῦ ἐκδίκησιν ἐξ αὐτῶν· >κεκύκλωται γὰρ ὑπὸ στρατοπέδων ἡ Ἱερουσαλήμ, καὶ ἤλλισεν ἡ ἐρήμωσις αὐτῆς< καὶ εἴρηται αὐτῇ· »ἰδοὺ αὐφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. »ἴδοιμι« οὖν »τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου. διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Ἀναθὼθ τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προ- [*](7 Vgl. Act. 8, 30. — 12 Joh. 12, 24. — 14ff. Vgl. Matth. 13, 8. — 16f. Vgl. Job. 12, 24. — 18 Joh. 12, 24. — 25ff. Vgl. Luk. 21, 20. — 27 Matth. 23, 38.) [*](1/2 διὰ τοῦτο] tunc Η | 3/4 καὶ — γίνεται] In cujus flgura et aqua in Veteri Testamento ad taetum ligni dulcis effecta esi Η | 5 Ἰησοῦ] + Christi Η | 8 καὶ] < Η | 14/15 septuplum et multo amplius Η | 15 ὡς εἰ καθ’ ὑπόθεσιν] Fingamus enim paulisper Η | 16 μηδὲ τεθνήκει] μὴ δὲ τεθνήκει S neque post mortem ad inferos deseendisse Η | 17 ἐγένοντο] ἐγίνοντο S | 18 λέγειν] vgl. Η: (velint) intellegi λέγων S | 21 τοσούτους] vgl. H: tantas (attulit fruges) | ἐκαρποφόρησεABBREV S | 24 αὐτῶν Co eis Η αὐτοῦ S | 25 παρὰ τοῦ θεοῦ] apud Patrem Η | 27 καὶ εἴρηται αὐτῇ] et id quod dictum ad eam fiierat . . . . completum est Η | ὑμῶν] + deserta Η | 28 ἐν αὐτοῖς] de eis Η.)

74
φητεύσῃς ἐν ὀνόματι κυρίου, εἰ δὲ μή, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ᾿ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ. καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν«. προσχήματος ἕνεκεν τὸ ὄνομα τῆς Ἀναθὼθ ἐνθάδε λαμβάνεται. ὅλον δὲ τὸ Ἰουδαΐκὸν μυστήριον τροπικῶς ἐν αὐτῇ εἴρηται· ἑρμηνεύεται γὰρ Ἀναθὼθ Ἐπακουσμός. ἐπεὶ οὖν ἐπακουσμὸς τοῦ θεοῦ ἐν ἐκείνῳ ἦν τῷ λαῷ, ὡς καὶ ἡ βασιλεία τοῦ θεοῦ, καὶ γέγονεν ἐπὶ τῆς βασιλείας τὸ »ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, κατὰ τοῦτο γέγονεν καὶ τὸ »τοὺς ἄνδρας Ἀναθώθ«, τοὺς ὄντας ἐν τῷ Ἐπακουσμῷ, ζητεῖν τὴν ψυχὴν« οὐχ Ἱερεμίου (οὐδὲ γὰρ ἡ ἱστορία λέγει ὅτι ἄνδρες Ἀναθὼθ ἐζήτησαν τὴν ψυχὴν Ἰερεμίου. ἔχομεν τὰς Βασιλείας, μέμνηται ἡ γραφὴ ἐκεῖ τοῦ Ἱερεμίου, οὐδὲν τοιοῦτον ἐν αὐταῖς εἴρηται οὐδ᾿ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ αὐτὴν τὴν βίβλον τοῦ προφήτου, οὐδὲν εἰρήκασιν οἱ ἄνδρες Ἀναθώθ), ἀλλὰ ταῦτα λέγεται περὶ Χριστοῦ.

»Τοὺς ζητοῦντας τὴν ψυχήν μου, τοὺς λέγοντας· οὐ μὴ προφητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου«. ἐκώλυσαν Ἰουδαῖοι διδάσκειν Ἰησοῦν. »εἰ δὲ μὴ, ἀποθανῇ ἐν ταῖς χερσὶν ἡμῶν. ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν ῥομφαίᾳ ἀποθανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ«. οὐ τότε τετελευτήκασιν ἐν ῥομφαίᾳ, ἀλλὰ μετὰ τὴν παρουσίαν νῦν λιμὸς ἠλθεν ἐπ’ αὐτούς, >οὐ λιμὸς ἄρτου οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ λόγον κυρίου< οὐκέτι γὰρ »τάδε λέγει κύριος παντοκρότωρ« λέγεται παρ᾿ αὐτοῖς. αὕτη ἡ λιμός, ἵνα ἡ προφητεία μηκέτι ᾐ, καὶ τί λέγω [*](6ff. Vgl. Hier. Comm. 923/4. — 8 Vgl. Onom. sacra I, 210, 37: Ἀναθὼθ ἐπακουσμός; Hier. 1. c: Anathoth, quod interpretatur obedientia. — 10 Matth. 21, 43. — 13ff. Vgl. Euseb. (Gh II, 73): καὶ γὰρ τὸ παρὸν εἰς τὸν προφήτην ἀνάγεται πεπονθότα δεινά. τῷ σωτῆρι δὲ μᾶλλον ἁρμόσειε, περὶ ἐκείνου γὰρ οὐδὲν τοιοῦτον ἱστόρηται. Chrys. (ebenda): τινὲς ταῦτα εἰς τὸν χριστὸν ἐκλαμβάνουσιν, ἀλλ’ ἡμεῖς τέως τῆς ἱστορίας ἐχώμεθα μηδὲν ἐγκαλοῦντες ἐκείνοις· πανταχόθεν γὰρ ἡ ἐκκλησία οἰκοδομείσθω. — 14 ΙΙ Kön. 23, 31 24, 18?? — 24 Vgl. Arnos 8, 11.) [*](2 ἐπισκέψομαι Co vgl. Ζ. 20 visitaho Η u. LXX ἐπισκέπτομαι S | 4 ἐν nach Ζ. 22, Η: in u. LXX | ἐγκατάλειμμα Co ἐγκατάλειμα S | 5 κατοικοῦντας] + in Η | 8 ἐπεὶ οὖν ἀπακουσμὸς nach Η: Qnia ergo obedientia | 13 οὐχ Lo οὐκ S | 15 ἐν αὐταῖς εἴρηται] conscribitur Η | 15/16 οὐδ’ ἐν ταῖς Παραλειπομέναις· ἔχομεν γὰρ] Habemus Paralipomenon οὐδ᾿] ἀλλ’ οὐδ᾿ Co | 17/18 ἀλλὰ — μου] Christi quaerunt animam Domini mei Η | 17 ταῦτα] in Ras. S | 19 κυρίου] + Legimus et hoc Η | Ἰησοῦν] Christus Η | 23 παρουσίαν (oder: παρουσίαν τοῦ τοῦ τοῦ κυρίου nach Η: adventum Domini πόρθησιν S; vgl. S. 52, 19.)

75
προφητεία; οὐδὲ διδασκαλια. κἂν μυριάκις χρηματίζωσιν παρ' αὐτοῖς σοφοί, οὐκ ἔστιν λόγος κυρίου ἔτι ἐν αὐτοῖς, ἐπεὶ πεπλήρωτο τὸ »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἱουδαίας καὶ ἀπὸ τῆς Ἰερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν«. οὐκέτι ἔστιν παρ' αὐτοῖς δυνάμενος εἰπεῖν· »ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα( μετέβησαν οἱ ἀρχιτέκτονες, ἦλθον ἐπὶ τὴν ἐκκλησίαν, ἔθηκαν τὸν θεμέλιον Ἰησοῦν Χριστόν. τούτῳ ἐποικοδομοῦσιν καὶ οἱ μετ' ἐκείνους.

»ἐν κιμῷ« οὑν ὁ λαὸς ἐκεῖνος ἐγκαταλελειμμένοι εἰσίν· »ἐπάξζ« γὰρ ἐπ’ αὐτοὺς »κακὰ ἐπὶ τοὺς κατοικοῦντας Ἀναθὼθ ἐν ἐνιαυτῶ ἐπισκέψεως αὐτῶν«.

»Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρός σε. πλὴν κρίματά μου λαλήσω πρός σε. τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν οἱ ἀθετοῦντες ἀθετήματα«; ἔτι ζητοῦμεν, εἰ ἀγαθὸς ὁ θεός ἐστιν ὁ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκώς, ὁρῶντες ὅτι »ὁδὸς ἀσεβῶν εὐοδοῦται« καὶ οὐ κολάζει τοὺς ἀσεβεῖς. »εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα«. αὐτοὶ οἱ κατὰ τοῦ δημιουργοῦ λέγοντες, δυσφημοῦντες αὐτὸν »εὐθήνησαν, ἐφυτεύθησαν καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν 〈καὶ ἐποίησαν〉 καρπόν«. πόσος καρπὸς Μαγκίωνος τεκνοποιήσαντος, πόσος Βασιλείδου, πόσος Οὐαλεντίνου; τοῦτο γάρ ἐστι τὸ περὶ τῶν ἀσεβῶν προφητευόμενον καὶ λεγόμενον ἐν τῷ »ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν«. »ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν αὐτῶν« ὀνομάζουσι τὸ Ἰησοῦ ὄνομα, [*](3 Jes. 3, 1—3 — 7 Ι Kor. 3, 10. — 9/10 Vgl. Ι Kor. 3, 11. 12. — 18 ff. d. Fragm. ἐξ ἀνεπιγράφου in C (Gh II, 96): μὴ γὰρ ἔτεφόν ἐστιν εἰπεῖν δημιουργόν; τὴν μακρὰν δὲ ζωὴν αὐτῶν λόγος παρίστησι. τὸ δὲ ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπὸν δηλοῖ καὶ τῶν αἱρετικῶν πολὺν ἐσόμενον τὸν ἐκ τῆς διδασκαλίας καρπόν, οἱ καὶ ὀνομάζοντες Ἰησοῦν, οὐχ ὡς χρή, πόρρω τυγχάνουσιν αὐτοῦ τὴν διάνοιαν, ὥς τινές φασιν. Vgl. TU NF Ι, 3, 42. Vgl. Hier. Comm. 925: Sed proprie contra haereticos dicitur, qui cum sint impii, via eorum prosperatur; generantque filios eos quos in haeresi deceperunt .... qui cum Christi nomen saepius replicent, babitatorem suum non babent Deum. — 24 ff. Vgl. de or. 21, 3 (Orig. II, 347, 25 25 f.).) [*](1 οὐδὲ διδασκαλία] Neque magistri, neque doctores in Jiidaea aliqui remanserunt H, vielleicht richtig | παρ’ αὐτοῖς] qui sibi (sapientiam vindicent) = παρ αὑτοῖς Η | 2 πεπλήρωτο] ἐπεπλήρωτο Lo | 4 ἰσχύουσαν] + virtutem panis, et virtutem aquae H, vielleicht richtig | 8 μετέβησαν] + ab eis Η | 10 ἐκείνους] + (quicomque..) cumque..0 crediderunt Η | 11 ἐπ’ αὐτοὺς] < Η | 14 τί Co LXX quid est Η | 15 ἕτι ζητοῦμεν] Quaeramus Η | 17 οὐ κολάζει τοὺς ἀσεβεῖς] nihil eos ab eo pro merito sustinere Η | εὐθήνησαν] + enim Η | 20 καὶ ἐποίησαν Ru vgl. Ζ. 24, Fragm. ἐξ ἀνεπ., LXX, et fecerunt Η | 24 τὸ Ἰησοῦ ὄνομα] Jesum Η.)

76
οὐκ ἔχουσι δὲ τὸν Ἰησοῦν· οὐ γàρ ὁμολογοῦσιν αὐτὸν ὡς χρή. »καὶ σύ, κύριε, γινώσκεις με, εἶδές με, ἐδοκίμασας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν«. τί ποιήσω, ἵνα ταῦτα σαφηνίσω; τὰς κολάσεις ἁγνισμὸν λέγει τῶν κολαζομένων· »ἅγνισον« γὰρ αὐτοὺς εἰς ἡμέραν« φησὶν »σφαγῆς αὐτῶν«. διὰ τοῦ σφαγῆναι αὐτοὺς ἄγνισον αὐτούς· »ὃν γàρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«.

»Ἕως πότε πενθήσει ἡ γῆ καὶ ὁ χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ«; ὡσπερεὶ ἐμψύχου τῆς γῆς καὶ ἐνταῦθα διαλέγεται ό προφήτης λέγων τὴν γῆν πενθεῖν διὰ τὴν κακίαν τῶν ἐπιβαινόντων ἐπ' αὐτήν. καθ' ἕκαστον οὗν ἡμῶν ἡ γῆ ἤτοι πενθεῖ ἢ εὐφραίνεται· ἢ γὰρ πενθεῖ »ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ« ἢ εὐφραίνεται ἀπὸ ἀρετῆς τῶν ἐνοικούντων έν αὐτῇ«. ἐφ' ἑκάστου οὖν ἡμῶν αὐτὸ τὸ στοιχεῖον ἢ εὐφραίνεται ἢ πενθεῖ. εἰ δὲ τάχα καὶ τάχα καὶ τὰ λοιπὰ στοιχεῖα. ὁμοίως ἐρῶ καὶ ὕδωρ καὶ ὁ ἐπὶ τοῦ ὕδατος τεταγμένος ἄγγελος, ἵνα διηγήσωμαι καὶ τὴν γῆν πενθοῦσαν ἢ μὴ πενθοῦσαν· οὐ γὰρ τοῦτο τὸ σῶμα, »ἡ γῆ«, πενθεῖ »ἀπὸ τῶν κατοικούντων έν αὐτῇ«, ἀλλὰ ἀλλὰ νόει μοι πρὸς τῇ διατάξει τοῦ παντὸς τεταγμένον τινὰ τινὰ ἐπὶ τῆς γῆς καὶ ἄλλον τεταγμένον ἐπὶ τῶν ὑδάτων καὶ ἄλλον ἐπὶ τοῦ ἀέρος καὶ τέταρτον ἐπὶ τοῦ πυρός. οὕτως ἀνάβα μοι τῷ λόγῳ ἐπὶ τὴν διάταξιν πᾶσαν τὴν έν ζώοις, τὴν έν τοῖς τὴν ἐν τοῖς οὐρανίοις ἄστροις. ἄγγελός τις τέτακται καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης ἄλλος, ἄλλος ἐπὶ τῶν ἄστρων· οὑτοι δὴ οἱ ἄγγελοι, μεθ’ ὧν ἐσμεν ὅσον ἐσμὲν γῆς, ἤτοι εὐφραίνονται ἐὰν δικαιοπραγῶμεν, ἢ πενθοῦσιν ἐξ' ἡμῖν ὅταν ἁμαρτάνωμεν. πενθεῖ, φησίν, ἡ γῆ ἀπὸ τῶν κατοικούντων έν αὐτῇ. ὁμωνύμως εἶπεν τὸν ἄγγελον γῆν αὐτῇ τῇ γῇ. ὥσπερ γὰρ »τὸ χειροποίητον ἐπικατάρατον αὐτὸ καὶ ὁ ποιήσας αὐτό«, οὐχ [*](6 Hebr. 12, 6. — 9 ff. Vgl. de princ. praef. (Lo 21, 26): De sole autem et luna et stellis, utrum animantia sint, an sine anima, manifeste non traditur. — 28 Weish. Sal. 12, 8.) [*](1 ὡς χρή] so auch Fragm. ἐξ ἀνεπ. ut Christum Η | 2 με, εἶδες με] et Η | 5—7 Hierzu Fragm. 36 in C: Δι’ — παιδεύει | 8 ὁ χόρτος] fenum omne Η vgl. Luc. | 9 αὐτῇ] terra Η | 9 — 27 Hierzu Fragm. 37 in C: Εἰ— ἀρετῆς | 15 ὁμοίως ἐρῶ] ex quibus H, doch vgl. S. 77, 3 | 22 τὴν ἐν τοῖς] ad ipsa quoque H, vielleicht richtig | οὐρανίοις ἄστροις nach Η: astra coelestia coelestia ἄστροις S | 22—24 ἄγγελός — ἄστρων] Alius angelus praepositus est stellis H | 25 ἐὰν δικαιοπραγῶμεν nach Η: quamlo juste agimiis vgl. S. 72, 8 | 26 πενθεῖ, φησίν] Lugebit H | ἀπὸ] + Omnibus H | 27 — S. 77, 3 ὥσπερ — ὀνόματι] Quomodo enim hoc quod manufactum est maledicitur et ipsum et qui fccit illud .... sed id dicitur manu factum quod assidet insensibili simulacro, eodem vocatum nouiine, quo vocatur id quod manufactum est H.)

77
ὅτι ἐπικατάρατον αὐτὸ τὸ ἄψυχον, ἀλλ' εἴρηται χειροποίητον τὸ προσκαθεζόμενον τῷ ἀψύχῳ ἀγάλματι καὶ χρηματίζον ἐκείνῳ τῷ ὀνόματι· οὕτως δὴ ἐρῶ καὶ γῆν λέγεσθαι τὸν τὸν γῆς τεταγμένον ἄγγελον, καὶ ὕδωρ λέγεσθαι τὸν ἐπὶ ὕδατος τεταγμένον ἄγγελον, καθ’ ὃ λέλεκται· »ἴδοσάν σε ὕδατα, ὁ θεός, ἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι πλήθους ἤχους ὑδάτων, φωνὴν ἕδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται«.

»Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς«. ἴδε μοι τὸν »ἐν μορφῇ θεοῦ« ὑπάρχοντα ὄντα έν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερουράνιον. εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν (ὅτι έν τῷ πατρί«), ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. καταλείπει »τὸν πατέρα καὶ τὴν μητέρα«, τὴν »ἄνω Ἱερουσαλήμ«, καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον τόπον καί φησιν· »ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου«. ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἀγίων δυνάμεων. »ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς«. παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάντων αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ' αὐτοῦ, εἰς χεῖρας βασιλέων, ὅτε »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἑπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«.

»Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ«. αὕτη ἡ ἐπὶ γῆς κληρονομία αὐτοῦ ἣν κεκληρονόμηκεν ἀπεθηριώθη αὐτόν αὐτόν, καὶ γέγονεν ἡ κληρονομία Ἰουδαῖοι ἐξαγριωθέντες κατ' αὐτοῦ »ὡς λέων ἐν δρυμῷ«. οὐ θαυμαστὸν εἰ τότε ἐγένετο ἡ κληρονομία [*](3ff. Vgl. c. Geis. 8, 32 (Orig. II, 248, 1f.): θείοις ἀγγέλοις τοῖς ἐπὶ τῶν τοιούτων τεταγμένοις. — 5 Psal. 76, 17. 18. — 10 Vgl. Phil. 2, 6. — 10ff. Vgl. in Joh. Tom. 20, 18 (Br II, 61, 13ff.): ὅτε ὁ υἱὸς ἐν τῷ πατρί ἐστιν, ἐν μορφῇ θεοῦ ὑπάρχων πρὶν ἑαυτὸν κενῶσαι, οἱονεὶ τόπος (vgl. Micha 1, 3) αὐτοῦ ἐστιν ό θεός. — 11 Vgl. Joh. 14, 10. 11. — 12f. Vgl. Mattk 19, 5. — Vgl. Gal. 4, 26. — Vgl. in Matth. Tom. 14, 17 (Lo 3, 308): καὶ καταλέλοιπέ γε διὰ τὴν ἐκκλησίαν κύριος ὁ ἀνὴρ πατέρα, ὃν ὡώρα, ὅτε ἐν μορφῇ θεοῦ ὑπῆρχε, καταλέλοιπε δὲ καὶ τὴν μητέρα, καὶ αὐτὸς υἱὸς ὢν τῆς ἄνω Ἱερουσαλήμ. — 20 Psal. 2, 2 Act. 4, 26.) [*](3 δὴ ἐρῶ καὶ γῆν λέγεσθαι Co sic et nunc terra appellatur Η δ’ ἐρῶ καὶ γῆν λέγεσθαι καὶ γῆν in Ras.) S | 4 ἄγγελον] + Nec hoc tantuni accipias in terra Η | 5 ἵδοσαν—θεός < Η | 6 πλήθους] Multitudo Η | 10 ἐν Co ἐμ S | 11 Thronos, et excelsas quasque Virtutes Η (vgl. Kol. 1, 15?) | εἰ βούλει καὶ] Si autem vis aliquid Η | 12 πατρί] + et Pater in me H, vielleicht richtig Ι τὸν θεόν] Patrem Deum Η | 14 ἀφῆκα Co (vgl. H) ἀφῆκας S | 16 δυνάμεων in Ras. S | 24 ἣν κεκληρονόμηκεν] quam sibi elegerat in possessionem, quae pars ejus fuerat Η | 25 Ἰουδαῖοι ἐξαγριωθέντες κατ' αὐτοῦ] id est Judaei Η | 26 οὐ] Νec Η.)

78
αὐτοῦ »ὡς λέων έν δρυμῷ«· νῦν ἔτι ἐν δρυμῷ λέοντές εἰσιν καταθεματίζειν θέλοντες τὸν Ἰησοῦν καὶ δυσφημοῦντες αὐτὸν καὶ ἐπιβουλεύοντες τοῖς πιστεύουσιν εἰς αὐτόν. »ἐγενήθη« οὐν »ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ. ἔδωκεν ἐπ᾿ ἐμὲ τὴν φωνήν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί«; | προφητεύει περὶ τῆς κληρονομίας ταύτης· ἡ κληρονομία μήτι σπήλαιον ὑαίνης γέγονεν, σπήλαιον ὑαίνης, τῆς ἀγριωτάτης, τῆς νεκροβόρου, τῆς περὶ τὰ μνημεῖα, τῆς ἐσθιούσης τὰ θνησιμαῖα σώματα; »μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί«;

»Ἤ σπήλαιον ἐπ᾿ αὐτὴν κύκλῳ αὐτῆς; βαδίζετε«. ἐπεὶ τοιοῦτοι γεγόνασιν, κελεύω ὑμῖν τοῖς ἀγγέλοις, ἵνα βαδίσητε καὶ συναγάγητε τὰ θηρία καὶ παραδῶτε αὐτοὺς τοῖς θηρίοις. »βαδίζετε καὶ συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν«. ἐλήλυθεν »τὰ θηρία τοῦ ἀγροῦ«, διεσθίει τὸν λαὸν ἐκεῖνον. βλέπετε αὐτῶν τὰς καρδίας διεσθιομένας ὑπὸ τῶν δυνάμεων τῶν ἀντικειμένων. εἰ ἐκείνων ὀ Ἰησοῦς οὐκ ἐφείσατο ἀλλὰ εἶπεν· »βαδίζετε, συναγάγετε τὰ θηρία«, πόσῳ πλέον ἡμῶν οὐ φείσεται; ἐὰν μὴ ποιῶμεν τὸν νόμον τοῦ θεοῦ, τὸν λόγον τοῦ εὐαγγελίου, ἐρεῖ πάλιν· βαδίσατε, συναγάγετε τὰ θηρία καὶ παράδοτε αὐτήν. ἀλλ᾿ ἡμεῖς παρρησίαν ἔχομεν, ἵνα εἴπωμεν ἐν ταῖς εὐχαῖς· »μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι«. ἐξομολογησώμεθα περὶ τῶν παραπτωμάτων μετανοοῦντες, καὶ τοῖς θηρίοις οὐ παραδοθησόμεθα, ἀλλ’ ἀγγέλοις ἁγίοις τιθηνοῖς ἐσομένοις, ἐπὶ κόλπων βαστάζουσιν, μεταβιβάζουσιν ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τούτου ἐπὶ τὸν μέλλοντα ἐν Χριστῷ Ἰησοῦ, ᾠ ἐστιν τὸ κράτος καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](1 Vgl. Matth. 26, 74. — 7f. Vgl. Euseb. (Gh 11, 126f.); Hier. Comm. 928 referamus ad immunditiam nocturnae bestiae, quae vivit cadaveribus mortuomm et de sepulcris solet efiodere corpora. — 16ff. Vgl. Rom. 11, 21. 24. — 20 Ps. 73, 19. — 23 Vgl. Jes. 40, 11 Luc.)[*](2 τὸν] Dominum Η | 3 εἰς αὐτόν] nomini ejus Η | 5 μου] Hierauf folgt in S 251r 251v erst Hom. 11, 1 von τὸ ἀποκτεῖναι τὸν χριστὸν S. 79, 9 bis 11, 3 ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς ἐὰν S. 80, 16; darauf 251v 252r 252v Hom. 10, 8 von προφητεύει περὶ τῆς κληρονομίας S. 78, 6 bis Hom. 11, 1 δεδιωχέναι τοὺς δικαίους S 79, 9. Die richtige Ordnung ist von Huet nach Η wiederhergestellt Avorden | 6 ἐμοί Lo vgl. Z. 9, mihi H, LXX | προφητεύει Hu προφητεύη S | 10 ἢ nach LXX u. H: auf ὡς S | ἐπ’ αὐτήν] < Η | βαδίζετε] < Η | 12 τοῖς θηρίοις] ad dilaceramlum Η | καὶ] < Η | 16 ὁ Ἰησοῦς] Dens Η | 20 ἔχομεν] ἔχωμεν Hu confidamus Η | 23 μεταβιβάζουσιν | + de terrenis locis ad eoelestia Η | 24 ἐπὶ τὸν μέλλοντα] in perpetuam aeternitatem Η | 25 τὸ — αἰῶνας] gloria et imyerium in saccula saeculorum Η | Ἀμήν] + ὁμιλία ι΄ S.)
79

Τίς ἔστιν ὁ λέγων· »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«; ὁ Χριστὸς ταῦτά φησιν, οὑ πρὸ τῆς ἀπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ᾿ οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλεφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι. ὅτε δὲ ἐπλήρωσαν »τὸ μέτρον τῶν πατέρων« αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖ- Mitte ναι »τὸν Χριστὸν τοῦ θεοῦ«, τότε γεγένηται τὸ »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. καὶ δέ αὐτὸν ταῦτα πεπόνθασιν, καὶ »ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ«.

εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«, ἴδε τὴν τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ· ἠφανίσθη γὰρ >νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς < καὶ οὐκέτι ἡ τῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ τὰ ἔργα τῆς σαρκὸς οἷς ἔθαλλεν ἡ σάρξ, οὐκέτι πορνεία, οὐκέτι ἀκαθαρσία, οὐκ ἀσέλγεια, οὐκ εἰδωλολατρία, οὐ φαρμακεία καὶ τὰ λοιπά. καὶ ὁ σωτὴρ δὲ λέγει· »τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς· οὐκ ἦλθον βαλεῖν βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν«. ἀληθῶς γὰρ πρὶν μὲν ἐλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐδὲ >ἡ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐδὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός<· ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκὸς τίνα δὲ τοῦ πνεύματος, ἡ διδασκαλία ὥσπερ μάχαιρα γεγενημένη ἔν [*](4ff. Vgl. Olymp. (Gh II, 137): ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν ἰουδαίων ἡ χώρα, ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐκδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. — 8 Vgl. Matth. 23, 32. — 9 Vgl. Matth. 5, 12? — 10 Vgl. Luk. 9, 20. — Matth. 23, 38. — 14 Vgl. Kol. 3, 4. — 16ff. Vgl. Gal. 5, 19. 20. — 18 Matth. 10, 34. — 21 Vgl. Gal. 5, 17. — 23 Vgl. Hebr. 4, 12.) [*](2 καὶ εἰς τὸ περίζωμα] usque ad eum locum in quo ait: Ucee computruerat, quod nullo esset usui Η (et in istud: Cinctorium Vall.) | 3 Homilia VII Η | 8 τῷ Ru ad (occisionem) Η τὸ S | 9 τὸ — S.80, 16 ἐὰν] Vgl. zu S. 78, 5 | 11 ὑμῶν] + deserta Η | 12—15 Hierzu Fragm. 38 in C: Εἴποις — ἑαυτῆς | 14 ἐλ- θόντος — γὰρ] et tunc videbis, post adventum Jesu Christi impleta esse quae dicta sunt Η | τῶν μελῶν] membris nostris Η ἡμῶν τῶν μελῶν C, vielleicht besser | 16 τὰ ἔργα τῆς σαρκὸς] < Η | 18 — S. 80, 5 Hierzu Fragm. 39 in C: ὁ — αἰώνιον | 19. 20 ἐπὶ τῆς γῆς] super terram Η.)

80
γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν τῆν ἀπὸ τοῦ πνεύματος· καὶ »ἠφανίσθη« μὲν »ἡ γῆ«, ὅτε τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέρομεν, καὶ οὐκέτι ζῶμεν κατὰ σάρκα ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν εἰς τὴν σάρκα ἀλλὰ πάντα εἰς τὸ πνεῦμα, ἴνα μὴ θερίσωμεν φθορὰν ἐκ τῆς σαρκὸς ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ζωὴν αἰώνιον.

Λέγεται δὲ τοῖς ἡμαρτηκόσιν· »σπείρετε πυροὺς καὶ ἀκάνθας θερίζετε«· κἂν γὰρ έν] τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλώς αὐτοῖς ὁμιλοῦντες μηδὲ ὃν δεῖ τρόπον βιοῦντες μηδὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας. μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἑντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ’ ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«. ταῦτα καὶ ἄλλοι διηγήσαντο. καὶ ἐπειδὴ οὐκ ἀποδοκιμάζομεν αὐτῶν τὴν διήγησιν. εὐγνωμόνως φέρομεν αὐτὴν εἰς μέσον, οὐχ ὡς αὐτοὶ εὑρόντες ἀλλ ὡς μεμαθηκότες καλὸν μάθημα. οὗτος ὁ λόγος ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς, ἐὰν Ι προσέχωμεν τῷ γεγραμμένῳ, οἳ δοκοῦμεν εἶναι ἀπὸ κλήρου τινὲς προκαθεζόμενοι ὑμῶν, ὥστε τινὰς θέλειν ἥκειν ἐπὶ τὸν κλῆρον τοῦτον. ἴστε δὲ ὅτι οὐ πάντως ὁ κλῆρος σῴζει· πολλοὶ γὰρ καὶ πρεσβύτεροι ἀπολοῦνται, πολλοὶ καὶ λαϊκοὶ μακάριοι ἀποδειχθήσονται. ἐπεὶ οὖν τινές εἰσιν ἐν κλήρῳ οὐχ οὕτως βιοῦντες ὥστε ὠφεληθῆναι καὶ κοσμῆσαι τὸν κλῆρον, διὰ τοῦτο, φασὶν οἱ διηγησά- [*](2 Vgl. II Kor. 4, 10. — 3 Vgl. Rom. 8, 13. — 4 ff. Vgl. Gal. 6, 8. — 6 ff. Vgl. Olymp. (Gh II, 144): σπείρουσι δὲ πυροὺς καὶ θερίζουσιν ἀκάνθας οἱ τοῖς μὲν λόγοις ὁμιλοῦντες θεοῦ, μὴ ζῶντες δὲ κατ' αὐτά, ἢ πιστεύοντες ὡς παῖδες αἱρετικῶν. — 12 ff. Vgl. Chrys. (Gh II, 144): τινὲς μὲν καὶ εἰς τούτους φασὶ, τοὺς κλήρους εἰρῆσθαι τοῦτο Λ·αὶ πείθομαι. τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρίμα πλέον ἔσται. — 15 ff. Vgl. Hier. Comm. 929 Dicitur autem hoc et Ecclesiasticis, qui verba Domini et doctrinam ejus mala conversatione disperdunt. De quibus infertur: Cleri eorum non proderunt eis. Quid enim eos juvare poterit episcopi nomen et presbyteri, vel reliquus ordo Ecclesiasticus, cum magis graventur dignitatibus suis, et potentes potenter tormenta patiantur; et quando [1. quanto] eis plus creditum fuerit, tanto plus requiratur ab eis. — 15 VgL Hebr. 4, 2.) [*](1 καὶ 1] id esi H | 2 ὅτε] quin H ὅτι Hu ] Ἰησοῦ] Jesu Christi H Χριστοῦ C Ι 6 — 11 Hierzu Fragm. 40 in C: Σπείρουσι — αἱρετικῶν Ι 6 σπείρετε Hu seminatis Η σπείρατε S | 7 ἐν] < C Ι λογίοις wie S. 71, 5. 6 λόγοις C Olymp, (vgl. auchH) ἁγίοις S Ι 7/8 κἂν — πισεύοντες] Qui enim neque Juxta uoluntatem Scripturarum; neque jusxta fidei veritatem proferunt unt eloquia Dei H | 9/10 ταῦτα νοῆσαι vgl. Η: Hoc faeiunt haeretici κατανοῆσαι S | 13 οὐκ Hu non Η τοῦτ' S | 14 εὐγνωμόνως] consentiens Η 16 — 18 ἵ — τοῦτον] mit d. Vorhergehenden verbunden in d. Ausgg., nicht so bei Η | 16— S. 81, 11 Hierzu Fragm. 41 in C: Λέγοις — εὑρεθῇ | 17 τινὲς Hu aliquid R τινὸς S 18 δὲ] < Η | 19 ἀποδειχθήσονται] + sed si ordincm clericatus et mercamur parifer, et habeamus H, vielleicht einzusetzen | 21 ὠφεληθῆναι] (Hu) (Hu) ex ordine H ὀφεληθῆναι S.)

81
μενοι, γέγραπται. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς‘· τὸ γὰρ ὠφελοῦν οὐκ αὐτὸ τὸ καθέζεσθαι ἐν πρεσβυτερίῳ ἐστίν, ἀλλὰ τὸ βιοῦν ἀξίως τοῦ τόπου, ὡς ἀπαιτεῖ ὁ λόγος. ἀπαιτεῖ καὶ ὑμᾶς βιοῦν ὁ λόγος καλῶς καὶ ἡμᾶς. ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, »δυνατοὶ δυνατῶς ἐτασθήσοντα«, πλεῖον ἐγὼ ἀπαιτοῦμαι παρὰ τὸν διάκονον, πλεῖον ὁ διάκονος παρὰ τὸν λαϊκόν, ὁ δὲ τὴν πάντων ἡμῶν ἐγκεχειρισμένος μένος ἀρχὴν αὑτὴν τὴν ἐκκλησιαστικὴν ἔτι πλεῖον ἀπαιτεῖται. διὰ τοῦτο ὁ πεπιστευμένος τὰ μεγάλα ὁ ἀπόστολος, ἀκούετε, φησίν· »οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. ὡδε λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«. καὶ οὕτως σπάνιόν ἐστιν εὑρεθῆναι οἰκονόμον πιστὸν καὶ καλόν. Ἰησοῦς »ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν« λέγει· »τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐτοῦ«; εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει. »ἐὰν δὲ ἄρξηται ὁ κακὸς δοῦλος λέγειν. χρονίζει μου ὁ κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾐ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾐ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει«. ταῦτα μὲν εἰς τὸ »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«.

Ἴδωμεν δὲ καὶ ἐξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου«. ἔστιν τινά, ἐν οἷς καυχώμεθα διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις. οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ' ἂν πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν‘. ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.« ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν ἡ καύχησις καυχήσεως ἁγίων· διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον· »αἰσχύνθητε ἀπὸ καυχήσεως [*](4 Vgl. Weish. Sal. 6, 6. — 8 Ι Kor. 4, 1. 2. — 12 Vgl. Sus. 35a (LXX) 42 Θ΄). — 13 Luk. 12, 42 Par. — 15 Luk. 12, 45. 46 Par. 1/2 ὠφελήσουσιν u. ὡφελοῦν Hu ὁφελήσουσιν u. ὀφελοῦν S | 2 καθέζεσθαι Lo καθέσABBREVζεσθαι S καθέσεσθαι Co | πρεβüτερείω S | λόγος] + Verum, carissimi, nolite putare hoc iantimi de nobis esse dictum H | 7 ἀρχὴν] arcem Η TU NF I, 3 22 Α 6 Ι ἔτι πλεῖον] ἐπὶ πλεῖον S pro omni Ecclesia (reddet rationem) H | 8 ἀκούετε] Paulus H | 10 ζητεῖτε] quaeritur H | 13 ἄρα S* ἆρα Scorr. | 15 δούλοις] consercis Η | 17 συνδούλους] servos H | 21 ὠφελήσουσιν Hu ὁφελήσονσιν S | 22 — S. 82, 12 Hierzu Fr agm. 42 in C: Καύχησιν — Χριστοῦ | 24 τινὰ] multa 25 ὑκ — ἀξίοις] <H | 26 λέγοιτ' ἂν Hu dicitur Η λέγει τ' ἂν S.)

82
ὑμῶν.‘ ἄκουε τοῦ λόγου τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μηδὲ ἐπὶ σοφίᾳ· μὴ καυχάσθω« γάρ φησιν »ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος έν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος.« θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, καύχησαι ὡς ὁ ἀπόστολος Ι καὶ εἰπέ· »ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.« θέλεις καυχᾶσθαι, ἴνα μὴ λεχθῇ· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ· »ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ«. ἄκουε οἷα καυχᾶται καυχήματα· »ἐν κόποις περισσοτέρως‘« (τίς δύναται ἡμῶν τοῦτο »ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. ὑπ·ὸ πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα«. μανθάνομεν οὐν καὶ καυχήσεων εἶναι διαφοράς. ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ' οἶς λέγοιτ ἂν ἐκεῖνο τὸ ἀποστολικόν· »καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν«· ἐφ οἷς ἔδει. αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις οἴονται δοξάζεσθαι.

Μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος. »Τάδε« γὰρ »λέγει κύριος· βάδιζε καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ έν ὕδατι οὐ διελεύσῃ. καὶ ἐκτησάμην περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων. λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὁσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάχρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.« μετὰ ἡμέρας ἔρχεται ἐκεῖ, εὑρίσκει διασεσηπὸς τοῦτο τὸ περίζωμα. καὶ ἐπιφέρει ὁ κύριος διδοὺς ἀφορμὴν τῆς ἑρμηνείας τοῦ περιζώματος λέγων. [*](2 Jerem. 9, 23. 24. Zur Form des Citats vgl. Clem. Rom. ad Cor. I, 13, 1. — 7 Gal. 6, 14. — 11 II Kor. 12, 9. — 13 ff. Kor. 11, –25. — 16ff. Vgl. Olymp. (Gh II, 145): αἰσχύνης φησὶ καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ τῷ θεῷ. — 18 Phil. 3, 19. — 19 Vgl. Rom. (3, 21.) [*](1 ὑμῶν] + Verum hoc partim est H | ἄκουε — Ἱερεμίου] Audi quid loqitatur in Jeremia seitno divimis H; danach hinter λόγου wohl einzuschieben διὰ | 2 μηδὲ Co ne . . quidem Η μήτε S | 9 ἱ̔να μὴ λεχθῇ] vgl. Η: et Που audire ἵνα μὴ ἐλεχθῆ S | 13 τοῦετο S* τοῦτο Scorr. w. e. seh. | 16 μανθάνομεν] discamus μανθάνωμεν Hu | καυχήσεων Ru (jloriarum Η καυχήσεως S | 19 οἷς] + quippe Η | 22 οὐ Hu non Η | 23/24 καὶ— κυρίου] < H | 25 καὶ ἀνάστηθι] < Η | 27 ἐκεῖ— περίζωμα] propheta, et accepit cintorium de loco ubi infoderat illud, et ecce coinputruerat, quod mdli usui esset H (vgl. Jerem. 13,7) Ι καὶ] + ne quis juxta rohintatem animi sui de hoc loco sibi pracsumeret intellectum H.)

83
»καθαπερ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα τὸν οἶκον Ἰούδα, φησὶν ὁ κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου«. οὐκοῦν ὁ προφήτης ἀντὶ τοῦ θεοῦ παραλαμβάνεται περιζωννὺς περὶ τὴν ὁσφὴν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ὡς ὁ θεὸς τὸν λαόν· ἐκόλλησα γὰρ πρὸς ἐμαυτόν< φησιν >τοῦτον τὸν λαόν, φησὶν οἱονεὶ περίζωμα ὁ λαὸς μίνεται τοῦ θεοῦ.

Διὰ τί δὲ περίζωμα γίνεται τοῦ θεοῦ περὶ τὴν ὀσφὺν αὐτοῦ; ὁ δυνάμενος ἀναγινώσκων τὸν Ἰεξεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ πὰ ἀπὸ τῆς ὀσφύος κάτω < ἐστὶν πῦρ, > τὰ δὲ ἀπὸ τῆς ὀσφύος ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν. τὰ ἀπὸ ὀσφύος καὶ γενέσεως πράγματα, ταῦτα πῦρ ἐστιν. πάντα γὰρ τὰ ἐν γενέσει χρᾐξει τοῦ καθαρσίου τοῦ ἀπὸ τοῦ πυρός, τάντα τὰ ἐν γενέσει χρῄζει τῆς κολάσεως. τὰ δὲ ἀνωτέρω τῆς ὀσφύος καὶ ὑπερβεβηκότα τὴν γένεσιν, ταῦτά ἐστιν ὕλη ὡς ἐν καθαριωτάτη καὶ τιμιωτάτη· λέγεται γὰρ τὸ ἤλεκτρον χρυσοῦ εἶναι τιμαλφέστερον. ἐπεὶ οὖν παραδείγμασιν χρῆται ἡ γραφή, ἴνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα. [καὶ καὶ ἔστιν σῶμα τοῦ θεοῦ † καὶ αὐτὸς] ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν Ι καὶ προκόπτωμεν (δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω, ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω), ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ [*](4 ff. Vgl. Chrys. (Gh II, 167): τὸ περίζωμα εἰκών ἐστι τοῦ λαοῦ καὶ ὁ τοῦ θεοῦ κτλ. — 6 ff. Vgl. Hier. Comm. 931. — 10 ff. Vgl. Ezech. 1, 27. — 13 ff. Vgl. Sei. in Ezech. 1, 27 (Lo 14, 181): οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ’ ἔχει καὶ δι’ ὧν ἀναπαύει. κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων .... ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν· ἕνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός. ὀσφὺς γὰρ γεννήσεως σύμβολον .... ἥλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης κτλ.) [*](1 καθάπερ] † γὰρ LXX QV Luc. + enim H | 3 φησὶν ὁ κύριος] < Η | 4 οὐκ] ἐιυκ S | 5 παραλαμβάνεται] accipiatur Η περιλαμβάνεται S | 6 ὁσφὴν Co ὡς φῦν S | 7 φησὶν ὁ θεὸς] | H | 8 ὁ λαὸς] homo justus H | 9/10 ὁ δυνάμενος] | Η doch vgl. zu Ζ. 13 | 10 τῷ λόγῳ] | Η | 11 τίνα μὲν τρόπον] quamobrem Η | 13 ἐρευνησάτω Ru tunc poteris etiam praesentis Scripturae (inuenire rationem) Η ἐρευνήσατο S | 14 τὰ — ἐστίν] Renes generatione, et lumhi igne cejisentur H | 17 καὶ mit Blass nach Ζ. 14 u. H: ei | 21 τοῦτο] + nunc H | 22 καὶ2 — αὐτὸς] | H | αὐτὸς] ἄνος Koetschau οὕτως Lietzmann | 22/23 ἐν —ἢλεκτρον] Εχ quo unusquisque nostrum juxta exordium natiuitatis suae ad ignem refertur H | 24 — 26 δυνατὸν — ἀνωτέρω] < H | 26 ἀνωτέρωι S.)

84
θεοῦ τὸ ὑψηλότερον. 6. κολλᾷ οὖν περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν. ἵνα τί; ἕνα δηλωθῇ ὅτι ὁ λαὸς οἱονεὶ σκέπη ἐστὶ τοῦ θεοῦ· πρὸς γὰρ τοὺς βουλομένους κατηγορεῖν τοῦ θεοῦ ἵσταται ὁ λαὸς καὶ ὡσπερεὶ ὑπερασπίζει αὐτοῦ καὶ οὐκ ἐᾷ τι ἄτοπον λέγεσθαι έν τοῖς περὶ τοῦ θεοῦ. ἐπὰν δὲ ἁμαρτήσωμεν, τὸ περίζωμα τοῦτο ὡς ἀποτίθεται ὁ προφήτης καὶ καταδικάζει αὐτὸ εἰς τὸν Εὐφράτην ποταμόν, ἵνα ἔκεῖ διαφθαρῇ, οὕτως ὁ ἀμαρτάνων ἀποβάλλεται ἀπὸ τῆς ὀσφύος τοῦ θεοῦ καὶ ἐκβληθεὶς ἐκβάλλεται εἰς τὸν Εὐφράτην ποταμόν, τὸν τῆς Μεσοποταμίας ποταμόν, ὅπου οἱ Ἀσσύριοι ἐχθροὶ τῷ Ἰσραήλ, ὅπου οἱ Βαβυλώνιοι, καὶ ἐκεῖ διαφθείρεται. ὄντων γὰρ τοσούτων ποταμῶν πέμπεται ὁ προφήτης ἀπὸ τῆς Ἰουδαίας εἰς τὸν Εὐφράτην ποταμὸν πραγματεύσασθαι καὶ ἀπαγαγεῖν περιζωμάτιον λινοῦν.

Διὰ τί δὲ καὶ »λινοῦν«; ὅτι τὴν γένεσιν ἔχει ἀπὸ γῆς· φυτὸν γάρ ἐστιν ἀνατέλλον ἀπὸ γῆς, εἶτα μετὰ τὸ γεωργηθῆναι ξαινόμενον καὶ πλυνόμενον καὶ σμηχόμενον καὶ πολλῇ πολλῇ γινόμενον, ἵνα γένηται τοιοῦτον ὥστε γενέσθαι περίζωμα ἢ ὁτιδήποτε. καὶ ἡμεῖς οὐν πάντες τὴν γένεσιν ἔχομεν ὡς τὸ περίζωμα τοῦ θεοῦ, καὶ ἔχοντες τὴν γενεσιν ἀπὸ γῆς, πολλῆς κατασκευῆς χρᾐζομεν, ἴνα ξανθῶμεν, ἵνα πλυνθῶμεν, ἵνα τὸ χρῶμα τῆς γῆς ἀποβάλωμεν· ἄλλο γὰρ τὸ 255r τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργα\σίας. τὸ μὲν γὰρ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα μελανώτερόν έστιν, ἀπὸ δὲ τῆς ἐργασίας γίνεται λαμπρότατον. τοιοῦτον τοιοῦτον οὑν τι καὶ ἐπὶ ἡμᾶς τοὺς ἐν γενέσει φθάνει. μέλανές ἐσμεν κατὰ τὴν ἐν τῷ πιστεύειν ἀρχήν, διὸ ἐν ἀρχῇ τοῦ Ἄισματος τῶν ᾀσμάτων. λέγεται· »μέλαινά εἰμι καὶ καλή«. καὶ Αἰθίοψιν ἡμεῖς κατ' ἀρχὰς τὴν ψυχὴν ἐοίκαμεν. εἶτα ἀποσμηχόμεθα, ἵνα λαμπρότεροι γενώμεθα κατὰ τὸ »τίς αὕτη ἡ [*](2ff. Vgl. Hier. Comm. 931: Omnis quoque vir sanctus lumbare Dei est, qui assumptus de terra et de terrae lino [so Vict.], Dei consortio copulatur et quodammodo quae in Ecclesia ejus videntur obscena, majori diligentia operit, atque circumdat, ne gentilium et haereticorum morsibus pateant. — 14 ff. Vgl. in Lev. Hom. 4, 6 (Lo 9, 227): origo lini ita e terra ducitur, et de terra editur, ut ex nulla admixtione concepta sit. — 25 Hohel. 1, 5. — 27 Hobel. 8, 5.) [*](4 ὁ λαὸς] < H | 6 ὡς ἀποτίθεται Koetschau ἀποτίθεται ὡς S | 9 Ἀσσύριοι] + habitant | 10 ὄντων] Cur etc. H | 12/13 πραγματεύσασθαι — λινοῦν] nisi ut saeramentuni juxta uim nominis doceat intellcctiim H | 14 ὅτι] linum H | 14/15 φυτὸν — εἶτα] nam cum semen ejus in humum fuerit abjectum, primum, in gramme pulhdat, deinde ut infinita pr-acteream H | 16 σμηχόμενον] teritur, tumUtur Η γινόμενον] excutitur H | 19 γῆς nach Η: terra τῆς S | 22 μελανότερον S 24 κατà — ἀρχήν] quando regeneramur, quando crdimus H | 27 γενώμεθα] + ut nitorem qui nobis iusitus ex natura non fuerat, diligentia consequamur H.)

85
ἀναβαίνουσα λελυκανθισμένη«; καὶ γινόμεθα »λινοῦν λαμπρὸν καὶ καθαρόν« εἶτα καὶ πλεκόμεθα ἐπὶ τὸ περίζωμα τοῦ θεοῦ, ὅταν ἄξιοι ὠμεν κολλᾶσθαι τῷ θεῷ. οὐκ ἀποτίθεται ἡμᾶς ὁ θεός. ἀπέθετο τὸν πρῶτον λαόν, »πάντα τὸν οἶκον Ἰούδα« καὶ »τὸν οἶκον Ἰσραήλ«. ἐγένετο εἰς τὸ μὴ χρησθῆναι ἔτι οὐκέτι γὰρ αὐτοὺς περιζώννυται. ἡμᾶς ἀντὶ ἐκείνων περιεζώσατο ὁ θεός· οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν. τοῦτο τὸ περίζωμα ἡ ἐκκλησία ἐστὶν ἡ ἀπὸ τῶν ἐθνῶν· ἥτις ἵστω ὅτι >εἰ τῶν προτέρων οὐκ ἐφείσατο ὁ θεός, πόσῳ πλέον οὐδὲ αὐτῆς ἁμαρτανούσης φείσεται<, ἐὰν μὴ ᾖ ἀξία τῆς ὀσφύος τοῦ θεοῦ· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν« έν Χριστῷ Ἰησοῦ, ᾠ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.