In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὁ κρίνων κατὰ >θεὸς τοὺς κολαξομένους δίδωσι τόπον καὶ οὐχ ἅμα τῷ ἁμαρτῆσαι κολάζων φέρει τὴν συντέλειαν τῆς κολάσεως ἐπὶ τὸν ἡμαρτηκότα. διὰ τοῦτο »κατὰ βραχὺ κρίνων« κολάζει. καὶ τούτου τὸ παράδειγμα έστιν] ἐν τῷ Λευιτικῷ ἐστιν· ἐν γὰρ ταῖς τῶν παραβαινόντων τὸν νόμον ἀραῖς ἀναγέγραπται μετὰ τὰς κολάσεις τὰς προτέρας· »καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, λέγει κύριος, προσθήσω ὑμῖν κἀγὼ πληγὰς ἑπτά«. καὶ πάλιν διηγεῖται ἄλλην κόλασιν· »καὶ ἔσται, ἐὰν μετὰ ταῦτα μὴ ἐπιστραφῆτε, ἀλλὰ πορεύσησθε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι μεθ' ὑμῶν θυμῷ [*](4 Vgl. Sir. 25, 9 zur Form des Citats vgl. Clem. Alex. Strom. II, 4, 17. — 5 Vgl. Jer. 5, 5. — 18. 20 Vgl. Weish. Sal. 12, 10. — 18ff. Vgl. Hom. 1, 1. — 23ff. Vgl. Lev. 26, 21. — 25 Vgl. Lev. 26, 23. 24 Die Form beider Citate, die w. e. seh. örtlich sein sollen, findet sich sonst nicht.) [*](2 Wörtliches Citat? διὰ τοῦτο statt διότι haben in LXX codd. Α 22 Basil., Formen von ἀκούειν Chrys., Basil. Ι 5 ἐάνπερ τύχῃ] ἐὰν πορἐύση S [sic] Ι 8 αὐτῶν] αὐτοῦ S 1 12 Ἀμήν] + ὁμιλία ς΄ S | — S. 52, 20 Hierzu Fragm. 21 in C: Φιλάνθρωπος — ἔρημος | 20 κρίνων] κολάζων S | 21 τούτου Hu τοῦτο S | 25 έ)σται] < C.)

52
πλαγίῳ‘. καὶ εὑρήσεις τὸν θεὸν ἐπιμετροῦντα κολάσεις μετὰ φειδοῦς, ἐπεὶ Ι βούλεται εἰς ἐπιστροφὴν ἀγαγεῖν τὸν ἡμαρτηκότα, καὶ οὐκ ἀθρόως πάσας ἀποδιδόντα. τοιαῦτα οὖν ὅσον ἐπὶ τῷ ῥητῷ ἐγεγόνει περὶ τὸν λαόν, καὶ ἀπειλῶν αὐτοῖς ὁ λόγος ἃ πείσονται μετ' ἐκεῖνά φησιν· »καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὐ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν« εἰ δὲ ταῦτα μάλιστα φθάνει καὶ ἐπὶ τὰς μελλούσας κολάσεις † εἰ μή, ὁ δυνάμενος ἀπὸ τῶν ἐν τῷ βίῳ συμβεβηκότων περὶ τὸν λαὸν μεταβάτω καὶ ἐπ' ἐκείνας· ἐγὼ γὰρ πειθόμενος ἂν ειποιμι, ὅτι ὡς »ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν ἐπουρανίων‘ « οὕτως ὑποδείγματι καὶ σκιᾷ τῶν ἀληθινῶν κολάσεων ἐκολάσθη ὁ λαὸς ἐκεῖνος ἐπὶ τοῖς ἁμαρτήμασιν ἑαυτῶν, ὡς εἶναι πᾶσαν κόλασιν τὴν κατὰ τὸν νόμον καὶ τοὺς προφήτας περὶ τὸν λαὸν περιέχουσαν σκιὰν κολάσεων ἀληθινων.

Εἵπερ οὖν ἐκείνοις συντέλεια ἐπὶ ταῖς ἁμαρτίαις οὐ γέγονεν, ἀλλ' ἐπὶ τέλει ποτέ. οὕτε μήποτε ἔσται καὶ μετὰ τὴν ἔξοδον ἐπὶ τοὺς ἡμαρτηκότας κόλασις. συντέλεια δὲ ἐπὶ τὴν Ἱερουσαλήμ, ὅτε ἡ αἰχμαλωσία ἐστὶν ἡ Ναβουχοδονόσορ. καίτοιγε ἐρεῖ τις ὅτι οὐδὲ τότε συντέλεια, ἀλλ' οὐδ' ἐπὶ τοῖς Μακκαβαΐκοῖς. ἀλλὰ συντέλεια τῷ λαῷ ἐπὶ τῆς τοῦ κυρίου μου Ἱησοῦ Χριστοῦ παρουσίας. ὅσον γάρ οὐκ ἔλεγεν αὐτοῖς ὁ σωτήρ· »ἰδοὺ ἁφίεται ὑμῖν ὁ ὑμῶν«, ὑμῶν‘, οὐκ ἠφίετο. ὅτε δὲ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλὴμ λέγων. »Ἱερουσαλήμ. Ιερουσαλήμ, ὴ τοὺς προφήτας ἀποκτείνουσα καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἡθέλησα ἑπισυναγαγεῖν τὰ τέκνα σου, ὅν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας τῆς, καὶ οὐκ ἡθελήσατε; ἱδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«, ἀφεῖται ὁ οἶκος, κεκύκλωται ὑπὸ στρατοπέδων Ἱερουσλήμ« ὡς ἀφεθέντος τοῦ οἴκου καὶ »ἥγγισεν ἡ ἐρήμωσις αὐτῆς‘. εἶτα μετὰ τὸ ἐκείνων παράπτωμα ἦλθεν ἡ σωτηρία ἡμῖν τοῖς . ἐκολάζοντο οὑν ἐκεῖνοι, καὶ συντέλεια οὐκ ἔφθανεν ἐπ' αὐτοὺς ἴως τῆς τοῦ κυρίου Ἱησοῦ μου ἐπιδημίας.

Σκοπῶ δὲ μήποτε καὶ περὶ ἡμᾶς τοιαῦτά ἐστιν, καὶ κολάσεις τινὲς γίνονται, ὥστε τούσδε μὲν μὴ πεῖραν ἔχειν δευτέρων κολάσεων ἀλλὰ ἀρκεσθῆναι ταῖς προτέραις, ἄλλους δὲ ἥκειν καὶ ἐπὶ τὰς δευτέρας, οὐ μὴν καὶ ἐπὶ τὰς τρίτας, ἄλλους δὲ ἐλεύσεσθαι καὶ ἐπὶ τὰς [*](9 Vgl. Hebr. 8, 5. — 20 Matth. 23, 38. — 21 Matth. 23, 37. 38. — 21 ff. Vgl. in Matth. Tom. 14, 19 (Lo 3, 312). — 26f. Vgl. Luk. 21, 20. — 28 Vgl. Rom. 11, 11.) [*](2 ἐπεὶ Lietzmann ἠ εἰ S | 3 ἀποδιδόντα GhCo ἀποδιδόντι S | 9 πειθόμενος ἂν Blass πειθομεθόμενος S | 17 ναβουχοδονόσωρ S doch vgl. zu S. 36, 27 Ι καίτοιγε] καὶ τότε S | 22 ἀποκτείνουσα V ἀποκτένουσα S | 24 ὕρνις Co Ι νοσσία Hu νοσσεια S 26 ἁφεῖται] ἀφεθήσεται S | 29 ἐκεῖνοι, καὶ] vielleicht ἐκεῖνοι καὶ πρότερον, ἀλλὰ.)

53
τετάρτας. τὸ γὰρ »προσθήσω πληγὰς ἑπτά« ὁτίποτε μυστήριον δηλοῖ μιᾶς μιᾶς γινομένης καὶ δευτέρας καὶ τρίτης μέχρι τῶν εἰρημένων ἑπτὰ ἐπί τινας. οὐ πάντες δὲ ἑπτὰ πληγὰς πλήσσονται· ἀλλ᾿ οϊμαί τινας πληγήσεσθαι πληγήσεσθαι πληγὰς ἔξ, ἄλλους πέντε, πέντε, ἄλλους τέσσαρας, ἄλλλους τρεῖς ἢ δύο, τοὺς δὲ πάντων ὑποδεεστέρους ἐν κολάσεσιν πληγὴν νομίζω πληγήσεσθαι μίαν. οἶδεν οὖν ὁ θεὸς καὶ τὰ περὶ τῶν πληγῶν. διὸ γέγραπται ἐνθάδε κατὰ τὴν ἀρχὴν τοῦ ἁναγνώσματος. »καὶ ἔσται έν ταῖς ἡμέραις ἐκείναις«, ταῖς περὶ τῶν εἰρημένων, »οὑ μὴ ποιήσω ὑμᾶς συντέλειαν«. συντέλειαν«. άλλ᾿ οὐκ ἐν ταῖς ἡμέραις ἐκείναις συντέλεια· εἰσὶν γάρ τινες ἠμέραι, ὅτε ποιήσει οὓς ποιήσει εἰς συντέλειαν.

»Καὶ ἔσται ὅταν εἴπητε. τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμῖν ἅπαντα τὰ κακὰ ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ᾿ ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις έν τῇ γῇ ὑμῶν, οὕτως οὕτως ἐν γῇ οὐχ ὑμῶν«. τὸ ῥητὸν νοηθήτω, καὶ ἀρκεῖ ἐπὶ τοῦ παρόντος τὴν τὴν ὑπόμνησιν τοῖς ἀκούειν δυναμένοις ἐκ τοῦ ῥητοῦ παραστῆσαι. οὐκοῦν οἱ υἱοὶ Ἱσραὴλ τὴν ἁγίαν γῆν, τὸν ναὸν εἶχον, τὸν οἶκον τῆς προσευχῆς. ἔδει αὐτοὺς λατρεύειν τῷ θεῷ. παραβαίνοντες δὰς τὰς θείας ἐντολὰς καὶ εἰδωλολάτρουν καὶ τὰ εἴδωλα παρελάμβανον Δαμασκοῦ, ὡς γέγραπται ἐν ταῖς Βασιλείαις, καὶ ἄλλα εἴδωλα ἀνελάμβανον τῶν τῶν εἰς τὴν ἁγίαν γῆν. δἰ ὡν παρελάμβανον τῶν ἐθνῶν εἰδώλων, ἁξίους ἐαυτοὺς ἑποίουν ἐποίουν καταβληθῆναι εἰς τὴν τῶν εἰδώλων γῆν, καταγενέσθαι ἐκεῖ, ὅπου προσεκύνουν τά εἴδωλα. φησὶν οὑν ὁ λόγος αὐτοῖς κατὰ τὸ ῥητόν· »ἀνθ' ὡν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως οὕτως δουλεύσετε θεοῖς ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν« πᾶς θεοΠοιῶν τι δουλεύει θεοῖς ἀλλοτρίοις. ἐκθειάξεις τὰ βρώματα καὶ τὰ πόματα; θεός σού ἐστιν »ἡ κοιλία( τιμᾷς τὸ ἀργύριον ὡς μέγα ἀγαθὸν καὶ τὸν πλοῦτον τὸν κάτω; θεός σού ἐστιν ὁ μαμωνᾶς καὶ κύριος. Ἰησοῦς γὰρ αὐτὸν εἶπενξ κύριον τῶν φιλαργύρων φάσκων· »οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ; οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν( οὐκοῦν ὁ τιμῶν τὸ ἀργύριον καὶ θαυμάζων τὸν πλοῦτον καὶ νομίζων ἀγαθὸν αὐτὸν εἶναι καὶ ἀποδεχόμενος τοὺς πλουσίους ὡς θεούς, τοὺς δὲ πένητας ὡς μὴ ἔχοντας τὸν θεὸν αὐτῶν ἐξουθενῶν, οὗτος θεοποιεῖ τὸ ἀργύριον. ἐάν τις ἐν τῇ τοῦ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, τυγχάνων προσκυνήσῃ θεοῖς ἀλλοτρίοις θεοποιῶν τὰ μὴ θεοποιεῖσθαι ἄξια, ἐκβληθήσεται [*](1 Lev. 26, 21. — 19 Vgl. ΙΙ Kön 16, 10? — 26 Vgl. Phil. 3, 19. — 29 Matth. 6, 24.) [*](5 ἢ Co 1 10 εἰς Blass | 13 δουλεύσετε] + ἀλλοτρίας [sic] Co; doch müsste man nach Ζ. 24 θεοῖς ἀλλοτρίοις einfügen, wenn überhaupt zu ändern ist | 25 πᾶς θεοποιῶν vgl. Ζ. 35 πᾶς δὲ ὁ ποιῶν S πᾶς δὲ ὁ θεοποιῶν Co Ι 34 προσκυνήσῃ V προσκυνήσει S.)

54
εἰς γῆν ἀλλοτρίαν καὶ προσκυνείτω τοὺς θεούς, οὓς ἔνδον προσεκύ- νησεν γενόμενος. ἔξω φιλάργυρος ἔστω ἀπὸ τῆς ἐκκλησίας ἐκβλη- θείς, γαστρίμαργος ἔξω ἔστω τῆς ἐκκλησίας γενόμενος. ταῦτα κατὰ μίαν τροπολογίαν, ἵνα μὴ νῦν περιεργάζωμαι Ι τὰ ὑπὲρ ἐμαυτὸν καὶ περὶ τῆς γῆς, περὶ ἡς εἶπεν ὁ σωτήρ· »τὸ ἡμέτερον τίς δώσει ὑμῖν;« καὶ ὅτι γενομένης προσκυνήσεως ἐν τῇ γῇ τινος οὕτως ὁ θεὸς ᾠκο- νόμησεν ἐκβληθῆναί τινας ἀπὸ τῆς ἐαυτοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν γῆν, περὶ ἡς γέγραπται. »ἄκουε, Ἰσραήλ. τί ὅτι ἐν τῇ τῶν ἐχθρῶν εἶ; συνελογίσθης μετὰ τῶν καταβαινόντων εἰς ᾄδου. ἐγκατέλιπες πηγὴν ζωῆς τὸν κύριον. τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνο«.

Νῦν οὑν ἐν γῇ ἀλλοτρίᾳ ἐσμέν, καὶ εὐχόμεθα τὸ ἐναντίον ποιῆ- σαι, ὡς ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ γῇ τῇ ἀγίᾳ. ἐκεῖνοι μὲν γὰρ τὰ ἀλλότρια] ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀλλοτρίοις προσεκύνησαν· ἡμεῖς δὲ ἐν ἀλλοτρίᾳ γῇ τὸν ἀλλότριον τῆς γῆς προσκυνοῦμεν θεόν, ἀλλότριον τῶν ἐπὶ γῆς πραγμάτων· ἄρχει μὲν γὰρ ὁ ἄρχων τοῦ αἰῶνος ἐνθάδε, καὶ ἀλλότριος τῶν υἱῶν αὐτοῦ ἐστιν ὁ θεός. ἀλλότριον τριον δὲ ἂν εἴπω οὐ τοῦτο λέγω. οὐ κτίσαντα τὸν κόσμον, ἀλλὰ ἀλλότριον τοῦ κυρίου τῆς κακίας, ἀλλότριον τῶν παρόντων ἀμαρτημάτων. καίτοιγε καὶ θέλοντες τὸν ἀλλότριον τῶν τῆς ἁμαρτίας πρα- γμάτων προσκυνεῖν θεὸν ἐν τῇ γῇ ταύτῃ τῆς κακώσεως, τί ποιοῦμεν ἴδωμεν. οὐ λέγομεν· »πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας«; ἀλλά. πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου οὐκ ἐπὶ γῆς ἀλλοτρίας; τούτου τόπον ζητοῦμεν τοῦ ᾄδειν τὴν ᾠδὴν κυρίου, τόπον τοῦ προσκυνεῖν κύριον τὸν θεὸν ἡμῶν ἐπὶ γῆς ἀλλοτρίας. τίς οὖν ὁ τόπος; εὗρον τοῦτον· ἦλθεν ἐπὶ ταύτην φορέσας σῶμα τὸ σῶσαν, ἀναλαβὼν »τὸ σῶμα τὸ τῆς ἀμαρτίας« »ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας«, ἵν' ἐν τούτῳ τῷ τόπῳ διὰ τὸν ἐπιδημήσαντα Χριστὸν Ἰησοῦν καὶ κα ταργήσαντα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου καὶ καταργήσαντα τὴν ἁμαρτίαν, δυνηθῶ προσκυνῆσαι τὸν θεὸν ἐνθάδε καὶ μετὰ τοῦτο προσκυνήσω ἐν τῇ γῇ τῇ ἁγίᾳ. εἰ γὰρ προσκυνήσας τις τὰ εἴδωλα ἐν τῇ γῇ τῇ ἁγίᾳ ἁπελήλυθεν εἰς τὴν γῆν τὴν ἀλλοτρίαν, προσκυνήσας τις τὸν θεὸν ἐν τῇ γῇ τῇ ἀλλοτρίᾳ ἀπελεύσεται ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν Χριστῷ Ἰησοῦ, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](5 Luk. 16, 12. — 8 Baruch 3, –13. — 16 Vgl. Job. 12, 31. — 22 Psal. 136, 4. 25/26 Vgl. Baruch 3, 15? - 27 Vgl. Rom. 6, 6. — Vgl. Rom. S, 3. — 29 Vgl. I Kor. 15,24 Joh. 12, 31?)[*](6 προσ|σκυνήσεως S | 7 ἑαυτῶν Gh | 10 ζωῆς] σοφίας LXX | 14 τὰ ἀλλότρια streicht Gh Ι ἀλλοτρίοις vgl. S.53, 35 | 21 1. ποιῶμεν ? | 22 ἴδωμεν VCo S | 24 τοῦ 2 V ποῦ S | 25 ἐπ(??) S | 34/35 αἰῶνας] + τῶν αἰώνων V Ι 35 Ἀμήν.] + ὁμιλία ζ΄ S.)
55

Τρεῖς οἱονεὶ ἀρετὰς παραλαβὼν ὁ προφήτης τοῦ θεοῦ, τὴν ἱσχὺν αὐτοῦ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν φρόνησιν αὐτοῦ, ἐκάστῃ αὐτῶν οἰκεῖόν τι ἔργον ἀπονέμει, τῇ μὲν ἱσχύϊ τὴν γῆν, τῇ δὲ σοφίᾳ τὴν οἱκουμένην, τῇ δὲ φρονήσει τὸν οὐρανόν· ἄκουε γὰρ τῆς λέξεως λεγούσης· »κύριος ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ, ὁ ἀνορθώσας τὴν οἰκουμένην έν τῇ σοφίᾳ αὐτοῦ, καὶ έν τῇ φρονήσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν«. καὶ ἡμεῖς δὲ πρὸς τὴν ἡμετέραν γῆν (λέλεκται γὰρ πρὸς τὸν Ἀδάμ. »γῆ χρείαν ἔχομεν τῆς ἰσχύος τοῦ θεοῦ, χωρὶς δὲ τῆς δυνάμεως τοῦ θεοῦ οὐχ οἷοί τέ ἐσμεν ἐπιτελέσαι ταῦτα, ὅσα οὐ κατὰ >τὸ φρόνημά ἐστιν τῆς σαρκός<. >νεκρωθέντων δὲ τῶν μελῶν τῶν ἐπὶ τῆς<, ἔσται τὸ κατὰ τὸ βούλημα τοῦ πνεύματος, ἐπεὶ τῷ >πνεύματι αἱ πράξεις τῆς σαρκὸς< κατὰ τὸν ἀπόστολον θανατοῦνται. »κύριος« οὖν »ὁ ποιήσας τὴν γῆν έν τῇ ἰσχύϊ αὐτοῦ«. ἐὰν δὲ ἔλθῃς καὶ ἐπὶ ταύτην τὴν γῆν, εἰ δύνασαι ἰδεῖν τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον, ὡς έν τοῖς ἀκριβεστέροις ἀντιγράφοις εὕρομεν, ὅτι ἔστησεν αὐτὴν »ἐπ᾿ οὐδενί«, ὄψῃ ὅτι ἰσχυϊ θεοῦ κατὰ τὸ μεσαίτατον κεῖται.

Ἕρχομαι καὶ ἐπὶ τὴν οἰκουμένην. οἶδα ψυχὴν οἰκουμένην, οἶδα ψυχὴν ἔρημον. εἰ γὰρ οὐκ ἔχει τὸν θεόν, εἰ οὐκ ἔχει τὸν Χριστὸν τὸν εἰπόντα· >ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ᾿ αὐτῷ, ποιησόμεθα< εἰ οὐκ ἔχει τὸ πνεῦμα τὸ ἅγιον ψυχή, ἔρημός έστιν. οἰκουμένη δέ ἐστιν, ὅτε πεπλήρωται θεοῦ, ὅτε ἔχει τὸν Χριστόν, ὅτε πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῇ. ταῦτα δὲ ποικίλως καὶ [*](11 Gen. 3, 19. — 13 Vgl. Röm. 8, 6. — 14 Vgl. Kol. 3, 5. — 15 Vgl. Röm. 8, 13. — 19 Hiob 26, 7. — 23 Joh. 14, 23. Zur Form des Citats vgl. c. Cels. 8, 19 (Orig. II, 236, 6) u. de princ. I, 2 (Lo 21, 28).) [*](1 — 2 < H | 3 Ὁμιλία ή] in S steht dies vor Z. 1; doch vgl. die andern Überschriften. Homilia V Η und Epist. VIII unter d. opera supposititia d. Hieronymus vgl. TU NF I, 3, 109 Ι 4 τοῦ θεοῦ] < H | 6 ἀπονέμει nach Η: distribuit | 7 οὐρανόν Co coelum Η ἄνݲοݲνݲ S | 15 ἐπεὶ Co w. e. seh. Siquidem Η ἐπὶ S | 18 εἰ δύνασαι ἰδεῖν] et consideres H | 21 ἔρχομαι] veniatn vero H | 22 εἰ2 nach Η: (Si enim non habet deum Patrem,) si (non habet Filium dicentem).)

56
διαφόρως έν ταῖς γραφαῖς λέγεται, τὸ εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἄγιον πνεῦμα ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ. ὁ γοῦν Δαβὶδ ἐν τῷ ψαλμῷ τῆς ἐξομολογήσεως περὶ τούτων τῶν πνευμάτων αἰτεῖ τὸν πατέρα λέγων· »πνεύματι ἡγεμονικῷ στήριξόν με«, »πνεῦμα εὐθὲς ἐγκαίνισον έν τοῖς ἐγκάτοις μου«, »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς άπ΄ ἐμοῦ((. τίνα τὰ τρία πνεύματα ταῦτα; τὸ ἡγεμονικὸν ὁ πατήρ, τὸ εὐθὲς ὁ Χριστός, καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸ τὸ ἄγιον ταῦτα είς τὸ παραστῆσαι τὴν οἱκουμένην οὐκ ἄλλως μένην ἢ έν τῇ σοφίᾳ τοῦ θεοῦ· »ἡ« γὰρ »σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας έν τῇ πόλει«. »σοφίαν δὲ καὶ παιδείαν ὁ ἐξουθενῶν ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι, καὶ ἄχρηστα τὰ ἔργα αύτοῦ«, φησὶν ἡ Σοφία ἡ ἐπιγεγραμμένη Σολομῶντος. διὰ τοῦτο ὅση δύναμις, ἐπεὶ ἀνορθοῦται ἡ οἰκουμένη έν τῇ σοφίᾳ τοῦ θεοῦ, βουλώμεθα δὴ καὶ αὐτοὶ ἀνορθωθῆναι ἡμῶν τὴν οἰκουμένην τάχα πεσοῦσαν· πέπτωκεν γὰρ αὕτη ὴ οἰκουμένη ἡνίκα ἤλθομεν εἰς τὸν τόπον τῆς κακώσεως, πέπτωκεν αὕτη ἡ οἰκουμένη ἡνίκα »ἡμάρτομεν, ἠσεβήσαμεν, ἡδικήσαμεν«, καὶ δεῖται ἀνορθώσεως. θεὸς οὖν ὁ ἀνορθώσας τὴν οἱκουμένην ἐστίν. εἰ δὲ μὴ τοιοῦτον λαμβάνεις τὸ »ἀνορθώσας τὴν οἱκουμένην«, ἀλλὰ κοινότερον νοήσας τὴν ἰκουμένην, ζήτει πόθεν ἀνορθώσας ἐστὶν τὴν οἰκουμένην, ζήτει τῆς οἱκουμένης πτῶσιν, ἕνα εὑρὼν αὑτῆς τὴν πτῶσιν ἴδῃς αὐτῆς τὴν ἀνόρθωσιν. εἴ τις οὖν έστιν ἐν τῇ οἰκουμένῃ ταύτῃ, ἐὰν οὔτως νοήσῃς τὴν οἰκουμένην, πρὸ ἀνορθώσεως κεν. εἰ δὲ πέπτωκε δῆλον ὅτι δεῖται τῆς ἀνορθώσεως, οὐδεὶς δὲ πεσὼν δεῖται τῆς ἀνορθώσεως. ݲεἰ δὲ ἀνωρθώθη, ἴδωμεν τίς δῆλον ὅτι πέπτωκεν ἕκαστος τῶν ἐν τῇ οἰκουμένῃ ἀπὸ ἀμαρτίας. καὶ κύριός έστιν ὁ ἀνορθῶν τοὺς κατερραγμένους«, καὶ »ὑποστηρίζει πάντας τοὺς καταπίπτοντας«, »ἐν τῷ Ἀδὰμ πάντες άποθνᾐσκουσιν«, καὶ οὕτως πέπτωκεν ἡ οἰκουμένη καὶ δεῖται ἀνορθώσεως, έν »ἐν τῷ Χριστῷ πάντες« ζωοποιηθῶσιν. ὥστε διχῶς ἀποδέδωκα τὰ περὶ τῆς οἰκουμένης, πῇ μὲν ἐπὶ ἔνα ἕκαστον δεικνὺς πῶς ἐκάστη ψυχὴ ἤτοι οἱκουμένη ἐστὶν ἢ ἔρημος, πῇ δὲ ἐπ’ αὐτῆς στήσας τὸν λόγον τῆς οἰκουμένης.

[*](4ff. Psal. 51, 14. 12. 13. — 9 Pred. Sal. 7, 20. — 10 Weish. Sal. 3, 11. — 17 Vgl. Dan. 9, 5 (LXX). — 21 Vgl. Matth. 7, 7 usw. — 2 7 Vgl. Psal. 144, 14. — 28 Vgl. I Kor. 15, 22.)[*](1 τὸ τὸν S* Ι 3 τούτων τῶν] tresH Ι 7 τὸ πνεῦμα τὸ ἅγιον nach Η: Spiritus sanctus est vgl. Hu Ι 9 ἢ Co ἡ S | 14 βουλώμεθα δὴ nach H: hhorare nitamur βουλόμεθα δὲ S | 17 ἡδικήσαμεν] + impie gessimus Η ἡνομήσαμεν?) Ι δεῖται Koetschau vgl. Ζ. 24. 25 δέεται S | 20/21 ζήτει — οἰκουμένην] < Η | 22 οὗν] a. R. Scorr. | 23 ἐὰν — οἰκουμένην] < H | 23/24 πρὸ— πέπτωκε nach Η: ante ereciionenfii cecidit. Si autem cecidit | 24 δὲ2] quippe H | 25/26 εἰ—πτῶσις nach Η: Si aiitem erectus est, uideamus quae ruina praecesserit | 27 κατεραγμένους S.)
57

Καὶ ἐν τῇ φρονἠσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν((. οὐ συν- τυχικῶς τὴν φρόνησιν παρέλαβεν ἐπὶ τοῦ οὐρανοῦ· εὑρήσεις γὰρ ἐν ταῖς Παροιμίαις λεχθέν. »ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει«. ἔστιν οὑν τις φρόνησις θεοῦ, ἥν μὴ ζήτει εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ. πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν. σοφία τοῦ θεοῦ αὐτός, θεοῦ θεοῦ αὐτός, δικαιοσύνη θεοῦ αὐτός, ἁγιασμὸς αὐτός, ἀπολύτρωσις αὐτός· οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. ἀλλὰ τὸ μὲν ὑποκείμενον ἕν έστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὁνόματα ἐπὶ διαφόρων ἐστίν. καὶ οὐ ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην. ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων. ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ΄ άξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί· καὶ ὅτε ἁγιασμόν, τὸν περιποιη- τικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ θεῷ. οὕτως οὖν Ι καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων. ἐπεὶ οὐν χωρίζεται τοῖς ἐν οὐ- ρανῷ κατοικοῦσιν ἢ τοῖς τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν † χωρίσαν- τος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἴνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐ- ρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρανὸν μήτε ὁ δίκαιος ὢν οὐρανός (ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς εἴρηται. »καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αύτοῦ«.

Πῶς οὖν ἐκτείνεται ὁ οὐρανός; ἐκτεινούσης αὐτὸν τῆς σοφίας. δηλοῦται δὲ ὡς ἡ σοφία ἐκτείνει ἐν τῷ τῷ »ἐπειδὴ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε«, καὶ λέγει ἔκτασίν τινα εἶναι λόγων· οὕτως ἐκτείνεται ὁ οὐρανός. καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται ψαλμῷ. »ἐκτείνωνξ τὸν οὐρανὸν ὡσεὶ δέρριν«, ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἴνα δυνηθῇ χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἐλέγομεν περὶ τοῦ τὸν οὐρα- νὸν ἐν φρονήσει γεγονέναι. καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. εἰ γὰρ πρὸς τὸν ἁμαρτά- νοντα λέγεται. »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«, πρὸς τὸν δίκαιον οὐκ [*](3 Prov. 3, 19. — 5 ff, Vgl. in I Kor. 1, 29 (Cat. Cram. Y, 32, 28): ταῦτα πάντα ἡμῖν ἐστὶ Χριστός. — π. Vgl. I Kor. 1, 30. 24. — 17. 29 Vgl. I Kor. 15, 49. — π. Vgl. in Gen. Hom. 1, 2 (Lo 8, 108) ? — 23 Prov. 1, 24. — 25 Psal. 103, 2. — 29ff. Vgl. Fragm. 97 in C, de or. 26, 6 (Orig. II, 362, 28 ff.), u. ö. — 31 Gen. 3, 19.) [*](5 ἥν μὴ] μοι μοι Co | εἰ μὴ nach. Η: qitam nolo ut extra Christum requiras Ι 13 ἀπονεμητικὴν Hu ἀπονεμιτικὴν S | 14 ἁγίους] vgl. Hu sanctos Η ἁγίου S | 15 ἐπιστήμη Co ἐπιστήμης 8 ’ina et demonstratio H | 16 — 20 ἐπεὶ — παραστήσω] ݲ H | 23 δηλοῦται — τῷ] Audi H | 24 ἔκτασιν Co extensionein Η ἔκστασιν S 24/25 οὕτως — οὐρανός] Similiter et nunc dicitur coeli | 25 ργ΄ S | 29 οὐράνιον Co ὀυνὸν S.)

58
ἂν λεχθείη, οὑ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν‘· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ φοροῦντι »τὴν εἰκόνα τοῦ χοϊκοῦ«. »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«, διὰ δὲ τὸν οὐράνιον, ἐπὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου«, οὑκέτι ἁρμόσει λέγεσθαι. οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἐκαστος οὖν ἡμῶν ἔχει ἔργα οὑράνια καὶ ἐπίγεια. ἐπίγειά ἐστιν ἔργα, ἅ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν θησαυφίζοντα αὐτὰ ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν . πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ ἀνάγει τὸν θησαυρίξοντα ἐν , τὸν φορέσαντα «τὴν εἰκόνα τοῦ ἐπουρανίου« τὰ πραττόμενα κατ΄ ἀρετήν.

Καὶ ἀνάγαγεν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. τοῦτο τὸ ῥητὸν πρώην καὶ ἐν τῷ ψαλμῷ ἐνέπεσεν, καὶ ἐλέγομεν, πῶς ὁ θεὸς »ἀνήγαγεν νεφέλας νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. ἅπερ χρεία ἐστὶν ἐπαναλαβεῖν, τοῖς μὲν εἰδόσιν εἰς ἐπιτράνωσιν καὶ ὑπόμνησιν τῶν εἰρημένων, τοῖς δὲ ἐπιλαθομένοις ἢ μὴ παρατετυχηκόσιν εἰς σαφήνειαν τούτου, εἴτε ἀποκαλυπτομένου καὶ φανεροῦ γενομένου εἴτε ὁπώσποτε νοουμένου. ἐλέγομεν δὲ τοὺς ἀγίους εἶναι νεφέλας. τὸ γὰρ »ἡ ἀλήθειά σου τῶν νεφελῶν« οὐ δύναται ἀναφέρεσθαι ἐπὶ τὰς ἀψύχους νεφέλας· ἀλλὰ ἡ ἀλήθεια τοῦ θεοῦ ἕως τῶν νεφελῶν ἐστιν, αἵτινες ἀκούουσιν ἐντολῆς θεοῦ καὶ οἴδασιν, ποῦ ἐκπέμπωσιν ὑετὸν καὶ ἀπὸ τίνων κωλύσωσιν· ὡς οὐσῶν γὰρ νεφελῶν, αἶς ἐντέλλεται ὁ θεὸς μὴ βρέχειν ἢ βρέχειν, γέγραπται »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ αὐτὸν ὑετόν«. ἐπὶ μὲν οὖν τούτων τῶν νεφελῶν, ἐὰν μὴ ὑετὸς οὐκ ἐντέλλεται ὁ θεὸς ταῖς νεφέλαις τοῦ μὴ βρέχειν ἐπὶ τὸν ἀμπελῶνα ἢ τὴν χώραν ὑετόν, ἀλλ' ὅλως οὐ φαίνεται νεφέλη, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν γέγραπται. ὅπου παρὰ τὸν καιρὸν τῆς ἀβροχίας νεφέλη οὐκ ἐφαίνετο, ἡνίκα δὲ κατὰ τὸν λόγον τῆς προφητείας τοῦ [*](1 Vgl. Matth. 5, 3 usw. — 2 ff. Vgl. I Kor. 15, 49. Vgl. de or. 26, 6 (Orig. II, 362, 28 ff.): ὁ μὲν γὰρ ἁμαρτάνων .... ἐστὶ »ἐστὶ »γῆ«, εἰς τὴν συγγενῆ, ἐὰν μὴ μετανοῇ, νοῇ, ἐσόμενός πῃ· ὁ δὲ ποιῶν »τὸ θέλημα« τοῦ θεοῦ .... οὐρανός ἐστιν, Fragm. 97 in C. — 7 ff. Vgl. Matth. 6, 19. 20. — 10 Vgl. 1 Kor. 15, 49. — 11 Vgl. auch Psal. 134, 7. — 11ff. Vgl. Sei. in Psal. 134, 7 (Lo 13, 133): Νεφέλη ἐστὶ φύσις λογικὴ τοὺς περὶ προνοίας λόγοις πεπιστευμένη κτλ. — 17 Psal. 35, 6. — 19 Vgl. Jes. 5, 6. — 22 ff. Jes. 5, 6. — 26 ff. Vgl. I ön. 18.) [*](2 ἢ Co aict Η ἡ S | 8 ἐπι Scorr. ἐπειS* | 15/16 εἰς — νοουμένου] textnm sermonis agnoscant, quem timc, prout voliiinms, exposuimus H | 17 ἐλέγομεν nach H: diximus | 17–20 Hierzu Fragm. 25 in C: Ἀνάγει—θεοῦ | 18 ἀψύχους ἀψύχως S* w. e. seh. | 20 ἐκπέμπουσιν S | 23 τῶν] + qnue ex denso acre dicuntur constarc H, wohl nur ückung | 26 τρίτῃ Co Ι ὅπου] ὅτε Blass Koetschau quando Η ὁ τὸν S.)

59
Ἠλίου ἔμελλεν ὁ ὑετὸς γίνεσθαι, ἴχνος ἐφάνη νεφέλης »ὡς ἴχνος ἀνδρὸς« καὶ ἐγένετο νεφέλη ποιοῦσα τὸν ὑετόν. ὡς δὲ ὑπαρχουσῶν μὲν τῶν νεφελῶν, κελευομένων δὲ μὴ ὕειν ὅταν ἀναξία ἡ ψυχὴ τοῦ ὑετοῦ τυγχάνῃ, λέγεται τὸ »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν ὑετόν«. οὐκοῦν ἕκαστος τῶν ἁγίων νεφέλη ἐστίν. Μωσῆς νεφέλη ἦν καὶ ὡς νεφέλη ἔλεγεν· »πρόσεχε, οὐρανέ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα στόματός μου. προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. εἰ μὴ ἡν νεφέλη, οὐδέποτ' ἂν εἶπε. ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ῥήματά μου«. ὡς νεφέλη λέγει· »ὡσεὶ ὅμβρος ἐπ' ἄγρωστιν, καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου έξλακεσα«. οὕτως ὡς νεφέλη καὶ Ἡσαΐας λέγει· »ἄκουε, οὐρανέ, καὶ ἐνωτίξου, γῆ, ὅτι κύριος ἐλάλησεν«. καὶ ἐπειδήπερ καὶ αὐτὸς ἡν νεφέλη, νεφέλη, ὄλεγεν νεφέλας τοὺς συμπροφητεύοντας αὐτῷ, φησὶν προφητεύων· »ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν«.

Εἰ δὲ νενόηται ἡμῖν, τίνες εἰσὶν αἱ νεφέλαι, ἴδωμεν πῶς ὁ θεὸς ἀνάγων ἐστὶν νεφέλας ἐξ ἐσχάτου τῆς γῆς«. πῶς ἀπ’ »ἐσχάτου τῆς γῆς«; φησὶν ὁ σωτήρ. »ὁ θέλων έν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων ἔσχατος«. ἐτήρησεν ταύτην τὴν ἐντολὴν Παῦλος, καὶ ἡν ἔσχατος έν τούτῳ τῷ κκόσμῳ. διό φησιν· »δοκῶ γάρ, ὁ θεὸς θεὸς τοὺς ἀποστό- λους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις«. εἴ τις οὖν οὖν τηρῶν τὴν τοῦ σωτῆρος ἐντολὴν καὶ γενόμενος ἔσχατος ὡς πρὸς τὸν βίον τοῦτον, οὑτος γίνεται νεφέλη. καὶ ἀνάγει νεφέλας ὁ θεὸς οὐκ ἀπὸ τῶν πρώτων τῆς γῆς, οὐκ ἀπὸ ὑπατικῶν ἀνάγει νεφέλας, οὐκ ἀπὸ ἡγουμένων ἀνάγει νεφέλας, οὐκ ἀπὸ πλουσίων· »μακάριοι« γὰρ »οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ«. ὁρᾷς πῶς ἀπὸ τῶν ἐσχάτων ἀνάγει ὁ θεὸς καὶ σωματοποιεῖ τὰς νεφέλας; διὰ τοῦτο εἰ βουλόμεθα γενέσθαι νεφέλαι, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια τοῦ θεοῦ, ἔσχατοι πάντων γενώμεθα καὶ εἴπωμεν ἔργοις καὶ διαθέσει τὸ »δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν( κἂν μὴ ἀπόστολος ὦ, ἔξεστί μοι γενέσθαι ἐσχάτῳ, ἵνα ὁ θεὸς ἀνάγων νεφέλας 241r | ἀπ' »ἐσχάτου τῆς γῆς« ἀναγάγῃ με.

[*](1 Vgl. Ι Kön 18, 44. — 4 Jes. 5, 6. — ff. Deut. 32, 1-3. Vgl. in Lev. IG, 2 (Lo 9, 430f.). — 12 Jes. 1, 2. - 14 Jes. 5, 6. — 18 Mark. 9, 35. — 19ff. Vgl. Hier. Comm. 913. — 20 I Kor. 4, 9. — 26 Luk. 6, 20. — 30 I Kor. 4, 9.)[*](3 ὅταν ἀναξία Co cum iiidigna H | 4 τυγχάνῃ .... ἐντελοῦμαι Co τυγχάν [sic] .... ἐντελλοῦμαι S | 8/9 εἰ—μου nach Η: Si non fuisset nuhes, numquam dixisset: Exspedentur ut plunia verha mea | 13 ἔλεγεν δὲ] et sciebat H | 22 ἐστι] + sanctus Η (vgl. Ζ. 5) | 27 τοῦ θεοῦ] eoelorum H | 32 ἀπόστολος ] sim apostolus Η ἀπο- στόλους ὡ S.)
60

»Καὶ ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν«. λέγουσιν οἱ περὶ ταῦτα δεινοί, ὅτι ἡ γένεσις τῶν ἀστραπῶν ἀπὸ τῶν νεφελῶν γίνεται ἀλλή- λαις προστριβομένων. ὅπερ γὰρ συμβαίνει περὶ τοὺς πυροβόλους λί- θους ἐπὶ γῆς, ἕνα δύο λίθων προσκρουσάντων πῦρ γενγθῇ, τοῦτο γίνεσθαι καὶ ἐπὶ τῶν νεφελῶν φασιν. προσκρουομένων τῶν νεφελῶν κατὰ τοὺς χειμῶνας γίνεται ἡ ἀστραπή. διὸ ὡς ἐπίπαν ἡ άστραπὴ ἅμα βροντῇ γίνεται, τῆς μὲν βροντῆς ἐμφαινούσης τὸν ἡχον τοῦ συγ- κρουσμοῦ τῶν νεφελῶν, τῆς δὲ ἀστραπῆς γεννώσης τὸ φῶς.

εἰ νενόηκας τὸ παράδειγμα, ἴδε μοι καὶ τὴν νοητὴν νεφέλην. Μωσῆς νεφέλη ἦν, Ἰησοῦς ὁ τοῦ Ναυῆ νεφέλη ἦν. αὐται δὴ ὁμιλοῦσιν ἀλλή- λαις, καὶ ἀπὸ τῶν λόγων αὐτῶν ἀστραπὴ γίνεται. Ἱερεμίας νεφέλη ἦν, Βαροὺχ νεφέλη ἦν. διαλέγονται πρὸς ἀλλήλους, ἡλθεν ἡ ἀστραπὴ ἀπὸ τῶν λόγων Ἱερεμίου καὶ τῶν λόγων Βαρούχ. οὕτως εἰ δύνασαι συνάγαγε ἀπὸ τῶν γραφῶν, τίνα τρόπον ἀστραπὴ ἔρχεται. καὶ ἐν τῇ καινῇ διαθήκῃ Παῦλος καὶ Σιλουανὸς δύο νεφέλαι ἡσαν. ἡλθον ἐπὶ τὸ αὐτό, γέγονεν ἡ τῆς ἐπιστολῆς ἀστραπή.

»Ἀστραπὰς« οὐν ὁ θεὸς »εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν ανέμους ἐκ θησαυρῶν αὐτοῦ«. ἀρα οὑν οὑτοι οἱ ἄνεμοι ἐν θησαυροῖς εἰσιν; ἢ οὐχὶ φαίνεται ἡ τούτων φύσις πνεόντων ἐπὶ γῆς τίνα τρόπον ὑφίσταται; ἀλλ’ εἰσί τινες ἀνέμων θησαυροί, πνευμάτων θησαυροί, »πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, »πνεῦμα γνώσεως καὶ εὐσεβείας‘ «, »πνεῦμα φόβου θεοῦ«, »πνεῦμα δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ«. καὶ δύνασαι αὐτὸς ἀπὸ τῶν γραφῶν συναγαγεῖν αγαγεῖν τοὺς ἀνέμους τούτους. τὰ πνεύματα ταῦτα ἐν θησαυροῖς ἐστιν· οἱ θησαυροὶ τίνες εἰσίν; »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«; οὐτοι οἱ θησαυροὶ έν Χριστῷ εἰσιν. ἐκεῖθεν οὖν ἔρχονται οἱ ἄνεμοι οὑτοι, τὰ πνεύματα ταῦτα, ἵν ὁ μέν τις ᾐ σοφός, ὁ δέ τις πιστός, ὁ δέ τις ᾖ ἔχων γνῶσιν, ὁ δέ τις ὁτιποτοῦν ἄναλαβὼν χάρισμα θεοῦ· »ᾦ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἐτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι«.