In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τοῦτο οὖν γέγραπται, ἵνα καὶ σύ, τὸ κάλυμμα ἐπιτιθείς σου τῷ προσώπῳ διὰ τῶν τῆς ἀτιμίας καὶ τῶν τῆς αἰσχύνης ἔργων, αὐτὸς ἐργάσῃ καὶ τὸ περιαιρεθῆναι τὸ κάλυμμα. ἐὰν ἐπιστρέψῃς πρὸς κύριον, τότε περιαιρεῖς τὸ κάλυμμα, καὶ οὐκέτι ἐρεῖς τὸ »ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν«. οἷον ὀργὴ ἐπικειμένη τῇ ψυχῇ ἡμῶν κατά [*](1 II Kor. 3, 18. — 4 Psal. 43, 16. — 10 Joh. 5, 23. — 11 Röm. 2, 23. — 12 Vgl. Joh. 5, 23. — 18. 24. 26. 27 Vgl. Exod. 34. 35 u. II Kor. 3, 16. — 28ff. Vgl. II Kor. 3, 16.) [*](3 ὢν κεκαλυμμένον] ἀνακεκαλυμμένον S | 5 μ΄ καὶ γ΄ S | 13 αὐτὴ V Co αὐτῆ S | 14 ἠ τὸν υἱόν streicht Co | 22 αὑτου Gh | 24 οὐχ οἷον] οὐχὶ Gh | 25 περίθου1 S1 περιθοῦ S* | 32 περιαιρεθῆναι V περιερρηθῆναι S.)

39
τινος ἐπίκειται κάλυμμα ἡμῶν ἐπὶ τὸ πρόσωπον. διὰ τοῦτο εἰ θέλομεν προσευχόμενοι εἰπεῖν· »ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε«, περιαιρῶμεν τὸ κάλυμμα καὶ ποιήσωμεν τὸ ἀποστολικὸν ἐκεῖνο τὸ »βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν«. ἐὰν περιέλωμεν τὴν ὀργήν, περιείλομεν τὸ κάλυμμα, ἐὰν τὰ πάθη πάντα. ὅσον δὲ ταῦτά ἐστιν ἐν τῷ νῷ ἡμῶν, ἐν τῷ λογισμῷ ἡμῶν, ἐπίκειται τῷ ἔνδον προσώπῶ, τῷ ἡγεμονικῷ ἡμῶν, τὸ κάλυμμα καὶ ἡ ἀτιμία, τοῦ μὴ βλέπειν ἡμᾶς τὴν δόξαν τοῦ θεοῦ λάμπουσαν. οὐκ ἔστιν ὁ θεὸς ὁ ἀποκρύπτων αὑτοῦ τὴν δόξαν ἀφ᾿ ἡμῶν, ἀλλ᾿ ἡμεῖς τὸ κάλυμμα ἀπὸ τῆς κακίας ἐπιτιθέντες τῷ ἡγεμονικῷ.

»Διότι ἐναντίον τοῦ θεοῦ ἠμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν«. εἴθε καὶ ἡμεῖς λέγωμεν, ὡς οὗτοι κατὰ τὴν προσωποποιίαν τοῦ προφήτου. ἡμάρτομεν. οὐ ταὐτόν ἐστιν τὸ »ἡμάρτομεν« τῷ ἁμαρτάνομεν· ὁ μὲν γὰρ ἔτι ἐν ἁμαρτίᾳ ὢν μὴ λεγέτωἡμάρτομεν, ὁ δὲ προαμαρτήσας, ἀκριβῶς δὲ μετανοήσας λεγέτω ἡμάρτομεν, ὡς καὶ ἐν τῷ Δανιὴλ γέγραπται ἐξομολόγησις τῶν μηκέτι ἁμαρτανόντων λεγόντων· »ἡμάρτομεν, ἠνομήσαμεν«, καὶ ἐν Ψαλμοῖς· »μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων« φησὶν ὁ προφήτης. καὶ ἡμεῖς οὖν ἐξομολογησώμεθα τὰς ἁμαρτίας, εἴθε μὴ χθιζάς, εἴθε μὴ τριθημερινάς, ἀλλ᾿ εἴθε ἐξομολογούμενοι ἐξομολογησώμεθα περὶ ἁμαρτημάτων πρὸ πεντεκαίδεκα ἐτῶν γεγνημένων, τῷ μηκέτι ἁμαρτίαν ἔχειν μετ᾿ ἐκεῖνα ἐπὶ πεντεκαίδεκα ἔτη. εἰ δὲ χθὲς ἡμάρτομεν, οὔπω ἀξιόπιστοί ἐσμεν ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων ἡμῶν· οὐδὲ χώραν ἔχει ἀπαλειφθῆναι τὰ ἁμαρτήματα ἡμῶν ταῦτα. »διότι ἡμάρρας ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἔως τῆς ἡμέρας ταύτης«. ἐκεῖνα μὲν ἄλλως λελέχθω εἰς διδασκαλίαν τὴν περὶ τρόπου ἀρίστου ἐξομολογήσεως· ταῦτα δέ ἐστιν κατηγορία τοῦ ἐκ πολλοῦ ἁμαρτάνειν. »ἀπὸ νεότητος« φησὶν »ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν«· ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν ἕως τοῦ παρόντος. εἶτα ἐπιστρέφαντες καὶ ἀρχὴν ἔχοντες ἐπιστροφῆς λέγουσιν τὸ >ἡμάρτομεν, καὶ οὐχ ὑπηκούσαμεν<. οὐδὲ γὰρ ἅμα τῷ θέλειν ὑπακοῦσαι ἤδη εὐθέως ὑπακούομεν· καὶ γὰρ ἔτι χρόνου δεῖ, ὥσπερ ἐπὶ τῶν τραυμάτων πρὸς τὴν ἴασιν, [*](2 Psal. 4, 7. — 4 I Tim. 2, 8. — 18 Dam. 9, 5 Θ΄. — 19 Psal. 78, 8.) [*](5 χείρας V Co χώρας S | 6 περιείλομεν] περιείλωμεν S; der Satz scheint lücken- haft | 8 τῷ Blass Koetschau | 10 αὑτοῦ Diels αὐτοῦ S | 12 ἡμάρτομεν Gh Co ἡμάρτωμεν S | 13|14 προσωποποιείαν S | 20 τριθημερινάς Blass | 23 οὔπω Gh Co οὕπω S οὕτω V | 25 ἀπαλειφθῆναι Gh vgl. Index | 34 ἔτι χρόνου] επιχρόνον S.)

40
οὕτως καὶ ἐπὶ τῆς ἐπιστροφῆς, πρὸς τὸ τελείως καὶ καθαρῶς ἐπιστρέψαι πρὸς τὸν θεόν.

Ἐπὶ τούτοις περὶ τοῦ Ἰσραὴλ λέγει ὁ θεός· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ πρός με, λέγει κύριος, καὶ ἐπιστραφήσεται«· τουτέστιν, ἐὰν τελείως ἐπιστρέψῃ, καὶ ἐπιστραφήσεται ἐπιστροφῇ, οὐκ ἐὰν οἱονεὶ ἄρξηται ἐπιστρέφειν. εἶτά φησι· »καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἐὰν τάδε ποιήσωσιν, »εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. τίνα δὲ τάδε ποιήσωσιν, ἵνα εὐλογήσωσιν ἐν αὐτῷ ἔθνη; »ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ«. τί δὲ τὸ περιελεῖν τὰ βδελύγματα ἐκ τοῦ στόματος< ὅσα κακῶς λέγομεν, βδελύγματά εἰσιν ἐν τῷ στόματι ἡμῶν. περιέλωμεν τοίνυν τὰ βδελύγματα ἐκ τοῦ στόματος, ἡμῶν, περιαιροῦντες καταλαλιάς, λόγους ματαίους, ἀργοὺς λόγους καὶ μέλλοντας ἡμᾶς ποιεῖν ἐγκαλεῖσθαι »ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ«. εἴπερ οὖν θέλομεν ἀπαντῆσαι ἡμῖν τὸ »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ«, ποιήσωμεν τὰ ἀπ᾿ ἀρχῆς εἰρημένα. ποῖον δὲ πρῶτον; περι- ελεῖν »τὰ βδελύγματα ἐκ τοῦ στόματος« ἡμῶν. ἑξῆς ἐστιν καὶ τὸ »ἀπὸ τοῦπροσώπου μου εὐλαβηθήσῃ«. δεύτερον τοῦτο ποιήσωμεν, οὐχ ἁπλῶς, ἵνα εὐλαβθῶμεν· τάχα γάρ ἐστιν εὐλάβεια γινομένη, οὐκ ἀπὸ προσώπου δὲ τοῦ θεοῦ. οἱ γοῦν οὐκ ἐπιστημόνως φοβούμενοι, προτιθέμενοι δὲ φοβεῖσθαι, οὐκ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβοῦνται· ὅσοι δὲ μετ᾿ ἐπιστήμης εὐλαβοῦνται, τῷ ἀεὶ βλέπειν καὶ ἀναζωγραφεῖν ἑαυτοῖς τὸ >πρόσωπον τοῦ θεοῦ γινόμενον ἐπὶ τοὺς ποιοῦντας τὰ κακά, τοῦ ἐξολοθρευθῆναι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν<, οὗτοί εἰσιν οἱ ἀπὸ προσώπου τοῦ θεοῦ εὐλαβούμενοι.