In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν (ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦμεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν· νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν), λέγομεν ἐπιστρέφοντες· »ὔντως εἰς ψεῦδος ἠσαν οἱ βουνοί«, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· »ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι ὅτι κύριος ὁ θεὸς ἡμῶν εἶ«, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὐν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὡν κατεγνωκότες λέγομεν· »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἀνθρωποι πρότερον ἠσαν καὶ ἀπεθεώθησαν. Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ᾿ ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ ἀρετὴν εἰς θεὸν μεταβεβληκότα. ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ᾿ αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόν- τας ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’, ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι [*](1 Vgl. Eph. 5, 5. Vgl. in Eph. 5, 4. 5 (Cat. Cram. VI, 190 ff.): τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον [!], ἢ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν . . . . ζητοῦμεν ἐκ τοῦ »ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης« πότερον ἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρείαν πορνείαν ὠνομασμένην . . . . . ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία (οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις) καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα. οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρείαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. — 3 Vgl. Rom. 9, 5? — Vgl. Eph. 4, 6. Vgl. in Eph. 4,6 (Cat. Cram. VI, 170, 4 ff.): τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ »ἐπὶ πάντων«· τὸ δὲ διαρκὲς [1. διέρχεσθαι vgl. Hier. Comm. zu Eph. 4, 6: transcurrit] πρὸς ἕκαστον ἐν τῷ »διὰ πάντων«· τὸ δὲ καὶ φθάνειν »ἐν πᾶσι« τῆς δυνάμεώς ἐστι τοῦ θεοῦ.) [*](10 ἐτύγχανε καὶ Gh | 21 ὅτι ἄνθρωποι vgl. S. 34, 2 ὅτι θνητοὶ Gh. ὅτι Ru | πρότερον] + θνητοί Ru | 22 γεγεννημένον Lo γεγενημένον S | 24 μεταβεβηκότα S | 27 μὲν] streicht Blass | οἱ Gh.)

34
ἔθνεσιν τὰ ὄρη καὶ »ἡ δύναμις τῶν ὀρέων«, οἱ δὲ νομιζόμενοι παρ’ αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ᾿ ἄνθρωποι γεγονέναι, οὑτοί εἰσιν »οἱ βουνοί«.

Ἐγνωκότες οὖν ἀμφότερα τὰ προσκυνούμενα τάγματά »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων‘. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα. διόπερ οἴονται τοὺς χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένωντὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραλὴ σωθήσεται Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ δὲ ἃ ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας. ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι σημεῖα μὲν ἦν καὶ τέρατα, ἀλλὰ ψεύδους. οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«.

Εἶτα ἐπεὶ ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἴσμεν ὅτι τῷ »παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτηρίας«, καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται<, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἠ δύναμις τῶν ὀρένω«, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ μετὰ τὸ πλήρωμα τῶν Μνῶν· πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ«. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν<, καὶ ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν >τότε πᾶς Ἰσραὴλ σωθήσεται<, φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. ἦν Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν ὁ πολὺς Ἰσραήλ, ἀλλὰ »λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«, περὶ οὗ λείμμα- [*](4ff. Vgl. Euseb. 1. c: τὰ δὲ εἴδωλα δύναμιν ὀρέων καλεῖ, καὶ οἱ παρ’ αὐτῶν ἄρα χρησμοὶ καὶ θεραπεῖαι ψευδῆ καὶ ἀπατηλά, καὶ οὐχ οἷα τοῦ Μωυσέως καὶ τῶν Αἰγυπτίων τὰ τέρατα, καὶ οὐδὲ οἷα τοῦ Χριστοῦ τὰ τοῦ Σίμωνος κτλ. — 8 Vgl. II Thess. 2, 10. — 11/12 Vgl. Exod. 7 u. 8. — 13 Vgl. Act S, 9. 10. — 18 ff. Vgl. Röm. 11, 11. 25 Luk. 13, 28. — 25 Vgl. Hom. 5, 2 (S. 31, 7f.). — 26ff. Vgl. Röm. 11, 11. 25. — 31 Vgl. Röm. 11, 5.) [*](4 τὰ Blass | φασιν Ru φησὶν S | 5 οὐ Ru νῦν S | 6 αὐτοῖς Blass αὐτὰ S | 7 χρησμοὺς] + ἀληθινοὺς εἶναι χρησμοὺς Lietzmann | 10 ἀληθείας GhCo ἀληθούς S | 11 δὲ Blass μὲν S | 13 ἀλλὰ nach Lietzmann | 23 σωθησομένου Gh σωθησομένων S.)

35
τος μυστικῶς »ἐν Ἠλίᾳ‘ λέλεκται· »κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτνες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ«. καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ὁ ἀπόστολός φησιν· »ἄρ᾿ οὗν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«. οὐκοῦν Ἰσραὴλ κἂν λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ εἶπεν· ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ >ὅταν τὸ πλήρωμα τῶν ἐΜῶν εἰσέλθῃ, τότε οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ »τὸ πλήρωμα τῶν ἐθνῶν«. εἴ τις δύναται, τὸ λοιπὸν ὥσπερ εὑρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε πάντες δουλεύσουσιν< κατὰ τὰ ἐν τῷ εἰρημένα >τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας θυσίας · ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ· »Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ«, καὶ ταῖς βασιλείαις »τῆς γῆς« προστάσσει ὁ λόγος λέγων· »ᾄσατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ«.

Οὐκοῦν λέγομεν ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν περὶ μὲν ἑαυτῶν, μετανοοῦντες ἐπὶ τοῖς ψευδέσιν ἃ ἐνομίζομεν εἶναι ἀληθῆ· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«· περὶ δὲ τοῦ μεθ’ ἡμᾶς σωθησομένου Ἰσραήλ· »πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ οἴκου Ἰσραήλ«. εἶτε ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδωλολατροῦντες, φαμέν· »ἡ δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν«. »ἡ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν«, καὶ τάδε τὰ εἰρημένα. οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι ὁ μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι· πρὶν γὰρ αἰσχύνης οὐ καταναλίσκεται ὁ μόχθος τῶν πατέρων < καὶ τὰ ἐπιφερόμενα. διὰ τοῦτο κατανοήσωμεν ἁμαρτανόντων διαφοράς. εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐδὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρ- [*](1 Vgl. Röm. 11, 2. — Röm. 11, 4 (1 ön. 19, 18). — 3 Rom. 11, 5. — 11, 26. — 10ff. Vgl. c. Geis. 8, 72 (Orig. II, 290, ff.): ὁ δυνάμενος δ’ εἰς ταῦτα ὅλα μὲν κατανοήσας τὴν σαφήνειαν τῆς προφητείας παραστησάτω . . . . καὶ κατανοησάτω, τί τὸ »ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἓνα«. — 12 Vgl. Zephan. 3, 9. — 15ff. Psal. 67, 32. 33.) [*](4 κἂν] καὶ Gh Blass | 9 τὴς] 1. πᾶς ? | 12 δουλεύσουσιν (Gli)Co δουλεύουσιν S | 13 περάτων] vielleicht ist nach c. Gels. 8, 72 (Orig. II, 289, 21) ποταμῶν hinzuzufügen 14 ξζ΄ S | 17 Ἰακώβ] < LXX | 26 αὐτῶν1] + καὶ Gh | — S. 36, 10 Hierzu Fragm. 10 in C: Εἰ— Σιών | 28 μοχθηρὸς] ἄτοπος C | 29 ψευδὲς C ψεῦδος S.)

36
τίαις αὐτῶν οὐδὲ ἐρυθριῶντες. τοιοῦτοί εἰσιν οἱ ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ᾿ ὅτε καταλέγουσιν τὰς προνείας πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. ὅσον οὐκ αἰσχύνονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι. οὐκ ἀναλίσκεται αὐτῶν τὰ ἁμαρτήματα. ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυνθῆναί σχυνθῆναί τινα ἃ οὐκ ᾐσχύνετο. διὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ »αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ μισοῦντες Σιών«. εὔχεται γὰρ τοὺς ἀναισθήτους τῶν αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν.