De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

καὶ περὶ τόπου δὲ ἰστέον ὅτι πᾶς τόπος ἐπιτήδειος εἰς τὸ εὔξασθαι ὑπὸ τοῦ καλῶς εὐχομένου γίνεται· „ἐν παντὶ“ γὰρ „τόπῳ θυμίαμά μοι προσάγετε,“ „λέγει κύριος,“ καὶ „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ.“ ἔχει δὲ καὶ τεταγμένον ὑπὲρ τοῦ ἐφ᾿ ἡσυχίας μὴ περισπώμενον τὰς εὐχὰς ἐπιτελεῖν ἕκαστον, ἐπιλεξάμενον τοῦ ἰδίου οἴκου, ἐὰν ἐγχωρῇ, τὸ σεμνότερον, ἵν᾿ οὕτως

v.2.p.398
εἴπω, χωρίον, οὕτως εὔχεσθαι, πρὸς τῷ καθολικῷ τῆς περὶ αὐτοῦ ἐξετάσεως ἐπισκοποῦντα εἰ ἐν τῷδε τῷ τόπῳ, ᾧ εὔχεται, οὐ παρανενόμηταί ποτε καὶ παρὰ τὸν ὀρθὸν λόγον πεποίηται· οἱονεὶ γὰρ οὐ μόνον ἑαυτὸν ἀλλὰ καὶ τὸν τόπον τῆς ἰδίας εὐχῆς τοιοῦτον πεποίηκεν, ὡς φυγεῖν ἐκεῖθεν τὴν ἐπισκοπὴν τοῦ θεοῦ. ἐπισκοποῦντι δέ μοι ἐπὶ πλεῖον καὶ περὶ τούτου τοῦ τόπου λεκτέον δόξαν μὲν ἄν τι εἶναι βαρὺ τάχα δὲ τῷ ἐπιμελῶς αὐτὸ βασανίζοντι οὐκ εὐκαταφρόνητον. ἐν γὰρ τῷ τόπῳ τῆς (οὐ) παρανόμου μίξεως ἀλλὰ ὑπὸ τοῦ ἀποστολικοῦ λόγου „κατὰ συγγνώμην οὐ κατ᾿ ἐπιταγὴν“ συγκεχωρημένης ἐξεταστέον εἰ ὅσιόν ἐστι καὶ καθαρὸν ἐντυγχάνειν τῷ θεῷ· εἰ γὰρ σχολάσαι „τῇ προσευχῇ“ ὃν τρόπον χρὴ οὐχ οἷόν τε ἐστὶν. ἐὰν μὴ „ἐκ συμφώνου πρὸς καιρὸν“ τούτῳ τις ἑαυτὸν ἐπιδῷ, τάχα καὶ περὶ τοῦ τόπου, ἐὰν ἐγχωρῇ, θεωρητέον.

ἔχει δέ τι ἐπίχαρι εἰς ὠφέλειαν τόπος εὐχῆς, τὸ χωρίον τῆς ἐπὶ τὸ αὐτὸ τῶν πιστευόντων συνελεύσεως, ὡς εἰκὸς. καὶ ἀγγελικῶν δυνάμεων ἐφισταμένων τοῖς ἀθροίσμασι τῶν πιστευόντων καὶ αὐτοῦ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν δυνάμεως ἤδη δὲ καὶ πνευμάτων ἁγίων, οἶμαι δὲ ὅτι καὶ προκεκοιμημένων, σαφὲς δὲ ὅτι καὶ ἐν τῷ βίῳ περιόντων, εἰ καὶ τὸ πῶς οὐκ εὐχερὲς εἰπεῖν. καὶ περὶ μὲν ἀγγέλων οὕτως ἐπιλογιστέον· εἰ „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς,“ καὶ ἀληθεύει ὁ Ἰακὼβ οὐ περὶ ἑαυτοῦ μόνον ἀλλὰ καὶ περὶ πάντων τῶν ἀνακειμένων τῷ θεῷ τῷ συνιέντι λέγων· „ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν,“ εἰκός ἐστι, πλειόνων συνεληλυθότων γνησίως εἰς δόξαν Χριστοῦ, παρεμβαλεῖν τὸν ἑκάστου ἄγγελον τὸν „κύκλῳ“ ἑκάστου „τῶν φοβουμένων“ μετὰ τούτου τοῦ ἀνδρὸς, ὅν φρουρεῖν καὶ οἰκονομεῖν πεπίστευται· ὥστ᾿ εἶναι ἐπὶ τῶν ἁγίων συναθροιζομένων διπλῆν ἐκκλησίαν, τὴν μὲν ἀνθρώπων τὴν δὲ ἀγγέλων. καὶ εἰ μόνου τοῦ Τωβὴτ ὁ Ῥαφαήλ φησιν εἰς „μνημόσυνον“ ἀνενηνοχέναι τὴν

v.2.p.399
προσευχὴν καὶ μετ᾿ αὐτὸν Σάῤῥας, τῆς ὑστέρως νύμφης γενομένης αὐτοῦ διὰ τὸ γεγαμῆσθαι αὐτὴν τῷ Τοβίᾳ, τί λεκτέον, πλειόνων ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ συνοδευόντων καὶ σωματοποιουμένων ἐν Χριστῷ; περὶ δὲ τῆς δυνάμεως τοῦ κυρίου συμπαρούσης τῇ ἐκκλησίᾳ ὁ Παῦλός φησι· „συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ,“ ὡς δυνάμεως „τοῦ κυρίου Ἰησοῦ“ συναπτομένης οὐ μόνον μετὰ Ἐφεσίων ἀλλὰ καὶ Κορινθίων. καὶ εἰ ὁ ἔτι τὸ σῶμα περικείμενος Παῦλος συνάρασθαι νενόμικε τῷ ἑαυτοῦ πνεύματι ἐν τῇ Κορίνθῳ, οὐκ ἀπογνωστέον οὕτω καὶ τοὺς ἐξεληλυθότας μακαρίους φθάνειν τῷ. πνεύματι τάχα μᾶλλον τοῦ ὄντος ἐν τῷ σώματι ἐπὶ τὰς ἐκκλησίας· διόπερ οὐ καταφρονητέον τῶν ἐν αὐταῖς εὐχῶν, ὡς ἐξαίρετόν τι ἐχουσῶν τῷ γνησίως συνερχομένῳ αὐτῶν.

ὥσπερ δὲ δύναμις Ἰησοῦ καὶ τὸ πνεῦμα Παύλου καὶ τῶν ὁμοίων καὶ οἱ παρεμβάλλοντες ἑκάστου τῶν ἁγίων „κύκλῳ“ ἄγγελοι „κυρίου“ συνοδεύουσι καὶ συνέρχονται τοῖς γνησίως συναθροιζομένοις, οὕτω στοχαστέον μή ποτε, ἐὰν ἁγίου ἀγγέλου ἀνάξιός τις ᾖ καὶ ἐπιδῷ ἑαυτὸν ἀγγέλῳ διαβόλῳ δι᾿ ὧν ἁμαρτάνει καὶ θεοῦ καταφρονῶν παρανομεῖ· ὅτι ὁ τοιοῦτος, σπανίων μὲν τῶν ὁμοίων αὐτῷ τυγχανόντων. οὐκ ἐπὶ πολὺ λήσεται τῆς τῶν ἀγγέλων προνοίας, ὑπηρεσίᾳ τοῦ θείου βουλήματος, ἐπισκοποῦντος τὴν ἐκκλησίαν, φερούσης εἰς γνῶσιν τῶν πολλῶν τοῦ τοιούτου τὰ πταίσματα· ἐὰν δὲ πλῆθος γενόμενοι οἱ τοιοῦτοι καθ᾿ ἑταιρείας ἀνθρωπικὰς καὶ σωματικώτερόν τι πραγματευόμενοι συνέρχωνται, οὐκ ἐπισκοπηθήσονται. ὅπερ δηλοῦται ἐν τῷ Ἡσαΐᾳ τοῦ κυρίου λέγοντος· „οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι,“ „ἀποστρέψω“ γὰρ, φησὶ. „τοὺς ὀφθαλμούς μου

v.2.p.400
ἀφ᾿ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.“ τάχα γὰρ ἀντὶ τῆς προειρημένης διπλῆς συντάξεως ἀνθρώπων ἁγίων καὶ μακαρίων ἀγγέλων πάλιν διπλῆ γίνεται ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνθρώπων ἀσεβῶν καὶ πονηρῶν ἀγγέλων, καὶ λέγοιτο ἂν ἐπὶ τῆς τῶν τοιούτων συναγωγῆς ὑπό τε τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἱερῶν ἀνθρώπων· „οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.“