De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Δοκεῖ δέ μοι μετὰ ταῦτα οὐκ ἄτοπον εἶναι ὑπὲρ τοῦ πληρωθῆναι τὸ περὶ τῆς εὐχῆς πρόβλημα διαλαβεῖν εἰσαγωγικώτερον περὶ τῆς καταστάσεως καὶ τοῦ σχήματος, ὃ δεῖ ἔχειν τὸν εὐχόμενον, καὶ τόπου, οὗ εὔχεσθαι χρὴ, καὶ κλίματος, εἰς ὃ ἀφορᾶν δεῖ χωρὶς πάσης περιστάσεως. καὶ χρόνου εἰς εὐχὴν ἐπιτηδείου καὶ ἐξαιρέτου, καὶ εἴ τι τούτοις ἐστὶν ὅμοιον. καὶ τὸ μὲν τῆς καταστάσεως εἰς τὴν ψυχὴν ἐγκαταθετέον, τὸ δὲ τοῦ σχήματος εἰς τὸ σῶμα. φησὶ τοίνυν ὁ Παῦλος, ὡς ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν κατάστασιν ὑπογράφων ἐν τῷ δεῖν „προσεύχεσθαι“ „χωρὶς ὀργῆς καὶ διαλογισμοῦ,“ τὸ δὲ σχῆμα ἐν τῷ „ἐπαίροντας ὁσίους χεῖρας“· ὅπερ εἰληφέναι μοι δοκεῖ ἀπὸ τῶν ψαλμῶν, οὕτως ἔχον· „ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή“· περὶ δὲ τόπου· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ“· περὶ δὲ κλίματος ἐν τῇ Σοφίᾳ Σολομῶντος· „ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ᾿ εὐχαριστίαν σου καὶ πρὸ ἀνατολῆς φωτὸς ἐντυγχάνειν σοι.“

δοκεῖ τοίνυν μοι τὸν μέλλοντα ἥκειν ἐπὶ τὴν εὐχὴν, ὀλίγον ὑποστάντα καὶ ἑαυτὸν εὐτρεπίσαντα, ἐπιστρεφέστερον καὶ εὐτονώτερον πρὸς τὸ ὅλον γενέσθαι τῆς εὐχῆς· πάντα πειρασμὸν καὶ λογισμῶν ταραχὴν ἀποβεβληκότα ἑαυτόν τε ὑπομνήσαντα κατὰ τὸ δυνατὸν τοῦ μεγέθους, ᾧ προσέρχεται, καὶ ὅτι ἀσεβές ἐστι τούτῳ

v.2.p.396
χαῦνον καὶ ἀνειμένον προσελθεῖν καὶ ὡσπερεὶ καταφρονοῦντα, ἀποθέμενον πάντα τὰ ἀλλότρια, οὕτως ἥκειν ἐπὶ τὸ εὔξασθαι, πρὸ τῶν χειρῶν ὡσπερεὶ τὴν ψυχὴν ἐκτείναντα καὶ πρὸ τῶν ὀφθαλμῶν τὸν νοῦν πρὸς τὸν θεὸν ἐντείναντα καὶ πρὸ τοῦ στῆναι διεγείραντα χαμόθεν τὸ ἡγεμονικὸν καὶ στήσαντα αὐτὸ πρὸς τὸν τῶν ὅλων κύριον, πᾶσαν μνησικακίαν τὴν πρός τινα τῶν ἠδικηκέναι δοκούντων ἐπὶ τοσοῦτον ἀποθέμενον, ὅσον τις καὶ αὐτῷ (ἀ)μνησικακεῖν τὸν θεὸν βούλεται, ἠδικηκότι καὶ εἰς πολλοὺς τῶν πλησίον ἡμαρτηκότι ἢ ὁποῖα δή ποτε παρὰ τὸν ὀρθὸν λόγον πεπραγμένα ἑαυτῷ συνειδότι. οὐδὲ διστάσαι γὰρ χρὴ ὅτι, μυρίων καταστάσεων οὐσῶν τοῦ σώματος, τὴν κατάστασιν τὴν μετ᾿ ἐκτάσεως τῶν χειρῶν καὶ ἀνατάσεως τῶν ὀφθαλμῶν πάντων προκριτέον, οἱονεὶ τὴν εἰκόνα τῶν πρεπόντων ἰδιωμάτων τῇ ψυχῇ κατὰ τὴν εὐχὴν φέροντα καὶ ἐπὶ τοῦ σώματος. ταῦτα δὲ λέγομεν χωρὶς πάσης περιστάσεως δεῖν γενέσθαι προηγουμένως· μετὰ γὰρ περιστάσεως δέδοται καθηκόντως ποτὲ καθεζόμενον εὔξασθαι διά τινα νόσον τῶν ποδῶν οὐκ εὐκαταφρόνητον ἢ καὶ κατακείμενον διὰ πυρετοὺς ἢ τοιαύτας ἀσθενείας, καὶ διὰ περιεστῶτα δὲ, φέρε εἰπεῖν, ἐὰν πλέωμεν, ἢ τὰ πράγματα μὴ ἐπιτρέπῃ ἀναχωροῦντας ἡμᾶς ἀποδοῦναι τὴν ὀφειλομένην εὐχὴν, ἔστιν εὔξασθαι μηδὲ προσποιούμενον τοῦτο ποιεῖν.

καὶ ἡ γονυκλισία δὲ ὅτι ἀναγκαία ἐστὶν, ὅτε τις μέλλει τῶν ἰδίων ἐπὶ θεοῦ ἁμαρτημάτων κατηγορεῖν, ἱκετεύων περὶ τῆς ἐπὶ τούτοις ἰάσεως καὶ τῆς ἀφέσεως αὐτῶν, εἰδέναι χρὴ ὅτι σύμβολον τυγχάνει τοῦ ὑποπεπτωκότος καὶ ὑποτεταγμένου, Παύλου λέγοντος· „τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται.“ τὴν δὲ νοητὴν γονυκλισίαν, οὕτως ὀνομαζομένην παρὰ τὸ ὑποπεπτωκέναι τῷ θεῷ „ἐν

v.2.p.397
τῷ ὀνόματι Ἰησοῦ“ [καὶ] ἕκαστον τῶν ὄντων (καὶ) αὐτῷ ἑαυτὸν τεταπεινωκέναι, δηλοῦν μοι ὁ ἀπόστολος φαίνεται ἐν τῷ „ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.“ ἐσχηματίσθαι γὰρ τῶν ἐπουρανίων τὰ σώματα, ὡς καὶ γόνατα σωματικὰ ἔχειν αὐτὰ, ὑπολαμβάνειν οὐ πάνυ τι χρὴ, σφαιροειδῶν παρὰ τοῖς ἀκριβῶς περὶ τούτων διειληφόσιν ἀποδεδειγμένων αὐτῶν τῶν σωμάτων. ὁ δὲ μὴ βουλόμενος τοῦτο παραδέξασθαι, καὶ τὰς χρείας ἑκάστου τῶν μελῶν. ἵνα μὴ μάτην ᾖ τι δεδημιουργημένον αὐτοῖς ὑπὸ τοῦ θεοῦ, ἐὰν μὴ ἀναιδεύηται πρὸς τὸν λόγον, παραδέξεται, ἑκατέρωθεν πταίων, εἴτε φήσει μέλη σώματος μάτην καὶ μὴ ἐπὶ τῷ ἰδίῳ ἔργῳ γεγονέναι αὐτοῖς ὑπὸ τοῦ θεοῦ, εἴτε ἐρεῖ τὰ ἔγκατα καὶ τὸ ἀπευθυσμένον ἔντερον τὰς ἰδίας χρείας ἐπιτελεῖν καὶ ἐν τοῖς ἐπουρανίοις. σφόδρα δὲ μωρῶς ἀναστραφήσεται, ἐὰν τρόπον ἀνδριάντων τις νομίζῃ τὴν μὲν ἐπιφάνειαν μόνην εἶναι ἀνθρωποειδῆ οὐκέτι δὲ καὶ τὰ ἐν βάθει. ταῦτα δέ μοι λέγεται ἐξετάζοντι τὴν γονυκλισίαν καὶ ὁρῶντι ὅτι „ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.“ ἀλλὰ καὶ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον· „ἐμοὶ κάμψει πᾶν γόνυ“ ταὐτόν ἐστι.