De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Ταῦτ᾿ ουν λέγοντος ἀκούοντες Ἰησοῦ τῷ θεῷ δι᾿ αὐτοῦ εὐχώμεθα, τὸ αὐτὸ λέγοντες πάντες μηδὲ περὶ τοῦ τρόπου τῆς εὐχῆς σχιζόμενοι. ἢ οὐχὶ σχιζόμεθα, ἐὰν οἱ μὲν τῷ πατρὶ οἱ δὲ τῷ υἱῷ εὐχώμεθα, ἰδιωτικὴν ἁμαρτίαν κατὰ πολλὴν ἀκεραιότητα διὰ τὸ ἀβασάνιστον καὶ ἀνεξέταστον ἁμαρτανόντων τῶν προσευχομένων τῷ υἱῷ, εἴτε μετὰ τοῦ πατρὸς εἴτε χωρὶς τοῦ πατρός; προσευχώμεθα τοίνυν ὡς θεῷ ἐντυγχάνωμεν δὲ ὡς πατρὶ δεώμεθα δὲ ὡς κυρίου εὐχαριστῶμεν δὲ ὡς θεῷ καὶ πατρὶ καὶ κυρίῳ, οὐ πάντως δούλου ὄντι κυρίῳ· ὁ γὰρ „πατὴρ“ εὐλόγως ἂν νομισθείη τοῦ υἱοῦ καὶ κύριος καὶ τῶν δι᾿ αὐτὸν γενομένων υἱῶν κύριος· ὥσπερ δὲ „οὐκ ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων,“ οὕτως οὐκ ἔστι κύριος ἀγενῶν δούλων ἀλλὰ τῶν κατὰ μὲν τὰς ἀρχὰς φόβῳ διὰ τὴν νηπιότητα ἐξευγενιζομένων μετὰ δὲ ταῦτα κατὰ τὴν ἀγάπην μακαριωτέραν τῆς ἐν φόβῳ δουλείαν δουλευόντων· εἰσὶ γὰρ καὶ ἐν τῇ ψυχῇ μόνῳ τῷ καρδίας βλέποντι χαρακτῆρες φανεροὶ δούλων θεοῦ καὶ υἱῶν αὐτοῦ.

πᾶς τοιγαροῦν ὁ „τὰ ἐπίγεια“ καὶ „μικρὰ“ αἰτῶν ἀπὸ τοῦ θεοῦ παρακούει τοῦ ἐντειλαμένου „ἐπουράνια“ καὶ „μεγάλα“ αἰτεῖν ἀπὸ τοῦ μηδὲν ἐπίγειον μηδὲ μικρὸν χαρίζεσθαι ἐπισταμένου θεοῦ. ἐὰν δέ τις ἀνθυποφέρῃ τὰ κατὰ τὸ σωματικὸν ἐκ προσευχῆς τοῖς ἁγίοις δωρηθέντα ἀλλὰ καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν, διδάσκοντος „τὰ ἐπίγεια“ ἡμῖν προστίθεσθαι καὶ „τὰ μικρὰ,“ ἀπαντητέον πρὸς

v.2.p.337
αὐτὸν ὅτι, ὥσπερ οὐ λεκτέον, δωρουμένου τινὸς ἡμῖν ὅ τι δή ποτε σῶμα, ὅτι ὁ δεῖνα τὴν σκιὰν ἡμῖν τοῦ σώματος ἐδωρήσατο (οὐ γὰρ προθέμενος δύο τινὰ χαρίσασθαι, σῶμα καὶ σκιὰν, δέδωκε τὸ σῶμα. ἀλλ᾿ ἡ πρόθεσις τοῦ διδόντος ἐστὶ διδόναι σῶμα, ἐπακολουθεῖ δὲ τῇ δόσει τοῦ σώματος καὶ τὸ τὴν σκιὰν αὐτοῦ ἡμᾶς λαβεῖν), οὕτως, εἰ μεγαλοφυεστέρῳ γενομένῳ ἡμῶν τῷ νῷ κατανοήσαιμεν τὰς προηγουμένως ὑπὸ τοῦ θεοῦ ἡμῖν διδομένας δωρεὰς. οἰκειότατα ἐροῦμεν παρακολουθήματα τῶν μεγάλων καὶ ἐπουρανίων πνευματικῶν χαρισμάτων εἶναι τὰ σωματικὰ, „ἑκάστῳ“ διδόμενα τῶν ἁγίων „πρὸς τὸ συμφέρον“ ἢ „κατ᾿ ἀναλογίαν τῆς πίστεως“ ἢ „καθὼς βούλεται“ ὁ διδούς· βούλεται δὲ σοφῶς, εἰ καὶ ἡμεῖς μὴ δυνάμεθα ἑκάστῳ τῶν διδομένων αἰτίαν καὶ λόγον ἄξιον τοῦ διδόντος εἰπεῖν.

μᾶλλον οὖν κεκαρποφορήκει ἀπό τινος στειρώσεως μεταβαλοῦσα ἡ τῆς Ἄννης ψυχὴ ἤπερ τὸ σῶμα, κυῆσαν τὸν Σαμουήλ· καὶ μᾶλλον ὁ Ἐζεκίας θεῖα γεγεννήκει τέκνα νοῦ ἤπερ σώματος, ἐκ τοῦ σωματικοῦ σπέρματος αὐτῶν γεγεννημένων· ἐπὶ πλεῖόν τε ἀπὸ νοητῶν ἐπιβουλῶν ῥυσθέντες ἐτύγχανον Ἐσθὴρ καὶ Μαρδοχαῖος καὶ ὁ λαὸς ἤπερ ἀπὸ τοῦ Ἀμὰν καὶ τῶν συμπνεόντων . . . τοῦ διαφθεῖραι τὴν ψυχὴν αὐτῆς θέλοντος ἄρχοντος τὴν δύναμιν διακεκόφει ἢ ἐκείνου τοῦ Ὀλοφέρνου. τίς δ᾿ οὐκ ἂν ὁμολογήσαι τῷ Ἀνανίᾳ καὶ τοῖς σὺν αὐτῷ τὴν νοητὴν εὐλογίαν φθάνουσαν ἐπὶ πάντας τοὺς ἁγίους, εἰρημένην ὑπὸ τοῦ Ἰσαὰκ τῷ Ἰακὼβ, τήν· „δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ,“ ἐπὶ πλεῖον ἐγγεγονέναι ἤπερ τὴν σωματικὴν δρόσον. τὴν φλόγα νικῶσαν τοῦ Ναβουχοδονόσορ; μᾶλλον δὲ πεφίμωντο τῷ προφήτῃ Δανιὴλ οἱ ἀόρατοι λέοντες, οὐδὲν

v.2.p.338
ἐνεργῆσαι δυνάμενοι κατὰ τῆς ψυχῆς αὐτοῦ, ἤπερ οἱ αἰσθητοὶ, περὶ ὧν πάντες οἱ ἐντυγχάνοντες αὐτῇ τῇ γραφῇ ἐξειλήφαμεν. τίς δ᾿ οὕτως ἐκπεφεύγει τοῦ κεχειρωμένου ὑπὸ τῷ Ἰησοῦ τῷ σωτῆρι ἡμῶν κήτους τὴν γαστέρα, πάντα τὸν φυγάδα τοῦ θεοῦ καταπίνοντος, ὡς Ἰωνᾶς χωρητικὸς γινόμενος ὡς ἅγιος ἁγίου πνεύματος;