De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εὐχαριστοῦντες οὖν οἱ ἅγιοι ἐν ταῖς προσευχαῖς ἑαυτῶν τῷ θεῷ διὰ χριστοῦ Ἰησοῦ χάριτας ὁμολογοῦσιν αὐτῷ. ὥσπερ δὲ τὸν ἀκριβοῦντα τὸ προσεύχεσθαι οὐ χρὴ τῷ εὐχομένῳ προσεύχεσθαι ἀλλὰ τῷ ὃν ἐδίδαξεν ἐπὶ τῶν εὐχῶν καλεῖν πατρὶ ὁ κύριος ἡμῶν Ἰησοῦς, οὕτως οὐ χωρὶς αὐτοῦ προσευχήν τινα προσενεκτέον τῷ πατρὶ, ὡς αὐτὸς τοῦτο παραδείκνυσι σαφῶς οὕτω λέγων· „ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἄν τι αἰτήσητε τὸν πατέρα μου, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε, καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.“ οὐ γὰρ εἶπεν· „αἰτεῖτέ“ με οὐδὲ „αἰτεῖτε“ „τὸν πατέρα“ ἁπλῶς ἀλλά· „ἐάν τι αἰτήσητε τὸν πατέρα, δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου.“ ἕως γὰρ ἐδίδαξε ταῦτα ὁ Ἰησοῦς, οὐδεὶς ᾐτήκει „τὸν πατέρα“ „ἐν τῷ ὀνόματι“ τοῦ υἱοῦ· καὶ ἀληθὲς ἦν ὑπὸ Ἰησοῦ λεγόμενον τὸ „ἕως ἄρτι οὐκ

v.2.p.335
ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου.“ ἀληθὲς δὲ καὶ τὸ „αἰτεῖτε, καὶ λήψεσθε. ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη.“

ἐὰν δέ τις, οἰόμενος δεῖν αὐτῷ τῷ Χριστῷ προσεύχεσθαι, συγχεόμενος ἀπὸ τοῦ ἐκ τοῦ προσκυνεῖν σημαινομένου προσάγῃ ἡμῖν τὸ „προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ,“ ὁμολογουμένως ἐν τῷ Δευτερονομίῳ περὶ Χριστοῦ εἰρημένον, λεκτέον πρὸς αὐτὸν ὅτι καὶ ἡ ἐκκλησία Ἱερουσαλὴμ παρὰ τοῦ προφήτου ὀνομαζομένη προσκυνεῖσθαι ὑπὸ βασιλέων καὶ ἀρχουσῶν, γινομένων τιθηνῶν αὐτῆς καὶ τροφῶν, λέγεται διὰ τούτων· „ἰδοὺ αἴρω εἰς τὰ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου· καὶ ἄξουσι τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπὶ τῶν ὤμων ἀροῦσι· καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσί (σοι), καὶ τὸν χοῦν τῶν ποδῶν σου λείξουσι· καὶ γνώσῃ ὅτι ἐγὼ κύριος καὶ οὐκ αἰσχυνθήσῃ.“

πῶς δὲ οὐκ ἔστι κατὰ τὸν εἰπόντα· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς, ὁ πατὴρ“ εἰπεῖν ἄν· τί ἐμοὶ προσεύχῃ; μόνῳ τῷ πατρὶ προσεύχεσθαι χρὴ, ᾧ κἀγὼ προσεύχομαι· ὅπερ διὰ τῶν ἁγίων γραφῶν μανθάνετε. ἀρχιερεῖ γὰρ τῷ ὑπὲρ ὑμῶν κατασταθέντι ὑπὸ τοῦ πατρὸς καὶ παρακλήτῳ ἀπὸ τοῦ πατρὸς εἶναι λαβόντι εὔχεσθαι ὑμᾶς οὐ δεῖ ἀλλὰ δι᾿ ἀρχιερέως καὶ παρακλήτου, δυναμένου συμπαθεῖν „ταῖς ἀσθενείαις ὑμῶν,“ πεπειρασμένου „κατὰ πάντα“ ὁμοίως ὑμῖν, ἀλλὰ διὰ τὸν δωρησάμενόν μοι πατέρα πεπειρασμένου „χωρὶς ἁμαρτίας.“ μάθετε οὖν, ὅσην δωρεὰν ἀπὸ τοῦ πατρός μου εἰλήφατε, διὰ τῆς ἐν ἐμοὶ ἀναγεννήσεως τὸ τῆς „υἱοθεσίας πνεῦμα“ ἀπειληφότες, ἵνα χρηματίσητε „υἱοὶ θεοῦ“ ἀδελφοὶ δὲ ἐμοῦ. ἀνέγνωτε γὰρ τὴν διὰ τοῦ Δαυῒδ ὑπ᾿ ἐμοῦ εἰρημένην περὶ ὑμῶν πρὸς τὸν πατέρα φωνήν· „ἀπαγγελῶ τὸ ὄνομά

v.2.p.336
σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.“ ἀδελφῷ δὲ προσεύχεσθαι τοὺς κατηξιωμένους ἑνὸς αὐτῶν πατρὸς οὐκ ἔστιν εὔλογον· μόνῳ γὰρ τῷ πατρὶ μετ᾿ ἐμοῦ καὶ δι᾿ ἐμοῦ ἀναπεμπτέον ἐστὶν ὑμῖν προσευχήν.