Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐν τῷ προκειμένῳ τοίνυν ὁ [*](1 Joh. 13, 33. — 9 Vgl. Joh. 18, 12f. — 12 Vgl. Matth. 12, 40. — 17 Matth. 18, 20. — 18 Matth. 28, 20. — 20 Matth. 26, 31. — 24 Joh. 1, 26. — 28 Matth. 18, 20. — 30 Matth. 28, 20. — 31 Joh. 1, 26. 1 ἀναγεγραμμένου — 2 εἰμι < Cat. | ἀναγεγραμμένον | 3 τοῦ θεοῦ] αὐτοῦ Cat. | 11 πρώτων, corr. V | 16 οὐκ + Ferrarius | 17 ὅπου mit 69, wie Orig. auch sonst hat | 18 ἐμ μέσω M | 32 ϊστήκει Μ, εἱτήκει V vgl. Z. 24; o. S. 94, 19 u. ö. ἕστηκεν; doch vgl. z. S. 147, 13.)

478
εἰπών· »Ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι« φησὶ τὸ »Ἔτι μικρὸν μεθ᾿ »ὑμῶν εἰμι«. ὁ δὲ λέγων· »Ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι« οὐκ ἂν παρότι αἰσθητῶς τῷ Ἰούδᾳ, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, εἶπεν ἂν αὐτῷ τὸ »Μετὰ σοῦ εἰμι« (οὐκέτι γὰρ ἦν μετ᾿ αὐτοῦ) οὐδ᾿ ὅτε βάψας τὸ ψωμίον ἐδίδου αὐτῷ, ἀλλ᾿ ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς,

420Η πολλῷ πλέον οὐκ ἦν Χριστὸς μετὰ τοῦ Ἰούδα, μακρύναντος ἑαυτὸν ἀπὸ τοῦ σωτῆρος· »Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;«

ΧΧΧΙ. Εἰ καὶ μικρὸν δὲ ἔτι μετὰ τῶν τεκνίων ἔμελλεν εἶναι ὁ πατὴρ αὐτῶν Ἰησοῦς, χρὴ εἰδέναι τὸ μετὰ τὸ »μικρὸν« ἐκεῖνο· εἰ καὶ μὴ ἦν μετ᾿ αὐτῶν, οὐδὲν ἧττον εκεῖνοι ζητεῖν ἔμελλον τὸν Ἰησοῦν, ὡς ὁ Πέτρος μετὰ τὸ ἀρνήσασθαι πικρῶς ἔκλαιεν, οἶμαι, ζητῶν τῶν τὸν Ἰησοῦν,

νῦν μὲν οὖν τὸ »Ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι« λέλεκται, ὀλίγῳ δὲ ὕστερον· »Μικρόν, φηςί, καὶ οὐκέτι θεωρεῖτέ »με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«, ὅτε λεγόντων τῶν μαθητῶν· »Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ· γνοὺς ὁ »Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς· Περὶ τούτου »ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ »πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε »καὶ θρηνήσετε ὑμεῖς· ὁ κόσμος χαρήσεται· ὑμεῖς λυπηθήσεσθε, »ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται«.

τὸ γὰρ »μικρὸν« ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν· διὸ ἔκλαιον καὶ ἐθρήνουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«.

Ἐν οἷς ἐξετάσεις εἰ ὁ μετὰ μικρὸν μὴ θεωρῶν αὐτόν, εἰ μέλλει μετὰ τοῦτο ὄψεσθαι αὐτόν, μετ᾿ οὐ πολὺ πάντως ὄψεται αὐτόν, νοούντων ἡμῶν τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«.

τὸ δὲ ζητεῖν τὸν Ἰησοῦν ζητεῖν ἐστιν τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν δικαιοςύνην καὶ τὴν ἀλήθειαν καὶ τὴν δύναμιν τοῦ θεοῦ, ἅπερ πάντα ἐστὶν ὁ χριστός.

τινὲς δὲ ζητοῦσιν αὐτὸν τῶν ἑωρακότων σημεῖα, καὶ σὺν τῷ ἑωρακέναι λαβόντων ἀπ᾿ αὐτοῦ ἄρτον καὶ φαγόντων, αἰτίου τοῦ ζητεῖν αὐτοῖς γενομένου τοῦ τεθράφθαι ἀπὸ τοῦ λόγου· »Ζητεῖτε γάρ με, φησίν, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλ᾿ ὅτι ἐφάγετε ἐκ »τῶν ἄρτων καὶ ἐχορτάσθητε«.

εἶτα ἐπεὶ πρότερον τοῖς Ἰουδαίοις [*](3 Vgl. Joh. 13, 2. — 5 Vgl. Joh. 13, 26. — 8 II Kor. 6, 15. — 14 Joh. 16, 16. — 16 Joh. 16, 18—21. — 33 Joh. 6, 26. 1 ἐπὶ, corr. V | 4 σοῦ verblichen | 6 εἰσῆλθεν] ὅτε ἦλθεν, corr. V | 9 εἰ] ἠ, corr. V | 10 μετὰ] μέγα, corr. Br | 14 δὲ + V | θεωρεῖται, M; auch im folgenden ist d. Endung überall falsch geschr. | 15 καὶ + V | 16 γνοὺς] ἔγνω T (u. καὶ nach ἤθελον) |20 ὁ] + δὲ T; d. LA des Orig. erklärt den Text von ALY 33. 69. EGHK al. | 23 ἐπλήρου τέ το | 32 τέθραπται | 34 εἴτε, corr. V | ἐπὶ, corr. V.)

479
Εἰρήκει· »Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν ἁμαρτίᾳ ὑμῶν »ἀποθανεῖσθε· ὃπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθέ ἐλθεῖν« ἐπ’ ἐκεῖνο ἀναφέρων τὸ προκείμενον φησί· »Καὶ καθὼς εἶπον τοῖς Ἰου- »δαίοις ὃτι Ὃπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω »ἄρτι«.

ὡς γὰρ ἐκείνοις, φησί, τοῦτ’ εἶπον, οὕτω καὶ ὑμῖν· ἀλλὰ καὶ ὑμῖν τοῦτο λέγω οὐ περὶ πλείονος χρόνου.

οὓτω γὰρ ἀκούω τοῦ »Καὶ ὑμῖν λέγω ἄρτι«, ὃπερ οὐκ ἔστιν ταὐτὸν τῷ »Καὶ ὑμῖν »λέγω« χωρὶς τῆς προσθήκης τῆς >ἄρτι<. Ἰουδαῖοι μὲν γὰρ, οὓς προέβλεπεν ἐν τῇ ἑαυτῶν ἁμαρτίᾳ ἀποθανουμένους, οὐκ ἐπὶ βραχυνόμενον χρόνον οὐκ ἐδύναντο ἣκειν ὃπου ὑπῆγεν ὁ Ἰνσοῦς· οἱ δὲ μαθηταί, μεθ' ὃν ἔμελλεν μικρὸν χρόνον μηκέτι ἔσεσθαι μετ' αὐτῶν, διὰ τὰ προειρημένα οὐκ ἐδύναντο ἓπεσθαι τῷ λόγῳ ἀπιόντι ἐπὶ τὰς ἑαυτοῦ οἰκονομίας.

ΧΧΧΙΙ. Καὶ εἰ μὲν μὴ προτέτακτο τοῦ »Ὃπου ἐγὼ ὑπάγω »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν« τὸ »Καθὼς εἶπον τοῖς Ἰουδαίοις« κἄν ἁπλούστερον ἐδοκοῦμεν ταῦτα εἰρῆσθαι, ἀναφερόμενα ἐπὶ τὴν ἀπὸ τοῦ βίου ἔξοδου τῆς Ἰησοῦ ψυχῆς· νυνὶ δὲ καὶ οἱ Ἰουδαῖοι ἀποθνήσκειν ἔμελλον, καὶ ὁ Ἰησοῦς ἀποθανὼν καταβαίνειν εἰς ᾄδου.

πῶς ὃπου ὁ Ἰησοῦς ὑπῆγεν ἐκεῖνοι οὐκ ἐδύναντο ἀπελθεῖν; ἀλλ'ἐρεῖ τις, ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔμελλεν γίνεσθαι τοῦ θεοῦ, ἔνθα οἱ μὲν ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανούμενοι γίνεσθαι οὐκ ἔμελλον, οἱ δὲ τοῦ Ἰησοῦ μαθηταὶ τότε μὲν οὖν οὐκ ἐδύναντο ἐκεῖ γενέσθαι, ὓστερον δὲ διὰ τοῦτο πρὸς μὲν τοῦς ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθανουμένους Ἰουδαίους λέλεκται τὸ »Ὃπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύ- »νασθε ἐλθεῖν«· πρὸς δὲ τοὺς μαθητάς· »Ὃπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν ἄρτι«.

τὸ γὰρ ἑφῆς τῆς λέξεώς ἐστιν τοιοῦτον· »Καθὼς εἶπον τοῖς Ἰουδαίοις καὶ ὑμῖν λέγω· Ὃπου ἐγὼ ὑπάγω, »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι«. καὶ οὓτω δὲ οὐκ ὁλίγην ἔχει ζήτησιν ὁ τόπος, διὰ τὸ »Ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς »γῆς ποιήσει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας«.

πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, ὃς ἃμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ »Σήμερον μετ' »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«; οὓτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ »Σήμερον μετ' [*](1 Joh. 8, 21. — 3 JOh. 13, 33. — 9 Vgl. Joh. 8 21. — 14 Joh. 13, 33. — 20 Vgl. JOh. 8, 21. — 27 JOh. 13, 33. — 92 Matt. 12, 40. — 32 Luk. 23, 43. — 35 Luk. 23, 43. 14 προστέτακται |17 νῦν ει, corr. Br. | 18 καταβαίων, corr. Hu | 21 οἱ] εἰ, corr. Ausgg. | 30 ποιήσει statt ἔσται sigulär | 31 ὃς + V | 33 τοῦ θεοῦ setzt Orig. auch sonst zu: vgl. de mart. 36 [I, 33, 20 K.]; Griesbach, Symb. critic. II, 396.)

480
»ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«.

ἡμεῖς δὲ φαμεν ἁπλούστερον μὲν ὅτι τάχα πρὶν ἀπελθεῖν εἰς τὴν λεγομένην καρδίαν τῆς γῆς ἀπεκατέστησεν εἰς τὸν παράδεισον τοῦ θεοῦ τὸν εἰπόντα αὐτῷ· »Μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου«· βαθύτερον δὲ ὅτι πολλαχοῦ τὸ »σήμερον« ἐν τῇ γραφῇ καὶ ἐπὶ ὅλον παρατείνει τὸν ἐνεστηκότα αἰῶνα· ὥσπερ δὲ καὶ ἐν τῷ »Ἐφημίσθη ὁ λόγος οὗτος »παρὰ Ἰουσαίοις μέχρι τῆς σήμερον« καὶ »Οὗτος πατὴρ Μωαβιτῶν Μέχρι τῆς σήμερον ἡμέρας« καὶ »Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ »ἀκούσητε, † καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου«.

ἐν τῇ σήμερον ἡμέρᾳ ἐπαγγέλλεται αὐτῷ, ἀξιώσαντι μνησθῆναι αὐτοῦ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, τὸ ἐν τῷ ἐνεστηκότι αἰῶνι πρὸ τοῦ μέλλοντος ποιῆσαι αὐτὸν γενέσθαι σὺν αὐτῷ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

ἀλλὰ τοῦτο μὲν διὰ μέσου ἐν παρεκβάσει εἰς τὸ προειρημένον εἰρήσθω· τοῖς δὲ μαθηταῖς, ἀκολουθεῖν βουλομένοις τῷ Ἰησοῦ, οὐχ ὡς ἂν οἱ ἁπλούσετεροι ὑπο· λάβοιεν ωματικῶς, ἀλλ᾿ ὡς δηλοῖ τὸ »Ὃς ἂν μὴ ἄρῃ τὸν σταυρὸν »αὐτοῦ καὶ ἀκολουθήσει ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος εἶναι μα- »θητής« φησὶν νῦν ὁ κύριος ὅτι »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε »ἐλθεῖν ἄρτι«.

εἰ γὰρ ἐβούλοντο ἀκολουθεῖν τῷ λόγῳ καὶ ὁμολογεῖν αὐτὸν μὴ σκανδαλιζόμενοι ἐν αὐτῷ, ἀλλὰ οὐκ ἐδύναντό πω τοῦτο ποιεῖν· »Οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη« καὶ »Οὐδεὶς δύναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ«.

ἄπεισιν δὲ ὁ λόγος τὰς ἑαυτοῦ πορείας, καὶ ἀκολουθεῖ μὲν αὐτῷ ὁ Λόγῳ ἑπόμενος· οὐ δύναται δὲ ἀκολουθεῖν ὁ μὴ εὐτρεπισμένος ὥστ᾿ Εὐτόνως κατ᾿ ἴχνη βαίνειν, τοῦ λόγου ὁδηγοῦντος πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς πάντα πράττοντας ἵνα καὶ δύνωνται αὐτῷ ἕπεσθαι καὶ ἀκολουθῶσιν αὐτῷ, ἕως ἂν εἴπωσιν τῷ χριστῷ· »Ἐκολλήθη ὀπίσω »σου ἡ ψυχή μου«.