Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐν τίνι οὖν ἐδοξάσθη τοσοῦτον ὅσον ἐν τῷ Ἰησοῦ, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν μηδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, μηδὲ ἔγνω ἁμαρτίαν;

καὶ τοιοῦτος οὗν ὢν ὁ υἱὸς ἐδοξάσθη, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῶ.

εἰ δὲ ὁ θεὸς ἐδοξάθη ἐν αὐτῷ, ἀντιδωρεῖται αὐτῷ ὁ πατὴρ τὸ μεῖζον οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου πεποίηκεν· μεῖζον γὰρ τῷ δοξάσαντι τὸν θεόν , ἐλάττονι τὸν διαφέροντα, κατὰ τὸ »Ὁ πατὴρ ὁ πέμψας »με μείζων μου ἐστίν« τὸ δοξασθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῷ θεῷ, τὸν ἑλάττονα έν τῷ κρείττονι.

καὶ πολλῷ γε ὑπερέχουσα ἡ δόξα ἐν τῷ υἱῷ ἐστιν ὅτε δοξάζει αὐτὸν ὁ πατήρ, ἢ έν τῷ πατρὶ ὅτε ἐδοξάσθη. ὁ πατὴρ ἐν τῷ υἱῷ.

καὶ ἔπρεπέν γε τὸν μείζονα, ἀμειβόμενον τὴν δόξαν ἣν ἐδόξασεν αὐτὸν ὁ υἱός, χαρίσασθαι τῷ υἱῷ τὸ δοξάσαι αὐτὸν ἐν αὐτῷ, ἱν ὁ υἱὸς ᾖ έν τῷ θεῷ δοξαζόμενος. μενος. εἰτ᾿ ἐπεὶ ὅσον οὐδέπω ταῦτα γίνεσθαι ἔμελλεν λέγω δὲ τὸ δοξάζεσθαι τὸν υἱὸν ἐν τῷ θεῷ), διὰ τοῦτο ἐπιφέρει τὸ Καὶ εὐθὺς »δοξάσει αὐτόν«.

ταῦτα δὲ οὐκ ἀγνοοῦμεν πολλῷ εἶναι ἐλάττονα ὡν χωρεῖ ὁ τόπος ἐξεταζόμενος, ἀποκαλύπτοντος τοῦ θεοῦ. καὶ ἐπιδημοῦντος τοῦ λόγου αὐτοῦ εἰς τὸ παραστῆσαι τὴν δόξαν τοῦ Μοῦ, καὶ ᾡ δύναται δωρήσασθαι ὁ πατὴρ δωρούμενος τὴν πᾶσαν δόξαν τοῦ θεοῦ.

διὸ ὡς βραχεῖς καὶ πολλῷ ταπεινότεροι τῆς ἀξίας τῶν λόγων, καὶ ἐπὶ τοῖς ἐκτεθεῖσιν χάριτας ὀμολογοῦμεν τῷ θεῷ, οὐσιν πολλῷ μείζοσιν τῆς ἡμετέρας ἀξίας.

[*](4 Joh. 14, 9; 12, 45. — 7 Vgl. Kol. 1, 15. - 9 Vgl. Röm. 2, 24. — 11 Matth. 5. 16 — 13 Vgl. I Petr. 2, 22. — 14 Vgl. 11 Kor. 5, 21. — 18 Joh. 14, 28. — 26 Joh. 13, 32.)[*](18 ὁ πέμψας με fügt Orig. konstant biuzu | 24 αὐτῷ] αὐτὸν | 83 μείζον, Hu, μείζω V.)
476

13, 33 Τεκνία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὃτι Ὃπου ἐγώ εἰμι ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.

Συναγαγὼν ἐκ τῶν εὐαγγελίων τὰς ὡς ὑπὸ πατρὸς λεγομένας τοῦ σωτῆρος ἡμῶν πρὸς τέκνα φωνάς, θάρρει λέγειν ὃτι τινῶν ὁ σωτὴρ πατήρ ἐστιν· τῷ μὲν γὰρ παραλυτικῷ φησί· »Θάρσει, τέκνον· ἀφίενταί σοι αἱ ἁμαρτίαι«· τῇ δὲ αἱμορροούσῃ· »Θυγάτηρ, ἡ πίστις σου σέσωκέν θε«· καὶ νῦν τοῖς μαθηταῖς λέγει τὸ »Τεκνία«, ἐμφαίνοντος, οἶμαι, τὶ καὶ τοῦ ὑποκοριστικοῦ καὶ διδάσκοντος τὴν ἔτι βραχύτητα τῆς τῶν ἀποστόλων ψυχῆς τότε.

ἐὰν δέ τις ζητῇ· ἆρ᾿ οὖν ὁ παραλυτικὸς, ἀκούων »Τέκνον« ἐντελέστερος ἦν τῶν πρὸς οὓς ὁ λόγος φησί· »Τεκνία«; ἀκούσει ὃτι εἴ τις μέν ἐστιν τεκνίον, πάντως ἐστὶν τέκνον·

διὸ οὐ κεκώλυται τὸν παραλυτικόν, λεγόμενον »τέκνον«, εἶναι καὶ τεκνίον· ὥστε οὐκ ἀνάγκη τὸν ὀνομασθέντα τέκνον, τὸν παραλυτικόν, εἶναι ἐντελέστερον τῶν πρὸς οὓς ὁ λόγος εἶπεν τὸ »Τεκνία«.

χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὣσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὓστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὓτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν.

οὗτοι γοῦν πρὸς οὓς εἶπεν· »Τεκνία« μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡσπερεὶ μεταποιωθέντες ἀπὸ τῆς ἀναστάσεως Ἰησοῦ, γίνονται τοῦ πρότερον εἰπόντος »Τεκνία« ἀδελφοί.

διὸ γέγραπται· »Πορεύου πρὸς τοὺς ἀδελφούς, »καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα »ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν« καὶ τάχα †,

ὣσπερ ἔστιν μεταβαλεῖν ἐκ δούλου Ἰησοῦ· δοῦλοι δὲ ἦσαν οἱ μαθηταὶ πρὸ τοῦ εἶναι τεκνία, ὡς δῆλον ἐκ τοῦ »Ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ »κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ« καὶ τοῦ »Οὐκ ἔστιν δοῦλος [*](6 τίνων — 9 τεκνία Cat 104 — 7 Matth. 9, 2. — 8 Matth. 9, 22. — 16 χρὴ — 477, 6 θεοῦ Cat 104 __ 22 Joh. 20, 17. — 26 Joh. 13, 13. — 27 Joh. 13, 16.) [*](2 καὶ + V mit allen Zeugen von T | 4 συναγαγὼν — 5 ὅτι] von Cat. verkürzt: ἐντεῦθεν ἔστιν ἰδεῖν καὶ τῶν παραπλησίων φωνῶν, ὥς τινων κτλ. | 7 θάρρει Cat. | ἀφίενται — ἀμαρτίαι < Cat. | τῇ δὲ] καὶ τῇ Cat. | 8 θύγατερ Cat. mit der Mehrzahl der HSS von T; Μ = DLG | ἡ πίστις — σε < — 9 τὸ < Cat. | 11 ζητεῖ | τέκνα, corr. V | 12 τῶν + V vgl. Ζ. 15 | τι, corr. Ausgg. | 17 ὓστερον < Cat. | 18 εἶναι] γενέσθαι Cat. | 19 γοῦν] γὰρ Cat. | 20 μεταποιωθέντος, corr. We; μετατποιόω „eine andere Qualität verleihen“ ist durchaus passend | 22 ἀδελφοὺς] + μου Cat. HSS; μου fehlt hier mit D. e. Iren. | 23 ἀναβαίνω — 24 ὑμῶν < Cat.| 24 καὶ τάχα] τάχα δὲ Cat. | ὡσπερεὶ? We | 26 ὡς] καὶ Cat. | ὑμεῖς — 27 τοῦ < Cat. | 27 τοῦ] τὸ, corr. V.)

477
»μείζων τοῦ κυρίου« ἀναγεγραμμένου πρὸ τοῦ »Τεκνία, ἔτι »μικρὸν μεθ᾿ ὑμῶν εἰμι«· ἐπιστήσεις δὲ εἰ ὁ δοῦλος πρότερον μαθητὴς γίνεται, εἶτα τεκνίον, εἶτα ἀδελφὸς Χριστοῦ καὶ υἱὸς τοῦ θεοῦ.

μαθητὴν δὲ ἐν τούτοις λεκτέον τὸν ἐκ τοῦ παρέχειν αὐτὸν παραληψόμενον τὴν τοῦ λόγου ἐπιστήμην, μανθάνοντα ἀπὸ τοῦ τηλικούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ.

τὸ δὲ »Ἔτι μικρὸν »μεθ᾿ ὑμῶν εἰμι« κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν· πρότερον μὲν συλληφθεὶς ὑπὸ τῆς σπείρας καὶ τοῦ χιλιάρχου καὶ τῶν Ἰουδαϊκῶν ὑπηρετῶν, οἵτινες δήσαντες αὐτὸν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον· μετὰ δὲ τοῦτο τῷ Πιλάτῳ παραδοθεὶς καὶ ἑξῆς τὴν ἐπὶ σταυρῷ καταδικασθείς· εἶτα ποιήσας ἐν τῇ

καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. κατὰ δὲ τὸ βαθύτερον ζητήσεις μήποτε μετὰ τὸ »μικρὸν« οὐκέτι ἦν μετ᾿ αὐτῶν· οὐ τῷ μὴ παρεῖναι αὐτοῖς κατὰ σάρκα καὶ τῷ τὴν ψυχὴν αὐτοῦ εἰς ᾅδου καταβεβηκέναι (τούτου γὰρ ἕνεκεν οὐκ ἐκωλύετο εἶναι καὶ μετὰ τῶν μαθητῶν ὁ εἰπών· »Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ »ἐμὸν ὄνομα, καὶ ἐγώ εἰμι ἐν μέσῳ αὐτῷν« καὶ »Ἴδοὺ ἐγὼ μεθ᾿ »ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«) ἀλλὰ τῷ, πληρωθέντος τοῦ »Πάντες ὑμετῖς σκανδαλισθήσεσθε ἐν »ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, »καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης«, μηκέτι εἶναι μετ᾿ αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα.

πρὸς τοῦτο δ᾿ ἄν τις ἀνθυποφέροι τὸ »Μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε« λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν.

ὅρα δὲ μήποτε οὐ ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετὰ τινος, ὅπερ ἐν ἐπαγγελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον ἐν μέσῳ τῶν μὴ γινωσκόντων.

ἐν ἐπαγγελίᾳ μὲν γὰρ τὸ »Ὅπου »δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ »αὐτῶν« καὶ τὸ »Ἰδοὺ ἐγὼ μεθ'ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως »τῆς συντελείας τοῦ αἰῶνος«· οὐ τοιοῦτον δὲ τὸ »Μέσος ὑμῶν »στήκει ὃν ὑμεῖς οὐκ οἴδατε«.