Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐκοῦν Ἰησοῦς οὐκέτι »παρρησιᾳ περιπατεῖ ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς »τὴν χώραν« τοῦ ὅλου κόσμου, »ἐγγὺς τῆς ἐρήμου« ἐκκλησίας, εἰς Ἐφραὶμ τὴν >καρποφοροῦσαν< λςγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν· πάρεστιν γὰρ τῇ >καρποφορίᾳ<.

καὶ ἐπὶ τῇ γενέσει γε τοῦ Ἐφραὶμ τούτου εἴποι ἔν ὁ γεννήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανότου, θανάτου δὲ σταυρῦ· »Ηὔξησέν με ὁ θεὸς ἐν τῇ γῇ τῇς ταπεινώσεώς μου«.

11, 55-56 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ τῶν Ἰουδαίων εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς. ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί ὑμῖν δοκεῖ; οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;

Οὐ τὸ αὐτὸ νομιστέον εἶναι πάσχα τοῦ κυρίου καὶ πάσχα τῶν Ἰουδαίων· τὸ μὲν γὰρ κατὰ τὸν νόμον πάσχα ἐστὶν τοῦ κυρίου, τὸ δὲ τῶν παρανόμων πάσχα τῶν Ἰουδαίων.

διὸ παρατηρητέον πότε λέγεται κυρίου τὸ πάσχα καὶ ἄλλαι ἡμέραι, καὶ πότε οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.

οἷον ἐν μὲν τῇ Ἐφόδῳ γέγρατται μεθ’ ἕτερα κατὰ τὴν πρώτην περὶ πάσχα ἐν- τολήν· »Καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου«, καὶ [*](1 Ps. 106, 38. — 2 Vgl. Ps. 106, 39—42. — 5 Ps. 106, 41f. — 9 Ps. 106, 43. — 12 Vgl. Joh. 11, 54, — 18 Vgl. Gen. 47, 12. — Vgl. Phil. 2, 8. — 20 Gen. 41, 52. — 32 Exod. 12, 11.) [*](8 ἑκατοστῷ] το a. Ras. | 17 ἐπὶ] ἐν Hss. d. Cat. | γε] μὲν Hss. d. Cat. | 19 θανάτου δὲ σταυροῦ < Cat. | 26 αὐτὸ (über τ Comp. f. ὸν), corr. V.)

422
κατὰ τὴν δευτέραν· »Ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ »λατρεία αὕτη ὑμῖν; καὶ ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς »ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ«.

ἐν δὲ τῷ Ἡσαίᾳ οὐχ ἑαυτοῦ ἀλλὰ τῶν ἁμαρτανόντων φησὶν εἶναι ὁ κύριος τὰς νουμηνίας καὶ τὰ σάββατα καὶ νηστείαν καὶ ἀργίαν καὶ ἑορτάς.

εἰ δὲ τὰς ἑορτάς, δῆλον ὅτι καὶ τὸ πάσχα· μία γὰρ αὕτη τῶν ἑορτῶν ἐστιν. γέγραπται δὲ οὕτως· »Τὰς νουμηνίας ὑμῶν καὶ »τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν [ἢ] »καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡμέραν »ψυχή μου«. καὶ ἔν τινι δὲ τῶν δύσεκα γέγραπται· »Μεμίσηκα, »ἀπῶσμαι τας ἑορτὰς ὑμῶν«.

καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ >τοῦ κυρίου< ἀλλὰ >τῶν Ἰουδαίων< ἦν· ὁ λὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.

καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμξῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ᾿ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.

πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων δαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.

προλαβὼν δ’ ἂν εἰποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς· διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »δε ἐμοί«.

καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ· »Μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν »Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής«.

καὶ πάλιν· »Ἀπεκρίθησαν »οἱ Ἰουσαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ τὸν νόμον ὀφείλει ἀπο- »θανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν«· καὶ πάλιν· »Οἱ Ἰουδαῖοι· »ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλάτον· Ἐὰν τοῦτον ἀπολύσῃς, »οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτοὺν ποιῶν ἀντιλέγει »τῷ Καίσςαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον, [*](1 Exod. 12, 26f. — 7 Jes. 1, 13f. — 10 Am. 5, 21. — 12 Vgl. Exod. 12, 27. Joh. 11, 55. — 14 Am. 5, 21. — 16 Vgl. Joh. 11, 55. — 23 Joh. 18. 31. — 24 Joh. 18, 35. — 25 Vgl. Joh. 11, 55. — 26 Joh. 18, 40.—27 Joh. 19, 7. — 29 Joh. 19, 12. — 32 Joh. 19, 15.) [*](2 ἐρεῖτε] + αὐτοῖς Τ |τοῦ] τοῦτο Τ |8 ἢ als Dittogr. (aus N) zu str.; fehlt in T | 14 τῷ] τὸ, Corr. Pr| 24 Ἰουδαῖος] ος a. Ras. (aus ου?) |τὸ ἔθνος τὸ σὸν T; τὸ σὸν ἔθνος ist unbezeugt | 26 ἀπολύσῃς fehlt in T | 27 βαραβᾶς, wie 69 hat 30 πρὸς τὸν Πιλάτον fehlt in T.)

423
»σταύρωσον αὐτόν«.

καὶ οἱ ἀναβεβηκότες γε πρὸ τοῦ πάσχα ἴνα ἁγνίσωσιν ἑαυτοὺς ἔλεγον ἐν αὐτῷ τῷ πάσχα· »Οὐκ ἔχομεν βασιλέα »εἰ μὴ Καίσαρα«. ὅπερ δὲ πρὸς τοὺς μαθητὰς εἶπεν προξητεύων ὁ σωτὴρ καὶ λέγων· »Ἔρχεται ὤρα ὅτε πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξει »λατρέίαν προσφέρειν τῷ θεῷ«· τοῦτο ἀπ’ αὐτοῦ ἀρξάμενον πεπλήρωται.

οἱ γὰρ ἀξιώσαντες αὐτὸν ἀποθανεῖν ἐδόκουν λατρείαν προσφέρειν τῷ θεῷ, καὶ ἀναβεβήκεισαν εἰς Ἱεροσόλυμα πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.

ὁ δὲ ἀληθὴς ἁγνισμὸς οὐ πρὸ τοῦ πάσχα ἀλλ’ ἐν τῷ πάσχα, ὅτε Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁγνιζομένων ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.

καὶ ἐζήτουν γε οὖτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα »ναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ »τοῦ θεοῦ«.

καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἐστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«

ἀλλ’ οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’ εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.