Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ οὐ μόνος γε ἐκεῖ ἀπελήυθεν, ἀλλὰ μηδεμίαν ἀφορμὴν διδοὺς τοῖς ζητοῦσιν αὐτὸν καὶ τοὺς μαθητὰς μεθ’ ἑαυτοῦ παρείληφεν καὶ »ἐκεῖ ἔμεινεν μετὰ τῶν μεθη- [*](18 Joh. 7, 30. — 24 Math. 10, 23. — 26 Vgl. Joh. 11, 53. — 30 Joh. 11, 54. — 34 Joh. 11, 54.) [*](4 ἐκκλίνομεν, corr. We | 10 παρῶν, corr. Br | 23 κατέσχήτο μὲν, corr. Pr, V ändert οὐκ κατέσχοιτο μὲν ἄν, ὅμως δὲ οὐκ ἐπέβαλεν αὐτῷ οὐδεὶς τὴν χεῖρα. Βr οὐκ ἄν κατέσχητο μεμενηκώς. | 26 συνεβουλεύσαντο mit AΠLXΔ 1. 33. rell.ἐβου- λεύσαντο Βκ 69.)

419
»τῶν«.

τοιοῦτόν ἐστιν καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον γεγραμμένον, ὅτε »Ἀκούσας ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλι- »λαίαν· καὶ καταλιπῶν τὴν Ναζαρέθ, ἐλθὼν κατᾠκησεν εἰς Καφαρ- »ναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ«, καὶ ἐπὶ τὸν καιρὸν δὲ φθάσας τοῦ συλληφθῆναι, ἐτήρησεν ὐπὲρ τοῦ μὴ παρ’ ἑαυτὸν τουτο παθεῖν μήτε ἐν Ἱεροσολύμοις εὑρεθῆναι μήτε ἐν τῷ ἱερῷ, ἔνθα ἐδίδασκεν πολλάκις, μήτε ἐν ἄλλῳ τοιούτῳ τόπῳ· »Ἐξῆλθεν γὰρ σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τῶν »Κεδρών, ὅπου ἦν κῆπος εἰς ὅν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ »αὐτοῦ«.

αὕτω δὲ ἀνεχώρει κατ’ ἐκεῖνο καιροῦ καὶ οὐκ ἐκημοσίευεν, ὡς δεῖσθαι τοὺς ἀρχιερεῖς καὶ τοὺς Φαρισαίους, βουλομένους αὐτὸν συλλαβεῖν, τοῦ Ἰούδα, διὰ τὸ μεμαθητεῦσθαι αὐτῷ περιργαζομένου καὶ τοὺς τόπους τῆς ἀναχωρήσεως αὐτοῦ.

διὸ τότε »Ἰούδας λαβὼν »σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται »ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων«.

κατὰ τοῦτον δὲ τὸν τόπον τοῦ εὐαγγελίου δηλοῦται ὕτι εἰ μὲν ἐβούλετο μὴ ἡλῶναι, οὐκ ἄν κατεσχέθη· κατεσχέθη δὲ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος τοῖς κατέχουσιν καὶ μέχρι τοῦ σταυροῦ.

ὁπότε γοῦν ἐξῆλθεν, καὶ λέγει τοῖς ἐλθοῦσιν εἰς τὸν κῆπον· »Τίνα ζητεῖτε; ἀπεκρίθησαν »αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον«· καὶ ὡς μὲν »εἶπεν αὐτοῖς· Ἐγώ »εἰμι, [δυνάμεως] ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί«.

εἶτα μετὰ τοῦτο, ὅτι ἐβουλήθη ἀναδέξασθαι τὴν ἐν τῷ πάθει οἰδονομένα, πάλιν ἠρώτησεν αὐτούς· »Τίνα ζητεῖτε; οἱ δὲ εἶπον· Ἰησοῦν τὸν Να- »ζωραῖον«.

καὶ μετ’ ὀλίγα· »Ἡ σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπη- »ρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν« ἑκόντα, »καὶ ἔδησαν »αὐτὸν« παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς· εἰ γὰρ μὴ ἐβούλετο παρεῖν, εἶπεν ἄν πάλιν· »Ἐγώ εἰμι«· καὶ ἀπῆθον ἄν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἄν χαμαί.

ὥσπερ δὲ διὰ τῶν τοιούτων διδάσκει ἡμᾶς ἐν διωγμοῖς καὶ ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς ἀναχωρεῖν, οὕτως ἐν ἄλλοις εὕροις ἄν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀνχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.

Ἰησοῦς γάρ ποτε »γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν »βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος«· ἀλλ’ οὐ μετὰ τῶν μαθητῶν. [*](2 Matth. 4, 12f. — 8 Joh. 18, 1. — 13 Joh. 18, 3. — 17 Vgl. Phil. 2, 8. — 19 Joh. 18, 4—6. — 23 Joh. 18, 7. — 24 Joh. 18, 12f. — 33 Joh. 6, 15.) [*](3 καταλειπῶν | Ναζαρέθ mit D. 1. ΕΚΜUV Latt. Boh. vgl. CPΔ s. o. z. S. 171, 24 | 12 τοῦ] τὸν, corr. V | 15 τοῦτον] ν a. Ras. | 20 ὡς] ὁ, corr. Pr | 21 δυνάμεως wohl z. str.; oder μετὰ δυνάμεως?; δυνάμει ὡς corr. Br | 24 ὑπηρέται] υ ü. d. Z. | 34 vor εἰς fehlt πάλιν mit Δ 69 ΕFGMSUVΓ Syr. Pesch. Boh. Sah. Aeth.)

420
ἀλλὰ μόνος, μὴ παρέχων μηδὲ τούτοις ἀφορμὴν φιλοῦσιν αὐτὸν καὶ βουληθεῖσιν ἄν μετὰ τῶν θελόντων οιῆσαι αὐτὸν βασιλέα, ἵν’ ἤδη γένηται καὶ κοσμικῶς αὐτῶν βασιλεύς.

Ταῦτα μὲν εἰς τὸ ῥητὸν καὶ τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ γράμματος περὶ ἀναχωρήσεως διδασκαλίαν. εἰς δὲ τὴν ἀναγωγὴν λεχθείη ἄη τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ πρφητῶν αὐτοῖς ἐνεπολιτεύετο· Ἰησοῦ γὰρ ἦν παρρησία ἡ »Τάδε λέγει κύριος«· ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται· »Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον »ἤ τῆς ἐχούσης τὸν ἀνδρα«, καὶ πρὸς ἤν εἴρηται· »Εὐφράνθητι »στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα«.

ἔστιν δὲ ἡ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραίμ, εἰς ἥν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.

ἑρμηνεύεται δὲ Ἐφραὶμ >καρποφορία<, ἀδελφὸς ὤν Μανασςῆ, πρεσβυτέρου τοῦ >ἀπὸ λήθης< λαοῦ.

μετὰ γὰρ τὸν >ἀπὸ λήθης λαὸν καταλειφθέντα γεγέννηται ἡ ἐξ ἐθνῶν καρποφορία<, ὅτε ποταμοὺς μὲν τοὺς ἐν τῶν Ἰσραὴλ »ἔθετο« ὁ θεὸς »εἰς ἔρημον καὶ διεξόδους« τῶν ἐκῖ »ὑδάτων εἰς »δίψαν« καὶ »γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν »κατοικούντων ἐν αὐτῇ«· ἀπὸ δὲ τῶν ἐθνῶν »ἔρημον ἔθετο εἰς λίμνας »ὑδάτων«, καὶ »γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων«.

καὶ κατᾠκισεν ἐκεῖ πενιῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν· ἔνθα ἔσπειρεν ἀγροὺς κατὰ τὸν πεσόντα σπόρον ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας· κλήματα γάρ εἰςιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ »ἐποίησαν καρπὸν γεννήματος· καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπλη- »θύνθησαν σφόδρα«.

ἀλλ’ οὐδὲ τοὺς ἐν τούτοις ἀλογωτέρους μικροὺς εἶναι ἐλογίσατο ὁ ἀνθρώπους καὶ κτήνη σώζων κύριος· γέγραπται [*](5 εἰς δὲ — S. 421, 20 μου excerpiert von Cat86. — 12 Gal. 4, 27; vgl. Jes. 54, 1. —16 Vgl. Lagarde, Onom. s. 164, 67 u. ö. In Jerem. Frg. LVI (226, Kl.) — 17 Vgl. Gen. 41, 51f. — Vgl. Onom. s. 8, 27 Manasse: oblitus uel necessitas. 195, 63 Μαωασςῆς ἀποβληθεὶς [1. ἀπὸ λήθης] ἤ πεπραμμένος. Armen. Onom.: ,,Manase: vom Vergessen order gemacht [=ἀπὸ λήθης ἤ πεπραγμένος]’’. — 19 Vgl. Ps 106, 33—38 (=NaART).—25 Vgl. Luk. 8, 8. — 28 Ps. 106, 37f. —30 Vgl. Ps. 35, 7.) [*](2 ἄν] ἄ, corr. V | 5 εἰς — 6 τοἲαῦτα] πρὸς δὲ ἀναγωγὴν ῥητέον Cat. | 14 στῆρα | ἔστιν] ιν a. Ras. | 18 μετὰ ist von I. Hd. über μάλιστα geschrieben, das damit als falsch bezeichnet ist | καταλειφθέντα < Cat. | γεγένηται Μ, γεγέννηται Ηss. der Cat. | 22 [ἐν αὐτῇ· ἀπὸ δ]ὲ verblichen | 28 γενήματος, corr. Ausgg.)

421
γάρ· »Καὶ τὰ κτήνη αὐτῶν αὀκ ἐσμίκρυνεν«.

καὶ οἱ μὲν Ἰουδαὶοι »ὠλιγώθησαν καὶ ἐκακώθησαν [καὶ] ἐπὸ θλίψεως κακῶν καὶ ὀδύνης· »καὶ ἐξεχύθη ἐξουδένωσις ἐπὶ« τοὺς διὰ τὸν Ἀβραὰμ »ἄρχοντας, καὶ »ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχὶ ἐν ὁδῷ«.

μετ’ ἐκείνους δὲ ὁ θεὸς »ἐβοήθησεν τῷ ἐπὸ τῶν ἐθνῶν πέντητι λαῷ ἐκ πτωχείας καὶ »ἔθετο ὡς πρόβατα πατριάν«, οὑς ὄψονται εὐθεῖς ἄγγελοι καὶ »εὐ- »φρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς«.

τού- τιος δὲ μυστικῶς προφητευομένοις ἐν ἑκατοστῷ ἕκτῳ Ψαλμῷ ἐπι- φέρεται· »Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ »κυρίου«;

ἐλεοῦντος γὰρ τοῦ κυρίου τοὺς ἀπὸ τῶν ἐθνῶν ὁ σοφὸς ταῦτα φυλάξει, συνιεῖς τὰ ἐλέη τοῦ κυρίου.