Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κατὰ τοῦτο δ’ οἶμαι καὶ τὸν Παῦλον εἰρηκέναι οὕτως· »Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, »ἵνα ἡμεῖς γενώμεθα δικαιοςύνη θεοῦ ἐν αὐτῷ«· ἁμαρτίαν γὰρ αὐτὸν ἐποίησεν, μὴ γνόντα ἁμαρτίαν, τῷ μηδὲν αὐτὸν ἡμαρτηκότα τὰς πάντων ἁμαρτίας ἀνειληφέναι, καὶ εἰ δεῖ τολμήσαντα εἰπεῖν, πολλῷ μᾶλλον τῶν ἀποστόλων αὐτοῦ περικάθαρμα αὐτὸν τοῦ κόσμου γεγνέναι καὶ πάντων περίψημα, τῶν εἰπόντων· »Ὡς περικαθάρματα »τοῦ κόσμου ἐγνήθημεν, πάντων περίψημα ἕως ἄρτι«.

ΧΙΧ. Περὶ δὲ τοῦ πολλάκις ἐπικρατούντων τινῶν χαλεπῶν ἐν τῷ τῶν ἀνθρώπων γένει, οἷον λοιμῶν ἢ ἐπιβλαβῶν νηνεμιῶν ἢ λιμῶν, λύεσθαι τὰ τοιαῦτα, οἱονεὶ καταργουμένου τοῦ κοινοῦ διδόναι, πονηροῦ πνεύματος, διὰ τὸ ἑαυτόν τινα ὑπὲρ τοῦ κοινοῦ διδόναι, πολλαὶ φέρονται Ἑλλήνων καὶ βαρβάρων ἱστορίαι, τὴν περὶ τοῦ τοιούτου ἔννοιαν οὐκ ἀποπτυόντων οὐδὲ ἀποδοκιμαζόντων. πότερον μὲν οὖν ἀληθῆ ἐστιν τὰ τοιαῦτα, ἢ μή, οὐ τοῦ παρόντος ἐστὶν καιροῦ μετ’ ἐξετάσεως διαλαβεῖν.

πλὴν ὁ δυνάμενος ὑπὲρ ὅλου τοῦ κόσμου, ἵνα πᾶς ὁ κόσμος καθαρθῇ, ἀναδέξασθαι ἐπὶ καθαρσίῳ αὐτοῦ ἀπολομένου ἂν εἰ μὴ ἀνεδέξατο τὸ ὑπὲρ αὐτοῦ ἀποθανεῖν, οὔτε ἑστόρηται πώποτε οὔτε ἱστορηθῆναι δύναται, μόνου Ἰησοῦ τὸ πάντων τῆς ἁμαρτίας φορτίον ἐν τῷ ὑπὲρ τῶν ὅλων χωρὶς θεοῦ σταυρῷ ἀναλαβεῖν εἰς ἑαυτόν, καὶ βαστάσαι τῇ μεγάλῃ ἀυτοῦ ἐσχύϊ δεδυνημένου.

καὶ γὰρ οὗτος μόνος ἐπιστήμων ἦν τοῦ φέρειν μαλακίαν, ὥς φησιν ὁ προφήτης Ἡσαΐας λέγων· »Ἄνθρωπος ἐν πληγῇ

»ὢν καὶ εἰδὼς φέρειν μαλακίαν«. καὶ οὗτός γε τὰς ἁμαρτίας ἡμῶν ἔλαβεν καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, καὶ ἡ ὀφειλομένη ἡμῖν εἰς τὸ παιδευθῆναι καὶ εἰρήνην ἀναλαβεῖν κόλασις ἐπ’ αὐτὸν [*](2 Joh. 1, 1. – 4 Vgl. Kol. 1, 15. – 6 Vgl. Matth. 8, 17; Jes. 53, 4. – 9 Vgl. I Petr. 2, 22. – 10 Vgl. II Kor. 5, 21. – 11 II Kor. 5, 21. – 16 I Kor. 4, 13. –29 Vgl. Hebr. 2, 9. – 32 Jes. 53, 3. – 33 Vgl. Jes. 53. 4 f. Matth. 8, 17.) [*](21 τὸ] τοῦ? We | 62 τοῦ + We | ἀναδέξεσθαι (ε 1 aus a?), corr. V| 27 αὐτοῦ verblichen | οὔτε verblichen | 31 οὗτος verblichen | 34 καὶ ἡ verblichen.)

414
γεγένηται.

οὕτω γὰρ ἀκούω τοῦ[τω]· »Παιδεία εἰρήνης ἡμῶν ἐπ’ »αὐτόν«. τάχε δὲ καὶ ἐπεὶ »τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«, εἴμοιμεν ἂν οἱ ἰαθέντες ἐκ τοῦ σταυροῦ ἀλθόντος αὐτῷ τοῦ μώλωπος τὸ »Ἐμοι δὲ μὴ γένοιτο καυχάσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου »Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ«. τοῦτον τὸν Ἰησοῦν παρέδωκεν ὁ πατὴρ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ δι’ αὐτὰς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ »κείραντος ἄφωνος«.

τούτου ἐν τῇ ταπεινώσει, ἣν »ἐταπείνωσεν »ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ«, ἡ κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· »Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ- » τοῦ ἤρθη«· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς θάνατον.

οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὑτος ὑπὲρ τοῦ λαοῦ, καὶ διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο.

καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ >καοῦ< λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ >ἔθνους< εἰς τοὺς λοιπούς.

ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ’ ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.

ΧΧ. Ἑξῆς τούτῳ ἐστὶν τὸ »Τοῦτο ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν«. ἐφ’ οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ’ ἑαυτῶν λέγομενη, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λόγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.

ἐνδέχεται δὲ παρακολουθοῦντας ἡμᾶς ἑαυτοῖς ἡ λέγομεν, μὴ παρακολουθεῖν τῷ βουλήματι τῶν λεγομένων· ὥσπερ νῦν Καϊάφας ὁ ἀρχιερεὺς καὶ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν καὶ οὗ εἶπεν τὸν νοῦν ὡς προφητείας λεγομένης οὐκ ἐδέχετο.

καὶ παρὰ Παύλῳ δὲ νομοδιδάσκαλοί τινές εἰσιν »μὴ νοοῦν- »τες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται«.

ἀλλ’ οὐχ ὁ σοφὸς τοιοῦτος, περὶ οὗ φηςὶν ἐν Παροιμίαις ὁ Σολομῶν· »Σοφὸς »νοήσει τὰ ἀπὸ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσιν φορέσει ἀπιγνωμοςύ- »νην«.

δοκεῖ δέ μοι ὅτι καὶ περίστασις αἰτία ποτὲ γίνεται τοῦ προφητεύειν, ὥσπερ καὶ νῦν τῷ Καϊάφᾳ τὸ εῖναι αὐτὸν ἀρχιερέα τοῦ [*](1 Jes. 53, 5. – 4 Gal. 6, 14. – 7 Jes. 53, 7; vgl. Act. 8, 32. – 8 Vgl. Phil. 2, 8. – 10 Jes 53, 8. – 13 Vgl. Joh. 11, 50. – 19 Joh. 11, 51. – 28 I Tim. 1, 7. – 30 Prov. 16, 23.) [*](1 τοῦτο? M, corr. Pr vgl. Z. 10; τοῦτο V, τούτων Ausgg. | 12 ἀπὸ] ὑπὲρ? |18 ἔλεγον, corr. Hu| χρηματίζω, corr. V| 23 ἔχομεν, corr. V| 27 οὗ] οὐκ, corr. Pr| προφητείαν λεγομένου, corr. We | 29 ἂ verblichen.)

415
ἐνιαυτοῦ ἐκείνου, <ᾧ> ἔμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ λαοῦ ἵνα μὴ ὅλον τὸ ἔθνος ἀπόληται· ὄντων γὰρ καὶ ἄλλων ἀρχιερέων, ὡς δῆλον ἐξ ὧν προπαρεθέμεθα, οὐδεὶς προφητεύει ἢ ὁ τοῦ ἐνιαυτοῦ ᾧ ἔμελλεν πάσχειν ὁ Ἰησοῦς ἀρχιερεύς.

περίστασις δὲ προφητεύειν πεποίηκεν καὶ τοὺς Σαοὺλ ἀγγέλους, πεμφθέντας ἐπὶ τὸν Δαβίδ, καὶ αὐτὸν τὸν Σαούλ· οἱονεὶ γὰρ τὸ ζητεῖν αὐτοὺς τὸν Δαβὶδ αἴτιον γέγονεν προφητείας, ἀλλὰ τοιαύτης, ὁποία ἀναγέγραπται.

ἀλλὰ καὶ Βαλαὰμ οὐκ ἂν ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τὸ »Ἐκ Μεσοποταμίας μετεπέμψατό με« καὶ τὰ ἑξῆς· μὴ ἰδὼν τὸν Ἰσραὴλ ἐστρατοπεδευκότα· καὶ ἀεὶ ἄλλο μέρος στρατοπέδου βλέπων ἀπὸ τῆς καινότητος τοῦ βλεπομένου ἐκινεῖτο πρὸς τὸ λέγειν περὶ τοῦ Ἰσραήλ.

Ἔμελλε τοίνυν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, ὅπερ ἕτερον ἦν τῶν διεσκορπισμένων τέκνων θεοῦ, ὡς δῆλον ἐκ τοῦ »Ἰησοῦς ἔμελλεν ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ »ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ ἐις ἕν«.

τίνα δὲ τὰ παρὰ τὸ ἔθνος διεσκορπισμένα τέκνα θεοῦ νῦν καιρὸς ἤδη ζητεῖν. περὶ τούτων δὴ οἱ μὲν τὰς φύσεις εἰσάγοντες τοὺς κατ’ αὐτοὺς πνευματικοὺς φήσουσιν εἶναι τὰ τέκνα τοῦ θεοῦ, πενυματικῶς οὐκ ἀνακρίναντες πάντα· τοῦτο γὰρ ἀκολουθεῖ λέγειν τοῖς φύσεις εἶναι οἰομένοις, καὶ παρὰ τὸ τοῦ ἀποστόλου βούλημα ἐννοεῖν τοὺς πνευματικούς, διδάσκοντος ὅτι »Ὁ πενυματικὸς ἀνακρίνει »πάντα, καὶ ὑπ’ οὐδενὸς ἀνακρίνεται«.

τούτῳ δὲ ἀκολουθεῖ τὸν μὴ ἀνακρίνοντα πάντα μὴ εἶναι πνευματικόν, ἢ μηδέπω εἶναι πνευματικόν.