Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’ αὐτοὺς ὁ Σαούλ.

γέγραπται γάρ· [*](8 Num. 23, 4 f. – 12 Num. 22, 35. – 14 Num. 23, 5. – 15 Num. 23, 6. – 17 Num. 23, 16. – 20 I Sam. 16. 14. – 12 Vgl. I Kön. 22, 20 ff. – 32 I Sam. 19, 14–24.) [*](9 ἀνέβαλεν | 15 ὠβελίσαμεν] vgl. dazu Field I, 255. Syr. hexapl. fehlt zur Stelle | 17 βαλαὰκ, corr. V | 21 nach αὐτὸν + ἢ πνεῦμα θεοῦ πονηρὸν, von anderer Hd (V?) ausgestrichen: die Worte scheinen eine verkehrt eingefügte Dublette zu πνεῦμα ψευδὲς zu sein | 22. 23 ἀχαὰμ |29 <ἀλλ’—προεφήτευσεν> + Br nach V, der nur ἀπὸ ἐμπνεύσεως πνεύματος ἁ. schreibt | 31 Σαούλ] + γέγρα.)

411
»Καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες· Ἰδοὺ Δαβὶδ εἰς Αὐὼθ ἐν Ῥαμά. »καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ, καὶ εἴδοσαν τὴν »ἐκκληςίαν τῶν προφητῶν, καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ’ »αὐτῶν.

καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους Σαοὺλ πνεῦμα κυρίου καὶ »προεφήτευσαν καὶ αὐτοί. καὶ ἀπηγγέλη τῷ Σαούλ, καὶ ἀπέστειλεν »ἀγγέλους ἑτέρους καὶ προεφήτευσαν καὶ αὐτοί.

καὶ ἐθυμώθη ὀργῇ »Σαούλ, καὶ ἐπορεύθη εἰς Ἀρμαθαΐμ καὶ ἔρχεται ἕως τοῦ φρέατος »τοῦ μεγάλου καὶ ἐν τῇ ὁδῷ ἐς Σωφεῖν, καὶ ἐπηρώτησεν καὶ εἶπεν·

»Ποῦ Σαμουὴλ καὶ Δαβίδ; καὶ εἶπον· Ἰδοὺ εἰς Αὐὼθ Ῥαμά. καὶ »ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμά· καὶ ἐγενήθη ἐπ’ αὐτὸν πνεῦμα »θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς »Αὐὼθ Ῥαμά. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν »ἐνώπιον Σαμουήλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ »ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον· Εἰ καὶ Σαοὺλ ἐν προφήταις«;

ἀναγκαίως δὲ νομίζω καὶ ταῦτα παρατεθεῖσθαι ὑπὲρ τοῦ φανῆναι πῶς ἁμαρτωλοὶ προφητεύουσιν, καὶ πότερον ἐξ ἁγίου πνεύματος ἢ 362 Η ἀπὸ ἄλλης δυνάμεως, ὅσον γε ἐπὶ τῷ μαρτυρεῖν τῇ ἀληθείᾳ μὴ ψευδομένης.

πάλιν τε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.

οὐδὲ τὰ περὶ τὴν ἐγγαστρίμυθον καὶ τὸν Σαμουὴλ ἐν τοῖς τόποις τούτοις παρασιωπητέον, ἀφ’ ὧν ἔμαθεν ὁ Σαούλ, ὅτι τῇ

ἐξῆς ἔμελλεν ἅμα τοῖς υἱοῖς ἀναιρεθήσεσθαι ἡμέρᾳ. τὸ δὲ ἀκριβὲς ἐν τοῖς τόποις ὄψεται ὁ δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.

πάλιν τε αὖ ὁ βουλόμενος ἀπὸ χείρονος δυνάμεως προπεφητευκέναι τὸν Καϊάφαν φήσει ὅτι οὐδὲν παράδοξόν ἐστιν πονηρὰν δύναμιν ταῦτα εἰρηκέναι, ὅπου γε οὐ πάντη ἀγνοῶν καὶ ὁ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγραφεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσαι ὑπ’ αὐτοῦ πρὸς τὸν κύριον.

φήσει δὲ ὅτι καὶ πονηρία τις;ἔκκειται τῇ ἐνεργούσῃ δυνάμει ταῦτα προφητεύεσθαι περὶ τοῦ σωτῆρος· σκοπὸς γὰρ ἦν αὐτῇ αὐ τὸ πιστοποιῆσαι τοῦς ἀκροωμένους ἀλλ ἐρεθίσαι τοὺς ἐν τῷ συνεδρίῳ [*](20 Vgl. I Sam. 6, 9. – 22 Vgl. I Sam. 28. — 30 Vgl. Mark. 1, 24. u. ä.) [*](9 3ἶπεν, corr. V | 13 σαμουή |15 τοῦτα] ἀ a. Ras. Danach scheint παρα ausradiert zu sein| 21 φυλισταιοις |22 Σαμουὴλ] αμο a. Ras. | 25 διαλαβεῖν V,in M ist das Wort compendiarisch gescher.; διαλαλεῖν Ausgg. Vgl. S. 413, 25| 32 φήσι. corr. V.)

412
ἀρχιερεῖς καὶ Φαρισαίους κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν ἀποκτείνωνσιν, ὅπερ οὐκ ἦν κατὰ τὸ ἅγιον πενῦμα ἐνεργῆσαι.

Ὅρα γὰρ εἰ μὴ παροξῦναι βούλεται τοὺς ἀκροωμένους εἴτε ὁ Καϊάφας εἴτε τὸ ἐνεργοῦν αὐτὸν προφητεύειν πρὸς τὸ ἀποκτεῖναι τὸν Ἰησοῦν διὰ τοῦ »Ὑμεῖς οὐκ οἴδατε ούδὲ λογίζεσθε »ὅτι συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ἡπὲρ τοῦ λαοῦ, καὶ »μὴ ὅλον τὸ ἔθνος ἀπόληται«.

ἆρά γε ὁ λέγων· »Συμφέρει ἡμῖν« ὅπερ μέρος ἦν τῆς προφητείας αὐτοῦ, ἀληθεύει ἢ ψεύδεται; εἰ μὲν γὰρ ἀληθεύει, σώζεται ὁ Καϊάφας καὶ οἱ ἐν τῷ συνεδρέῳ κατὰ τοῦ Ἰησοῦ ἀγωνιζόμενοι, ἀποθανόντος τοῦ Ἰησοῦ ὑπὲρ τοῦ λαοῦ, καὶ τυγχάνουσι τοῦ συμφέροντος· εἰ δὲ ἄτοπον φάσκειν τὸν Καϊάφαν καὶ τοὺς ἐν τῷ κατὰ τοῦ Ἰησοῦ συνεδρίῳ σώζεσθαι καὶ τοῦ συμφέροντος τετευχέναι ἀποθανόντος τοῦ Ἰησοῦ, δῆλον ὅτι οὐχ ἄγιον πνεῦμα ἦν τὸ ταῦτα ἐνεργῆσαν λέγεσθαι· ἅγιον γὰρ πνεῦμα οὐ ψεύδεται.

ὁ δὲ βουλόμενος ἀληθεύειν καὶ ἐν τούτῳ τὸ ἐνεργοῦν τὸν Καϊάφαν, λέγω δὲ τῷ φάσκειν· »Συμφέρει ἡμῖν ἵνα εἶς ἄνθρωπος »ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ«, βαθύτερον ἐξακούσεται τοῦ »Συμφέρει »ἡμῖν« διὰ τὸν περὶ τέλους λόγον, καὶ συγχρήσεται τῷ »Ὅπως χά- »ριτι (ἢ· χωρὶς) θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου«, καὶ ἐπιστήσει »τῷ »Ὑπὲρ παντός« καὶ τῷ »Χωρὶς θεοῦ ὑπὲρ παντός«.

συγχρήσεται δὲ καὶ τῷ »Ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα »πιστῶν«· ὅτι δὲ οὗτός ἐστιν »ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν »ἁμαρτίαν τοῦ κόσμου«, ἰδίως ἀκούων τοῦ αἴρεσθαι τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ οὐχὶ μέρους αὐτοῦ.

ὁ δὲ λέγων ἀληθὲς εἶναι τὸ »Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ« φήσει καὶ ὅλα τὰ κατὰ τὸν τόπον προφητείαν εἶναι ἀληθῆ, ἀρχομένην ἀπὸ τοῦ »Ὑμεῖς οὐκ »οἵδατε οὐδέν«· οὐδὲν γὰρ ᾔδεισαν οἱ τὸν Ἰησοῦν μὴ γνωρίζοντες Φαρισαῖοι καὶ ἀρχιερεῖς, ὅντα ἀλήθειαν καὶ σοφίαν καὶ δικαιοςύνην καὶ εἰρήνην. »Αὐτὸς γὰρ ἐστιν ἡ εἰρήνη ἡμῶν«.

ἀλλὰ καὶ οὐκ ἐλογίζοντο οὗτοι οἱ μηδὲν εἰδότες τίνα τρόπον συνέφερεν καὶ αὐτοῖς ἵνα ὁ εἷς οὑτος, καθ’ ὃ ἄνθρωπός ἐστιν, ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ· ἄνθρωπος γάρ ἐστιν ἀποθανὼν Ἰησοῦς.

διὸ καὶ αὐτός φησι· »Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν λελά- »ληκα«.

καὶ ἐπεὶ ἄνθρωπος μέν ἐστιν ὁ ἀποθανών, οὐκ ἦν δὲ [*](5 Joh. 11, 49 f. – 18 Hebr. 2, 9. – 21 I Tim. 4, 10 – 22 Joh. 1, 29. – 25 Joh. 11, 50 – 26 Joh. 11, 49. – 28 Vgl. Joh. 14, 6 I Kor. 1, 30. – 29 Eph. 2, 14. – 33 Joh. 8, 40.) [*](5 nach οἴδατε + οὐδὲν Τ; vgl. S. 137, 9 | 8 μέρος, ο a. Ras. | εἰ] ὁ, corr. V | 16 ἀνθρώπους, corr. V | 17 ἐξακούεται, corr. Br| 19 über die LA χωρὶς θεοῦ (Μ Syr. Pesech.) neben χάριτι θεοῦ (ΒℵΑCD rell.) vgl. o. S. 45, 19f.)

413
ἄνθρωπος ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ εἰρήνη καὶ δικαιοςύνη, καὶ περὶ οὗ γέγραπται· »Θεὸς ἦν ὀ λόγος«· οὐκ ἀπέθανεν ὁ θεὸς λόγος καὶ ἡ ἀλήθεια καὶ ἡ σοφία καὶ ἡ δικαιοςύνη· ἀνεπίδεκτος γὰρ ἡ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ πρωπτοτοκος πάσης κτίσεως, θανάτου.

ὑπὲρ τοῦ λαοῦ δὲ ἀπέθανεν οὗτος ὁ ἄνθρωπος, τὸ πάντων ζῴων καθαρώερον, ὅστις τὰς ἁμαρτίας ἡμῶν ἦρεν καὶ τὰς ἀσθενείας, ἅτε δυνάμενος πᾶσαν τὴν ὅλου τοῦ κόσμου ἁμαρτίαν εἰς ἑαυτὸν ἀναλαβὼν λῦσαι καὶ ἐξαναλῶσαι καὶ ἐξαφανίσαι, ἐπεὶ μὴ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, οὐδὲ ἔγνω ἁμαρτίαν.