Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Μετὰ ταῦτα ζητοῦμεν τί δήποτε, τοῦ σωτῆρος εἰρηκότος· περὶ παντὸς τοῦ τηροῦντος αὐτοῦ τὸν λόγον ὅτι » Θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα«, οἱ Ἰουδαῖοι μετὰ τὰ προεξετασθέντα, δέον αὐτοὺς καταλλήλως τῷ »Θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα· εἰρηκέναι· »Καὶ σὺ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«· οἱ δὲ οὐ τοῦτο, ἀλλὰ τὸ μὴ εἰρημένον ὑπὸ τοῦ σωτῆρός φασιν· οὐ γὰρ εἶπεν· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θανάτου οὐ μὴ γεύσηται εἰς τὸν , ὅπερ οὗτοι προφέρονται ὡς ὑπὸ τοῦ κυρίου ἡμῶν εἰρημένον.

καὶ ὅρα εἰ μὴ τῷ εἶναι διαφορὰν τοῦ μὴ θεωρεῖν θάνατον καὶ τοῦ μὴ γεύεσθαι θανάτου ὑπὸ τῶν λοιπῶν ἅμα εὐαγγελιστῶν εἴρηται περὶ τοῦ μὴ γεύεσθαι θανάτου τοὺς ἐγγὺς τοῦ Ἰησοῦ ἑστῶτας, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον έν τῇ βασιλείᾳ ἑαυτοῦ, τοῦ μὲν Ματθαίου· »Ἀμήν, ἀμὴν λέγω ὑμῖν , εἰσίν τινες τῶν ὡδε ἑστώτων »οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀν- »θρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ ἑαυτοῦ«· τοῦ δὲ Μάρκου·

»Ἀμήν, »ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ἑστηκότων ὡδε οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυ- »θυῖαν έν δυνάμει«· τοῦ δὲ Λουκᾶ·

»Ἀληθῶς εἰσίν τινες τῶν ὡδε »ἐστώτων οἵτινες οὐ γεύσονται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν »τοῦ ἀνθρώπου έν τῇ δόξῃ αὐτοῦ«.

ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἄν εἴη ἡ ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική , ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.

καὶ ἐπεὶ ὁ κύριος, καθ’ ὅ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὤν τῇ ψυχῇ , καθ’ ὅ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· »Ἐραστὴς ἐγενόμην »τοῦ κάλλους αὐτῆς( καὶ προστάσσει ἡμῖν τὸ » Ἐράσθητι αὐτῆς, καὶ »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ »Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.

ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁρατός.

καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ »Εἰσίν τινες τῶν ὧδε ἑστώτων [*](1 Joh. 8, 52. — 3 Vgl. Joh. 8, 51. — 7 Joh. 8, 52. — 16 Matth. 16, 28. — 18 Mark. 9, 1. — 21 Luk. 9, 27. — 25 Vgl. Weish. Sal. 7, 22ff. — 28 Vgl. Joh. 6, 51. — 30 Weish. Sal. 8, 2. — 31 Prov. 4, 6. — 32 Ps. 33, 9. — 35 Matth. 16, 28.) [*](6 8 θεωρήσει, corr. Pr | 22 γεύσωνται | 25 ἡ + We | 31 προστάσσει] a. Ras. | 33 χρηστός] χݲςݲ χριστός), corr.)

387
»οἵτινες οὐ μὴ γεύσωνται θανάτους καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«.

γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ᾠς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ςωῆς.

κοὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ· παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ »Εἰσί τινες τῶν ὠδε ἑστώτων« ἢ »Εἰσίν τινες τῶν ἑστηκότων ὡδε«, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι »Οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἄν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν έν δυνάμει«.

καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται· »Ὁ Δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ«, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ »Ἀμὴν λέγω ὑμῖν·

»εἰσίν τινες τῶν ὡδε ἑστώτων«. ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα- νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.

Εἴπερ οὐν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ »Θάνατον οὐ θεωρήσει« εἰρήκασιν· »Οὐ μὴ γεύσηται θανάτου« ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου· εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφσαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων. μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου· καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ὂν· »Ὑμεῖς οὐκ »ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.

ὅρα δὲ εἰ μὴ ὀσμὴ θανάτου ἐστὶν έν τοῖς ἀπὸ τῆς ἁμαρτίας μώλωψιν, περὶ ὡν εἴρηται· »Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές [*](2 Joh. 8, 51. — 5 Vgl. Joh. 6, 68. — 7 Matth. 16, 28. Luk. 9, 27. — 8 Mark. 9, 1. — 9 Matth. 16, 28. — 10 Luk. 9, 27. — 11 Mark. 9, 1. — 12 I Kor. 10, 12. — 14 Matth. 16, 28. — 20 Joh. 8, 52. — 25 Vgl. I Joh. 1, 1. — 26 Vgl. II Kor. 11, 13. — 28 Vgl. Joh. 10, 27. — 29 Joh. 10, 26. — 32 Ps. 37, 6.) [*](1 τὰ] τὸ | 4 προσφερόμενος, corr. Ausgg. | 5 γεύσασθαι, corr. We | 13 βλέπω, corr. V | 26 ἔργων, corr. V | 27 μετασχηματιζομένων] χη verblichen | αγγέλους δικαιοσύνης steht nicht II Kor. 11 , 13, sondern ἀποστόλους Χριστοῦ. Oiig. denkt an διάκονοι δικαιοσύνης ν. 15 | 29 πρόβατα] πρό verblichen | 31 δὲ + V.)

388
»μου« καὶ ὀσμὴ θανάτου ἐν τῷ Λαζάρῳ πρὶν ἀναστῆναι ἐκ νεκρῶν, ᾗς μὴ βουλόμενοι ὀσφραίνεσθαι οἱ ἀπόστολοι ἔλεγον τῷ σωτῆρι τὸ Κύριε, ἤδη ὄζει·

τεταρταῖος γάρ ἐστιν( εἰς δὲ τὸ περὶ τῆς νοητῆς ὀσμῆς θανάτου ἢ ὀσμῆς ζωῆς παρατηρεῖν δεήσει τὸ ἀποστολικὸν οὕτως ἔχον· Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν παντὶ τόπῳ , ἐν »τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις· οἷς μὲν ὀσμὴ ἐκ θανάτου »εἰς θάνατον, οἶς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν«. εὐωδία μὲν γὰρ Χριστοῦ εἰσιν καὶ οὐδαμῶς δυσωδία ἐν παντὶ τόπῳ οἱ ἐν Χριστῷ ἄνθρωποι.

ἀλλ’ ἐπεὶ] ὥσπερ ἡ σωματικὴ εὐωδία τινὰ τῶν ζῴων λέγεται ἀναιρεῖν, οὕτως διὰ τὴν προγενομένην κακίαν καὶ ἡ Χριστοῦ εὐωδία γένοιτο ἄν τισιν τοῖς ἐκ θανάτου εἰς θάνατον αὐτῶν, τοῖς δὲ ἐκ ζωῆς ἀποβαίνει εἰς ζωήν.

ταῦτα παρακείμενα ἡμῖν εἶναι τῇ ἐξετάσει τοῦ γεύεσθαι θανάτου καὶ τοῦ θεωρεῖν ἢ μὴ θεωρεῖν τὸν θάνατον.

μετὰ ταῦτα μὴ θεωροῦντες ὅσῳ ὑπερέχει Χριστὸς τῶν πατριαρχῶν καὶ τῶν προφητῶν, ἀλλὰ μηδὲ πιστεύοντες Χριστὸν εἶναι τὸν τηλικαῦτα διδάσκοντα, ἐπαποροῦσιν λέγοντες·

»Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν;« οὐχ ὁρῶσιν δὲ ὅτι οὐ μόνον μείζων τοῦ Ἀβραὰμ ἀλλὰ καὶ παντὸς γεννητοῖς γυναικῶν ὁ ἐκ τῆς παρθένου γεγεννημένος, καὶ τῶν προφητῶν πάντων ὁ προφητευόμενος ὐπ᾿ αὐτῶν, καὶ τῶν ἀποθανόντων ὁ ζωοποιήσας αὐτούς, οὐχ ἑαυτὸν ποιήσας τοιοῦτον ἀλλ᾿ ἀπὸ τοῦ πατρὸς λαβών.

»Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω »καὶ τῷ υἱῷ ζωὴν ἔδωκεν ἔχειν έν ἑαυτῷ«, οὐ δυναμένῳ ποιεῖν ἀφ ἑαυτοῦ οὐδὲ ἕν, καὶ ζητοῦντι τὸ θέλημα οὐ τὸ ἑαυτοῦ, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντος αὐτόν. καὶ τὸ »Τίνα οὐν σεαυτὸν ποιεῖς;‘ μὴ τεθεωρηκότων ἦν φωνὴ ὅτι οὐχ ἑαυτὸν ὁ Ἰησοῦς πεποίηκεν ὅπερ ἐστίν.