Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ κατὰ τὴν ἁπλουστέραν ἐκδοχήν, ὡς καὶ αὐτοὶ ἀποδεδώκαμεν , δοκεῖ εἶναι σαφὲς τὸ τῆς ὑπολήψεως τῶν Ἰουδαίων, ἀποκριναμένων πρὸς τὸν τοῦ σωτῆρος λόγον περὶ τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν ὡς ἀποτεθνηκότων , οὐδὲν ἧττον οὐκ ἀπαρασήμαντον τὴν ἐξέτασιν μετὰ συγκρίσεως τῆς πρὸς ἕτερα παρα πλήσια ἐατέον.

ἆρα γὰρ ᾤοντο σὺν οὐδενὶ λόγῳ τὸν σωτῆα εἰρηκέναι τὸ » Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ , θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«, καὶ διὰ τοῦτο σαφές τι πρὸς τὸν λόγον αὐτοῦ ἀπεκρίναντο;

ἢ ἐνόησαν οὐ περὶ τοῦ κοινοτέρου θανάτου αὐτὸν λελαληκέναι, καὶ διαλαμβάνοντες περὶ Ἀβραὰμ καὶ τῶν προφητῶν, ὡς καὶ αὐτῶν ἐν τῷ χείρονι θανάτῳ γεγενημένων ποτέ, τὸν λόγον αὐτοῦ μὴ παραδεξάμενοι μηδὲ ὑπολαμβάνοντες αὐτὸν εἶναι τηλικοῦτον ὀποῖον ἐπηγγείλατο ὁ λέγων, φασίν·

»Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον »ἔχεις«; τὸ δ᾿ ὅμοιον καὶ ἐπ᾿ ἄλλων αὐτοῦ λόγων καὶ τῶν πρὸς αὐτοὺς ἀποκρίσεων ἐπὶ πλειόνων έν τοῖς ἀνωτέρω ἐξητάσαμεν· οἷον [*](6 Joh. 8, 51. — 19 Vgl. S. Zeile 4ff. — 25 Joh. 8, 51. — 31 Joh. 8, 52. — 33 Die Ausführungen sind verloren.) [*](1 οἴονται] οιον, corr. V | 5 ἐνέργειαν, corr. Pr | 10 ἐφασκομεν, corr. V | 16 1. θανάτου mit Τ | 17 ἡμῶν] ἡ a. Ras. | 18 τινασεἁυτον | 24 οὐδενὶ λόγῳ] οὐδενιντῶ, corr. V σὺν οὐδενὶ νῷ? We | 27 ἐνόησαμεν, corr. Br.)

384
ἐπὶ τῆς Σαμαρείτιδος, ὅτι εἰπὼν αὐτῇ ὁ Ἰησοῦς· »<Δός μοι> πιεῖν‘ μεθ᾿ ἕτερα προσέθηκεν τοιαῦτα· »Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, »καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ »ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.

καὶ λέγει αὐτῶ ἡ γυνή· Κύριε, »ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ »τὸ ζῶν;« καὶ πάλιν· »Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἴνα μὴ διψῶ »μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν«.

οὐ γὰρ πιθανὸν ἦν περὶ αἰσθητοῦ ὕδατος ἀποκρίνεσθαι αὐτῷ τὴν Σαμαρεῖτιν, καὶ ᾐτηκέναι αὐτὸν σωματικὸν ὕδωρ ἐπὶ τῷ μηκέτι διψῆσαι μηδὲ διέρχεσθαι ἀντλεῖν ἀπὸ τῆς τοῦ Ἰακὼβ αἰσθητῆς πηγῆς.

ἀλλὰ καὶ εἰπόντος τοῦ κυρίου· »Ὁ ἄρτος, ὃν ἐγὼ δώσω , ἠ σάρξ μου ἐστὶν ὑπὲρ τῆς τοῦ κόσμου »ζωῆς«· ὅτε ἐμάχοντο πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύ- »ναται ἡμῖν οὑτος δοῦναι τὴν σάρκα φαγεῖν;« ἀπεδείκνυμεν ὅτι οὐκ ὄν τοσοῦτον ἀνόητοι ἠσαν οἱ ἀκούοντες ὡς ὑπολαμβάνειν ὅτι προκαλεῖται ὁ λέγων τοὺς ἀκροατὸς εἰς τὸ προσελθεῖν καὶ ἐμφαγεῖν τῶν σαρκῶν αὐτοῦ.

Καὶ εἰκός γε , ὅτι ἔλεγον οἱ Ἰουδαῖοι ἐπὶ τῶν νῦν ἡμῖν ἐξεταζομένων ῥητῶν τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται«, μεμαθηκότες τίνα τρόπον »δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνοτος διῆλθεν, ἐφ᾿ ᾦ πάντες ἥμαρτον«, ἔβλεπον δὲ καὶ ὅτι »ἐβασίλευσεν ὁ θάνατος ἐπὶ τοὺς ἁμαρτήσαντας ἐπὶ τώ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ«, καὶ ἦν αὐτοῖς ὁ λόγος περὶ τοῦ διὰ τὴν ἁμαρτίαν θανάτου εἰς πάντας ἀνθρώπους διεληλυθότος ἐπὶ τῷ πάντας ἡμαρτηκέναι.

περὶ τούτων δὲ μεμαθηκότες τὰ ἑξῆς, ἅτε μὴ παραδεξάμενοι τοὺς Ἰησοῦ λόγους, οὐκ ᾔδεισαν, καὶ ὅτι »οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα«.

ἀλλ’ οὐδὲ συλλογίζεσθαί πως ἐδύναντο ὅτι »εἰ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ »ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς »ἐπερίσσευσεν«.

οὐ συνίεσαν δὲ καὶ πῶς οὐκ ἦν τὸ δώρημα ὅμοιον τῷ δι᾿ ἑνὸς ἁμαρτήσαντος θανάτω· οὐδὲ γὰρ ἐπεπαίδευντό πω ὅτι τὸ χάρισμα ἐκ πολλῶν παραπτωμάτων ἐγίνετο εἰς δικαίωμα.

ἀλλ οὐδὲ ἔβλεπον ὅτι »Οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ«. [*](1 Joh. 4, 7. — 2 Joh. 4, 10f. — 6 Joh. 4, 15. — 11 Joh. 6, 51. — 12 Vgl. Joh. 6, 52. — 18 Joh. 8, 52. — 19 öm. 5, 12. — 22 Vgl. öm. 5, 14. — 27 öm. 5, 15. — 31 Vgl. öm. 5, 16. — 34 öm. 5, 17.) [*](1 δός μοι + V | 1. 3 ποιεῖν | 4 ἂν + Ausgg. | 24 διεληλυθότες, corr. 32 ἐπἐπαιδευντο] υν a. Ras. | 33 τὸ a. Ras.)

385
καὶ ἐνενόουν μὲν τὸν θάνατον Ἀβραὰμ καὶ τῶν προφητῶν,

ἀκούοντες ὅτι καὶ Σαμουήλ, ὡς διὰ τὸν θάνατον ὑπὸ γῆν ὤν, ὑπὸ ἐγγαστριμύθου ἀνήγετο, θεοὺς οἰομένης κάτω που εἶναι τῆς γῆς καὶ λεγούσης· » Θεοὺς ἐγὼ εἶδον ἀναβαίνοντας ἀπὸ τῆς «· τὴν δὲ ζωὴν τοῦ Ἀβραὰμ καὶ τῶν προφητῶν οὐ κατειλήφασιν, οὐδ᾿ ὅτι ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ἦν οὐ νεκρῶν αὐτῶν ἀλλὰ ζώντων· καὶ ὡς ὑπολαμβάνοντες [ τε] νεκροὺς εἶναι τοὺς προφήτας ᾠκοδόμουν αὐτῶν τοὺς τάφους, καὶ διὰ τοῦτο ταλανιζόμενοι.

εἰ καὶ ἀπέθανεν οὖν Ἀβραάμ, ἀλλ᾿ ἔζησεν καὶ οὐκέτι τὸν θάνατον ἐθεώρει ἀφ’ οὗ ἰδὼν τὴν Ἰησοῦ ἡμέραν ἠγαλλιάσατο καὶ ἐχάρη.

οἶμαι δὲ καὶ διὰ τοῦτο πρὸς τὸ »Ἀβραὰμ ἀπέθανεν« εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος, διδάσκοντος ὅτι Ἀβραὰμ ἔζη, τὸ »Ἀβραὰμ ὁ πατὴρ ὑμῶν »ἠγαλλιάσατο, ἕνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ ἴδεν καὶ ἐχάρη«.

εἰ > μὴ βούλεταί τις οὕτως ἔχειν τὰ περὶ τοῦ Ἀβραάμ, λεγέτω ἡμῖν, πότερόν ποτε ὁ ἰδῶν τὴν τοῦ σωτῆρος ἡμῶν ἡμέραν καὶ ἐπὶ τούτῳ ἀγαλλιασάμενος καὶ χαρεὶς ἔτι θεωρεῖ τὸν θάνατον , ἢ ἰδὼν τὴν ἡμέραν τοῦ σωτῆρος καὶ ἀγαλλιασάμενος καὶ χαρείς, ἀξιωθεὶς τοιαύτης ὄψεως ὡς ἄξιος αὐτῆς, ὕστερον ἐστέρηται οὑ ἐθεώρησεν.

εἰ γὰρ ἑκάτερον τούτων ἄτοπόν έστιν, ἰδὼν τὴν ἡμέραν Ἰησοῦ Ἀβραὰμ ἅμα τῷ ἰδεῖν ἤκουσεν καὶ τὸν λόγον αὐτοῦ καὶ ἐτήρησεν καὶ οὐκέτι θάνατον θεωρεῖ· καὶ οὐχ ὑγιῶς ἔλεγον, ὡσπερεὶ ἔτι ἐν θανάτῳ τυγχάνοντος αὐτοῦ, οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν«.

τὸ δ᾿ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν προφητῶν. εἰ γὰρ ὁ θεὸς οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, καὶ ἔστιν ὥσπερ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ οὕτως καὶ τῶν λοιπῶν προφητῶν θεός, ζῶσιν καὶ οἱ προφῆται. καὶ γὰρ ἐτήρησαν τὸν λόγον τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτε λόγος κυρίου ἐγένετο πρὸς Ὠσηέ , ἢ λόγος ἐγένετο πρὸς Ἱερεμίαν , ἢ λόγος ἐγένετο τὸ] πρὸς Ἡσαΐαν· οὐ γὰρ ἄλλος λόγος θεοῦ ἐγένετο πρός τινα τούτων, ἀλλ᾿ ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν υἱὸς αὐτοῦ θεὸς λόγος.

καὶ τοῦτον, εἰ καί τις ἄλλος, καὶ οἱ προφῆται τετηρήκασιν καὶ ἐξ οὑ εἰλήφασιν τὸν λόγον θάνατον οὐκέτι ἐθεώρησαν.

ὁμοίως τοίνυν ψεῦδος τῷ· »Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις« τὸ »Ἀβραὰμ ἀπέ- »θανεν καὶ οἱ προφῆται« εἰρημένον ὑπὸ τῶν Ἰουδαίων· οὔτε γὰρ ἔγνωσαν δαιμόνιον ἔχειν τὸν ἐπιτάσσοντα δαιμονίοις οὐδεὶς γὰρ γινώσκει τὸ μὴ ὑπάρχον), οὔτε Ἀβραὰμ καὶ οἱ προφῆται ἐν θανάτῳ [*](2 Vgl. Ι Sam. 28, 3 ff. — 4 Ι Sam. 28, 13. — 5 Vgl. Matth. 22, 32. — 7 Vgl. Matth. 23, 29. — 10 Vgl. Joh. 8, 56. — 12 Joh. 8, 56. — 20 Vgl. Joh. 8, 51. — 23 Vgl. Matth. 22, 32. — 27 Vgl Hos. 1, 1; Jer. 14, 1; Jes. 2, 1. — 29 Vgl. Joh. 1, 1. — 32 Joh. 8, 52.) [*](2 σαμοηλ | 7 τε] str. We | 12 ςῆ? We | ἡμῶν | 14 δὲ + We | 15 corr. V | 16 ἀγαλλιασόμενος, corr. Br | 21 ἔλεγεν, corr. V | ἐν] ον, corr. Ausgg.)

386
ἔτι ἦσαν , ὅτε ἔλεγον οἱ Ἰουδαῖοι τὸ »Ἀβραὰμ ἀπέθανεν καὶ οἱ »προφηται«.