Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πρὸς σωτῆρι ἐξείληξεν, ἐπεὶ οὐκ εἶπεν· »ζήτω«, οὐδὲ ἐνέγηνεν αὐτὸς παρεσχῆσθαι τὴν ζωήν. λέγει δὲ ὅτι καταβὰς πρὸς τὸν κάμνοντα καὶ ἰαςάμενος αὐτὸν τῆς νόσου, τουτ- έστιν τῶν ἁμαρτιῶν, καὶ διὰ τῆς ἀφέσεως ζωοποιήσας εἶπεν· »Ὁ υἱός σου ζῇ«.

καὶ ἐπιλέγει πρὸς τὸ »Ἐπίστευσεν« ὁ ἄνθρωπος· ὅτι εὔπιστος καὶ ὁ δημιουργός ἐστιν, ὅτι δύναται ὁ σωτὴρ καὶ μὴ παρὼν θεραπεύειν.

δούλους δὲ τοῦ βασιλικοῦ ἐξείληφεν τοὺς ἀγγέλους τοῦ δημιουργοῦ, ἀπαγγέλλοντας ἐν τῷ »Ὁ παῖς σου ζῇ«, ὅτι οἰκείως καὶ κατὰ τρόπον ἔχει, πράσσων μηκέτιι τὰ ἀνοίκεια· καὶ διὰ τοῦτο νομίζει ἀπαγγέλλειν τῷ βασιλικῷ τοὺς δού- λους τὰ περὶ τῆς τοῦ υἱοῦ σωτηρίας, ἐπεὶ καὶ πρώ- τους οἴεται βλέπειν τὰς πράξεις τῶν ἐν τῷ κόσμῳ ἀν- θρώπων τοὺς ἀγγέλους, εἰ ἐρρωμένως καὶ εἰλικρινῶς πολιτεύοιντο ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας.

ἔτι πρὸς τὴν ἑβδόμην ὥραν λέηει ὅτι διὰ τῆς ὥρας χαρακτηρί- ζεται ἡ φύσις τοῦ ἰαθέντος. ἐπὶ πᾶσιν τὸ »Ἐπίστευσεν »αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη« διηγήσατο ἐπὶ τῆς ἀγγε- λικῆς εἰρῆσθαι τάξεως καὶ ἀνθρώπων τῶν οἰκειο- τέρων αὐτῷ.

ζητεῖσθαι δέ φησι περί τινων ἀγγέλων εἰ σωθήσονται, τῶν κατελθόντων ἐπὶ τὰς τῶν ἀνθρώπων θυγατέρας. καὶ τῶν ἀνθρώπων δὲ τοῦ δημιουργοῦ τὴν [*](3 Vgl. I Kor. 15, 53f. – 4 Vgl. Jes. 25, 8. – 5 Joh. 4, 48. – 8 Joh. 4, 49. – 11 Vgl. Röm. 7, 13. – 14 Joh. 4, 50. – 19 Joh. 4, 53. – 23 Joh. 4, 51. – 31 Joh. 4, 53. – 35 Vgl. Gen. 6, 2.) [*](4 ωεῖκος mit B D II 37 | 10 τὸν] τὸ | εἰρῆσθαι] ρη a. Ras. | 24 ἔχειν | 29 πολι- τεύειν τὸ, corr. V | 35 ἀνθρώπων doppelt geschr.)

293
ἀπώλειαν δηλοῦσθαι νομίζει ἐν τῷ »Οἱ υἱοὶ τῆς βασι- »λείας ἐξελεύσονται εἰς τὸ σκότος τὸ ἐξώτερον«.

καὶ περὶ τούτων τὸν Ἡσαΐαν προφητεύειν τὸ »Υἱοὺς ἐγέν- »νησα καὶ ὕψωσα, αὐτοὶ δὲ μὲν ἠθέτησαν«, οὕστινας υἱοὺς ἀλλοτρίους, καὶ σπέρμα πονηρὸν καὶ ἄνομον καλεῖ, καὶ ἀμπελῶνα ἀκάνθας ποιήσαντα.

Καὶ ταῦτα μὲν τὰ Ἡρακλέωνος, ἅπερ τολμηρότερον καὶ ἀσεβέστερον εἰρημένα ἐχρῆν μετὰ πολλῆς κατασκευῆς ἀποδεδεῖχθαι. εἴπερ ἦν ἀληθῆ. οὐκ οἶδε δὲ πῶς καὶ περὶ ἀθανασίας ψυχῆς ἀπιστεῖ, μὴ ἐκλαβὼν πόσα σημαίνεται ἐκ τῆς »θάνταος« φωνῆς.

καθορῶντα γὰρ ἔδει τὸ σημαινόμενον μετ᾿ ἐπισκέψεως καὶ ἀκριβείας ἰδεῖν εἰ κατὰ πάντα τὰ σημαινόμενα θνητή ἐστιν.

εἰ μὲν γὰρ ὅτι δεκτικὴ ἁμαρτίας, ψυχὴ δὲ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ἡμεῖς ἐροῦμεν αὐτὴν θνητήν· εἰ δὲ τὴν παντελῆ διάλυσιν καὶ ἐξαφανισμὸν αὐτῆς θάνατον νομίζει, ἡμεῖς οὐ προσησόμεθα οὐδὲ μέχρι ἐπινοίας ἰδεῖν δυνάμενοι οὐσίαν θνητὴν μεταβάλλουσαν εἰς ἀθάνατον, καὶ φύσιν φθαρτὴν ἐπὶ τὸ ἄφθαρτον· ὅμοιον γὰρ τοῦτο τῷ λέγειν μεταβάλλειν τι ἀπὸ σώματος εἰς ἀσώματον· ὡς ὑποκειμένου τινὸς κοινοῦ τῆς τῶν σωμάτων καὶ ἀσωμάτων φύσεως, ὅπερ μένει, ὥσπερ μένειν φασὶ τὸ ὑλικὸν οἱ περὶ ταῦτα δεινοὶ τῶν ποιοτήτων μεταβαλλουσῶν εἰς ἀφθαρσίαν. οὐ ταὐτὸν δέ ἐστιν τὸ τὴν φθαρτὴν φύσιν ἐνδύεσθαι ἀφθαρσίαν, καὶ τὸ τὴν φθαρτὴν φύσιν μεταβάλλειν εἰς ἀφθαρσίαν.

τὰ δ᾿ αὐτὰ καὶ περὶ τῆς θνητῆς λεκτέον, οὐ μεταβαλλούσης μὲν εἰς ἀθανασίαν, ἐνδυομένης δὲ αὐτήν.

ἔτι ἐπείπερ τὴν ψυχικὴν φύσιν ᾠήθη δι᾿ ἔργων καὶ αἰσθήσεως πείθεσθαι οὐχὶ δὲ λόγων, πευσόμεθα αὐτοῦ περὶ Παύλου ποίας φύσεως ἦν. εἰ μὲν γὰρ πνευματικῆς, πῶς διὰ τῆς τεραστίου ἐπιφανείας πεπίστευκεν; εἰ δ᾿ οὐκ ἄλλως ἐδύνατο πιστεύειν ἢ διὰ τῆς τεραστίου ἐπιφανείας, ἀκολουθεῖ κατ᾿ αὐτοὺς καὶ αὐτὸν εἶναι ψυχικόν.

πῶς δὲ οὐκ ἀσεβὲς τὸ πρὸ τοῦ δημιουργοῦ τοὺς ἀγγέλους αὐτοῦ θεωρεῖν τὸ ἐρρωμένον καὶ τὸ εἰλικρινὲς τῆς πολιτείας τῶν ὑπὸ τῆς δυνάμεως τοῦ σωτῆρος βελτιωθέντων καὶ παρὰ τὸ ἐναργὲς τοῦ περὶ τοῦ δημιουργοῦ λόγου, ἔτι δὲ καὶ παρὰ τὴν γραφὴν τὴν λέγουσαν· »Εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐκ ὄψομαι αὐτόν;« [*](1 Matth. 8, 12.—3 Jes. 1, 2. — 5 Vgl. Jes. 1, 4. — 6 Vgl. Jes. 5, 1 f. — 13 Vgl. Ez. 18, 4. — 16 Vgl. I Kor. 15, 53. — 21 Vgl. I Kor. 15, 53, — 27 Vgl. Act. 9, 3ff. — 34 Jer. 23, 24 (= AQ).) [*](2 ἐξελεύσονται mit Syr. Sin. | 10 καθορῶντα] καθαρὰν τὰ, corr. Hu | 21 τὸ +We | 25 ψυχικὶν (ικ a. Ras.) M | 26 πευσώμεθα V | 27 πνευματικῆ ὅπως |30 οὐκ] καὶ. corr. Br, καὶ οὐκ V | 34 ἄνθρωπος mit AQ, τις ΒΝ.)

294
καὶ »Κύριος ἐτάζων νεφροὺς καὶ καρδίας« καὶ Κύριος »Κύριος »τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων κἂν ὦσιν μάταιοι;«

πῶς δὲ σώσει καὶ τὸ »῾Ο εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν;« τί δὲ μᾶλλον ἡ φύσις χαρακτηρίζεται τοῦ ἰαθέντος ἀπὸ τοῦ ἀριθμοῦ τῆς ὥρας, ἢ ἡ φύσις τῆς ἰάσεως γινομένης τῷ οἰκείῳ τῇ ἀναπαύσει ἀριθμῷ; τὸ δὲ διαφθορὰς εἶναι ψυχικῶν, ἐπὶ τέλει ὧν ἐξεθέμεθα ὑπ’ αὐτοῦ εἰρημένων ἀναγεγραμμένον, ὁμωνυμίᾳ χρωμένου ἐστὶν καὶ ἑτέραν φύσιν εἰσάγοντος τετάρτην, ὅπερ οὐ βούλεται.

4, 54 Τοῦτο δὲ Πάλιν δεύτερον σημεῖον ἐ.Ποίησεν ὁ ᾿Ιησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Τὸ ῥητὸν ἀμφίβολόν ἐστιν· σημαίνει γὰρ τὸ μέν τι τοιοῦτον· έν τῇ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐπιδημίᾳ ὁ ᾿Ιησοῦς δύο σημεῖα πεποίηκεν, ὡν τὸ περὶ τὸν υἱὸν τοῦ βασιλικοῦ δεύτερόν ἐατιν· τὸ δέ τι τοιοῦτον· δύο σημείων ὄντων, ἃ ἐποίησεν ἐν τῇ Γαλιλαίᾳ ὁ Ἰησοῦς, τὸ δεύτερον πεποίηκεν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

καὶ τοῦτό γέ ἐστιν τὸ δεκτὸν καὶ ἀληθές· οὐ γὰρ τὸ πρότερον ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἐλθὼν πεποίηκεν (τὸ δὲ πρότερόν ἐστιν τὸ περὶ τὴν μεταβολὴν τοῦ ὕδατος εἰς οἶνον), ὅπερ γέγονεν τῇ ἐπαύριον τοῦ ᾿Ανδρέαν τὸν ἀδελφὸν Σίμωνος Πέτρου, πυθόμενον ποῦ μένει, περὶ δεκάτην ὥραν τῆς ἡμέρας μεμενηκέναι παρὰ τῷ κυρίῳ· γέγραπται γάρ· »Τῇ ἐπαύ»ριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον‘.

ὅρα δὲ τὴν οἰκονομίαν εἰ δυνάμεθα νοῆσαι τὸ καὶ ἐπισεσημειῶσθαι τὸν εὐαγγελιστὴν περὶ τοῦ δεύτερον τοῦτο τὸ σημεῖον γεγονέναι, κατελθόντος ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν τοῦ κυρίου.

ἐλέγομεν δὲ έν τοῖς ἀνωτέρω δύνασθαι τὰς δύο εἰς τὴν Κανᾶ τοῦ σωτῆρος ἡμῶν ἐπιδημίας εἰς σύμβολον λαμβάνεσθαι τῶν δύο αὐτοῦ εἰς τὴν γῆν ἐπιδημιῶν, ἥτις παρὰ τὸ < αὐτοῦ γεγονέναι εἰληφότος πᾶσαν ἐξουσίαν ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς Κανᾶ ὠνομάσθη.

τῇ μὲν οὐν προτέρᾳ ἐπιδημίᾳ μετὰ τὸ λουτρὸν ἡμᾶς εὐφραίνει συνδιαιτωμένους αὐτῷ, καὶ διδοὺς τοῦ ἐκ τῆς δυνάμεως αὐτοῦ οἴνου πιεῖν, ὕδατος μὲν τυγχάνοντος ὅτε ἠντλεῖτο πρότερον, οἴνου δὲ γενομένου ὅτε αὐτὸν μετεΠοίησεν Ἰησοῦς. καὶ γὰρ ἀληθῶς πρὸ μὲν [*](1 Ps. 7, 10. — 2 Ps. 93, 11. — 3 Sus. 35 (LXX). — 6 Vgl. S. 292, 36. — 18 Vgl. Joh. 2, Iff. — 19 Vgl. Job. 1, 38 ff. — 21 Job. 1, 43. — 25 Vgl. S. 287 28 ff. — 28 Vgl. Lagarde, Onom. sacr. p. 193, 25. 203, 5 Κανὰ κτῆσις. vgl. 177, 59. Armen. Onom. ,,Kana: Geschöpf“ (der Übersetzer las κτίσμα [oder κτίσις] κτῆμα [oder κτῆσις]. — 29 Vgl. Mattb. 28, 18. 2 κἂν ὦσιν unbezeugt | 3 τί] ἔτι, corr. Br | 4 ἢ ἡ] εἴη, corr. Br | 11 ση[μαίνει γὰρ τὸ] doppelt geschr. | 12 ἐπιδημίᾳ] ἐπιδημεῖ, corr. V | 16 καὶ + V | 28 | 32 ποιεῖν, corr. V.)

295
Ἰησοῦ ἡ γραφὴ ὕδωρ ἦν, ἀπὸ δὲ τοῦ Ἰησοῦ οἶνος ἡμῖν γεγένηται.

τῇ δὲ δευτέρᾳ ἐπιδημίᾳ ἀπολύει τοῦ πυρετοῦ κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἣν ἐπιστεύθη κρίνειν ἀπὸ τοῦ θεοῦ, ἀπολύων τοῦ πυρετοῦ καὶ ἰώμενος παντελῶς τὸν τοῦ βασιλικοῦ υἱόν, εἴτε ᾿Αβραὰμ εἴτε ἄρχοντός τινος ὀνομαζομένου βασιλικοῦ.

καὶ ταῦτα μὲν ὡς πρός τινα διήγησιν παραξύουσαν τὰς προτέρας. ἐπεὶ δὲ μεμνῆσθαι ἡμᾶς ἐαυτῶν δεῖ, λεκτέον ὅτι δυνατὸν πάσῃ τῇ κτήσει αὐτοῦ τὴν διττὴν ταύτην νοεῖσθαι ἐπιδημίαν.