Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ καὶ ὁ ῾Ησαΐας πρὸς τὸν λαόν φησιν· »᾿Εμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, »καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς«.

καὶ τί δεῖ διὰ παραδειγμάτων μηκύνειν τὸν λόγον, σαφοῦς ὄντος ὅτι αὐτὸς πρῶτος χρηματίζει πατὴρ τοῦ λαοῦ, διὸ καὶ ἐξαιρέτως ὀνομάζεται >πατήρ τοίνυν τὸν μὲν βασιλικὸν εἶναι τὸν Ἀβραάμ, τὸν δὲ ἀσθενήσαντα αὐτοῦ υἱὸν ἐν Καφαρναοὺμ καὶ μέλλοντα ἀποθνῄσκειν τὸ ᾿Ισραηλιτικὸν γένος, ἀσθενῆσαν ἐν τῇ θεοσεβείᾳ καὶ τῇ τηρήσει τῶν θείων νόμων, καὶ πρὸς τῷ ἀποθανεῖν τῷ θεῷ γενόμενον τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ, πεπυρωμένον καὶ διὰ τοῦτο πυρέσσειν λε- γόμενον.

φαίνεται δὲ μέλειν τοῖς προεξεληλυθόσιν τὸν βίον τοῦτον ἁγίοις περὶ τοῦ λαοῦ, ὡς ἐν τοῖς Μακκαβαϊκοῖς γέγραπται μετὰ πλεῖστα ὅσα ἔτη τῆς ῾Ιερεμίου ἀναλήψεως· »Οὑτός ἐστιν Ἱερεμίας ὁ »τοῦ θεοῦ προφήτης ὁ πολλὰ εὐχόμενος περὶ τοῦ λαοῦ«.

ὅρα τοίνυν εἰ δυνατὸν ἐκλαμβάνειν ἡμᾶς ὅτι ὁ Ἀβραὰμ βασιλικός τις ὤν, νοσήσαντος οὐτῷ τοῦ υἱοῦ καὶ ἀποθνῄσκειν μέλλοντος, ἀξιοῖ βοηθηθῆναι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸν κάμνοντα γενόμενος πρὸς αὐτὸν καὶ ἐρωτῶν, ἴνα καταβῇ καὶ ἐάσηται αὐτοῦ τὸν υἱόν· ἔμελλεν γὰρ ἀποθηῄσκειν.

Τὸ δὲ »᾿Εὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε« λεγόμενον πρὸς αὐτὸν τὴν ἀναφορὰν ἔχει ἐπὶ τὸ πλῆθος τῶν υἱῶν αὐτοῦ, τάχα δὲ καὶ ἐπ᾿ αὐτόν. ὡς γὰρ Ἰωάννης προσδοκῶν τὴν Χριστοῦ ἐπιδη- [*](1 Vgl. Joh. 8, 56. — 5 Vgl. ο. S. 287, 33. — 6 Joh. 8, 33. — 7 Job. 8, 53. — 10 Luk. 3, 8. — Matth. 3, 9. — 13 Jes. 51, 2. — 17 Vgl. Joh. 4, 46. — 20 Vgl. Eph. 6, 16. — 24 II Makk. 15, 14. — 27 Vgl. Joh. 4, 47. — 31 Joh. 4, 48.) [*](10 λέγειν ohne ἐν ἑαυτοῖς mit Syr. Cur. Sin. Arm. Latt.; oben VI, 27 (S. 137, 16) mit diesem Zusatz; ebenso in Luc. bom. 22 (V, 170, 26; 171, 3) h. 23 (p. 173, 15), in Jer. h. 4, 5 (S. 27, 29 Kl.); bei der folgenden Stelle Matth. 3, 9 fehlt der Zusatzhier gegen alle Zeugen u. gegen VI, 22 (S. 132, 19) 27 (S. 187, 13) | 14 ἡμᾶς | 18 ἰσδραηλιτικὸν | 22 μέλειν] ελ a. Ras. | 24 οὕτως | 29 ἐρωτὰν, corr. V.)

290
μίαν περιέμενεν τὸ δοθὲν σημεῖον, ἵνα δι᾿ αὐτοῦ γνῷ τὸν προφητευόμενον (τὸ δὲ σημεῖον ἦν· »᾿Εφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«), οὕτως καὶ προκεκοιμημένοι ἅγιοι προσδοκῶντες καὶ τὴν ἐν σώματι τοῦ χριστοῦ ἐπιδημίαν ἀπὸ τῶν σημείων καὶ τῶν τεράτων ἐχαρακτήριζον αὐτὸν διὰ τούτων τῷ ἐλπιζομένῳ πιστεύοντες.

τάχιον δὲ παρακαλεῖ τὸν κύριον καταβῆναι πρὸς τὸ νοσοῦν παιδίον ἑαυτοῦ, εὐλαβούμενος μὴ προλάβῃ ὁ θάνατος κρατήσας τὸν κάμνοντα, καὶ ἀπελαύνει γε τὸν πυρετὸν λόγῳ ὁ χριστὸς ἐπαγγειλάμενος τῷ πατρὶ περὶ τῆς ζωῆς τοῦ κινδυνεύοντος διὰ τοῦ »Πορεύου· ὁ υἱός σου ζῇ«.

ἔχει δὲ οὑτος ὁ βασιλικὸς οὐ μόνον υἱόν, ἀλλὰ καὶ δούλους, ὧν σύμβολον ἦσαν οἱ οἰκογενεῖς καὶ ἀργυρώνητοι τοῦ Ἀβραάμ, εἶδός τι πιστευόντων ταπεινότερον καὶ ὑποβεβηκός.

οὗτοι συνόντες τῷ κάμνοντι παιδίῳ θεωροῦσιν τὴν σωτηρίαν αὐτοῦ καὶ ἀπαντῶσιν τῷ πατρὶ εὐαγγελιζόμενοι τὴν ζωήν τοῦ θεραπευθέντος διὰ τοῦ »῾Ο παῖς σου ζῇ«, † εὐφραίνοντες ὅτι οὐκ ἐφρόνουν πρότερον περὶ τοῦ παιδίου τοῦ δεσπότου ὅτι ἔζη. οὐ μάτην δὲ ὥραν ἑβδόμην ἀφίησιν αὐτὸν ὁ πυρετός· ὁ γὰρ ἀριθμὸς ἀναπαύσεως ἠν.

ὁ ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, ὁ νοσῶν καὶ θεραπευόμενος ὁ ἐν τῷ τῆς »Παρακλήσεως ἀγρῷ« γένος Ὁ ἐν Καφαρναοὺμ μέντοι γε υἱός ἐστιν, ὁ νοσῶν καὶ θεραπευόμενος ὁ ἐν τῷ τι κεκμηκότων μὲν οὐπάντη δὲ ἔξω καρπῶν γεγενημένων· καὶ τελειοτάτη γνόντι τῷ πατρὶ τὴν τοῦ υἱοῦ σωτηρίαν ἡ πίστις γίνεται πανοικεὶ πιστεύοντι Χριστῷ.

Κατελθὼν δὲ ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν πῶς τοῦτο δεύτερον σημεῖον πεποίηκεν ὁ Ἰησοῦς, κατὰ τὸ δυνατὸν ἐν τοῖς ἑξῆς γενόμενοι κατὰ τὴν λέξιν ἐρευνήσομεν.

Εἰ δὲ καὶ δυνάμεώς τινος εἰκών ἐστιν ὁ βασιλικὸς τῶν ἀρχόντων τούτου τοῦ αἰῶνος, καὶ ὁ υἱὸς αὐτοῦ τοῦ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ διαφερόντως παρ᾽ αὐτῷ λαοῦ καί,ἵν᾽ οὕτως εἴπω, οἱονεὶ τῆς παρ᾽ αὐτῷ ἐκλογῆς, ἥ τε ἀσθένεια αὐτοῦ ἡ παρὰ τὴν προαίρεσιν τοῦ ἄρχοντος διάθεσις μοχθηρά, καὶ ἡ Καφαρναοὺμ τοῦ χωρίου τῆς μονῆς τῶν ὑπ᾽ αὐτὸν ἡεἰκών ἐστιν σκοπητέον.

Οἶμαι γὰρ καὶ τῶν ἀρχόντων τινὰς καταπεπληγότας τὴν δύναμιν αὐτοῦ καὶ τὴν θειότητα προσπεφευγέναι αὐτῷ καὶ ἠξιωκέναι περὶ τῶν ὑπ᾽ αὐτοῖς οἰκ-

v.4.p.291
νομουμένων· ἐπεὶ τί δήποτε ἄνθρωποι μὲν μετάνοιαν ἐπεδέχονται καὶ ἐξ ἀπιστίας εἰς πίστιν μεταβάλλουσιν, ἐπὶ δὲ τῶν δυνάμεων τὸ παραπλήσιον λέγειν ὀκνήσομεν;

ἢ λεγέτω τις ἡμῖν τί τὸ αἴτιον τοῦ δύνασθαι μὲν τοὺς ἐν δεδυμένους σαρκὶ καὶ αἵματι μεταβαλόντας κα- ταπεφευγέναι ἐπὶ τὸν θεὸν διὰ Χριστοῦ, τοὺς δὲ καθαρωτέρᾳ τῇ φήσει χρωμένους πάντας ἀνεπιδέκτους εἶναι τῆς εἰς τὸν σωτῆρα πίστεως καὶ τῆς ἐπὶ παῖς τεραστείοις δυνάμεσιν ὑπ’ αὐτοῦ γινομέ- ναις καταπλήξεως· ἐγὼ δὲ νομίζω καὶ † περὶ τοὺς ἄρχοντάς τι γίνεσθαι μεταβαλόντας ἐπὶ τὸ βέλτιον ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ, ὥστε τινὰς ὅλας πόλεις ἢ καὶ ἔθνη οἰκειότερον πολλῶν ἐσχηκέναι τὰ πρὸς τὸν χριστόν.

καὶ οὐδέν γε ἄτοπον κατὰ ταύτην τὴν ἐκδοχὴν ἔσται τὸ λέγεσθαι πρὸς τὸν βασιλικόν· »Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, »οὐ μὴ πιστεύσητε«.

δύναται δὲ περὶ τῆς δυνάμεως τοῦ θεοῦ παρα- καλεῖν ὁ βασιλικὸς γενόμενος πρὸς αὐτόν, ὅπως καταβῇ εἰς τὸ χωρίον τῆς ωόσου τοῦ παιδίου καὶ ἰάσηται τὸν νενοσηκότα· ἀλλ’ οὐ πάντως καταβεβηκέναι δεῖ πρὸς τὸν υἱὸν τοὺ βασιλικοῦ πυρέττοντα· ἀρκεῖ γὰρ τὸ »Ὁ υἱός σου ζῇ« πρὸς σωτηρίαν λεγόμενον τοῦ παιδός, δρα- στηρίου ὄντος τοῦ λόγου καὶ ποιητικοῦ ὦν βούλεται ὁ λέγων.

. Ἔοικεν δὲ βασιλικὸν ὁ Ἡρακλένω λέγειν τὸν δημιουργόν, ἐπεὶ καὶ αὐτὸς ἐβαςίλευεν τῶν ὑπ’ αὐτόν· διὰ δὲ τὸ μικρὰν αὐτοῦ καὶ πρόσκαιρον εἶναι τὴν βασι- λείαν, φηςί, βασιλικὸς ὠνομάσθη, οἱονεὶ μικρός τις βασιλεὺς ὑπὸ καθολικοῦ βασιλέως τεταγμένος ἐπὶ μι- κρᾶς βασιλείας· τὸν δὲ ἐν Καφαρναοὺμ υἱὸν αὐτοῦ διη- γεῖται τὸν ἐν τῷ ὑποβεβηκότι μέρει τῆς μεςότητος τῷ πρὸς θάλασσαν, τουτέστιν τῷ συνημμένῳ τῇ ὕλῃ, καὶ λέγει ὅτι ὁ ἴδιος αὐτοῦ ἄνθρωπος ἀσθενῶν, τουτέστιν οὐ κατὰ φύσιν ἔχων, ἐν ἀγνοίᾳ καὶ ἁμαρτήμασιν ἦν.

εἶτα τὸ »Ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν« ἀντὶ τοῦ »ἐκ τῆς ἄνωθεν Ἰουδαίας« * * * οὐκ οἶδα δὲ ὅπως εἰς τὸ »Ἤμελλεν ἀποθνῄσκειν«· κινηθεὶς οἴεται ἀνατρέπεσθαι τὰ δόγματα τῶν ὑποτιθεμένων ἀθάνατον εἶναι τὴν ψυχὴν εἰς τὸ αὐτὸ συμβάλλεσθαι ὑπολαμβάνων καὶ τὸ ψυχὴν καὶ σῶμα ἀπόλλυσθαι ἐν γεέννῃ.

καὶ οὐκ ἀθά-[*](12 Joh. 4, 48. – 14 Vgl. Joh. 4, 47. – 17 Joh. 4, 53. – 29 Joh. 4, 54. – 31 Joh. 4, 47. – 34 Vgl. Matth. 10, 28.) [*](3 τοῦ] τοῦτο, corr. Hu | 4 τοῦ ἐνδεδυμένου, corr. V | 6 ἀνεπιλέκτους, corr. V | 8 <paraplqhsiqon> τι? We vgl. Z. 3 | 16 πυρέττοντα] ετ a. Ras | 25 μέρει aus μέρους | 28 ἁγνεία, corr. V| 30 nach Ἰουδαίας sind verschiedene Worte ausgefallen | 31 κινγ- θεὶς corrupt? We | 34 ἀθάνατ[ον γε] a. Ras)

292
νατόν γε εἶναι ἡγεῖται τὴν ψυχὴν ὁ Ἡρακλέων, ἀλλ’ ἐπι- τηδείως ἔχουσαν πρὸς σωτηρίαν, αὐτὴν λέγων εἶναι τὸ ἐνδυόμενον ἀφθαρςίαν φθαρτὸν καὶ ἀθαναςίαν θνη- τόν, ὅταν »καταποθῇ ὁ θάνατος αὐτῆς εἰς νεῖκος«.

πρὸς τούτοις καὶ τὸ »Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ »πιστεύσητε« λέγεσθαί φησιν οἰκείως πρὸς τὸ τοιοῦτον πρόσωπον δί ἔργων φύσιν ἔχον καὶ δι’ αἰσθήσεως πεί- θεσθαι καὶ οὐχὶ λόηῳ πιστεύειν.

τὸ δὲ » Κατάβηθι πρὶν »ἀποθανεῖν τὸ παιδίον μου« διὰ τὸ τέλος εἶναι τοῦ νόμου τὸν θάνατον εἰρῆσθαι νομίζει, ἀναιροῦντος δι τῶν ἁμαρτιῶν· πρὶν τελέως οὖν, φηςί, θανατωθῆναι κατὰ τὰς ἁμαρτίας δεῖται ὁ πατὴρ τοῦ μόνου σωτῆρος, ἵνα βοηρήσῃ τῷ υἱῷ, τουτέστιν τῇ τοιᾷδε φύσει.