Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ οἶμαι ὅτι ἐν σαρκὶ μέν εἰσιν οἱ κατὰ σάρκα στρατευόμενοι, ἐνδημοῦσι δὲ τῷ σώματι καὶ ἐκδημοῦσιν ἀπὸ τοῦ κυρίου οἱ τὰ πνευματικὰ τῆς γραφῆς μὴ νοοῦντες, ὅλοι προσκείμενοι προσκείμενοι αὐτῇ καὶ τῷ σώματι· πώς γὰρ οὐκ ἐκδημεῖ ἀπὸ τοῦ κυρίου, εἰ »ὁ κύριος τὸ πνεῦμά ἐστιν«, ὁ μηδέπω χωρῶν τὸ ζωοποιοῦν πνεῦμα καὶ πνευματικὸν τῆς γραφῆς; πλὴν διὰ πίστεως ὁ τοιοῦτος περιπατεῖ, ἐκδημεῖ δὲ ἐκ τοῦ σώματος καὶ ἐνδημεῖ πρὸς τὸν κύριον ὁ τὰ πνευματικὰ τοῖς πνευματικοῖς συγκρίνων καὶ γινόμενος πνευματικός, ὁ πάντα ἀνακρίνων, αὐτὸς δὲ ἀνακρινόμενος ὑπ᾿ οὐδενός.

Ταῦτα δὲ ἡμῖν εἰ καὶ μετὰ παρεκβάσεως τῆς εἰς τὰ ἀποστολικὰ ῥητὰ εἰρῆσθαι δοκεῖ, ἀλλά γε ἀναγκαιότατα πρὸς τὴν διαφορὰν τοῦ λόγου τῶν Σαμαρειτῶν ἐστιν οὐκέτι διὰ τὴν λαλιὰν πιστευόντων τῆς γυναικὸς ἀλλ᾿ ἀκηκοότων καὶ εἰδότων ὅτι »οὗτός ἐστιν ὁ σωτὴρ »τοῦ κόσμου«. οὐδὲν μέντοι γε θαυμαστὸν περί τινων μὲν εἰῆσθαι διὰ πίστεως περιπατεῖν καὶ μὴ διὰ εἴδους, περὶ ἑτέρων δὲ διὰ εἴδους τοῦ μείζονος παρὰ τὸ διὰ πίστεως περιπατεῖν.

Ἡρακλέων δὲ ἁπλούστερον ἐκλαβὼν τὸ »Οὐκέτι διὰ τὴν »σὴν λαλιὰν πιστεύομεν« φησὶ λείπειν τὸ »μόνην«. ἔτι μὲν γὰρ πρὸς τὸ »Αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι »οὑτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου« φησίν· οἱ γὰρ ἄνθρωποι τὸ μὲν πρῶτον ὑπὸ ἀνθρώπων ὁδηγούμενοι πιστεύουσιν τῷ σωτῆρι, ἐπὰν δὲ ἐντύχωσιν τοῖς λόγοις αὐτοῦ, οὑτοι οὐκέτι διὰ μόνην ἀνθρωπίνην μαρτυρίαν, ἀλλὰ δι᾿ αὐτὴν τὴν ἀλήθειαν πι.στεύουσιν.

IV, 43 f. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν· αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.

Πάνυ ἀνακόλουθος ἡ λέξις φαίνεται· τί γὰρ κοινὸν πρὸς τὸ ἐξεληλυθέναι αὐτὸν μετὰ δύο ἡμέρας ἀπὸ τῶν Σαμαρειτῶν, [*](2 Vgl. öm. 8, 8. — 3 Vgl. II Kor. 5, 6. — 4 Vgl. II Kor. 5, 7. — 6 Vgl. II Kor. 10, 8. II Kor. 5, 6. — 9 Vgl. II Kor. 3, 17. — 10 Vgl. II Kor. 3, 6. — 12 Vgl. I Kor. 2, 13. — 13 Vgl. I Kor. 2, 15. - 17 Vgl. Job. 4, 42. — 24 Job. 4, 42.) [*](18 ὅτι οὗτος] ὅτι ὁ τοιοῦτος, corr. Pr, ὁ[τοι ist Dittogr. von ὅτι | 19 κόσ[μου οὐδὲν μέν]τοι, das Eingeklammerte nicht mehr zu lesen, weil die obere Schiebt des Papieres abgerissen ist | > + Pr, εἰρῆσθαι > We | 20 περὶ ἐτέρ]ων unleserlich.)

284
παρ᾿ οἷς ἔμεινεν, καὶ εἰς τὴν Γαλιλαίαν ἀπέρχεσθαι τὸ »Αὐτὸς γὰρ »Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ »ἔχει«;

εἰ μὲν γὰρ ἦν πατρὶς αὐτοῦ ἡ Σαμάρεια καὶ ἠτίμαστο ἐκεῖ, ὡς διὰ τοῦτο ἐξεληλυθέναι μὴ διατρίψαντα πλεῖον ἡμερῶν δύο, ἀκολούθως ἂν εἴρητο τὸ »Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης »ἐν τῇ ἐδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«.

ἀλλὰ καὶ εἰ ἐγέγραπτο· μετὰ δέ τὰς δύο ἡμέρας ἐξῆλθεν εἰς τὴν Γαλιλαίαν, ἀλλ᾿ οὐκ ἐγένετο ἐν τῇ ἰδίᾳ πατρίδι· »αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν »τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει«, καὶ οὕτως χώραν τὸ λεγόμενον εἶχεν ἄν.

καὶ τάχα τὸ μὲν βούλημα τοῦ ῥητοῦ τοῦτ’ ἔστιν, ὡς ἰδιώτης δὲ τῷ λόγῳ ὁ Ἰωάννης δυσπαραστάτως ἔφρασεν ὃ νενόηκεν. εἰς γὰρ τίνα τόπον τῆς Γαλιλαίας ἐδέξαντο αὐτὸν »ἑωρακότες πάντα, »ὅσα ἐποήσεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ«, οὐκ εἴρηται, ἀλλὰ καὶ μετὰ τοῦτο ὅτι ἦλθεν »εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας« ἀνέγραψεν. κατακούει δὲ ἑαυτοῦ ὁ εὐαγγελιστὴς καὶ οὐκ ἀπορεῖ τοῦ προκειμένου.

προειπὼν γοῦν τίνα τρόπον ἀφίησιν τὴν Ἰουδαίαν καὶ ἄπεισιν εἰς τὴν Γαλιλαίαν ὁ κύριος, διηγησάμενός τε (ἐπεὶ ἔδει αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας) τὰ λεγόμενα πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, καὶ πῶς ἔμεινεν δύο ἡμέρας παρὰ τοῖς Σαμαρείταις, ἀποδίδωσιν τὴν εἰς Γαλιλαίαν ἄφιξιν αὐτοῦ, καίτοιγε οὐκ ὀλίγων μεταξὺ εἰρημένων.

ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω προείπομεν βελτίονός τινος σύμβολον εἶναι τὴν Ἰουδαίαν, ἄνω που κειμένην, ἐλάττονος· δὲ τὴν Γαλιλαίαν, κατὰ τοῦτο ἐπισκοπῆς δεομένων καὶ τῶν ἐλαττόνων ὁ φιλάνθρωπος θεὸς οὐ καταφρονεῖ, διὰ τοῦτο καὶ τοὺς Σαμαρείτας τάχιον καταλιπὼν ὑπὲρ τοῦ τοῖς προθύμως αὐτὸν ἀποδεξομένοις Γαλιλαίοις ἐπιστῆναι καὶ τὸν τοῦ βασιλικοῦ υἱὸν ἰάσασθαι.

ταῦτα δὲ ἐν τῇ Γαλιλαίᾳ ποιήσας, ἐνστάσης τῆς τῶν Ἰουδαίων ἑορτῆς ἀναβαίνει εἰς Ἱεροσόλυμα, τὴν ἑορτὴν κρείττονα καὶ ἱλαρωτέραν τῇ ἑαυτοῦ ποιῶν ἐπιδημίᾳ.

Ἴδωμεν δὲ τί έστιν καὶ τὸ »Αὐτὸς γὰρ Ἰησοῦς ἐμαρ- »τύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει« καὶ ἀξίως τοῦ Ἰησοῦ μαρτυροῦντος ζητητέον τὸν τῆς λέξεως νοῦν.

πατρὶς δὴ τῶν προφητῶν ἐν τῇ Ἰουδαίᾳ ἦν, καὶ φανερόν ἐστιν τιμὴν αὐτοὺς παρὰ Ἰουδαίοις μὴ ἐσχηκέναι, λιθασθέντας, πρισθέντας, πειρασθέντας, ἐν φόνῳ μαχαίρας ἀποθανόντας, διὰ τὸ ἀτιμάζεσθαι περιελθόντας ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερουμένους, θλι- [*](12 Vgl. Job. 4, 45. — 14 Vgl. Job. 4, 46. — 17 Vgl. Job. 4, 4. — 18 Vgl. Job. 4, 5. — 20 Vgl. Job. 4, 40. — 21 Vgl. Χ, 23. — 26 Vgl. Job. 4, 46. — 27 Vgl. Job. 5, 1. — 30 Job. 4, 44. — Vgl. in Mattb. X, 16. 18. in Jes. b. I, 13. — 34 Vgl. Hebr. 11, 37.) [*](4 διατρίψοντα, corr. Ausgg. | 11 δυσπαραστάτως, über τ1 Comp. f. ας | 26 ἀποδεξαμένοις.)

285
βομένους, κακουχουμένους.

καὶ ὀνειδίζονταί γε Ἰουδαῖοι ὑπὸ τοῦ λέγοντος πρὸς αὐτούς· »Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως »τοῦ δικαίου;« οἵτινες ἐπὶ τέλει καὶ τὸν ἐπὶ πᾶσι προφήτην, δι᾿ οὗ οἱ προφῆται προφῆται γεγένηνται, ἀτιμάσαντες· »Αἶρε, αἶρε, σταύρου »αὐτόν« ἔλεγον.

τετίμηνται δὲ ἐν τῇ ἐμῇ πατρίδι πάντες οἱ προφῆται καὶ ὁ ἀπὸ θεοῦ ἀναστὰς κατά τὰ περὶ αὐτοῦ εἰρημένα ὑπὸ Μωσέως· »Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν »ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε«· οὐ πατρὶς γὰρ αὐτοῦ ἐν τοῖς ἔθνεσιν τοῖς τῷ παραπτώματι τοῦ Ἰσραὴλ τὴν σωτηρίαν εἰληφόσιν. καὶ ἐν ἄλλοις δὲ γέγραπται· »Οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ

»πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ‘ καὶ χρήσιμόν γε τὸ συγγενὲς τούτῳ ῥητὸν συναγαγόντας ἀπὸ τῶν εὐαγγελίων ἰδεῖν πότε καὶ ἐπὶ τίνι τῷ σωτῆρι τοῦτο εἴρηται.

θαυμάσαι δὲ ἔστιν τὸ ἀληθὲς τῆς ἀπο- φάσεως τοῦ σωτῆρος φθάσαν οὐ μόνον ἐπὶ τοὺς ἁγίους προφήτας ἀτιμασθέντας παρὰ τοῖς οἰκείοις καὶ ἐπ᾿ αὐτὸν τὸν κύριον ἡμῶν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἔν τινι σοφίᾳ διατρίψαντας καὶ καταφρονηθέντας ὑπὸ τῶν πολιτῶν, ὥστε τινὰς αὐτῶν καὶ τὴν ἐπὶ θανάτῳ ἀπαχθῆναι.

ἔξεστιν δὲ ταῦτα ἀπὸ τῆς Ἑλληνικῆς ἱστορίας ἀναλέξασθαι περὶ τῶν φιλοσοφησάντων καὶ ἀστρονομησάντων ἢ ὁποίοις δήποτε μαθήμασιν διαπρεψάντων. ἀτιμαζόντων δὲ καὶ αὑται αἱ φωναί· »Οὐχ »ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ »οἱ ἀδελφοὶ αὐτοῦ εἰσιν πρὸς ἡμᾶς; πόθεν οὖν τούτῳ πάντα ταῦτα;«

καὶ παραδοξότατόν γε ἐπὶ τῶν προφητῶν τοῦτο συμβέβηκεν, τὸ μὲν ζῶν αὐτῶν οὐ τετιμήκασιν οἱ πολῖται, τὸ δὲ νεκρὸν περιέπουσιν οἰκοδομοῦντες αὐτῶν τὰ μνημεῖα καὶ κοσμοῦντες.

οἰκοδομεῖν δέ ἐστιν τὰ μνημεῖα τῶν προφητῶν καὶ κοσμεῖν αὐτὰ ὅτε τὸ ζωοποιοῦν πνεῦμα καταλιπών τις τὸ ἐνυπάρχον τοῖς βουλήμασιν τῶν γραμμάτων αὐτῶν, περιέπει καὶ περικοσμεῖ τὸ ἀποκτεῖνον γράμμα, τὸ κάλλος οἰόμενος τῆς προφητείας ἐν τῇ ψιλῇ εἶναι ἐκδοχῇ τοῦ γράμματος.

ἔργον δὲ τοῦτο τῶν ταλανιζομένων ὑπὸ τοῦ κυρίου γραμματέων καὶ Φαρισαίων, γραμματέων μὲν ὀνομαξομένων τῶν ἐπωνύμων ψιλοῦ τοῦ γράμματος, Φαρισαίων δὲ τῶν ἀποδιῃρημένων καὶ τὴν θείαν ἐνότητα ἀπολωλεκότων· Φαρισαῖοι γὰρ ἑρμηνεύονται· οἱ.

[*](2 Act. 7, 52. — 5 Joh. 19, 15. — 8 Act. 3, 22 (vgl. Deut. 18, 15 f.). — 10 Vgl. öm. 11, 11. — 11 Luk. 4, 24; vgl. Matth. 13,57. — 21 Matth. 13, 55. 57. — 25 Vgl. Matth. 23, 29. — 27 Vgl. II Kor. 3, 6. — 31 Vgl. Matth. 23, 29. — 4 Vgl. Armen. Onom. „Pharisäer: die ”. Lagarde, Onom. Sacra p. 61, 20. s. S. 132, 2.)[*](1 ἀπὸ, corr. Pr | 5 αἶρε2] ἄρε | 9 οὐ] ἡ V | 10 ἰσδραήλ | 17 σοφίας | 21 αἱ + V | 23 Die Stelle ist ürzt; änding VI, 14 (S. 123, 6) citiert; die richtige Stellung ist πρὸς ἡμᾶς εἰσίν | 31 ἀπὸ, corr. Pr | 34 ἀπολελωκότων, corr. Br.)
286

IV, 45. Ὀτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, Πάνια ἑωρακότες α' ἐποίησεν ἐν Ἱεροσολύμοις ὲν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.