Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ὁ δ’ Ἡρακλέων τὸ μὲν »Ἐκ τῆς πόλεως« ἀντὶ τοῦ »ἐκ τοῦ κόσμου« ἐξείληφεν· τὸ δὲ »Διὰ τὸν λόγον τῆς γυ- »ναικός« τουτέστιν διὰ. τῆς πνευματικῆς ἐκκλησίας· καὶ [*](1 Vgl. Gal. 3, 19. — 8 Vgl. Ps. 125, 5. — 14 Vgl. Job. 4, 28. — 18 Vgl. Joh. 4, 31. — 20 Vgl. c. 33 ff. — 23 Die örterung stand nach S. 227, l ff. in t. XII. — 27 Vgl. Joh. 4, 39. — 28 Vgl. Joh. 4, 28.) [*](7 καρπὸν] κῆπον? | 9 τά τε] ταδε, corr. We | 12 εἶπέ[ν μοι] a. Ras. | 14 καταλειπούσης | 23 ἀνωτερων | 26 nach τῶν ist wohl ψευδῶν zu erg. | 31 τὸ] τοῖς, corr.)

280
ἐπισημαίνεταί γε τὸ »Πολλοὶ« ὡς πολλῶν ὄντων ψυχικῶν· τὴν δὲ μίαν λέγει τὴν ἄφθαρτον τῆς ἐκλογῆς φύσιν καὶ μονοειδῆ καὶ ἑνικήν. ἔστημεν δὲ ἐν τοῖς ἀνωτέρω, ὡς οἱόν τε ἠν, πρὸς ταῦτα.

IV, 40f. Ὡς οὖν ἦλθον Πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι Παρ’ αὐτοῖς. καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ Πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ.

. Οὐκ ἀπιθάνως τις συγκρούσει τὸ »Εἰς ὁδὸν Μνῶν μὴ »ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε« τῷ ῥητῷ τούτῳ. ἐρωτηθεὶς γὰρ ὁ σωτὴρ μεῖναι παρὰ τοῖς Σαμαρείταις »ἔμεινεν ἐκεῖ »δύο ἡμέρας«, ὁ εἰπών· »Εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε«.

δῆλον οὖν ὅτι καὶ οἱ μαθηταὶ αὐτοῦ συνεισεληλύθεισαν αὐτῷ. λεκτέον δὲ πρὸς τοῦτο ὅτι τὸ μὲν εἰς ὁδὸν ἐθνῶν ἀπελθεῖν ἔστιν ἀναλαβεῖν τι δόγμα ἐθνικὸν ἀλλότριον τοῦ »Ἰσραὴλ τοῦ θεοῦ«, καὶ ὁδεῦσαι κατ᾿ αὐτό· τὸ δ᾿ εἰς πόλιν εἰσελθεῖν Σαμαρειτῶν τὸ ἔν τινι γενέσθαι ψευδωνύμῳ γνώσει τῶν λεγόντων νομικοῖς ἢ προφητικοῖς ἢ εὐαγγελικοῖς ἢ ἀποστολικοῖς προσέχειν λόγοις.

ἔξεστιν δὲ καταλιπόντων τῶν Σαμαρειτῶν τὴν ἰδίαν πόλιν καὶ ἐλθόντων πρὸς Ἰησοῦν παρὰ τὴν τοῦ Ἰακὼβ πηγὴν ἀποδεξάμενον τὴν προαίρεσιν τῶν πιστευσάντων τὸν Ἰησοῦν μεῖναι παρὰ τοῖς ἐρωτήσασιν.

οἶμαι δ᾿ ὅτι παρατετηρημένως ὁ Ἰωάννης οὐ πεποίηκεν τὸ »ἠρώτων »αὐτὸν« οἱ Σαμαρεῖται εἰσελθεῖν εἰς τὴν Σαμάρειαν, ἢ εἰσελθεῖν εἰς τὴν πόλιν, ἀλλὰ »μεῖναι παρ’ αὐτοῖς«· οὐ γὰρ ταὐτόν ἐστιν τὸ »μεῖναι παρὰ τῷ πιστεύοντι« καὶ τὸ »εἰσελθεῖν εἰς τὴν πόλιν αὐτοῦ«. καὶ τῷ ἑξῆς δὲ οὔ φησι· καὶ ἔμεινεν ἐν τῇ πόλει ἐκείνῃ δύο ἡμέρας, ἢ ἔμεινεν ἐν τῇ Σαμαρείᾳ, ἀλλ’ »Ἔμεινεν ἐκεῖ«, τουτέστιν παρὰ τοῖς ἐρωτήσασιν.

μένει γὰρ Ἰησοῦς παρὰ τοῖς ἐρωτήσασιν καὶ μάλιστα ὅτε οἱ ἐρωτῶντες αὐτὸν ἐξέρχονται τῆς πόλεως αὐτῶν καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, οἱονεὶ μιμησάμενοι τὸν Ἀβραὰμ πεισθέντα τῷ εἰπόντι θεῷ· »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, »καὶ ἐκ τοῦ πατρός τοῦ πατρός σου«.

δύο δὲ ἡμέρας μένει παρὰ τοῖς ἐρωτήσασιν αὐτόν· οὐδέπω γὰρ ἐχώρουν καὶ τὴν τρίτην αὐτοῦ ἡμέραν, ἐπεὶ οὐχ οἷοί τε ἦσαν χωρῆσαί τι τεράστιον, ὁποῖον οἱ ἐν Κανᾷ [*](8 Matth. 10, 5. — 10 Vgl. Joh. 4, 40. — 11 Matth. 10, 5. — 14 Vgl. Gal. 6, 16. — 16 Vgl. 1 Tim. 6, 20. — 18 Vgl. Jok 4, 30. — 20 Vgl. Luk. 24, 29. — 23 Job. 4, 40. — 26 Job. 4, 40. — 30 Gen. 12, 1. — 31 Job. 4, 40. — 33 Vgl. Job. 2, 1.) [*](4 οιονται | 8 ειν φήσει? We | 13 εἴσοδος | 18 τῶν + V | 25 τὸ, corr. Pr καὶ κατὰ τὸ? We.)

281
τῆς Γαλιλαίας τῇ ἡμέρᾳ τῇ τρίτῃ συνδειπνοῦντες τῷ Ἰησοῦ ἐν τῷ γάμῳ.

ἡ μὲν οὖν ἀρχὴ τῶν ἀπὸ τῆς Σαμαρείας πιστευόντων πολλῶν ἦν ὁ λόγος τῆς γυναικὸς μαρτυρούσης ὅτι »Εἶπέν μοι πάντα ἃ »ἐποίησα«· ἡ δὲ αὔξησις καὶ ὁ πληθυσμὸς τῶν πολλῷ πιστευόντων οὐκέτι διὰ τὸν λόγον τῆς γυναικὸς ἀλλὰ διὰ τὸν λόγον αὐτόν. οὐ γὰρ ὁμοίως αὐτὸς ἀφ᾿ ἑαυτοῦ θεωρεῖται ὁ λόγος, φωτίζων τὸν χωροῦντα, καὶ ὅτε δι’ ἑτέρου λεγόμενος μαρτυρεῖται.

Ὁ δὲ Ἡρακλέων εἰς τοὺς τόπους ταῦτά φησιν »παρ᾿ »αὐτοῖς« ἔμεινεν καὶ οὐκ »ἐν αὐτοῖς‘ »καὶ δύο ἡμέρας, ἤτοι τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα τὸν ἐν γάμῳ, ἢ τὸν πρὸ τοῦ πάθους αὐτοῦ χρόνον καὶ τὸν μετὰ τὸ πάθος, ὃν παρ᾿ αὐτοῖς ποιήσας πολλῷ πλείονας διὰ τοῦ ἰδίου λόγου ἐπιστρέψας εἰς πίστιν ἐχωρίσθη ἀπ᾿ αὐτῶν.

λεκτέον δὲ πρὸς τὴν δοκοῦσαν αὐτοῦ παρατήρησιν, »Παρ᾿ αὐτοῖς« αὐτοῖς‘ καὶ οὐκ »ἐν αὐτοῖς« γέγραπται, ὅτι ὅμοιον τῷ παρ’ αὐτοῖς‘ ἐστὶν τὸ »Ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας »τὰς ἡμέρας« οὐ γὰρ οἶπεν· »ἐν ὑμῖν εἰμι«.

ἔτι δὲ λέγων τὰς δύο ἡμέρας ἤτοι τοῦτον τὸν αἰῶνα εἶναι καὶ τὸν μέλλοντα, ἢ τὸν πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος, οὔτε τοὺς ἐπερχομένους αἰῶνας μετὰ τὸν μέλλοντα νενόηκεν, περὶ ὡν φησιν ὁ ἀπόστολος· »Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς »ἐπερχομένοις« οὔτε ὁρᾷ, ὅτι οὐ μόνον πρὸ τοῦ πάθους καὶ μετὰ τὸ πάθος σύνεστιν τοῖς ἐρχομένοις πρὸς αὐτὸν ὁ Ἰησοῦς καὶ μετὰ τοῦτο χωρίζεται· ἀεὶ γὰρ μετὰ τῶν μαθητῶν έστιν μηδεπώποτε καταλείπων αὐτούς, ὥστε καὶ λέγειν αὐτούς· »Ζῶ »δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός«.

IV, 42. Τῇ δὲ γυναικὶ ἔλεγον· Οὐκέτι διὰ τὴν λαλιάν σου πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι ἀληθῶς οὗτός ἐστιν ὁ σωτὴρ τοῖ κόσμου·

Ἀρνοῦνται τὴν διὰ τὴν λαλιὰν τῆς γυναικὸς πίστιν, κρεῖττον ἐκείνης εὑρόντες τὸ ἀκηκοέναι αὐτοῦ τοῦ σωτῆρος, ὥστε καὶ εἰδέναι »ὅτι ἀληθῶς οὗτός ἐστιν ὁ σωτὴρ τοῦ κόσμου«. καὶ βέλτιόν γέ ἐστιν αὐτόπτην γενέσθαι τοῦ λόγου καὶ χωρὶς ὀργάνων διδάσκοντος ἀκούειν αὐτοῦ καὶ φαντασιοῦντος οὐ διὰ τῶν διδασκόν- [*](2 Vgl. Job. 4, 39. — 4 Vgl. Job. 4, 42. — 8 Job. 4, 40. — 16 Matth. 28, 20. — 21 Eph. 2, 7. — 25 Gal. 2, 20. — 32 Job. 4, 42. — 33 Vgl. Luk. 1, 2.) [*](2 ἦν πολλῶν, corr. Hu | 3 ἃ s. zu S. 252, 21 | 4 ὁ + V | πολλῶν | 6 α ὐτοῦ, corr. We | 7 καὶ] η, corr. V | 12 ὃν] ὁ, corr. V | 20 μέλλον, corr. V.)

282
των τὸ ἡγεμονικὸν εὑρίσκον τρανότατα τοὺς τῆς ἀληθείας τύπους, ἤπερ μὴ ὁρῶντα αὐτὸν μηδὲ ἀπὸ τῆς δυνάμεως φωτιζόμενον αὐτοῦ διὰ διακόνων τῶν ἑωρακότων αὐτὸν ἀκόούειν τὸν περὶ αὐτοῦ λόγον.

ἀμήχανον γὰρ τὸ αὐτὸ τῷ ἑωρακότι γινόμενον περὶ τὸ ἡγεμονικὸν πάθος παθεῖν τὸν ἀπὸ τοῦ ἑωρακότος καὶ ἀπαγγέλλοντος αὐτὸν διδασκόμενον· καὶ κρεῖττόν γε διὰ εἴδους περιπατεῖν ἢ διὰ πίστεως.

διὰ τοῦτο οἱ μὲν οἱονεὶ διὰ εἴδους περιπατοῦντες ἐν τοῖς προηγουμένοις λέγοιντο ἂν εἶναι χαρίσμασιν »λόγῳ σοφίας« διὰ τοῦ πνεύματος τοῦ θεοῦ καὶ »λόγῳ γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα«· οἱ δὲ διὰ πίστεως, εἰ καὶ χάρισμά ἐστιν ἡ πίστις κατὰ τὸ »Ἄλλῳ δὲ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«, τῇ τάξει τῶν προτέρων εἰσὶν ὕστεροι.

ἐξεταστέον δὲ πότε καὶ πῶς λέγει Παῦλος· »Διὰ πίστεως γὰρ περιπα- »τοῦμεν, οὐ διὰ εἴδους«. πῶς γάρ, ὡς οἱ πολλοὶ νοοῦσιν, διὰ πίστεως καὶ οὐ διὰ εἴδους περιπατεῖ ὁ ἐμβριθέστατα λέγων· »Οὐκ εἰμὶ ἐλεύ- »θερος; οὐκ εἰμὶ ἀπόστολος; οὐχὶ Ἰησοῦν τὸν κύριον ἡμῶν ἑώρακα;

»οὐ τὸ ἔργον μου ὑμεῖς ἐστὲ ἐν κυρίῳ;« ἴδωμεν οὖν τὸ ῥητὸν πῶς δεῖ ἐκλαβεῖν τὸ »Διὰ πίστεως γὰρ περιπατοῦμεν οὐ διὰ εἴδους« ἀναλαβόντες αὐτὸ ἀπὸ τῶν ἀνωτέρω οὕτως ἐχόντων· »Ὁ δὲ κατεργασά- »μενος ἡμᾶς εἰς αὐτὸ αὐτὸ τοῦτο θεός, ὀ δοὺς ἡμῖν τὸν ἀρραβῶνα τοῦ »πνεύματος.

θαρροῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες »ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου· διὰ πίστεως γὰρ περι- »πατοῦμεν οὐ διὰ εἴδους« (δῆλον δ’ ὅτι ἐνδημοῦντες ἐν τῷ ὅτε ἐκδημοῦμεν ἀπὸ τοῦ· κυρίου) θαρροῦντες »μᾶλλον εὐδοκοῦμεν »ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον‘.

τούτων οὕτως εἰρημένων εἰς τὸ νοῆσαι τί τὸ ἐνδημεῖν τῷ σώματι καὶ ἐκδημεῖν ἀπὸ τοῦ κυρίου, τί τε τὸ ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι Πρὸς τὸν κύριον, ἑαυτῶν πυθώμεθα τί περὶ τοῦ ἀποστόλου ἐροῦμεν· πότερον ὅτι ἐνδημῶν τῷ σώματι ἐξεδήμει ἀπὸ τοῦ κυρίου, ἢ ὅτι ἐκδημῶν τοῦ σώματος ἐνεδήμει τῷ κυρίῳ.

ἀλλὰ σαφῶς, ἐπεὶ »οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται«, οἱ δὲ ἅγιοι οὐκ εἰσὶν έν σαρκὶ »ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ έν αὐτοῖς«, Παῦλος οὐκ ἦν ἐν σαρκὶ οὐδὲ ἐν σώματι· ἀληθεύει γὰρ λέγων· »Δοκῶ »δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν« οὐκ ἐνδημῶν δὴ τῇ σαρκὶ καὶ σώματι, τοῦ ἐνδημοῦντος τῷ σώματι διὰ πίστεως περιπατοῦντος οὐ διὰ [*](6 Vgl. II Kor. 5, 7. — 8 Vgl. Ι Kor. 12, 8. — 10 Ι Kor. Ί2, 9. — 12 II Kor. 5, 7. — 14 Ι Kor. 9, 1. — 17 II Kor. 5, 7. — 18 II Kor. 5, 5 f. — 23 II Kor. 5, 8. — 30 Vgl. öm. 8, 8 f. — 32 I Kor. 7, 40. — 34 Vgl. II Kor. 5, 6 f.) [*](1 τρανότατα] τρανότητα, corr. Pr | 13 ὡς οἱ] ὣσεὶ, corr. Pr | 18 ἐχόντων) ἔχειν, corr. We | 23 θαρροῦντες mit ℵ 17. Tert. | μᾶλλον εὐδοκοῦμεν] Stellung singulär; sonst εὐδοκοῦμεν μᾶλλον | 24. 26 ἐνδημῆσαι] ἐκδημῆσαι, corr. V | 33 δὲ, corr. V.)

283
εἴδους.

καὶ ὅρα εἰ δύναται τῆς ἀποστολικῆς ἀκριβείας εἶναι τὸ μὴ ταὐτὸν φάσκειν »ἐν σαρκὶ εἶναι« καὶ »ἐνδημεῖν σώματι«· »οἱ μὲν γὰρ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται«· οἱ δὲ ἐνδημοῦντες τῷ σώματι »ἐκδημοῦσιν μὲν ἀπὸ τοῦ κυρίου«· πλὴν διὰ τῆς πίστεως περιπατοῦσιν, εἰ καὶ μηδέπω χωροῦσιν διὰ εἴδους.