Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τυπικῶς μὲν οὖν καὶ αἰνιγματώδως ἀναφερόμενα εἰς τὸν χριστὸν τῶν ἀναγεγραμμένων ἐν τῷ νόμῳ πλεῖστα ὅσα ἔστιν εὑρεῖν· γυμνότερα δὲ καὶ σαφέστερα ἐγὼ οὐχ ὁρῶ ἐπὶ τοῦ παρόντος ἄλλα τινὰ παρὰ ταῦτα. Μεσσίας μέντοι γε Ἑβραϊστὶ καλεῖται, ὅπερ οἱ μὲν ἑβδομήκοντα »Χριστὸς« ἡρμήνευσαν· ὁ δὲ Ἀκύλας «Ἠλιμμένος«.

Θεωρητέον καὶ τὸ »Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν »ἅπαντα·« πότερον ἀπὸ παραδόσεως τῇ Σαμαρείτιδι εἴρηται ἢ ἀπὸ τοῦ νόμου; οὐκ ἀγνοητέον μέντοι γε ὅτι ὥσπερ ἀπὸ Ἰουδαίων ἀνέστη ὁ Ἰησοῦς, Χριστὸς εἶναι οὐ μόνον λέγων ἀλλὰ καὶ ἀποδεικνύς· οὕτως ἀπὸ Σαμαρέων Δοσίθεός τις ἀναστὰς ἔφασκεν ἑαυτὸν εἶναι τὸν προεφητευμένον χριστόν, ἀφ' οὑ δεῦρο μέχρι εἰσὶν οἱ Δοσιθεηνοί, φέροντες καὶ βίβλους τοῦ Δοσιθέου καὶ μύθους τινὰς περὶ αὐτοῦ διηγούμενοι ὡς μὴ γευσαμένου θανάτου ἀλλ' ἐν τῷ βίῳ που τυγχάνοντος. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν λέξιν.

Ἀλλὰ καὶ ἡ ἑτερόδοξος παρὰ τῇ πηγῇ τοῦ Ἰακώβ, φρέατι ὑπ' αὐτῆς εἶναι νομιζομένῳ, γνώμη ὃν ὑπολαμβάνει εἶναι τελειότερον λόγον τοῦτον Χριστὸν ὀνομάζουσά φησιν· »Ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα«. παρὼν δὲ αὐτῇ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος φησὶ τὸ »Ἐγώ εἰμι, ὁ λαλῶν σοι«.

Ὅρα δὲ καὶ τὸν Ἡρακλέωνα τί φησι· λέγει γὰρ ὅτι προσεδέχετο ἡ ἐκκλησία τὸν χριστὸν καὶ ἐπέπειστο περὶ αὐτοῦ, ὅτι τὰ πάντα μόνος ἐκεῖνος ἐπίσταται.

4, 26f. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. καὶ ἐΠὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι γε εἶΠεν· Τί ζητεῖς; ἢ Τί λαλεῖς μετ αυτγς;

Ζητητέον εἴ που χριστὸς ἑαυτὸν εὐηγγελίσατο, καὶ συγκριτέον ταῦτα ἀλλήλοις ὥσπερ· »Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ [*](4 Joh. 5, 46. – 10 Vgl. Field zu Ι Sam. 2, 35. — 11 Joh. 4, 25. — 15 Vgl. C. Cels. Ι, 57. VI, 11. In Mt. ser. 27. in Luc. hom. 25. de princ. IV, 1 sqq. Hilgeu- feld, Ketzergesch. S. 155 ff. — 18 Vgl. Matth. 16, 28. — 20 Vgl. Joh. 4, 12. — 22 Joh. 4, 25. — 24 Joh. 4, 26. — 33 Joh. 8, 18.) [*](1 αὐτῷ] zu str. Ι 9 μεσίας | 15 δωσίθεος Ι 16 δωσιθεινοί, corr. nach C. Cels. VI, 11 (II, 81, 26) Ι 17 δωσιθέου Ι 21 γνώμη] γυνὴ, Ferrarius.)

252
»ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«, καὶ ἐν τῷ »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ὄν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος »ἔγραψεν«, καὶ εἴ τι τούτοις παραπλήσιον ἔν τινι τῶν εὐαγγελίων εἴρηται.

πλὴν ὅσον ἐπὶ τῷ ῥητῷ μανθάνωμεν ἀπ' αὐτοῦ καὶ ἐντεῦθεν ὅτι πρᾶός ἐστιν καὶ ταπεινὸς τῇ καρδίᾳ, μὴ ὑπερηφανῶν περὶ τηλικούτων πραγμάτων διαλέγεσθαι ὑδροφόρῳ γυναικὶ διὰ πολλὴν πενίαν ἐξιούσῃ τὴν πόλιν καὶ καμνούσῃ εἰς τὸ ὑδρεύσασθαι.

θαυμάζουσίν γε καὶ οἱ μαθηταὶ ἐπελθόντες, προτεθεωρηκότες τὸ μέγεθος τῆς ἐν αὐτῷ θεότητος, καὶ θαυμάζουσιν τίνα τρόπον ὁ τηλικοῦτος μετὰ γυναικὸς ἐλάλει· ἡμεῖς δὲ ὑπὸ ἀλαζονίας καὶ ὑπὸ ὑπερηφανίας ἀγόμενοι τοὺς εὐτελεστέρους ὑπερορώμεθά τε ἐπιλανθανόμενοι τοῦ καθ’ ἕκαστον ἄνθρωπον εἶναι τὸ »Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα »ἡμετέραν, καὶ δμοίωσιν ἡμετέραν«.

καὶ μὴ μεμνημένοι τοῦ πλάσαντος ἐν κοιλίᾳ καὶ πλάσαντος κατὰ μόνας τὰς καρδίας πάντων ἀνθρώπων καὶ συνιέντος εἰς πάντα τὰ ἔργα αὐτῶν οὐ γινώσκομεν ὅτι ταπεινῶν ἐστὶ θεὸς καὶ ἐλαττόνων βοηθός, ἀντιλήπτρ ἀσθενούντων, ἀφηλπισμένων σκεπαστὴς σκεπαστὴς καὶ ἀπεγνωσμένων σωτήρ.

οἱονεὶ δὲ καὶ ἀποστόλῳ πρὸς τοὺς ἐν τῇ πόλει χρῆται τῇ γυναικὶ ταύτῃ, ἐπὶ τοσοῦτον ἐξάψας αὐτὴν διὰ τῶν λόγων, ἕως ἀφεῖσα τὴν ὑδρίαν Ι αὐτῆς ἡ γυνὴ ἀπελθοῦσα εἰς τὴν πόλιν εἴπῃ τοῖς ἀνθρώποις· »Δεῦτε, ἴδετε ἄνθρωπον, ὃς εἶπέν μοι πάντα ἃ »ἐποίησα· μήτι οὑτός ἐστιν ὁ χριστός;« ὅτε »ἐξῆλθον ἐκ τῆς πόλεως, »καὶ ἤρχοντο πρὸς αὐτόν·« καὶ τῇ τοιᾷδε μὲν μὴ ὕστερον, τότε δὲ σαφέστατα ἐμφανίζῃ ἑαυτὸν ὁ λόγος, ὡς ἐλθόντας τοὺς μαθητὰς θαυμάζειν εἰ καὶ αὕτη ἠξίωται θῆλύς τις καὶ εξαπάτητος οὖσα, τυχεῖν τῆς ὁμιλίας πρὸς αὐτὴν τοῦ λόγου.

πλὴν πειθόμενοι καλῶς ὑπὸ τοῦ λόγου Πάντα γίνεσθαι οἱ μαθηταὶ οὐκ ἐπιπλήττουσιν οὐδὲ ἐπαποροῦσιν περὶ τῆς πρὸς τὴν Σαμαρεῖτιν ζητήσεως καὶ τῆς πρὸς αὐτὴν κοινολογίας.

τάχα δὲ καὶ καταπεπλήγασιν τὴν πολλὴν χρηστότητα τοῦ λόγου συγκαταβαίνοντος ψυχῇ ἐξουθενούσῃ Σιών, καὶ πεποιθυίᾳ ἐπὶ τὸ ὄρος Σαμαρείας· διόπερ γέγραπται· »Ἐθαύμαζον »ὅτι μετὰ γυναικὸς ἐλάλει«.

Καὶ ὁ Ἡρακλέων δέ φησι πρὸς τὸ »Ἐγώ εἰμι, ὁ λαλῶν »σοι«, ὅτι ἐπεὶ ἐπέπειστο ἡ Σαμαρεῖτις περὶ τοῦ χριστοῦ [*](2 Joh. 5, 46. — 5 Vgl. Matth. 11, 29. — 13 Gen. 1, 26. — 13 Vgl. Jer. 1, 5. — 14 Vgl. Ps. 32, 15. — 16 Judith 9, 11. — 20 Joli. 4, –30, — 27 Vgl. Job. 1, 3. — 31 Job. 4, 27. — 33 Job. 4, 26.) [*](1 ἐν τῷ] ἔτι τὸ? We | 4 μανθάνομεν? We Ι 20 ἀφεῖσαι 1 21 ἃ] ὅσα in dem Lemma vor c. 29; (ἃ = ℵC Syr. cur. Pescb. Sab. Bob. Aeth., ὅσα = AC 2Dl rel.) 253, 17. 255, 2. Ι 23 δὲ ν We Ι 25 καὶ εὐ εξαπάτητος] statt καὶ εὐ Lücke c. 3-4 Bebst., ergänzt von V Ι 26 τύχῃ Ι 30 ἐξουθενούσης Ι 34 ἐπεὶ] εἴπερ, corr.)

253
ὡς ἄρα ἐλθὼν πάντα ἀπαγγελεῖ αὐτῇ, φησί Γίνωσκε ὅτι ἐκεῖνος, ὃν προσδοκᾷς, ἐγώ εἰμι ὁ λαλῶν σοι«. καὶ ὅτε ὡμολόγησεν ἑαυτὸντὸν προσδοκώμενον ἐληλυθέναι, »ἠλθον, φησίν, οἱ μαθηταὶ πρὸς αὐτόν‘, δι' οὓς ἐληλύθει εἰς τὴν Σαμάρειαν. πῶς δὲ διὰ τοὺς μαθητὰς ἐληλύθει εἰς τὴν Σαμάρειαν, οἵτινες καὶ πρότερον αὐτῷ συνῆσαν;

4, 28 f. Ἀφῆκεν οὖν τ.ὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀΠῆλθεν εἰς τὴν Πόλιν καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον, ὸς εἶπέν μοι πάντα ὅσα ἐΠοίησα· μήτι οὗτός ἐστιν ὁ χριστός;

οὐ μάτην οἶμαι ἀναγεγραφέναι τὸν εὐαγγελιστὴν καὶ τὰ περὶ τῆς ἀφέσεως τῆς ὑδρίας, ἥντινα ἀφεῖσα ἡ γυνὴ ἀπῆλθεν εἰς τὴν πόλιν· κατὰ μὲν οὖν τὴν λέξιν σπουδὴν ἐμφαίνει πλείονα τῆς Σαμαρείτιδος καταλειπούσης τὴν ὑδρίαν καὶ οὐ τοσοῦτον πεφροντικυίας τοῦ σωματικοῦ καὶ ταπεινοτέρου καθήκοντος ὅσον τῆς τῶν πολλῶν ὠφελείας· φιλανθρωπότατα γὰρ κεκίνηται βουληθεῖσα τοῖς πολίταις εὐαγγελίσασθαι τὸν χριστόν, μαρτυροῦσα αὐτῷ εἰρηκότι αὐτῇ

»πάντα ἃ ἐποίησεν( καλεῖ δὲ αὐτοὺς ἐπὶ τὸ ἰδεῖν ἄνθρωπον λόγον ἔχοντα μείζονα ἀνθρώπου· τὸ γὰρ ὁρατὸν ὀφθαλμοῖς αὐτοῦ ἄνθρωπος ἠν. χρὴ οὐν καὶ ἡμᾶς ἐπιλανθανομένους τῶν σωματικωτέρων καὶ ἀφιέντας αὐτὰ σπεύδειν ἐπὶ τὸ μεταδιδόναι ἡς μετειλήφαμεν ὠφελείας ἑτέροις· ἐπὶ τοῦτο γὰρ προκαλεῖται ὁ εὐαγγελιστὴς ἔπαινον τοῖς εἰδόσιν ἀναγινώσκειν ἀναγράφων τῆς γυναικός.

Πρὸς μέντοι γε τὴν ἀναγωγὴν σκοπητέον τίς ἡ ὑδρία, ἣν ἀφίησιν παραδεξαμένη πως τοὺς ἰησοῦ λόγους ἡ Σαμαρεῖτις· καὶ τάχα τὸ δοχεῖον τοῦ σεμνοποιουμένου ἐπὶ βαθύτητι ὕδατος, τῆς διδασκαλίας, ὧν ἐφρόνει πρότερον ἐξευτελίζουσα ἀποτίθεται, ἐν τῷ κρείττονι τῆς ὺδρίας λαβοῦσα ἐκ τοῦ ὕδατος τοῦ γενομένου ἤδη ἐν αὐτῇ ἀρχῆς »ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον«·

πῶς γὰρ ἂν τοῦ ὕδατος τούτου του μὴ μετειληφυῖα φιλανθρώπως Χριστὸν τοῖς πολίταις ἐκήρυσσεν, θαυμάζουσα αὐτὸν ἀπαγγέλλοντα »πάντα ἃ ἐποίησεν«, εἰ μὴ μετειλήφει, δι' ὡν ἤκουεν, τοῦ σωτηρίου ὕδατος;

Ρεβέκκα μέντοι καὶ αὐτὴ ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων, πρὶν συντελέσαι λαλοῦντα ἐν τῇ διανοίᾳ τὸν παῖδα τοῦ Ἀβραάμ, ἐξεπορεύετο καλὴ τῇ ὄψει παρθένος· ἥτις ἐπείπερ οὐχ ὁμοίως ἤντλει τῇ Σαμαρείτιδι, καταβαίνει ἐπὶ τὴν [*](17 Vgl. Job. 4, 29. — 28 Vgl. Job. 4, 14. — 30 Vgl. Job. 4, 29. — 31 Vgl. Gen. 24, 15 ff.) [*](9 ὅσα s. ο. z. S. 252, 21 Ι μήτι οὗτος] μὴ τοιουτος; sollte das die LA. d. Orig. sein? vgl. S, 255, 28 u. c. 63 Ι 18 ὀφθαλμοῖς] ι a. Ras. Ι 25 σεμνοῦ ποιουμένου Ι 31 δι’ <ὦν> ἤκουε] διηκουεν Μ, δι' ὧν ἤκουσεν V Ι)

254
πηγὴν καὶ πληροῖ τὴν ὑδρίαν, ἀναβάσῃ τε αὐτῇ ἐπιτρέχει εἰς συνάντησιν ὁ τοῦ Ἀβραὰμ παῖς καὶ εἶπεν· »Πότισόν με μικρὸν ὕδωρ ἐκ »τῆς ὑδρίας σου«.

ἐπεὶ γὰρ παῖς ἠν τοῦ Ἀβραάμ, ἠγάπα κἂν μικροῦ ὕδατος ἀπὸ τῆς ὑδρίας Ῥεβέκκας λαβεῖν· »Καὶ ἔσπευσεν ἡ Ῥεβέκκα, »καὶ καθεῖλεν τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων«· ἐπείπερ οὐν ἠν ἐπαινετὴ ἡ τῆς Ῥεβέκκας ὑδρία, οὐ καταλείπεται ὑπ' αὐτῆς, ἡ δὲ τῆς Σαμαρείτιδος οὐκ οὐσα ὥρᾳ ἕκτῃ ἀφίεται.

Ἐνθάδε μὲν δὴ τοῖς Σαμαρείταις γυνὴ εὐαγγελίζεται τὸν χριστόν, ἐπὶ τέλει δὲ τῶν εὐαγγελίων καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος τοῖς ἀποστόλοις ἡ πρὸ πάντων αὐτὸν θεασαμένη γυνὴ διηγεῖται.

ἀλλ’ οὔτε αὕτη ὡς τὸ τέλειον τῆς πίστεως εὐαγγελισαμένη εὐχαριστεῖται ὑπὸ τῶν Σαμαρειτῶν λεγόντων· »Οὐκέτι διὰ τὴν λα- »λιάν σου πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὑτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου«· ἐκείνη τε τὴν ἀπαρχὴν τῆς ἁφῆς τοῦ χριστοῦ οὐ πιστεύεται λέγοντος αὐτῇ· »Μή μου ἅπτου«· ἔμελλέ γὰρ Θωμᾶς ἀκούειν· »Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε »τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν »μου«.