Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Μήποτε δὲ καὶ τὸ »'Αντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ »ἐκλείψουσιν« καὶ »Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς«· βέλτιον ἐκληψόμεθα ἀπὸ <τούτου> τοῦ πνεύματος, εἰ ὑπολαμβάνοιμεν ὁτι ὁ στερισκόμενος τοῦ θείου πνεύματος χοϊκὶς γίνεται, ἐπιτήδειον δὲ ἑαυτὸν ποιήσας πρὸς παραδοχὴν αὐτοῦ καὶ λαβὼν αὐτὸ ἀνακτισθήσεται καὶ x003E;

σωθήσεται. τοιοῦτον δ' ἂν εἴη καὶ εἰ »ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν »ζῶσαν«, ὥστε καὶ τὸ ἐμφύσημα καὶ τὴν πνοὴν τῆς ζωῆς καὶ τὴν ζωὴν τῆς ψυχῆς πνευματικῶς ἀκούειν ἡμᾶς.

ἐπεὶ δὲ ἡ προειρημένη δύναμις οἱονεὶ οἰκητήριον ἐπιτήδειον εὑροῦσα τὴν τοῦ ἁγίου ψυχὴν ἐπιδίδωσιν ἑαυτὴν τῇ ἐν αὐτῇ, ἕν’ οὕτως εἴπω, μονῇ, γεγράφθαι [*](2 Vgl. Hebr. 12, 29. — 12 Joh. 4, 24. — 14 Vgl. Gen. 2, 7. — 16 Vgl. II Kor. 3, 6. — 22 Ps. 103, 29 f. — 26 Vgl. I Kor. 15, 47 ff. — 27 Vgl. Ps. 103, 30. — 28 Gen. 2, 7. — 31 Vgl. Z. 26 f.) [*](1 εἰ δὲ ἀλληγορικῶς x003E; ξύλα καὶ χόρτος x003E; καλάμη We 1 3 ἀναλίσκον, corr. V Ι 13 σπῶντος] ὁπωντες, corr. We Ι 18 ἀποκτέννει s. ο. zu S. 242, 18 19 χ[ωρισμὸν] a. Ras. Ι 20 θ[εοῦ καὶ τ]οῦ a. Ras. Ι 20 αὐτοῦ] Ἰησοῦ? Pr, υἱοῦ αὐτοῦ? Schmidt Ι 25 τούτου + We Ι εἰ) + We, καὶ + V Ι 26 δὲ] τε, corr. We Ι <ἀνακαινισθεὶς> in Μ ücke von c. 9 — 10 Bchst, Ι 31 πνευματικὸν, corr. We.)

248
νομιστέον τὸ »'Ενοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ »ἔσομαι αὐτοῖς θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός‘.

πλείονος μέντοι γε συγγυμνασίας δεόμεθα εἰς τὸ τελειωθέντας ἡμᾶς καὶ κατὰ τὰ λεγόμενα παρὰ τῷ ἀποστόλῶ αἰσθητήρια γεγυμνασμένα ἔχοντας διακριτικοὺς γενέσθαι ἀγαθῶν τε καὶ κακῶν, ἀληθῶν τε καὶ ψευδῶν, καὶ θεωρητικοὺς νοητῶν, ἕνα δυνηθῶμεν ἐπιμελέστερον καὶ θεοπρεπέστερον κατὰ τὸ ἐνδεχόμενον ἀνθρωπίηῃ φύσει νοῆσαι πῶς ἐστιν ὁ θεὸς φῶς καὶ πῦρ καὶ πνεῦμα.

καὶ ἐν τῇ τρίτῃ δὲ τῶν Βασιλειῶν τὸ γενόμενον πνεῦμα κυρίου πρὸς Ἠλίαν τοιάδε τινὰ ὑποβάλλει περὶ θεοῦ· »Εἶπεν γάρ· Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἔναντι κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος καὶ πνεῦμα μέγα »κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ »ἐν τῷ πνεύματι κύριος‘ (ἐν δὲ ἄλλοις εὕρομεν· »ἐν τῷ »κυρίου«·) »μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ κύριος· »καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ »πῦρ φωνὴ αὔρας λεπτῆς«· καὶ τάχα γε ἐν ὅσοις δεήσει γίνεσθαι πῦρ τῆς καταλήψεως τοῦ κυρίου δηλοῦται διὰ τούτων, ἅπερ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ διηγήσασθαι.

τίνα δὲ ἔπρεπεν λέγειν ἡμῖν περὶ τοῦ θεοῦ ὅστις ἐστίν, ἢ τὸν υἱόν; »Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα »εἰ μὴ ὁ υἱός«, ἕνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν ὁ θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωοποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μηδὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐδὲ οἱ ἄγγελοι ὑποδείγμασ·ι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας.

Εἰς μέντοι γε τὸ »Πνεῦμα ὁ θεός‘ Ἡρακλέων φησίν· ἄχραντος γὰρ καὶ καθαρὰ καὶ ἀόρατος ἡ θεία φύσις αὐτοῦ.

οὐκ οὖδα δὲ εἰ ἐδίδαξεν ἡμᾶς ταῦτα ἐπειπὼν πῶς ὁ θεὸς πνεῦμά ἐστιν· τὸ δὲ »τοὺς προσκυνοῦντας έν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν« σαφηνίζειν νομίζων φησίν· ἀξίως τοῦ προσκυνουμένου πνευματικῶς, οὐ σαρ- [*](1 Vgl. Lev. 26, 12. — 3 Vgl. Hebr. 5, 14. — 10 Ι Kön. 19, 11 f. — 19 Matth. 11 — 21 Job. 4, 24. — Vgl. II Kor. 3, 6. — 23 Vgl. Hebr. 8, 5. — 26 Vgl. Hebr. 5, 6; Ps. 109, 4. — 28 Job. 4, 24. — 31 Job. 4, 24.) [*](3 κατὰ + We Ι 4 ἔχοντας + We nacb Hebr. Ι 10 ἐνώπιον κυρἶου ὄρει ist die LA der LXX vgl. Field z. d. St. Ι 13 Wie die ἄλλα lesen AB, κύριος, wie Orig. ira Texte bat, Iren. Syr. u. die meisten Hss. Ι 15 τὸ a. Eas. Ι 16 πῦρ 2] περὶ, corr. Pr Ι 22 ἀποκτένοντι, vgl. o. zu S. 242, 18 | 24 τῶν ἐπουρανίων] περὶ ἀνθρώπων, corr. Ferrarius, ὥσπερ ὥσπερ Br Ι 29 ἡ] καὶ.)

249
κικῶς· καὶ αὐτοὶ τῆς αὐτῆς φύσεως ὄντες πατρὶ πνεῦμά εἰσιν, οἵτινες κατὰ ἀλήθειαν καὶ οὐ κατὰ πλάνην νην προσκυνοῦσιν , καθὰ καὶ ὁ ἀπόστολος διδάσκει λέγων λογικὴν λατρείαν τὴν τοιαύτην θεοσέβειαν.

ἐπιστήσωμεν δὲ εἰ μὴ σφόδρα ἐστὶν ἀσεβὲς ὁμοουσίους τῇ ἀγεννήτῳ φύσει καὶ παμμακαρίᾳ λέγειν εἶναι τοὺς προσκυνοῦντας ἐν πνεύματι τῷ θεῷ, οὓς πρὸ βραχέος εἶπεν αὐτὸς ὁ ‘Ηρακλέων ἐκπεπτωκότας, τὴν Σαμαρε[τιν λέγων πνευματικῆς φύσεως οὖσαν ἐκπεπορνευκέναι.

ἀλλ' οὐχ ὁρῶσιν * * ὅτι παντὸς * * *, καὶ τῶν αὐτῶν δεκτικόν· εἰ δὲ ἐδέξατο τὸ πορνεῦσαι ἡ πνευματικὴ φύσις, ὁμοούσιος οὖσα * * * ἀνόσια καὶ ἄθεα καὶ ἀσεβῆ ἀκολουθεῖ τῷ λόγῳ τῷ κατ' αὐτοὺς περὶ θεοῦ οὐδὲ φαντασιωθῆναι ἀκίνδυνόν ἐστιν.

Ἀλλ' ἡμεῖς πειθόμενοι τῷ σωτῆρι λέγοντι· »Ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστίν‘ καὶ διὰ τοῦτο μὴ ἐνεγκόντι μηδὲ τὴν »ἀγαθ ὸς« προσηγορίαν τὴν κυρίαν καὶ ἀληθῆ καὶ τελείαν παραδέξασθαι αὐτῷ προσφερομένην, ἀλλὰ ἀναφέροντι αὐ εὐχαρίστως τῷ πατρὶ ἐπιτιμήσεως πρὸς τὸν βουλόμενον ὑπερδοξάζειν τὸν υἱόν, πάντων μὲν τῶν γενητῶν ὑπερέχειν οὐ συγκρίσει ἀλλ' ὑπερβαλλούσῃ ὑπεροχῇ φαμὲν τὸν σωτῆρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὑπερεχόμενον τοσοῦτον ἢ καὶ πλέον ὑπὸ τοῦ πατρός, ὅσῳ ὑπερέχει αὐτὸς καὶ τὸ ἅγιον πνεῦμα τῶν λοιπῶν, οὐ τῶν τυχόντων ὄντων· ὅση γὰρ δοξολογία τοῦ ὑπερέχοντος θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι, πρὸς τούτοις καὶ ἁγίων ἀγγέλων καὶ πνευμάτων καὶ ψυχῶν δικαίων, τί δεῖ καὶ λέγειν;

ἀλλ’ ὅμως τῶν τοσούτων καὶ τηλικούτων ὑπερέχων οὐσίᾳ καὶ πρεσβείᾳ καὶ δυνάμει καὶ θειότητι (ἔμψυχος γάρ ἐστι λόγος), καὶ σοφίᾳ, οὐ συγκρίνεται κατ' οὐδὲν πατρί.

εἰκὼν τῆς ἐστιν τῆς ἀγαθότητος αὐτοῦ καὶ ἀπαύγασμα οὐ τοῦ θεοῦ ἀλλὰ τῆς δόξης αὐτοῦ καὶ τοῦ άϊδίου φωτὸς αὐτοῦ, καὶ ἀτμὶς οὐ τοῦ πατρὸς ἀλλὰ τῆς δυνάμεως αὐτοῦ, καὶ ἀπόρροια εἰλικρινὴς τῆς παντοκρατορικῆς δόξης αὐτοῦ, καὶ ἔσοπτρον ἀκηλίδωτον [*](4 Vgl. Rom. 12, 1. — 7 Vgl. c. c. 11. — 14 Job. 14, 28. — 15 Ngi. Mark. 10, 18. — 23 Vgl. Eph. 1, 21. –29 Vgl. Weish. Sal. 7, 25 f. — 30 Vgl. Hebr. 1, 3.) [*](5 ὁμοούσιον, corr. We Ι ἀγενήτω Ι 9 nach ὁρῶσιν ücke von c. 4 — 5 Bchst. nach ὅτι παντὸς eine solche von c. 9 — 10. Etwa zu erg.: ἀλλ' οὐχ ὁρῶσιν x003E; ὅτι πᾶν τὸ ὁμοούσιον ἐστὶν καὶ τῶν αὐτῶν δεκτικόν. We ägt vor: ὅτι παντὸς <τοῦ ὁμοουσίου οἰκεῖον τὸ εἶναι> καὶ Ι 11 nach οὖσα ücke von c. 12 — Die ücke ist etwa üllen <τῇ> θείᾳ φύσει, ὅσα> Ι 14 ἀλλ' ἡμεῖς] Br Ι 17 αὐτὴν] τὴν, corr. Hu Ι πατρὶ] πνεύματι (πνݲιݲ) Ι 18 πρὸς τὸν] προσὸν ὑπὸ] ἀπὸ, corr. We Ι 26 τί δεῖς + Br Ι 29 ἐκων.)

250
τῆς ἐνεργείας αὐτοῦ, δι’ οὗ ἐσόπτρου Παῦλος καὶ Πέτρος καὶ οἱ παραπλήσιοι αὐτοῖς βλέπουσι τὸν θεόν, λέγοντος· »Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με«.

4, 25 Λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, Ι ἀναγγελεῖ ἡμῖν ἅπαντα.

Ἄξιον ἰδεῖν πῶς ἡ Σαμαρεῖτις, πλεῖον τῆς Πεντατεύχου Μωσέως μηδὲν προσιεμένη, τὴν παρουσίαν Χριστοῦ ὡς ἀπὸ τοῦ νόμου μόνου κηρυσσομένην προσδοκᾷ. καὶ εἰκός γε ἐκ τῆς εὐλογίας τοῦ Ἰακὼβ τῆς πρὸς τὸν Ἰούδαν ἐλπίζειν αὐτοὺς ἔσεσθαι καὶ τὴν ἐπιδημίαν λέγοντος· »Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου »ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός »σου·« καὶ μετ’ »Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος »ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς »προσδοκία ἐθνῶν«.

εἰκὸς δὲ καὶ ἐκ τῶν προφητειῶν τοῦ Βαλαὰμ τὸ αὐτὸ αὐτοὺς ἐλπίζειν, τῆς τε »Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ »σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ »Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.

θεὸς ὡδήγησεν »αὐτὸς ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη »ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελεῖ, καὶ ταῖς βολίσιν »αὐτοῦ κατατοξεύσει ἐχθρόν· καὶ κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων »καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλό- »γηνται, καὶ οἱ καταρώμ·ενοί σε κεκατήρανται«.

καὶ ἐν τοῖς ἑξῆς δέ φησιν αὐτὸς Βαλαάμ· »Δείξω αὐτοῖς, καὶ οὐχὶ νῦν· μακαρίζω, »καὶ οὐκ ἐγίζει. ἀνατελεῖ ἄστραν ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄν- θρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προ- »νομεύσει πάντας τοὺς υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ »ἔσται ἡ κληρονομία ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ ἰσραὴλ ἐποίησεν »ἐν ἰσχύϊ. καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ »πόλεως«.

ἐπιστήσεις δὲ εἰ καὶ ἡ τοῦ Μωσέως πρὸς Ἰούδαν εὐλογία εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τοῖς Σαμαρεῦσιν ἂν συνδοκοίη οὕτως ἔχουσα· »Εἰσάκουσον, κύριε, φωνὴν Ἰούδα, καὶ εἰς τὸν λαὸν αὐτοῦ »ἔλθοις ὄν· αἱ χεῖρες αὐτοῦ ἅμα κρινοῦσιν αὐτῷ, καὶ βοηθὸς ἐκ τῶν »ἐχθρῶν αὐτοῦ ἔσῃ«.

ἐπεὶ δὲ αὐχοῦσιν πατριάρχην Σαμαρεῖς τὸν Ἰωσήφ, ἐφίστημι μήποτε τήν τε τοῦ Ἰακὼβ εἰς τὸν Ἰωσήφ τινες [*](2 Joh. 14, 9; vgl. 12, 45, — 10 Gen. 49, 8. — 12 Gen. 49, 10. — 15 Num. 24, –9. — 23 Num. 24, –19, — 31 Deut. 33, 7.) [*](4 μεσίας Ι 5 ἡμῖν] ὑμῖν Ι 19 ἐκμυελεῖ mit ΒΑ*, ἐκμυελιεῖ V mit A 1F Ι 20 κατακλισθεὶς | 22 κεκατ;αρανται Ι 27 ισδρα]ηλ Ι 32 κρινο[υσιν mit Arm. Die Griech. Hss. διακινοῦσιν.)

251
εὐλογίαν [αὐτῷ] καὶ τὴν τοῦ Μωσέως ἐκδέξονται λέγεσθαι εἰς Χριστοῦ παρουσίαν· τῷ δὲ βουλομένῳ ἐξέσται ἀπ' αὐτῆς τῆς γραφῆς λαβεῖν τὰ ῥητά.

καὶ αὐτὸς δὲ ὁ σωτὴρ εἰδὼς Μωσέα πολλὰ ἀναγεγραφότα τῆς περὶ Χριστοῦ προφητείας φησὶ τοῖς Ἰουδαίοις· »Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετεἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος «.