Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τῶν δὲ ἑορτῶν μία ἐστὶν καὶ τὸ πάσχα, ὅπερ ἐν τῇ προκειμένῃ τοῦ εὐαγγελίου γραφῇ οὐ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι λέγεται· καὶ ἀλλαχοῦ δέ· »Αὑται, φησίν, αἱ ἑορταὶ κυρίου ὃς καλέσετε αὐτὰς κλητὰς ἁγίας«.

ἀπὸ μὲν οὐν τῆς τοῦ κυρίου φωνῆς οὐκ ἔστιν ἀντιλέγειν οἷς παρεστήσαμεν. πιθανῶς δέ τις ἀπὸ τοῦ ἀποστόλου ζητήσει ἐν τῇ πρὸς Κορινθίους ἀναγράφοντος· »Καὶ γὰρ »τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός«· οὐ γάρ φησιν »Τὸ πάσχα κυρίου »ἐτύθη Χριστός‘.

καὶ πρὸς τοῦτο δὲ λεκτέον ἤτοι ὅτι ἁπλούστερον πάσχα ἡμῶν τυθὲν τὸ δι’ ἡμᾶς τυθὲν εἴρηκεν, ἢ ὅτι πᾶσα ἑοτὴ ἀληθῶς κυρίου, ὧν μία ἐστὶν τὸ πάσχα, οὐκ έν τούτῳ τῷ αἰῶνι οὐδὲ ἐπὶ γῆς ἀλλ’ ἐν τῷ μέλλοντι καὶ ἐν οὐρανοῖς, ἐνστάσης τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτελεσθήσεται.

καὶ περὶ ἐκείνων γε τῶν ἑορτῶν ὁ μὲν εἷς τῶν ιβ΄ προφητῶν φησι »Τί ποιήσετε ἐν ἡμέραις πανηγύρεως καὶ ἐν ἡμέραις ἑορτῆς τοῦ κυρίου;« ὁ δὲ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους· »Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ »ἐπουρανίᾳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων »ἀπογεγραμμένων ἐν οὐρανοῖς«· καὶ ἐν τῇ πρὸς Κολασσαεῖς· »Μὴ »οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει †καὶ έν πόσει, ἢ ἐν μέρει ἑορτῆς »ἢ νουμηνίας ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων«.

Τίνα δὲ τρόπον ἐν τοῖς ἐπουρανίοις, ὡς σκιὰ παρὰ τοῖς σωματικοῖς Ἰουδαίοις ἦν, ἑορτάσομεν, ὑπὸ τὸν ἀληθῆ πρότερον παιδαγωγούμενοι νόμον παρὰ ἐπιτρόποις καὶ οἰκονόμοις ἕως τὸ ἐκεῖ πλήρωμα τοῦ χρόνου ἐνστῇ καὶ τὴν τελειότητα τοῦ υἱοῦ τοῦ θεοῦ χωρήσωμεν, ἔργον σοφίας τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης ἔστιν φανερῶσαι, καὶ τὰ περὶ βρωμάτων νομοθετούμενα, σύμβολα τῶν ἐκεῖ μελλόντων τρέφειν καὶ ἰσχυροποιεῖν ἡμῶν τὴν ψυχὴν τυγχάνοντα, θεωρεῖν.

εἰκὸς δὲ φαντασιωθέντα τινὰ τὸ πέλαγος τῶν τοσούτων νοημάτων καὶ βουλόμενον † σῶσαι πῶς ἡ κατὰ τόπον λατρεία ὑπόδειγμα [*](7 Lev. 23, 1. — 10 Ι Kor. 5, 7. — 17 Hos. 9, 5. — 19 Hebr. 12, 22f. — 21 Kol. 2, 16f. — 24 Vgl. Hebr. 8, 5. — 26 Vgl. Gal. 3, 24; 4, 2. 4. — 28 Vgl. I Kor. 2, 7.) [*](11 nach ἡμῶν + ὑπὲρ ἡμῶν V mit ϛℵC337.47 al.; dass Origenes den Zusatz nicht las, geht aus dem δι’ ἡμᾶς Ζ. 13 hervor | 16 ἑορτῶν] ἑορ a. Ras. | 22 καὶ] wahrscheinl. las Orig. ἢ, wie Com. in Mt. XI, 16 und die lat. Überss. bieten (Tregelles z. d. St.); doch ässt sich nichts Genaueres ausmachen | 25 ἑορτάσομεν] ἑορτὰς οἱ μὲν, corr. Br | 31 εἰκὴ, corr. Br | 32 σῶσαι] σκοπῆσαι? We.)

186
καὶ σκιά ἐστιν τῶν ἐπουρανίων, τά τε θύματα καὶ τὸ πρόβατον νοῆσαι βουλόμενον, προσκόψαι καὶ τῷ ἀποστόλῳ ἐπᾶραι μὲν ἠμῶν τὸ φρόνημα βουληθέντι ἀπὸ τῶν γηίνων περὶ τοῦ νόμου δογμάτων οὐ πάνυ δὲ παραστήσαντι πῶς ταῦτα μέλλει γίνεσθαι.

ἐὰν δὲ καὶ ἑορταί, ὡν μία τὸ πάσχα ἐστίν, καὶ ἐπὶ τὸν μέλλοντα ἀνάγωνται αἰῶνα, ἔτι μᾶλλον ἐπισκοπητέον πῶς καὶ νῦν »τὸ πάσχα ἠμῶν ἐτύθη Χριστὸς‘ καὶ μετὰ ταῦτα τυθήσεται.

Ὀλίγα δὲ εἰς τὴν ἐπαπόρησιν τῶν δογμάτων παραθετέον ἡμῖν, ἱδίας δεομένων πραγματείας ἐξαιρέτου καὶ πολυβίβλου, παντός τε τοῦ κατὰ τὸν νόμον μυστικοῦ λόγου, καὶ ἰδίᾳ τῶν κατὰ τὰς ἑορτὰς καὶ ἔτι ἰδικώτερον περὶ τοῦ πάσχα.

Ἰουδαίων μὲν οὐν τὸ πάσχα πρόβατόν ἐστιν θυόμενον, λαμβανόμενον ἑκάστῳ κατ' οἴκους πατριῶν καὶ ἐπιτελούμενον μυριάσιν σφαζομέναις ἀμνῶν καὶ ἐρίφων, πλείοσιν κατὰ τὴν ἀναλογίαν τοῦ ἀριθμοῦ τῶν οἴκων τοῦ λαοῦ· τὸ »δὲ ἡμῶν πάσχα ἐτύθη Χριστός«.

καὶ πάλιν ἐκείνων μέν ἐστιν τὰ ἄζυμα ἀφανιζομένης πάσης ζύμης ἐκ τῶν οἰκων αὐτῶν· ἡμεῖς δὲ ἑορτάζομεν οὐ «ζύμῃ παλαιᾷ« οὐδὲ ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' »ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας( «.

δέ ἐστί τι τρίτον παρὰ τὰ εἰρημένα δύο τὸ πάσχα τοῦ κυρίου καὶ ἀζύμων ἑορτή, ἀκριβέστερον ἐξεταστέον διὰ τὸ ὑποδείγματι καὶ σκιᾷ λατρεύειν ἐκείνους τῶν ἐπουρανίων ἐκείνων, καὶ οὐ μόνον βρώματα καὶ πόματα καὶ νεομηνίας καὶ σάββατα ἀλλὰ καὶ τὰς ἑορτὰς σκιὰν εἶναι τῶν μελλόντων.

πρῶτον δὴ τοῦ ἀποστόλου λέγοντος· »Τὸ πάσχα ἡμῶν ἔτύθη Χριστός« ἐπαπορήσει τις πρὸς αὐτὸν ταῦτα· εἰ τύπος ἐστὶν τῆς Χριστοῦ θύσεως τὸ παρὰ Ἰουδαίοις πρόβατον, ἤτοι ἐχρῆν ὲν καὶ μὴ πολλὰ θύεσθαι παρ’ αὐτοῖς πρόβατα, ὥσπερ εἷς ἐστιν ὁ χριστός, ἢ πολλῶν θυομένων προβάτων οἱονεὶ πολλοὺς Χριστοὺς θυομένους ἀκολούθως τῷ τύπῳ ζητητέον.

ἵνα δὲ τοῦτο παραπεμψώμεθα, πῶς τὸ θυόμενον πρόβατον Χριστοῦ περιέχει εἰκόνα, τοῦ μὲν προβάτου ὑπὸ τῶν τηρούντων τὸν νόμον θυομένου, Χριστοῦ δὲ ὑπὸ τῶν παραβαινόντων αὐτὸν ἀναιρουμένου; ἔτι δὲ πῶς ἐπὶ Χριστοῦ τὸ »Φάγονται τὰ κρέα ταύτῃ τῇ νυκτὶ ὀπτὰ »πυρὶ καὶ ἄζυμα ἐπὶ πικρίδων ἔδονται«; ἑρμηνευτέον καὶ τὸ »Οὐκ »ἔδεσθε ἀπ' αὐτῶν ὠμὸν οὐδὲ ἡψημένον ἐν ὕδατι, ἀλλ’ ἢ ὀπτὰ πυρί· κεφαλὴν σὺν τοῖς ποσὶν καὶ τοῖς ἔνδοσθίος· οὐκ ἀπολείψετε ἀπ »αὐτῶν ἕως πρωί; καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτῶν· τά δὲ κατα- [*](6 Vgl. Ι Kor. 5, 7. – 12 Vgl. Exod. 12, 3. — 14 Ι Kor. 5, 7. — 16 Vgl. Exod. 12, 15. — 17 Vgl. I Kor. 5, 8. — 20 Vgl. Hebr. 8, 5. — 21 Vgl. Hebr. 9, 10 Kol. 2, 16 f. Contra Geis. II, 2. — 23 I Kor. 5, 7. — 31 Exod. 12, 8. — 32 Exod. 12, 9 f.) [*](1 σκιαί, corr. V | 2 προκόψαι, corr. Br | 4 ἑορτα | 9 ἡμῖν] ἠμῶν, corr. Br | ἰδίας] ἰδέας, corr. V | 10 πάντως? | 33 ἔδεσθαι, corr. V | 34 ἀπολείψεται, συντρίψεται Τ | 35 ὀστοῦν] οστ a. Ras.)

187
Λειπόμενα ἀπ’ αὐτῶν ἕως πρωὶ· κατακαύσετε«.

ἔοικεν δὲ τῷ »Ὀστοῦν »οὐ συντρίψετε ἀπ' αὐτοῦ‘ ὁ Ἰωάννης ἐν τῷ εὐαγγελίῳ κεχρῆσθαι ὡς ἀναφερομένῳ ἐπὶ τὴν περὶ τὸν σωτῆρα οἰκονομίαν, καὶ ὅτε ἐν τῷ νόμῳ κελεύονται τὸ πρόβατον ἐσθίοντες ὀστοῦν αὐτοῦ μὴ συντρίβειν.

λέγει δὲ οὕτως· »Ἠλθον οὐν οἱ στρατιῶται, καὶ τοῦ μὲν »πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος »αὐτῷ· ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη. ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ τὴν »πλευρὰν αὐτοῦ ἔνυξεν· καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ. καὶ ὁ »ἑωρακὼς μεμαρτύρηκεν καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία· καὶ »ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε. ἐγένετο γὰρ »ταῦτα ἴνα ἡ γραφὴ πληρωθῇ· Ὀστοῦν αὐτοῦ οὐ συντριβήσεται«.

Καὶ ἄλλα δὲ μυρία παρὰ ταῦτά ἐστιν τὰ πρὸς τὴν τοῦ ἀποστόλου λέξιν ἀναζητηθησόμενα καὶ περὶ τοῦ πάσχα καὶ ἀζύμων ἐξετασθησόμενα, δεόμενα δέ, ὡς προειρήκαμεν, προηγουμένης συγγραφῆς.

νῦν δὲ ὡς ἐν ἐπιτομῇ ειὰ τὴν προκειμένην λέξιν ταῦτα παραθέμενοι, τὰ φαινόμενα ὡς ἐν βραχέσιν οὕτω λύειν πειρασόμεθα, ὑπομνησθέντες καὶ τοῦ »Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ θεοῦ ὁ »αἰρων τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἐπεὶ καὶ ἐν τῷ πάσχα »Ἀπὸ τῶν »ἀμνῶν, φησί, καὶ τῶν ἐρίφων λήψεσθε«.

δόξει γὰρ καὶ ὁ εὐαγγελιστὴς συνᾴδων τῷ Παύλῳ τοιαύταις ἐνέχεσθαι τῶν ἐξητασμένων ἀπορίαις.

λεκτέον δὲ ὅτι εἰ ὁ λόγος γέγονε σὰρξ καί φησιν ὁ κύριος· »Ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ »τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἶμα ἔχει ζωὴν ἀιώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ »ἐσχάτῃ ἡμέρᾳ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά »μου ἀληθής ἐστιν πόσις. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«, μήποτε αὕτη ἐστὶν ἡ σὰρξ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ, καὶ τοῦτ' ἔστιν τὸ αἷμα ἀφ’ οὗ τιθέναι δεῖ ἐπὶ τῶν δύο σταθμῶν, καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐσθίομεν τὸ πάσχα, καὶ ἀπὸ τῶν τοῦ ἀμνοῦ τούτου δεῖ φαγεῖν κρεῶν ἐν τῷ τοῦ κόσμου χρόνῳ, ὅς ἐστιν νύξ· ὀπτὰ δὲ τὰ κρέα πυρὶ βρωτέον μετὰ τοῦ ἀπὸ ἀξύμων ἄρτου· ὁ γὰρ τοῦ θεοῦ λόγος οὐ μόνον ἐστὶ σάρξ· φησὶ γοῦν· »Ἐγώ εἰμι ὁ ἄρτος [*](1 Exod. 12, 10. — 5 Joh. 19, –36, — 15 Vgl. S. 186, 9. — 18 Job. 1, 29. — 19 Exod. 12, 5. — 23 Joh. 6, –56. — 29 Vgl. Joh. 1, 29. — .30 Vgl. Exod. 12, 7 f. — 33 Vgl. Exod. 12, 8. — 34 Joh. 6, 48.) [*](2 συντρίψεται, corr. Pr vgl. S. 186,35; 187, 12 | 6 καὶ τοῦ + Ausgg. nach Τ | ἀλλ’ οὐ Μ, ἀλλ' οὐδὲ V | 12 ἡ add. V | συντριβήσετε, corr. V | Die Stellung αὐτοῦ ist är | 15 δεόμενα + We | ποροηγουμένως? | 32 κρέα, corr. We.)

188
»τῆς ζωῆς« καὶ »Οὑτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων »ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν »ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου ζήσει »εἰς τὸν αἰῶνα«.

οὐκ ἀγνοητέον μέντοι γε ὅτι πᾶσα τροφὴ καταχρηστικώτερον ἄρτος λέγεται, ὡς ἐπὶ Μωϋσέως ἐν τῷ Δευτερονομίῳ γέγραπται· »Τεσσεράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ »ἔπιεν«· ἀντὶ τοῦ· οὔτε ξηρᾶς οὔτε ὑγρᾶς μετείληφεν τροφῆς.