Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἔτι δὲ ὁ Ματθαῖος εἰσελθόντος τοῦ κυρίου εἰς τὴν Καφαφναούμ φησι τὸν ἑκατόνταρχον αὐτῷ προσεληλυθέναι λέγοντα· »Ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος‘, καὶ ἀκηκοέναι μεθ’ ἕτερα εἰρημένα τῷ κυρίῳ παρ' αὐτοῦ τὸ »Ὕπαγε, »καὶ ὡς ἐπίστευσας γενηθήτω σοι«. καὶ τὰ περὶ τῆς Πέτρου πενθερᾶς συμφώνως τοῖς ἄλλοις δυσὶν καὶ αὐτὸς παρέστησεν.

Ἡγοῦμαι δὲ εἶναι φιλότιμον καὶ πρέπον τῷ ἐν Χριστῷ φιλομαθεῖ συναγαγεῖν ἀπὸ τῶν τεσσάρων εὐαγγελίων πάντα τὰ περὶ τῆς καφαρναοὺμ ἀναγεγραμμένα καὶ τοὺς έν αὐτῇ λόγους καὶ ἐργα τοῦ κυρίου, καὶ ὁσάκις εἰς αὐτὴν ἐπιδεδήμηκε, καὶ πότε μὲν λέγεται καταβεβηκέναι εἰς αὐτήν, πότε δὲ εἰσεληλυθέναι, καὶ πόθεν. ταῦτα γὰρ ἀλλήλοις συντεθέντα οὐκ ἐάσει ἡμᾶς διαπεσεῖν εἰς τὴν περὶ τῆς Καφαρναοὺμ ἐκδοχήν.

πλὴν ἐι καὶ νοσοῦντες ἐκεῖ θεραπεύονται καὶ ἄλλαι δυνάμεις ἐκεῖ γίνονται, τό τε κηρύσσειν »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν‘ ἐκεῖθεν ἄρχεται, ἔοικεν εἶναι σύμβολον, ὡς κατὰ τὰς ἀρχὰς ὑπεδειξάμεθα, ὑποδεεστέρου τινὸς χωρίου , τάχα διὰ τὸν Ἰησοῦν γινομένου παρακαλέσαντα ἐφ’ οἷς ἐδίδαξεν καὶ πεποίηκεν ἐκεῖ τοῦ τόπου χωρίου · ἴσμεν γὰρ καὶ τόπων ὀνόματα ἐπώνυμα, τυγχάνοντα τ οῖς κατὰ τὸν Ἰησοῦν πράγμασιν· ὥσπερ τὰ Γέργεσα ἔνθα παρεκάλεσαν ἀυτὸν μεταβῆναι ἐκ τῶν ὁρίων ἀυτῶν οἱ τῶν χοίρων πολῖται, ἑρμηνεύεται παροικία .

ἔτι δὲ καὶ τοῦτο περὶ τῆς Καφαρναοὺμ τετηρήκαμεν, ὅτι οὐ μόνον ἐν αὐτῇ κηρύσσειν τὸ »Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν« ἤρξατο, ἀλλὰ καὶ κατὰ τρεῖς εὐαγγελιστὰς τὰς πρώτας δυνάμεις ἐκεῖ πεποίηκεν.

οὐδεὶς δὲ τῶν τριῶν ἐφ’ οἷς πρῶτον ἀνέγραψεν παραδόξοις ἐν τῇ Καφαρναοὺμ γεγενημένοις τὴν τοῦ μαθητοῦ Ἰωάννου ἐπὶ τῷ πρώτῳ ἔργῳ σημείωσιν πεποίηται λέγοντος· »Ταύτην ἀρχὴν τῶν σημείων ἐποίησεν ὁ Ἰη- [*](6 Vgl. Matth. 8, 5 ff. — 8 Matth. 8, 6. — 9 Matth. 8, 13. — 10 Vgl. Matth. 8, 14. ff. – 19 Matth. 4, 17. - 20 Vgl. S. 179, 22 ff. – 24 Vgl. Matth. 8, 34. – 26 Vgl. Lagarde, Onom. s. p. 202, 62 παροικία ἐκβεβλημένος. 6, 24 Gergesaeus: colonum eiciens. — 37 Vgl. S. 180, 24 ff. — 28 Matth. 4, 17. - 32 Joh. 2, 11.) [*](2 τινὶ τῶ τόπω, corr. Ausgg. | 4 ποῦ δόξεὰν μηδὲν ἂν ἦνυκέναι, corr. Br 11 συμφνως] συμφώνοις Μ, σύμφωνα V, corr. Br | 20 ὑπεδειξάμεθα] ὑπεδεξάμεθα, corr. Br; ὑπεδείξαμεν V | 22 παρεκαλέσαντα | τοῦ τό| τόπον | 25 χοίρων] ι a. Ras., χωρῶν V vgl. S. 150, 20 | 28 καὶ + We.)

183
σοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας«.

οὐ γὰρ ἦν ἀρχὴ τῶν σημείων τὸ ἐν Καφαρναούμ, τῷ προηγούμενον μὲν σημείων εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ τὴν εὐφροσύνην· διὰ δὲ τὰ τοῖς ἀνθρώποις συμβεβηκότα περιστατικὰ οὐχ οὕτως τῇ θεραπείᾳ ἐπιδεικνυμένου τοῦ λόγου τὸ ἴδιον κάλλος ἐν τῷ θεραπεύειν τοὺς πεπονθότας, ὅσον ἐν τῷ εὐφραίνειν τῷ νηφαλίῳ πόματι τοὺς διᾶ τὸ ὑγιαίνειν καὶ εὐωχίᾳ σχολάζειν δυναμένους.

ΙI, 13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων.

Τὴν τοῦ σοφωτάτου Ἰωάννου ἐξετάξων ἀκρίβειαν κατ' ἐμαυτὸν ἐξήτουν τί βούλεται αὐτῷ ἡ προσθήκη »Των Ἰουδαίων«. ποίου γὰρ ἄλλου ἔθνους ἐστὶν ἑορτὴ τὸ πάσχα; διόπερ αὔταρκες ἠν, εἰ εἶπεν »Καὶ ἦν ἐγγὺς τὸ πάσχα«.

μήποτε δέ, ἐπεὶ τὸ μέν τί ἐστιν πάσχα ἀνθρώπινον, τῶν μὴ κατὰ βούλησιν τῆς γραφῆς ἐπιτελούντων αὐτό, τὸ δέ τι θεῖον τὸ ἀληθές, πνεύματι καὶ ὀληθείᾳ ἐνεργούμενον ὑπὸ τῶν πνεύματι καὶ ἀληθείᾳ προσκυνούντων τὸν θεόν, ἀντιδιέσταλται πρὸς τὸ θεῖον τὸ λεγόμενον τῶν Ἰουδαίων«.

ἀκούσωμεν γοῦν τοῦ κυρίου νομοθετοῦντος τὸ πάσχα, τί φησιν ὅτε καὶ πρῶτον ὠνόμασται ἐν τῇ γραφῇ· Καὶ εἶπε κύριος πρὸς Μωϋσῆς καὶ Ἀαρὼν ἐν γῇ »Αἰγύπτου λέγων· Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν, πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶν τοῦ ἐνιαυτοῦ.

λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν »Ἰσραὴλ λέγων· Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρό- »βατον κατ' οἴκους πατριῶν«· καὶ μετ' ὀλίγα, ἐν οἷς οὐδέπω τὸ πάσχα ὀνομαστὶ εἴρητο, ἐπιφέρει· »Οὕτω δὲ φάγεσθε αὐτό· αἱ ὀσφύες »ὑμῶν περιεζωσμέναι καὶ τὰ ὐποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ »αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς.

»πάσχα ἐστὶν τοῦ κυρίους. οὐ γάρ φησι »Πάσχα ἐστὶν ὑμῶν( καὶ μετ' ὀλίγα δεύτερον οὕτως ὀνομάζει τὴν ἑορτὴν· »Καὶ ἔσται ἐὰν »λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ λατρεία αὕτη; καὶ ἐρεῖτε αὐ- »τοῖς· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν »υἱῶν Ἰσραήλ«. καὶ πάλιν δὲ μετ’ ὀλίγα· »Εἶπεν δὲ κύριος πρὸς Μωϋσῆς καὶ Ἀαρὼν λέγων· Οὗτος ὁ νόμος τοῦ πάσχα· πᾶς ἀλλο- »γενὴς οὐκ ἔδεται ἀπ’ αὐτοῦ«.

καὶ πάλιν μετ' ὀλίγα· » Ἐὰν δέ τις Ι προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος καὶ ποιῇ τὸ πάσχα κυρίου, περι- »τεμεῖται αὐτοῦ πᾶν ἀρσενικόν«.

παρατηρητέον γὰρ ὅτι ἐν τῇ νομο- [*](14 Vgl. Job. 4, 24, — 17 Exod. 12, –3. — 22 Exod. 12, 11. — 26 Exod. 12, 26 f. — 29 Exod. 12, 43. — 31 Exod. 12, 48.) [*](1 οὐ — ἀρχὴ a. Ras. | 3 περιστατικὸν, corr. We | 4 τὴν θεραπείαν, corr. We 6 τὸ]τοῦ, corr. V | 10 εἰ εἶπεν] ἰ εἶπεν, corr. V, εἰπεῖν (ohne εἰ) Ausgg. | 14 προσκυνούντων] προσ a. Ras. | ἀντιδιεστάλθαι, corr. Ausgg. | 22 φάγεσθαι, corr. V | 24 ἔδεσθαι, corr. V | 28. 32 Die LXX haben κυρίῳ, nicht κυρίου.)

184
θεσίᾳ οὐδαμοῦ λέγεται »Πάσχα ὑμῶν«, ἀλλ' ἅπαξ μὲν ἐν οἷς προεθέμεθα χωρὶς πάσης προσθήκης, τρὶς δὲ »Τὸ πάσχα τοῦ κυρίου«. πρὸς δὲ τὸ παραδέξασθαι τοῦθ' οὕτως ἔχειν περὶ τῆς διαφοφᾶς τοῦ »πάσχα »κυρίου« καὶ πάσχα Ἰουδαίων«, ἴδωμεν καὶ τὰ ἐν τῷ Ἡσαΐᾳ τοῦτον τὸν τρόπον εἰρημένα· »Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ »ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ αργείαν καὶ τὰς νουμη- »νίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου«.

οὐκ ἴδια γὰρ ἑαυτοῦ φησιν ὁ κύριος τὰ ὑπὸ τῶν ἁμαρτανόντων ἐπιτελούμενα, ὑπὸ τῆς ψυχῆς αὐτοῦ, εἴ τίς ποτέ έστιν, μισούμενα, οὔτε τὰς νουμηνίας οὔτε τὰ σάββατα οὔτε ἡμέραν μεγάλην οὔτε νηστείαν οὔτε τὰς ἑορτάς.

ἐν μέντοι γε τῇ νομοθεσίᾳ τῆς Ἐξόδου περὶ σαββάτου ταῦτα λέγεται· »Εἶπεν δὲ Μωϋσῆς πρὸς αὐτούς· Τοῦτο τὸ ῥῆμα ὅ ἐλάλησεν κύριος· »Σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ«. καὶ μετ' ὀλίγα· »Εἶπεν δὲ »Μωϋσῆς· Φάγετε, σήμερον γάρ ἐστιν σάββατα τῷ κυρίῳ«.

καὶ ἐν Ἀριθμοῖς πρὸ τούτων ἐφ’ ἑκάστῃ ἑορτῇ θυσιῶν, ὡς ἑορτῆς οὔσης κατὰ τὸν νόμον τοῦ ἐνδελεχισμοῦ καὶ ἑκάστης ἡμέρας, ταῦτα γέγραπται· Καὶ ἐλάλησεν κύριος πρὸς Μωϋσῆν· Ἀπάγγειλαι τοῖς υἱοῖς Ἰσραὴλ »καὶ ἐρεῖς πρὸς αὐτοῦς λέγων· Τὰ δῶρά μου, δόματά μου, καρπώματά μου εἰς ὀρμὴν εὐωδίας διατηρήσετε προσφέρειν μοι ἐν ταῖς ἑορταῖς »μου. καὶ ἐρεῖς πρὸς αὐτούς· Ταῦτα τὰ καρπώματα, ὅσα προσάξετε »τῷ κυρίῳ((. ἰδίας γὰρ ἑορτὰς ὠνόμασεν καὶ οὐ τῶν νομοθετουμένων τὰς ἐκκειμένας έν τῇ γραφῇ, καὶ δῶρα αὐτοῦ καὶ δόματα αὐτοῦ.

Ὅμοιον δέ τι τούτοις ἐστὶν καὶ περὶ τοῦ λαοῦ ἐν τῇ Εξόδῳ ἀναγεγραμμένον , ὅστις ὑπὸ τοῦ θεοῦ ἴδιος εἶναι λέγεται ὅτε μὴ ἁμαρτάνει· ἀποκηρύττων δὲ αὐτὸν ἐν τῇ μοσχοποιΐᾳ »λαὸν Μωϋ- »σέως« ὠνόμασεν· πρὸς μὲν γὰρ τὸν Φαραὼ »Ἐρεῖς, φησί, Τάδε »λέγει κύριος· Ἐξαπόστειλον τὸν λαόν μου ἕνα λατρεύσῃ μοι ἐν τῇ

»ἐρήμῳ. ἐὰν δὲ μὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἀπο- »στέλλω ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου »καὶ ἐπὶ τοὺς οἴκους σου κυνόμυιαν, καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίας, καὶ εἰς τὴν γῆν ἐφ' ἡς εἰσιν ἐπ' αὐτῆς.

»καὶ παραδοξάσω τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσέμ, ἐφ' ἡς ὁ λαός μου »ἔπεστιν ἐπ' αὐτῆς, ἔφ' † ᾧ οὐκ ἔσται κυνόμυια, ἕνα εἴδῃς ὅτι ἐγώ εἰμι »κύριος ὁ κύριος πάσης τῆς γῆς. καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ »λαον«. πρὸς δὲ τὸν Μωϋσέα ἐλάλησεν κύριος λέγων »Βάδιξε, κατά- »βηθι τὸ τάχος· ἀνόμησεν γὰρ ὁ λαός σου οὕς ἐξήγαγες ἐκ γῆς Αἰ- [*](2 Exod. 12, 11. 27. 48. — 4 Job. 2, 13. — 5 Jes. 1, 13 f. — 12 Exod. 16, 23. (AF al.) — 13 Exod. 16, 25. — 17 Num. 28, 1 f. — 25 Exod. 8, 20 (16 –23 (19). — 34 Exod. 32, 7.) [*](6 ἀργείαν (mit ΑΓ), ἀργίαν V (mit B) | 27 λατρεύσῃ mit Α Β λατρεύσωσιν 30 οἰκία | 33 ἐφ' ᾧ] wohl ἐφ' ᾗ (nach Α ) | ἔσται] ἔστιν, corr. Br.)

185
»γύπτου«.

ὥσπερ οὖν ὁ λαὸς μὴ ἁμαρτάνων μὲν τοῦ θεοῦ ἐστιν, ἁμαρτάνων δὲ οὐκέτι λέγεται εἶναι αὐτοῦ· οὕτω καὶ αἱ ἑορταί, ὅτε μὲν μισοῦνται ὑπὸ τῆς τοῦ κυρίου ψυχῆς, τῶν ἁμαρτανόντων εἰσὶν ἑορταί, ὅτε δὲ ὑπὸ τοῦ κυρίου νομοθετοῦνται, κυρίου εἶναι προσαγορεύονται.