Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὁ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβάνοντας, ἐσθ' ὅτε καὶ συμφερομένους ἀλλήλοις περί τινων ἀναγεγραφέναι τὰ εὐαγγέλια· οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι »γέγονεν ἐκ Δαβίδ«, καὶ »οὐ γέγονεν ἐκ Δαβίδ«.

ἀληθὲς μὲν γὰρ τὸ Γέγονεν ἐκ Δαβίδ«, ὡς καὶ ὁ ἀπόστολός φησι· Τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα«, εἰ τὸ σωματικὸν αὐτοῦ ἐκλάβοιμεν· ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ [*](21 Gen. 27, 19. — Vgl. Vgl. Gen. 25, 31. — 23 Vgl. Gen. 27, 16. — 33 Rom. 1, 3.) [*](1 λέγων, corr. We | 8 καταχρησάμενον, corr. V | 9 δὲ + We | 10 ὡς αἰσθητῶν, corr. Hu | 11 τετρανωμένων, corr. V | 13 τού)των] τούτων] corr. We | τῷδε τῷ + Pr nach Ζ. 9 | 16 πεπονηκέναι, corr. Β | 30 ἀλλήλοις] ἄλλους, corr. Hu | 31 κυρίου] υݲςݲ υἱὸς V, corr. Hu.)

176
γεγονέναι αὐτὸν ἐκ σπέρματος Δαβίδ· ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει.

Καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν· δοῦλον μὲν διὰ τὴν »δούλου μορ- »φὴν« καὶ τὸν »ἐκ σπέρματος Δαβίδ«, υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν ἄνθρωπον καὶ οὐκ ἄνθρωπον· ἄνθρωπον μὲν κατὰ τὸ θανάτου δεκτικόν, οὐκ ἄνθρωπον δὲ κατὰ τὸ ἀνθρώπου θειότερον.

ἐγὼ δ᾿ οἶμαι καὶ τὸν Μαρκίωνα παρεκδεξάμενον ὑγιεῖς λόγους, ἀθετοῦντα αὐτοῦ τὴν ἐκ Μαρίας γένεσιν κατὰ τὴν θείαν αὐτοῦ φύσιν, ἀποφήνασθαι ὡς ἄρα οὐκ ἐγεννήθη ἐκ Μαρίας, καὶ διὰ τοῦτο τετολμηκέναι περιγράψαι τούτους τοὺς τόπους ἀπὸ τοῦ εὐαγγελίου· ᾧ παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παρασεξάμενοι, οἵ τε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες.

καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν »μέχρι θανάτου« καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοήσαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὄσον ἐφ᾿ ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώπου, οὐ δυναμένους δι᾿ ἐκείνου σώζεσθαι.

ὡς γὰρ »δι᾿ ἑνὸς ἀνθρώπου« »ὁ »θάνατος«, οὕτως καὶ δι᾿ ἑνὸς ἀνθρώπου ἡ τῆς ζωῆς δικαίωσις· οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεοῦ, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον· μεθ ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ

ἡμῶν. ταῦτα δέ μοι πάντα εἴρηται τὰς ἐμφαινομένας διαφωνίας τῶν εὐαγγελίων <συμφώνους> παραστῆσαι θέλοντι ὁδῷ τῆς πνευματικῆς ἐκδοχῆς.

Εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παραδείγματι χρηστέον, ὅτι Παῦλος ὁ μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρ- [*](1 Vgl. Röm. 1, 4. — 4 Vgl. Phil. 2, 7.— 5 Vgl. Röm. 1, 3. — Kol. 1, 15. Röm, 1, 4. — 9 Vgl. Zahn, Gesch. d. NT. Kanons II, 455 (zu Luk. 3, 1). — 15 Vgl. hom. in Jerem. 15,6 (S. 130, 4 ff. Kl.) Hilgenfeld, Ketzergesch. d. Urchristent. S. 421 ff. — 16 Vgl. Hilgenfeld, Ketzergesch. d. Urchristent. S. 546 ff. — 17 Vgl. Phil. 2, S. — 21 Vgl. Röm. 5, 12. 18. — 24 Vgl. Job. 1, 1. — 33 Vgl. Rom. 7, 14.) [*](24 θεοῦ] θεόν, corr. v. Coelln (DG I, 257) | 25 ἀναλαβόντα, corr. V | 28 ὁποίαν] ὁποῖος ἦν corr. Pr, ὁποίαν οὖν We | 29 τῆς ἐμφαινομένης, corr. Hu | 30 <συμφώνους> + We vgl. o. S. 173, 27.)

177
τίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷός τε ἦν, »ὁ δὲ πνευματικὸς ἀνακρίνει »πάντα«, καὶ »ὑπ' οὐδενὸς ἀνακρίνεται«. καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί· »Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ«· τοῦ δὲ πνευματικοῦ· »ὃ θέλω πράσσω, καὶ ὃ μισῶ οὐ ποιῶ«. ἀλλὰ καὶ ὁ ἁρπαγεὶς »ἔως τρίτου οὐρανῦ« καὶ ἀκούσας »ἄρρητα ῥήματα« ἕτερος ἦν παρὰ τὸν λέγοντα· »Περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ »δὲ ἐμαυτοῦ οὐ καυχήσομαι«.

εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἕνα Ἰουδαίους κερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, > κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, »μὴ ὢν »ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ«, ἴνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουόαίους,ἰόίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής.

οἷον ἃ λέγει »κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν«, ἀσθενὴς ὢν λέγει· »Τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει ἢ τὸν Τιμόθεον περιτέμνει, Ἰουδαῖος γίνεται· ὅτε δὲ Ἀθηναίοις φησίν· »Εὗρον βωμὸν ἐν ᾡ »ἐγέγραπτο Ἀγνώστῳ θεῷ· ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ »καταγγέλλω ὑμῖν«· καὶ τὸ »Ὠς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν »εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν«, τοῖς ἀνόμοις ὡς ἄνομος γίνεται, εὐσέβειαν μαρτυρῶν τοῖς ἀσεβεστάτοις καὶ τῷ εἰπόντι· »Ἐκ Διὸς ἀρχώμεθα · τοῦ γὰρ καὶ γένος ἐσμέν« καταχρησάμενος πρὸς ὃ ἐβούλετο. τάχα δ' ἔσθ' ὅΠου τοῖς μὴ Ἰουδαίοις μὲν ὑπὸ νόμον ὑπὸ νόμον γίνεται.

Ταῦτα δὲ οὐ μόνον εἰς τὰ περὶ τοῦ σωτῆρος χρήσιμα ἡμῖν ἐστιν τὰ παραδείγματα, ἀλλὰ καὶ εἰς τά περὶ τῶν μαθητῶν, περὶ ὡν καὶ αὐτῶν ἐστίν τις κατὰ τὸ ῥητὸν διαφωνία. τάχα γὰρ τῇ ἐπινοίᾳ εὑρισκόμενος ὑπὸ τοῦ ἰδίου ἀδελφοῦ Σίμων Ἀνδρέου καὶ ἀκούων »Σὺ κληθήσῃ Κηφᾶς«, ἕτερός ἐστιν παρὰ τὸν ὁρώμενον ἅμα τῷ ἀδελφῷ ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας Ἰησοῦ, καὶ ἀκούοντα ἅμα ἐκείνῳ τῷ Ἀνδρέᾳ· »Δεῦτε ὀπίσω »μον καὶ ποιήσω ὑμᾶς ἀνθρώπων«.

ἔπρεπεν γὰρ τῷ θεῷ] λογικώτερον ἀπαγγέλλοντι περὶ τοῦ γενομένου σαρκὸς λόγου καὶ τὴν [*](1 Ι Kor. 2, 15 — .3 Rom. 7, 15 — 5 Vgl. II Kor. 12, 2 ff. — 6 II Kor. 12, 5. — 7 Vgl. Ι Kor. 9, 20 ff. — 14 I Kor. 7, 6. — 15 II Kor. 11, 29. — 16 Vgl. Act. 21, 24 ff. — Act. 16, 3. — 17 Act. 17, 23. — 19 Act. 17, 28. — 21 cf. Aratus, Phaen. 5. — 28 Job. 1, 41 f. — 30 Matth. 4, 18 f.; vgl. Mark. 1, 16 f. — 33 Vgl. Job. 1, 14.) [*](1 ἦν] η. corr. V | ἀνακρίνει] ἀνακρίνειν, corr. We | 2 ἀνακρίνετο, | corr. We | καυχήσωμαι, corr. V | 9 ἵνα — νόμον add. V | 12 ὡς Ἰουδαῖος Lommatzsch | 23 μὲν add. Pr | 32 θεολογικώτερον ägt Br vor.)

178
γένεσιν διὰ τοῦτο μὴ ἀναγράψαντι τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου, μηδὲ τὸν παρὰ τῇ θαλάσσῃ εὑρημένον καὶ ἐκεῖθεν καλούμενον εἰπεῖν, ἀλλὰ τὸν εὐρισκόμενον ὑπὸ τοῦ ἀδελφοῦ, μείναντος παρὰ τῷ Ἰησοῦ τῇ δεκάτῃ ὥρᾳ, καὶ διὰ τὸ οὕτως εὑρίσκεσθαι εὐθέως λαμβάνοντα τὸ »Κηφᾶς«.

ὁ γὰρ ὁρώμενος ὑπὸ τοῦ περιπατοῦντος παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας μόλις ποτὲ καὶ ὕστερον λαμβάνει τὸ Νυ εἶ Πέτρος, »καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν«.

καὶ ὁ μὲν παρὰ τῷ Ἰωάννῃ Ἰησοῦς γινώσκεται παρὰ τοῖς Φαρισαίοις βαπτίζων, ἐν τοῖς μαθηταῖς αὐτοῦ βαπτίζων, μετὰ καὶ τῶν ἄλλων ἐξαιρέτων καὶ τοῦτο ποιῶν· ὁ δὲ παρὰ τοῖς τρισὶν Ἰησοῦς οὐδαμῶς βαπτίζει.

ἔτι δὲ καὶ ὁ βαπτιστὴς Ἰωάννης μέχρι πολλοῦ παρὰ τῷ ὁμωνύμῳ εὐαγγελιστῇ διαρκεῖ μὴ βεβλημένος εἰς φυλακήν· ὁ δὲ παρὰ τῷ Ματθαίῳ σχεδὸν Ἰησοῦ πειραζομένου εἰς τὴν φυλακὴν παραδίδοται· δι ὃν καὶ ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, περιϊστάμενος τὸ γενέσθαι ἐν τῇ φυλακῇ· ἀλλ’ οὐδὲ εὑρίσκεται παρὰ τῷ Ἰωάννῃ ὁ βαπτιστὴς παραδιδόμενος εἰς φυλακήν.

τίς δ' οὕτως σοφὸς καὶ ἐπὶ τοσοῦτον ἱκανὸς ὡς πάντα τὸν Ἰησοῦν ἀπὸ τῶν τεσσάρων εὐαγγελιστῶν μαθεῖν, καὶ ἔκαστον ἰδίᾳ χωρῆσαι νοῆσαι, καὶ πάσας αὐτοῦ τὰς καθ ἕκαστον τόπον ἰδεῖν ἐπιδημίας καὶ λόγους καὶ ἔργα;

Κατὰ μέντοι γε τὸν προκείμενον τόπον ἀκολούθως νομίζομεν τῇ ἕκτῃ ἡμέρᾳ τὸν σωτῆρα, ὅτε γεγένηται ἡ κατὰ τὸν γάμον οἰκονομία ἐν Κανᾷ τῆς Γαλιλαίας, καταβεβηκέναι ἅμα τῇ μητρὶ καὶ τοῖς ἀδεφοῖς καὶ τοῖς μαθηταῖς εἶς τὴν Καφαρναούμ, ὅπερ ἑρμηνεύεται ἀγρος >παρακλήσεως<.

ἐχρῆν γὰρ μετὰ τὴν έν τῷ οἴνῳ εὐωχίαν καὶ εἰς τῆς >παρακλήσεως ἅμα τῇ μητρὶ καὶ τοῖς μαθηταῖς ἐληλυθέναι τὸν σωτῆρα, παρακαλέσοντα ἐπὶ τοῖς ἐν τῷ † πλήθει ἀγρῷ ἐσομένοις καρποῖς τοὺς μαθητευομένους καὶ τὴν συνειληφυῖαν αὐτὸν ψυχὴν ἐκ τοῦ ἁγίου πνεύματος, ἢ τοὺς ἐκεῖ ὠφελημένους.

Ζητητέον μέντοι γε, διὰ τί εἰς μὲν τὸν γάμον οὐ καλοῦνται οἱ ἀδελφοὶ αὐτοῦ ἀλλ’ οὐδὲ ἦσαν ἐκεῖ, οὐ γὰρ εἴρηται), εἰς δὲ τὴν Καφαρναοὺμ καταβαίνουσιν μετ' αὐτοῦ καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν μαθητῶν. ἔτι δὲ ἐξεταστέον, διὰ τί νῦν οὐκ εἰσέρχονται εἰς τὴν Καφαρναοὺμ μηδὲ ἀναβαίνουσιν εἰς αὐτήν, ἀλλὰ καταβαίνουσιν.

ὅρα οὖν εἰ ἐνταῦθα τοὺς ἀδελφοὺς ἀντὶ τῶν συγκαταβεβηκυιῶν αὐτῷ δυ- [*](1 Vgl. Job. 1, 2. — 3 Vgl. Job. 1, 39. — 6 Mattb. 16, 18, — 8 Vgl. Job. 3, 22 4, 1 f. — 13 Vgl. Mattb. 4, 12. — 21 Vgl. S. 172, 28. — 22 Vgl. Job. 2, 12. — 23 Vgl. Lagarde, Onomast. p. 193, 27: Καρφαναοὺμ κώμη παρακλήσεως. Armen. Onom. Kapbarnaum: Landgut der Auswanderung (παρεκκλίσεως, παρακλίσεως?) — 31 Job. 2, 12.) [*](20 κατὰ] καὶ ἀ, corr. Hu | 26 πλήθει verdorben; παρακλήσεως? We, λευκῷ? Pr | 28 ἢ] καὶ? We | ὠφελησομένους? We | 33 οὐδὲ? We.)

179
νάμεων ἐκληπτέον , οὐ καλουμένων εἰς τὸν γάμον καθ’ ἃς εἴπαμεν διηγήσεις, κατωτέρω δὲ ἐν ὑποδεεστέροις τῶν χρηματιζόντων μαθητῶν τοῦ χριστοῦ καὶ ἀλλοειδῶς ὠφελημένων· ὅτι εἰ καλεῖται μήτηρ αὐτοῦ, εἰσί τινες καρποφοφοῦντς, πρὸς οὓς αὐτός τε καταβαίνει ὁ κύριος σὺν τοῖς ὑπηρέταις τοῦ λόγου καὶ μαθηταῖς, τοὺς τοιούτους ὠφελῶν, καὶ τῆς μητρὸς αὐτῷ συμπαρούσης.