Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

* * * * ἐν αὐτῇ ἀναγεγραμμένοι ἀριθμοὶ κατά τινα ἀναλογίαν ἁρμόζουσαν ἑκάστῳ πράγματι γραφῆς ἠξιώθησαν. ἐξεταστέον δέ, μήποτε μία τῶν βίβλων Μωσέως ἐπιγεγραμμένη Ἀριθμοί ἐξαιρέτως τὸν περὶ ἀριθμῶν τοῖς τὰ τοιαῦτα ἐξιχνεύειν δυναμένοις διδάσκει λόγον.

Ταῦτα δέ μοι ἐν ἀρχῇ τοῦ δεκάτου τόμου λέγεται πρὸς σέ, πολλαχοῦ ὁρῶντι τῆς γραφῆς διαφερούσης προνομίας τετευχότα τὸν σέκα ἀριθμόν, ὡς ἔνεστι καὶ σοὶ ἐπιμελῶς κατανοεῖν, ἐλπίζοντί τε λήψεσθαι ἀπὸ θεοῦ πλέον τι καὶ εἰς τοῦτον τὸν τόμον· ὅπερ ἴνα ὑπαρχθῇ κατὰ δύναμιν ἐμπαρέχειν ἑαυτοὺς τῷ δωρεῖσθαι τὰ κάλλιστα βουλομένῳ θεῷ πειρώμεθα.

Ἀρκτέον δὲ τοῦ βιβλίου ἐντεῦθεν· »Μετὰ τοῦτο κατέβη εἰς κα- »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταί, καὶ ἐκεῖ † ἔμεινεν οὐ πολλὰς ἡμέρας καὶ οἱ λοιποὶ τρεῖς γράψαντες τὰ εὐαγγέλια μετὰ τὸν πρὸς τὸν διάβολον ἀγῶνα τοῦ κυρίου εἰς τὴν Γαλιλαίαν φασὶν αὐτὸν ἀνακεχωρηκέναι.

Ματθαῖος δὲ καὶ Λουκᾶς πρότερον γενόμενον ἐν Ναζάροις μετὰ ταῦτα καταλελοιπότα αὐτὰ ἐλθόντα κατῳκηκέναι εἰς Καφαρναούμ. ὁ δὲ Ματθαῖος καὶ Μάρκος καὶ αἰτίαν τινὰ λέγουσι τοῦ αὐτὸν ἐκεῖθεν ἀνακεχωρηκέναι τὸ ἀκηκοέναι, ὅτι Ἰωάννης παρεδόδη.

Ἔχει δὲ οὕτως τὰ ῥητὰ τοῦ μὲν Ματθαίου· »Τότε ἀφίησιν »αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. »ἀκούσας δὲ ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν καὶ καταλιπὼν τὴν † Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν »παραθαλασσίαν, έν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ. ἴνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαϊου τοῦ προφήτου, λέγοντος· Γὴ Ζαβουλών«· καὶ μετὰ τὰ ἐν τῷ Ἡσαΐᾳ ῥητὰ λέγει· »Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κη- ρύσσειν καὶ λέγειν· Τι Μετανοεῖτε, ἤγγικε † γὰρ ἡ βασιλεία τῶν οὐρανῶν‘.

ὁ δὲ Μάρκος Καὶ ἦν«, φησίν, »ἐν τῇ ἐρήμῳ τεσσερά- »κοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ καὶ ἠν μετὰ τῶν θηρίων »καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάν- [*](12 Joh. 2, 12. — 16 Vgl. Matth. 4, 12 ff. — Vgl. Luk. 4, 14 f. — 18 Vgl. Matth. 4, 12. Mark. 1, 14. — 21 Matth. 4, 11–15. — 27 Matth. 4, 17. — 29 Mark. 1, 13—15.) [*](1 Am Anfang ist ein Blatt verloren gegangen; man wird es durch den vor- stehenden Textabschnitt ersetzt haben s. z. S. 170, 1 | 14 ἔμειναν las Orig., vgl. c. 9. u. ΒℵLX 33 al. | 19 αἰτίαν] Endung von junger Hd. a. Ras. compendiarisch geschr. | τὸ] τώ V | 24 Orig. las Ναζαρά | 26 nach Ζαβουλών ist viell. καὶ τὰ ἑξῆς ausgefallen | 28 die Stelle lautet S. 180, 30 wie hier, aber u. c. 10: ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν, wie Syr. Cur. Sin.; das ist der Text des Orig.; den Öhnlichen Text, der hier steht, schrieb der Copist aus seinem Exemplar ab, da Orig. die ängeren Citate nicht mit zu dictieren pflegte.)

172
»νην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ »θεοῦ, ὄτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγεικεν ἡ βασιλεία τοῦ θεοῦ·

»μετανοεῖτε καὶ πιστεύετε τῷ εὐαγγελίῳ«. ἔπειτα διηγησάμενος καὶ περὶ Ἀνδρέου καὶ Πέτρου, Ἰακώβου τε καὶ Ἰωάννου, ἀναγράφει ταῦτα· »Καὶ εἰσπορευόμενος εἰς Καφαρναοὺμ καὶ εὐθέως τοῖς σάββασιν ἐδί- »δασκεν εἰς τὴν συναγωγήν«.

ὁ δὲ Λουκᾶς· Καὶ συντελέσας, φησί, τὸν πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ ἄχρι καιροῦ. καὶ ὑπέ- »στρεψεν ὁ Ἰησοῦς έν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν. καὶ φήμη ἐξῆλθεν καθ’ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ. καὶ αὐτὸς »ἐδίδδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων. καὶ »ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς »αὐτῷ ἐν τῇ

ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν( παραστήσας δὲ τὰ ἐν Ναζροῖς αὐτῷ εἰρημένα, καὶ τὸν κατ' αὐτοῦ θυμὸν τῶν ἐν τῇ συναγωγῇ, ἐκβαλλόντων »αὐητὸν ἔξω τῆς πόλεως« καὶ ἀγαγόντων »ἕως ὀφρύος τοῦ ὄρους, ἐφ' οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, ὥστε »κατακρημνίσαι αὐτόν« καὶ ὡς »διελθὼν διὰ μέσου αὐτῶν« ὁ κύριος »ἐπορεύετο«, ἐπισυνάπτει ταῦτα· »Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ »πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς έν τοῖς σάββασιν«.

ΙΙΙ. * * * <Παραστατέον δὲ> τὴν περὶ τούτων ἀλήθειαν ἀποκεῖ σθαι ἐν τοῖς νοητοῖς, <διὰ τὸ πολλοὺς> μὴ λυομένης τῆς διαφωνίας ἀφεῖσθαι τῆς περὶ τῶν εὐαγγελίων πίστεως, ὡς οὐκ ἀληθῶν οὐδὲ θειοτέρῳ πνεύματι γεγραμμένων ἢ ἐπιτετευγμένως ἀπομνγμονευθέντῶν· ἑκατέρως γὰρ λέγετᾳι συντετάχθαι ἡ τούτων γραφή. λεγέτωσαν γὰρ ἡμῖν οἱ παραδεχόμενοι τὰ τέσσαρα εὐαγγέλια, καὶ τὴν δοκοῦσαν διαφωνίαν οἰόμενοι μὴ λύεσθαι διὰ τῆς ἀναγωγῆς πρὸς ταῖς προειρημέναις ἡμῖν ἐπαπορήσεσιν περὶ τῶν τεσσεράκοντα τοῦ πειρασμοῦ ἡμερῶν οὐδαμῶς δυναμένων χώραν ἔχειν παρὰ τῷ Ἰωάννῃ, πότε γέγονεν έν τῇ Καφαρναοὺμ ὁ κύριος· εἰ γὰρ μετὰ τὰς ἕξ τοῦ ὅτε ἐβαπτίσθη ἡμέρας, τῇ ἕκτῃ γενομένης τῆς κατὰ τὸν ἐν Κανᾷ τῆς Γαλιλαίας γάμον οἰκονομίας, δῆλον ὅτι οὔτε πεπείρασται οὔτε ἐν Ναζαροῖς ἐγένετο οὔτε Ἰωάννης πω παρεδέδοτο.

μετὰ οὐν τὴν Κα- [*](3 Vgl. Mark. 1, –20. — 5 Mark. 1, 21. — 6 Luk. 4, –16, — 12 Vgl. Luk. 4, 17 ff. — 14 Vgl. Luk. 4, 28 ff. — 17 Luk. 4, 31. — 29 Vgl. Joli. 2, 1. — 31 Vgl. Joh. 2, 15) [*](5 εἰσπορευόμενος] εἰσπορεύονται wohl die richtige Lesart vgl. u. S. 180, 35 | εὐθέως] wohl mit L. 1. 33 und S. 180, 35 εὐθύς | 15 πόλεις | 17 καὶ ü. d. Z. | x003E; We; Ferrarius und d. Ausgg. lesen δεῖ; dabei fehlt die Verbindung und es passt nicht recht zum folgenden. Einige Zeilen der Vorlage scheinen zum Anfang ört oder unleserlich gewesen zu sein. Dass vorher noch mehr dagestanden hat, geht aus Zeile 25 hervor | 20 διὰ τὸ πολλοὺς Pr, ἢ Br | 22 θειοτέρων | 25 scheint vor c. 3 etwas ausgefallen zu sein | 27 τότε, corr. V | 28 τοῦ] τῆς? We | 30 οὔτε] ὅτε, corr. V.)

173
φαρναούμ, ἔνθα ἔμεινεν οὐ πολλὰς ἡμέρας, τοῦ πάσχα τῶν Ἰουδαίων ἐγγὺς ὄντος ἀνέβη εἰς Ἱερσόλυμα, ὅτε ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ ἑκχέει τῶν κερματιστῶν τὰ κέρματα.

ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν Φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἀρχῶν] ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. »Μετὰ δὲ ταῦτα ἠλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐ- τῶν καὶ ἐβάπτιζεν· καθ' ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν »Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάν· »νης«· ὅτε καὶ ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἱωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἠλθον πρὸς τὸν Ἰωάννην‘, λέγοντες περὶ τοῦ σωτῆρος τὸ » Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν‘· ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ’ αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.

εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ ὁ χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἕμα ἀληθῆ εἶναι ἐροῦσιν τό τε παρὰ τῷ Ματθαίῳ καὶ Μαρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν αναχωρήαντος, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήν τε εἰς Ιουδαίαν ἐκεῖθεν κάθοδον, ὅτε οὔπω βεβλημένος ἦν εἰς φυλακὴν ὁ Ἰωάννης, ἀλλ' ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ;

καὶ ἐπὶ ἄλλων δὲ πλειόνων εἵ τις ἐπιμελῶς ἐξετάζοι τὰ εὐαγγέλια περὶ τῆς κατὰ τὴν ἱστορίαν ἀσυμφωνίας, ἥντινα καθ’ ἔκαστον πειρασόμεθα κατὰ τὸ δυνατὸν παραστῆσαι, σκοτοδεινιάσας ἤτοι ἀποστήσεται τοῦ κυροῦν ὡς ἀληθῶς τὰ εὐαγγέλια, καὶ ἀποκληρωτικῶς ἑνὶ αὐτῶν προσθήσεται, μὴ τολμῶν πάντη ἀθετεῖν τὴν περὶ τοῦ κυρίου ἡμῶν πίστιν, ἢ προσιέμενος τὰ τέσσαρα εἶναι <ἐρεῖ τ'> ἀληθὲς αὐτῶν οὐκ ἐν τοῖς σωματικοῖς χαρακτῆρσιν.

Ὑπὲρ δὲ τοῦ ποσὴν ἐπίνοιαν τοῦ βουλήματος τῶν εὐαγ- [*](4 Vgl. Job. 3, 1. — 6 Job. 3, 22 f. — 11 Vgl. Job. 3, 25 f. — 1.3 Job. 3, 26. — 18 Vgl. Mattb. 4, 13; vgl. Mark. 1, 13 ff. Luk. 4, 13 ff. — 21 Vgl. Mattb. 4, 12. Mark. 1, 14. — 22 Vgl. Job. 2, 12. — 23 Vgl. Job. 2., –3 22. — 25 Vgl. Job. 3, 28.) [*](4 ἀρχῶν] wobl aus dem Vorbergebenden älschlich wiederbolt; ἀρχ·ὴν, corr. V Ausgg. | 9 Σαλὶμ] ἀλὶμ, σαλήμ V viell. mit Recbt (wie 1. (39. Λ); Σαλείμ Ausgg. | 12 ἦλθεν, corr. V | 18 καταλιπὼν, corr. V, καταλεέπων Ausgg. vgl. S. 180, 27 | 23 εἰς + V vgl. u. S. 192, 8. 205, 10 | 24 ὅτε] ὅτι, corr. Pr | 28 V 29 ἀληθῆ? | ἑνὶ] ἕν, corr. V | 31 ἐρεῖ Pr, <ἕκαστον ἐρεῖ> εἶναι)

174
γελίων περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήν τε παρουσίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφόροις τόποις, οὐχ ὁμοεδεῖς τε πάντη εὐεργεσίας εὐεργετουμένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι ἃ βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶν τε πρὸς τοὺς ἀγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῲ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγγελλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτελουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρημένους δύο θέλειν ἡμᾶς διδάσκειν· ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν· συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὑτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλλομένων ἀλλήλοις, καὶ περὶ ετέρων ἐν ὀλίγῳ παραλλαττέτωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις· ὤφθη ὁ θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷ τῷ τόπῳ , καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν εἰς τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε.

ὁ κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγονέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, ᾡ καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένᾳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρὴσθαι ᾡ κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ. τὰ δὲ παραπλήσια περὶ τοῦ τρίτου καὶ τοῦ τετάρτου νοητέον.

συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγήσεων. δέξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνς ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον ἐν τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εῖναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθε- [*](25 Vgl. Zeile 13.) [*](1 τοιούτων doppelt geschrieben | 4 αὐτῶν] αὐτην, corr. Hu | 12 ἔστιν, corr. Hu | 14 παραγγελλέτωσαν, corr. Pr | 17 οὑτως εἰ, corr. Pr | 18 εἰς + Β | ἱστορία, corr. V | 28 ἣ διὰ] ἰδια, corr. Β | πρόσθοιτ' ἂν] πρόσθοιτον ὄντα, corr. Pr, πρός τινα τὰ V προσθετὰ ὄντα Perionius, Br | 30 ἐν + We | .31 ἀδύνατον] corr. Hu.)

175
ζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρηκέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον.

Ὥσπερ οὖν ἐπὶ τούτων, ὧν ὑπεθέμην, ἐκληφθεὶς ὁ νοῦς τῶν ἱστορικῶν, χαρακτῆρι βουληθέντων ἡμᾶς διδάξαι τὰ ὑπὸ τοῦ νοῦ αὐτῶν τεθεωρημένα, οὐδεμίαν ἂν εὑρεθείη ἔχων διαφωνίαν, εἰ οἱ τέσσαρες εἶεν σοφοί· οὕτω νοητέον καὶ ἐπὶ τῶν τεσσάρων ἔχειν εὐαγγελιστῶν καταχρησαμένων μὲν πολλοῖς τῶν κατὰ τὸ τεράστιον καὶ παραδοξότατον τῆς δυνάμεως Ἰησοῦ πεπραγμένοις δὲ καὶ ἐΜ’ ὅπου καὶ προσυφανάντων τῇ γραφῇ μετὰ λέξεως ὡσπερεὶ αἰσθητὸν τὸ καθαρῶς νοητῶς αὐτοῖς τετρανωμένον.

οὐ καταγινώσκω δέ που καὶ τὸ ἱστορίαν τὴν ἱστορίαν ἑτέρως γενόμενον πρὸς τὸ χρήσιμον τοῦ τού μυστικοῦ σκοποῦ μετατιθέναι πως αὐτούς, ὥστε εἰπεῖν ἐν τώδε τῷδε τῷ τόπῳ γενόμενον ὡς έν ἑτέρῳ, ἢ τὸ ἐν τῷδε τῷ καιρῷ ὡς ἐν ἄλλῳ, καὶ τὸ οὑτωσὶ ἀπαγγελλόμενον μετά τινος παραλλαγῆς αὐτοὺς πεποιηκέναι.

προέκειτο γὰρ αὐτοῖς ὅπου μὲν ἐνεχώρει ἀληθεύειν πνευματικῶς ἅμα καὶ σωματικῶς, ὅπου δὲ μὴ ἐνεδέχετο ἀμφοτέρως, προκρίνειν τὸ πνευματικὸν τοῦ σωματικοῦ, σωζομένου μολλάκις τοῦ ἀληθοῦς πνευματικοῦ ἐν τῷ σωματικῷ ὡς ἂν εἴποι τις, ψεύδει· ὡς εἰ καὶ ἀπὸ τῆς ἱστορίας λέγοιμεν ὅτι ὁ Ἰακὼβ φάσκων τῷ Ἰσαάκ· »Ἐγὼ Ἠσαῦ ὁ πρωτότοκός σου υἱός« κατὰ μὲν τὸ πνευματικὸν ἠλήθευεν μεταλαβὼν τῶν πρωτοτοκίων ἤδη ἐν τῷ ἀδελφῷ παραπολλυμένων, καὶ διὰ τῆς στολῆς τῶν τε ἐριφίων δερμάτων τὸν ἔξωθεν χαρακτῆρα τοῦ Ἠσαῦ ἀναλαβὼν καὶ γενόμενος χωρὶς τῆς αἰνούσης τὸν θεὸν φωνῆς Ἠσαῦ, ἵνα χώραν λάβῃ πρὸς τὸ εὐλογηθῆναι ὕστερον ὁ Ἠσαῦ. τάχα γὰρ εἰ μὴ ηὐλόγητο Ἰακὼβ ὡς Ἠσαῦ, οὐκ ἂν οὐδὲ Ἠσαῦ καθ' ἑαυτὸν δέξασθαι τὴν εὐλογίαν οἷός τε ἠν.