Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ καὶ μὴ εἰρήκασιν δὲ οὗτοι τοὺς προάγοντας καὶ ἀκολουθοῦντας ὄχλους, οὐκ ἀπίθανόν ἐστιν ἐφαρμόσαι τοὺς μὲν προάγοντας Μωσεῖ καὶ τοῖς προφήταις, τοὺς δὲ ἐπακολουθοῦντας τοῖς ἱεροῖς ἀποστόλοις, οἵτινες ἅπαντες εἰσέρχονται εἰς πόλιν Ἱεροσόλυμα , ὅσον κατὰ τοῦτον τὸν λόγον ζητητέον, ἔχοντα πωλοῦντας καὶ ἀγοράζοντας πολλοὺς ἐξελαυνομένους ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ.

καὶ τάχα »ἡ ἄνω Ἱερουσαλήμ«, εἰς ἥν ἀναβήσεται ὁ κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, ἢ τῶν διακονονύντων αὐτῷ ἀγγέλων — δύνανται γὰρ [*](3 Vgl. Dan, 8, 5. — 6 Vgl. Matth. 21, — 31 Vgl. Gal. 4, 26. — 34 Vgl. Matth. 4, 11.) [*](4 οὐρανόθεν] οὐρανὸν ὅθεν, corr. Hu | 5 ἔτι] ἐπὶ, corr. Hu | 13 εἰκάσαι] εἰκασεν Μ, εἴκασε V, corr. We | 14 αὐτὰς] αὐτὸν V Ausgg. Ι 19 χωρεῖν] χωροῦν, corr. Hu | 29 πόλιν] ποίαν, corr. We Ι 34 ἀγγέλων] ἀπαγγέλων, corr. Hu.)

203
καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολουθούντων αὐτῷ — λέγεται νῦν, ἥ εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα »πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις« , ἢ τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσθαι, λεγούσης· » Ἡ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν »χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν«.

οὑτοι γάρ εἰσιν οἱ τὸν οὐράνιον τοῦ πατρὸς οἶκον, τὴν ἁγίαν Ἱερουσαλήμ τὸν οἶκον τῆς προσευχῆς μολύνοντες καὶ σπήλαιον λῃστών« ποιήσαντες, οὐκ ἄλλων ἢ ἑαυτῶν, ἀργύριον ἔχοντες ἀδόκιμον καὶ διδόντες ὀβολοὺς καὶ κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόνητα νομίσματα.

οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἴνα δῶσιν τὰ μηδενὸς ἄξια.

πλὴν πορευθέντες οἱ μαθηταὶ εὑρίσκουσιν τὴν δεδεμένην ὄνον καὶ λύουσιν, διὰ τὸ ἐπικείμενον κάλυμμα τῷ νόμῳ Ἰησοῦν οὐκ ἔχουσαν.

καὶ ὁ πῶλος δὲ μετ' αὐτῆς εὑρίσκεται, ἐπεὶ ἀμφότερα πρὸ Ἰησοῦ ἦν ἀπολωλότα· λέγω δὲ οἱ ἐκ περιτομῆς καὶ οἱ ἀπὸ τῶν ἐθνῶν ὕστερον πιστεύσαντες.

πῶς δὲ οὗτοι εὐθὺς πάλιν ἀποστέλλονται μετὰ τὸ ἐπικαθεσθέντα τὸν Ἰησοῦν εἰς τὰ Ἱεροσόλυμα ἀναβεβηκέναι οὐκ ἀκίνδυνον εἰπεῖν, μυστικὸν γὰρ ἐχόμενον τῆς περὶ] τῶν ἁγίων εἰς ἀγγέλους μεταβολῆς, ἀποσταλησομένους κατὰ τὸν μετὰ τοῦτον αἰῶνα, παραπλησίως τοῖς εἰς διακονίαν ἀποστελλομένοις λειτουργικοῖς πνεύμασιν διὰ τοὺς κατά γε ταῦτα μέλλοντας κληρονομεῖν ςωὴν αἰώνιον.

εἰ εἰ ἡ ὄνος καὶ ὁ πῶλος τὰ παλαιὰ καὶ τὰ καινὰ εἴη Ι γράμματα, οἷς ὁ λόγος ὀχεῖται τοῦ θεοῦ, οὐ πάνυ τι χαλεπὸν ἔσται παραστῆσαι, πῶς ἀποστέλλονται τοῦ λόγου ἐν αὐτοῖς φανέντος οὐ μένουσιν δὲ μετὰ τὸ εἰσελθεῖν εἰς Ἱεροσόλυμα τὸν λόγον ἐν τοῖς ἀποβεβληκόσιν πάντας τοὺς πωλοῦντας καὶ ἐγοράζοντας λογισμούς.

Ἐγὼ δὲ οἶμαι μὴ μάτην κώμην τε εἶναι τὸν τόπον τοῦτον, ὅπου ἦν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ τοῦτο ἀνώνυμον· κώμη γὰρ ὡς πρὸς τὸν ἐν οὐρανῷ πάντα κόσμον ἡ πᾶσά ἐστιν γῆ, ὅπου ἐστὶν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ ἡ κώμη αὐτάρκως χωρὶς προσθήκης ἑτέρου ὀνόματος καλουμένη.

ἀπὸ Βηθφαγὴ δὲ ὁ Ματθαῖός φησιν ἀποστέλλεσθαι τοὺς παραληψομένους τὴν ὄνον καὶ τὸν πῶλον, ἥτις [*](2 Eph. 6, 12. — 6 Jes. 1, 7. — 9 Vgl. Matth. 21, 13. — 15 Vgl. II Kor. 3, 15. 22 Vgl. Hebr. 1, 14. — 30 Vgl. Matth. 21, 2.) [*](1 οὕτω, corr. We | 17 οἱ] ὁ | 20 ἐχόμενον wohl verderbt, viell. ὲ́χει νοῦν | περὶ, str. We, der noch vorschlägt: τῆς <ἀλληγορίας τῆς> περὶ τῆς τῶν Ι 27 δὲ + We.)

204
τόπος ἠν ἱερατικός οἶκος σιαγόνων‘ ἑρμηνευόμενος.

καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου καὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν εἰς τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου.

ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς πῶλον δεδεμένον, ἐφ' ὅν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον.

προστίθησιν δὲ ὁ Μάρκος ὅτι »εὑρον τὸν πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου«· τίς δὲ ἔξω; οἱ ἀπὸ τῶν ἐθνῶν , οἳ ἠσαν »ξένοι τῶν διαθηκῶν« καὶ ἀλλότριοι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐπὶ τοῦ ἀμφόδου καὶ οὐχὶ ὑπὸ στέγην ἢ οἰκίαν ἀναπαυόμενοι, δεδεμένοι ταῖς ἰδίαις ἁμαρτίαις καὶ λυόμενοι ὑπὸ τῆς προειρημένης διπλῆς ἐπιστήμης τῶν Ἰησοῦ γνωρίμων.

οἱ δὲ δεσμοὶ τοῦ δεδεμένου πώλου, καὶ αἱ ἁμαρτίαι παρὰ τὸν ὑγιῆ γεγενημέναι λόγον έλεγχόμεναι ὑπ' αὐτοῦ θύρας τυγχάνοντος ζωῆς πρὸς ἐκείνην (λέγω δὴ τὴν θύραν) ἦσαν οὐκ ἔνδον, ἀλλ’ ἔξω· τάχα γὰρ ἔνδον τῆς θύρας θεσμὸς γενέσθαι τῆς κακίας οὐ δύναται.

ἑστήκασιν δέ τινες παρὰ τῷ δεδεμένῳ πώλῳ, ὡς ὁ Μάρκος φησίν, οἶμαι ὅτι οἱ δήσαντες αὐτόν· ὡς δὲ Λουκᾶς ἀναγράφει, »Εἶπαν »κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· Τί λύετε τὸν πῶλον; «κύριοι γὰρ οἱ ὑποτάξαντες καὶ δήσαντες τὸν ἡμαρτηκότα παράνομοι, οἵτινες οὐ δύνανται ἀντιβλέψαι τῷ ἀληθῶς κυρίῳ ἀφέλκοντι τοῦ δεσμοῦ αὐτῶν τὸν πῶλον.

ὅτι οὖν φασιν οἱ μαθηταί· »Ὁ κύριος αὐτοῦ χρείαν »ἔχει« μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἕνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς ὁ κύριος ἀναπαύσηται.

Τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον »ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ | »εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ« ἤ· »Ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' «αὐτήν. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας‘.

ἐν μἷς μὲν γὰρ τῶν ἐχόντων τὸ ἱερὸν ἐν αὑτοῖς ἐκβάλλει πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ· ἐν ἑτέροις δὲ μὴ [*](1 Vgl. in Matth. XVJ, 17. Lagarde, Onomast. sacr. p. 188, 75: Βηθφαγή· οἷκος σιαγόνων. Vgl. Hieron. p. 60, 26: quidam putant domum maxillarum uocari. Dass übrigens Bethphage Priesterstadt gewesen sei, ist nicht überliefert. Orig. hat die Angabe wohl aus rabbinischer Tradition. — 4 Vgl. Mark. 11,2; Luk. 19, 30. — 7 Mark. 11, 4. — 9 Eph. 2, 12. — 13 Vgl. S. 202, 20ff. — 13 Vgl. Mark. 11, 2. — 17 Vgl. Mark. 11, 5. — 18 Luk. 19, 33. — 22 Luk. 19, 34. — 28 Mark. 11, 15. — 30 Luk. 19, 41. 45.) [*](6 φησι, corr. We Ι 15 τὴν θύραν] τῆς θύρας, corr. Pr Ι 18 δὲ + We.)

205
σφόδρα πειθομένοις τῷ λόγῳ τοῦ θεοῦ μόνον τὴν ἀρχὴν ποιεῖται τοῦ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας. τρίτοι δέ εἰσιν παρὰ τούτους, ἐν οἷς ἤρξατο ἐκβάλλειν μόνους τοι)· πωλοῦντας, οὐχὶ δὲ καὶ τοὺς ἀγοράζοντας.

οἱ δὲ παρὰ τῷ Ἰωάννῃ πάντες ἅμα τοῖς προβάτοις καὶ τοῖς βουσὶν τῷ πλακέντι ἐκ σχοινίων φραγελλίῳ ἐκβάλλονται. ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν † ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεται παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἐκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεις ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας.

καὶ ἡ δοκοῦσα δὲ διακοπὴ τῶν εἰς Ἱεροσόλυμα ἀνόδων τοῦ Ἰησοῦ παρὰ τώ τὸ ἐν χερσὶν εὐαγγελίον ἀναγράψαντι ἑτέρως παρὰ τοὺς τρεῖς, ὡς ἐξεθέμεθα τὰς λέξεις αὐτῶν οὕτω μόνως σώζεσθει δύναται· τοῖς παραπλησίοις πράγμασιν ἐπιπεσόντος τοῦ Ἰωάννου ἀντὶ τῶν κοπτομένων ἀπὸ τῶν δένδρων πλάδων, στιβάδων στιβάδων ἐκ τῶν ἀγρῶν καὶ στρωννυμένων ἐν τῇ ὁδῷ βαΐα τῶν φοινίκων εἰληφέναι λέοντος τὸν πολὺν ἐξεληλυθέναι εἰς τὴν ἑορτὴν ὄχλον, καὶ ἐξεληλυθέναι εἰς ἀπάντησιν αὐτῷ κεκραγότα· »Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ«.