Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ γὰρ ἡ προφητεία αὕτη τὸ παρὰ τοῖς εὐαγγελισταῖς δηλούμενον σωματικὸν μόνον προλέγει, τὴν ἀκολουθίαν τῆς προφητείας σωςέτωσαν ἡμῖν οἱ ἐπὶ τοῦ γράμματος ἱστάμενοι οὕτως ἐ̓χουσαν· Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραϊμ καὶ »ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν , καὶ »πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξαι ὑδάτων ἕως θαλάσσης, »καὶ ποταμῶν διεκβολὰς γῆς« καὶ τὰ ἑξῆς.

Ἰστέον μέντοι γε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ ἡ λέξις ἐξέθετο αὐτὴν ὁ Ματθαῖος. ἀντὶ γὰρ τοῦ »Χαῖρε σφόδρα, θύγατερ »Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ« πεποίηκεν· »Εἴπατε τῇ θυ- »γατρὶ Σιών«, ἐπιτεμνόμενος τὸ προφητικόν· παρεσιώπησεν δὲ καὶ τὸ »Δίκαιος καὶ σώςων αὐτός«, καὶ εἰπὼν ὡς κεῖται τὸ »Πραΰς καὶ »ἐπιβεβηκώς« ἀντὶ τοῦ »Ἐπὶ ὑποςύγιον καὶ πῶλον νέον« ἀνέγραψεν· Ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου«.

Καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτοις ἡμᾶς [*](3 Matth. 21, –4 Mattb. 21 –13. — 19 Sach. 9, 9. — 35 Sach. 9, 10. — 31 Matth. 21, 5.) [*](5 > add. V Ι 7 εἴῃ τὸ] ἐλήτο, corr. Hu, ἐστιν οὗτος ät V | ἐξέβαλλεν, corr. Pr vg]. S. 200,26 Ι 13 ἐνεσόμεθα 003E; add. V | 23 προλέγειν, corr. Hu | 32 ἐπιτεμόμενος.)

200
θλίβουσιν ἀπαιτοῦντες πῶς ὁ Ἰησοῦς ἐζωλόθρευσεν ἄρματα ἐζ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐζωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν. καὶ ταῦτα μὲν περὶ τῆς προφητείας.

ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὐσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ· δεύτερον δὲ πῶς δύο κτηνῶν εἰς τὴν οὕτω βραχεῖαν δεῖται ὁδὸν λεγέτωσαν ἡμῖν·

Ἐπεκάθισεν, γάρ φησιν, ἐπάνω αὐτῶν( ἔτι δὲ καὶ τὸ » Ἐάν τις »ὑμῖν εἴπῃ, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀπο »στέλλει αὐτούς« οὐκ οἶμαι ἄξιον εἶναι τοῦ μεγέθους τῆς τοῦ υἱοῦ τοῦ θεοῦ θειότητος, ὥστε εἰπεῖν τὴν τηλικαύτην φύσιν χρείαν ὁμολογεῖν ἔχειν ὄνου ἀπὸ δεσμῶν λυομένης, καὶ πώλου σὺν αὐτῇ ἐρχομένου· δεῖ γὰρ μέγα εἶναι πᾶν, οὑ χρείαν ἔχει ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἄξιον τῆς χρηστότητος αὐτοῦ.

πρὸς δὲ τούτοις ὁ στρωννύων αὐτοῦ τὰ ἱμάτια πλεῖστος ὄχλος ἐν τῇ ὁδῷ, ἀνεχομένου τούτων τοῦ Ἰησοῦ καὶ μὴ ἐπιτιμῶντος, ὡς δῆλον ἐκ τῶν παρ' ἄλλοις κειμένων· »Ἐὰν »οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν» οὐκ οἴδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ' αὐτῶν δηλοῦται εὐφραινομένου· x003E; δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή.

Ὅσα δὲ ἐπηπορήσαμεν 〈περὶ〉 τῶν ἐκ τοῦ ἱεροῦ ὑπ' αὐτοῦ ἐκβαλλομένων, ταῦτα καὶ ἔτι μείζονα ἐνθάδε λεκτέον.

ἐν μὲν γὰρ τῷ κατὰ Ἰωάννην ἐκβάλλει τοὺς ἀγοράζοντας· ὁ δὲ Ματθαῖός φησιν ὅτι »Ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ‘· πολλῶ̣ δὲ ὡς εἰκὸς ἀριθμὸς τῶν ἀγοραζόντων πλείων ἠν παρὰ τοὺς πωλοῦντας.

καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ πάντας ἐκβάλλεσθαι τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τώ ἰερῷ παρὰ τὸ ἀξίωμα τοῦ νομιζομένου υἱοῦ τέκτονος εἶναι ἐτύγχανεν, εἰ μὴ ἄρα, ὡς κἀκεῖ ἐλέγομεν, θειοτέρᾳ δυνάμει τοὺς πάντας ὑπέτασσεν, χαλεπώτερα ὅσον ἐπὶ τοῖς [*](9 Matth. 21, 7. — Matth. 21, 3. — 15 Vgl. Matth. 21, 8. — 17 Luk. 19, 40. — 23 Vgl. S. 197, 3ff — 24 Vgl. Joh. 2, 15. — 26 Matth. 21, 12. — 29 Vgl. Matth. 13, 55; Mark. 6, 3. — 30 Vgl. S. 197, 13 ff.) [*](1. 2 ἐξωλέθρευσεν Ι 5 πό)λον (Accent aus Circumflex corr.) Ι 6 οἱ ἴε a. Ras. Ι 8 δύο] υο a. Ras. Ι 17 ἐπιμῶντος Μ Ι 18 κράζουσιν mit ΒℵL., V wie oben S. 193, 36 u. in Mt. XVI, 18 κεκράξονται (AR rel. c); ersteres die LA d. Orig. Ι 18f. τι' ἀνεμφαινουσιν Μ, αἰτιαν ἐμφαίνουσι V, corr. Hu Ι 20 τὸ add. Br Ι 21 ἐμποδιαλαμβα δόξαιαν Μ, ἐμπόδια ἐμβάλλεσθαι δόξαι ἂν εἶναι V, corr. Hu Ι 22 ἀποδοχῆς, corr. V Ι 23 περὶ> τῶν ἐκ] ἐκ τῶν, corr. Pr | 24 ἔτι] ἐπί τι (Vorlage wohl ἐπὶ), corr. Hu.)

201
λοιποῖς εὐαrγελισταῖς παρὰ τὸν Ἰωάννην ἀκούσαντας.

ὁ μὲν γὰρ Ἰωάννης φησὶν αὐτοῖς εἰρῆσθαι ὑπὸ τοῦ Ἰησοῦ· Μὴ ποιεῖτε τὸν ·οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου«· τοῖς δὲ λοιποῖς »σπήλαιον »ηῃστῶν« ἐλέγχονται πεποιηκότες τὸν οἶκον τῆς προσευχῆς, οὐ χωροῦντος τοῦ οἴκου τοῦ πατρὸς ὥστε γεμέσιαο σπήλαιον λῃστῶν, ἀλλὰ μέχρι τοσούτου ὑπὸ τῶν ἁμαρτανόντων φυρομένου ὡς οἶκον ἐμπορίου αὐτὸν γενέσθαι.

μόνον δὲ τῆς προσευχῆς οἶκος, οὐ πάντως οἶκος τοῦ πατρὸς ὤν, ἀμεληθεὶς καὶ λῃστὰς παραδέξεται, οὐ γινόμενος αὐτῶν οἶκος, ἀλλὰ σπήλαιον, πρᾶγμα οὐχ ὑπὸ ἀρχιτεκτονικῆς καὶ λογικῆς ἐντρεχείας γεγενημένον.

Τὸ μὲν οὖν ἰδεῖν ἔχει] ᾗ ἔχει ταῦτα νοῦ ἀληθοῦς τοῦ δοθέντος τοῖς λέγουσιν· » Ἡμεῖς δὲ νοῦν Χριστοῦ χριστοῦ ἔχομεν, ἵνα »ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν‘ μεῖζον, ἢ καθ' ἡμᾶς εἶναι πειθόμεθα.

οὐδὲ γὰρ ἀθόλωτον ἡμῶν ἐστιν τὸ ἡγεμονικόν, οὐδὲ ὀφθαλμοὶ ὁποίους δεῖ εἶναι τοὺς τῆς καλῆς νύμφης Χριστοῦ Ι ὀφθαλ- μούς, περὶ ὧς φησιν ὁ νυμφίος· »Ὀφθαλμοί σου περιστεραί« , τάχα αἰνισσόμενος τὴν τῶν πνευματικῶν κατανοητικὴν δύναμιν, διὰ τὸ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν ἐληλυθέναι ἐπὶ τὸν κύριον <Ἰησοῦν> καὶ τὸν ἐν ἑκάστῳ κύριον· ἀλλ' ὅμως καὶ οὕτως ἔχοντες οὐκ ἀποκνήσομεν , ψηλαφῶντες τοὺς εἰρημένους τῆς ζωῆς λόγους, πειραθῆναι λαβέσθαι αὐτῶν τῆς ἀπορρεούσης εἰς τὸν μετὰ πίστεως ἁψάμενον δυνάμεως.

Ἰησοῦς τοίνυν ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὅστις εἰσέρχεται εἰς τὴν Ἱεροσόλυμα καλουμένην ψυχήν, ὀχούμενος τῇ ὑπὸ τῶν μαθητῶν λελυμένῃ ἀπὸ τῶν δεσμῶν ὄνῳ, λέγω δὲ τοῖς ἀφελέσι τῆς παλαιᾶς διαθήκης γράμμασι, σαφηνιζομένοις ὑπὸ τῶν λυόντων αὐτὰ μαθητῶν δύο· τοῦ τ' ἐπὶ τὴν θεραπείαν τῆς ψυχῆς ἀνάγοντος τὰ γεγραμμένα καὶ ἐπ' αὐτὴν αὐτὰ ἀλληγοροῦντος, καὶ τοῦ τὰ μέλλοντα ἀγαθὰ καὶ ἀληθινὰ διὰ τῶν ἐν τῇ σκιᾷ κειμένων παριστάντος.

ὀχεῖται δὲ καὶ τῷ νέῳ πώλῳ , τῇ καινῇ διαθήκῃ· ἐν ἀμφοτέραις γὰρ ἔστιν εὑρεῖν τὸν καθαίροντα ἡμᾶς τῆς ἀληθείας λόγον καὶ ἀπελαύνοντα τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν ἡμῖν πάντας λογισμούς.

μόνος δὲ εἰς τὴν Ἱεροσόλυμα ψυχὴν οὐκ ἔρχεται, ἀλλ' οὐδὲ μετὰ ὀλίγων τινῶν· πολλὰ γὰρ τὰ προάγοντα τὸν τελειοῦντα ἡμᾶς λόγον θεοῦ [*](2 Jok 2, 16. — 3 Vgl. Matth. 21, 13. Mark. 11, 17. Luk. 19, 40. — 12 I Kor. 2, 16. 12. — 16 Hohel. 1, 15. — 18 Vgl. Matth. 3, 16. Mark. 1, 10. Luk. 3, 22. Job. 1, 32. — 22 Vgl. Joh. 1, 1. — 24 Vgl. Matth. 21, 2. — 29 Vgl. Sach. 9, 9. — 30 Vgl. II Kor. 6, 7. — 33 Vgl. Matth. 21, 9.) [*](3 τοῖς δὲ λοιποῖς] οἱ δὲ λοιποὶ, corr. Pr Ι 6 φερομένου, corr. We Ι 11 ὡς ἔχει V Ι 13 εἰδῶμεν Τ Ι μεῖζον δὲ We Ι 18 <Ἰησοῦν> add. Pr, wenn nicht etwas ausgefallen ist, etwa φωτίσαι x003E; Ι 20 ἀποκηνήσομεν Ι 31 μόνος] σ a. Ras. Ι 33 προάγοντα aus προσάγοντα durch Ras. corr.)

202
δεῖ ἐν ἡμῖν γενέσθαι, καὶ ἕτερα πλεῖστα ὅσα τὰ ἑπόμενα αὐτῷ· πάντα μέντοι γε αὐτὸν ὑμνοῦντα κα·ὶ δοξάζοντα, καὶ τὸν ἴδιον κόσμον καὶ περιβολὴν αὐτῷ ὑποτιθέντα, ἕνα αὐτοῦ τὰ ὀχήματα μὴ ἅπτηται γῆς, ἔχοντα τὸν οὐρανόθεν καταβεβηκότα ἐπαναπαυόμενον αὐτοῖς.

ἕνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπτεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἕνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως ἐκκειμένων. δύνανται δὲ οἱ προάγοντες καὶ ἀκολουθοῦντες αὐτῷ ὄχλοι δηλοῦν καὶ τὰς ἀγγελικὰς συνεργείας, τινὰς μὲν εὐτρεπιζούσας αὐτῷ τὴν ὁδὸν έν ταῖς ψυχαῖς ἡμῶν, δι' έ)ν αὐτοὶ κεκόσμηνται, τινῶν δὲ ἐπακολουθούντων τῇ αὐτοῦ ἐν ἡμῖν παρουσίᾳ, περὶ ἧς πολλάκις εἰρηκότες νῦν εἰς τοῦτο μαρτυριῶν οὐ χρῄζομεν.

Καὶ τάχα οὐκ ἀλόγως ὄνῳ εἰκάσαι ἄν > τἀς περιστάσας φωνὰς τὸν ἄγοντα αὐτὰς εἰς τὴν ψυχὴν λόγον· ἀχθοφόρον γὰρ τὸ ζῷον, πολὺ δὲ τὸ ἄχθος καὶ φορτίον βαρὺ δηλοῦνται ἀπὸ τῆς λέξεως, κοὶ μάλιστα τῆς παλαιοτέρας, ὡς δῆλον τῷ ἐφιστάντι τοῖς ὑπὸ Ἰουδαίων γινομένοις.

οὐχ οὕτω δὲ ὁ πῶλος ἀχθοφόρον ὡς ἡ ὄνος. εἰ γὰρ καὶ βαρὺ πᾶν τὸ τοῦ γράμματος φορτίον ἐστὶν τὸ ἀνώφορον καὶ κουφότατον τοῦ πνεύματος χωρεῖν μὴ δυναμένοις, ἀλλά γε ἔλλαττον ἔχει βάρος τὸ καινὸν γράμμα παρὰ τὸ πρεσβύτερον.

οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς με μαθητευμενων ἀπολυομένους, τὸν δὲ πῶλον τοὺς τοὺς τῶν ἐθνῶν, ἀνέτους πρὶν παραδέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν κοὶ φιλήδονον γεγενημένους.